|
|
- ἐ ρ ω τ ι κ ὰ
π α θ ή μ α τ α
β´
περὶ
Πολυμήλης.
[ἱστορεῖ Φιλητᾶς
Ἑρμῆι.]
- __________________________________________________
- [1]
Ὀδυσσεὺς
ἀλώμενος περὶ
Σικελίαν καὶ
τὴν Τυρρηνῶν
καὶ τὴν Σικελῶν
θάλασσαν ἀφίκετο
πρὸς Αἴολον
καὶ Μελιγουνίδα
νῆσος, ὃς αὐτὸν
κατὰ κλέος
σοφίας τεθηπὼς
ἐν πολλῆι
φροντίδι εἶχεν·
τὰ περὶ
Τροίης ἅλωσιν
καὶ ὃν τρόπον
αὐτοῖς ἐσκεδάσθησαν
αἱ νῆες
κομιζομένοις
ἀπὸ τῆς Ἰλίου
διεπυνθάνετο,
ξενίζων τε αὐτὸν
πολὺν χρόνον
διῆγε.
[2]
τῶι δ᾽ ἄρα καὶ
αὐτῶι ἦν ἡ
μονὴ ἡδομένη.
Πολυμήλη γὰρ
τῶν Αἰολίδων
τις ἐρασθεῖσα
αὐτοῦ κρύφα
συνῆν. ὡς δὲ
τοὺς ἀνέμους
ἐγκεκλεισμένους
παραλαβὼν ἀπέπλευσεν,
ἡ κόρη φωρᾶταί
τινα τῶν
Τρωικῶν
λαφύρων ἔχουσα
καὶ τούτοις
μετὰ πολλῶν
δακρύων ἐπαλινδουμένη.
[3]
ἔνθα δὴ ὁ
Αἴολος τὸν
μὲν Ὀδυσσέα καίπερ
οὐ παρόντα
ἐκάκισεν, τὴν
δὲ Πολυμήλην
ἐν νῶι ἔσχεν
τίσασθαι. ἔτυχεν
δὲ αὐτῆς ἠρασμένος
ὁ ἀδελφὸς
Διώρης, ὃς αὐτὴν
παραιτεῖταί
τε καὶ πείθει
τὸν παρέρα
αὐτῶι
συνοικίσαι.
|
|