B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Parthenios
floruit ca. 50 a. Chr. n.
     
   



ἐ ρ ω τ ι κ ὰ
π α θ ή μ α τ α


ς´
περὶ Παλλήνης.
[ἱστορεῖ Θεαγένης καὶ
Ἡγήσιππος ἐν Παλληνιακοῖς.]


__________________________________________________


[1]
λέγεται <δὲ> καὶ Σίθονα τὸν Ὀδομαντῶν βασιλέα γεννῆσαι θυγατέρα Παλλήνην, καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ᾽ αὐτῆς <τῆς> Θράικης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος <καὶ> τῶν ἐπὶ Τανάιδος ποταμοῦ κατωικημένους· 
[2]
τὸν δὲ Σίθονα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην ἰέναι τὴν κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι· τούτωι τε τῶι τρόπωι πάνυ συχνοὺς ἀνηιρήκει. 
[3]
μετὰ δέ, ὡς αὐτὸν [τε] ἡ πλείων ἰσχὺς ἐπελελοίπει ἔγνωστό τε αὐτῶι τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν ἄθλου προκειμένου τῆς κόρης ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνάναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. 
[4]
τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης ἡ Παλλήνη (ἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτου) πάνυ ὠρρώθει περὶ αὐτοῦ, καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφ᾽ αὐτόν, δάκρυα δὲ πολλὰ ἐχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως ὅτε <ὁ> τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος τῆι μὲν θαρρεῖν παρεκελεύσατο, ὡς ἧι βούλεται, ταύτηι τοῦ πράγματος χωρήσοντος, αὐτὸς δὲ κρύφα ὑπέρχεται τὸν ἡνίοχον τοῦ Δρύαντος καὶ αὐτῶι χρυσὸν πολὺν ὁμολογήσας πείθει διὰ τῶν ἁρματηγῶν τροχῶν μὴ διεῖναι τὰς περόνας. 
[5]
ἔνθα δὴ ὡς εἰς μάχην ἐξήιεσαν καὶ ἤλαυνεν ὁ Δρύας ἐπὶ τὸν Κλεῖτον, [καὶ] οἱ τροχοὶ περιερρύησαν αὐτῶι τῶν ἁρμάτων· καὶ οὕτως πεσόντα αὐτὸν ἐπιδραμὼν ὁ Κλεῖτος ἀναιρεῖ. 
[6]
αἰσθόμενος δὲ ὁ Σίθων τόν τε ἔρωτα καὶ τὴν ἐπιβουλὴν τῆς θυγατρός, μάλα μεγάλην πυρὰν νήσας καὶ ἐπιθεὶς τὸν Δρύαντα ὤιετο συνεπισφάξειν καὶ τὴν Παλλήνην. φαντάσματος δὲ θείου γενομένου καὶ ἐξαπιναίως ὕδατος ἐξ οὐρανοῦ πολλοῦ καταρραγέντος μετέγνω τε καὶ γάμοις ἀρεσάμενος τὸν παρόντα Θραικῶν ὅμιλον ἐφίησι τῶι Κλείτωι τὴν κόρην ἄγεσθαι.