|
|
- ἐ ρ ω τ ι κ ὰ
π α θ ή μ α τ α
α´
περὶ Λύρκου
[ἡ ἱστορία παρὰ
Νικαινέτωι
ἐν τῶι Λύκρωι
καὶ
Ἀπολλωνίωι
Ῥοδίωι Καύνωι]
- __________________________________________________
- [1]
Ἁρπασθείσης
Ἰοῦς τῆς Ἀργείας
ὑπὸ ληιστῶν ὁ
πατὴρ αὐτῆς
Ἴναχος
μαστῆράς τε
καὶ [ἐρευνητὰς]
ἄλλους καθῆκεν,
ἐν δὲ αὐτοῖς
Λύρκον τὸν
Φορωνέως, ὃς
μάλα πολλὴν
γῆν ἐπιδραμὼν
καὶ πολλὴν
θάλασσαν
περαιωθεὶς
τέλος, ὡς οὐχ
εὕρισκεν, ἀπεῖπε
τῶι καμάτωι·
καὶ εἰς μὲν
Ἄργος δεδοικὼς
τὸν Ἴναχον οὐ
μάλα τι κατήιει,
ἀφικόμενος δὲ
εἰς Καῦνον
πρὸς Αἰγίαλον
γαμεῖ αὐτοῦ
τὴν θυγατέρα
Εἱλεβίην.
[2]
ἔφασαν γὰρ
τὴν κόρην ἰδοῦσαν
τὸν Λύρκον
εἰς ἔρωτα
ἐλθεῖν καὶ
πολλὰ τοῦ πατρὸς
δεηθῆναι κατασχεῖν
αὐτόν· ὁ δὲ
τῆς τε
βασιλείας
μοῖραν οὐκ ἐλαχίστην
ἀποδασάμενος
καὶ τῶν
λοιπῶν ὑπαργμάτων
γαμβρὸν εἶχεν.
χρόνου δὲ
πολλοῦ
προϊόντος, ὡς
τῶι Λύκρωι
παῖδες οὐκ
ἐγίνοντο,
ἦλθεν ὡς
Διδυμέως χρησόμενος
περὶ γονῆς
τέκνων, καὶ
αὐτῶι θεσπίζει
ὁ θεὸς παῖδας
φύσειν, ἧι ἂν
ἐκ τοῦ ναοῦ
χωρισθεὶς
πρώτηι
συγγένηται.
[3]
ὁ δὲ μάλα
γεγηθὼς ἠπείγετο
πρὸς τὴν γυναῖκα,
πειθόμενος
κατὰ νοῦν ἂν
αὐτῶι
χωρήσειν τὸ μαντεῖον.
ἐπεὶ δὲ πλέων
ἀφίκετο εἰς
Βύβαστον πρὸς
Στάφυλον τὸν
Διονύσου, μάλα
φιλοφρόνως
ἐκεῖνος αὐτὸν
ὑποδεχόμενος
εἰς πολὺν
οἶνον
προετρέψατο,
καὶ ἐπειδὴ
πολλῆι μέθηι
παρεῖτο,
συγκατέκλινεν
αὐτῶι
Ἡμιθέαν τὴν
θυγατέρα.
[4]
ταῦτα δὲ ἐποίει
προπεπυσμένος
τὸ τοῦ
χρηστηρίου
καὶ βουλόμενος
ἐκ ταύτης αὐτῶι
παῖδας γενέσθαι.
δι᾽ ἔριδος
μέντοι
ἐγένοντο
Ῥοιώ τε καὶ
Ἡμιθέα αἱ τοῦ
Σταφύλου, τίς
αὐτῶν μιχθείη
τῶι ξένωι·
τοσοῦτος ἀμφοτέρας
κατέσχε πόθος.
[5]
Λύκρος δὲ
ἐπιγνοὺς τῆι
ὑστεραίαι,
οἷα ἐδεδράκει,
καὶ τὴν
Ἡμιθέαν ὁρῶν
συγκατακεκλιμένην,
ἐδυσφόρει τε
καὶ πολλὰ κατεμέμφετο
τὸν Στάφυλον
ὡς ἀπατεῶντα
γενόμενον αὐτοῦ·
ὕστερον δὲ
μηδὲν ἔχων, ὅ
τι ποιῆι,
περιελόμενος
τὴν ζώνην
δίδωσι τῆι
κόρηι κελεύων
ἡβήσαντι τῶι
παιδὶ φυλάττειν,
ὅπως ἔχηι
γνώρισμα, ὁπότ᾽
ἂν ἀφίκοιτο
πρὸς τὸν
πατέρα αὑτοῦ
εἰς Καῦνον,
καὶ ἐξέπλευσεν.
[6]
Αἰγίαλος δὲ
ὡς ἤισθετο τά
τε κατὰ τὸ
χρηστήριον
καὶ τὴν
Ἡμιθέαν, ἤλαυνεν
τῆς γῆς αὐτόν.
ἔνθα δὴ μάχη
συνεχὴς ἦν
τοῖς τε τὸν
Λύκρον προσιεμένοις
καὶ τοῖς τὰ
Αἰγιάλου
φρονοῦσιν·
μάλιστα δὲ
συνεργὸς
ἐγίνετο Εἱλεβίη·
οὐ γὰρ ἀπεῖπεν
τὸν Λύκρον.
μετὰ δὲ ταῦτα
ἀνθρωθεὶς ὁ
ἐξ Ἡμιθέας
καὶ Λύκρου (Βασίλος
αὐτῶι ὄνομα)
ἦλθεν εἰς τὴν
Καυνίαν, καὶ
αὐτὸν γνωρίσας
ὁ Λύκρος ἤδη
γηραιὸς ὢν ἡγεμόνα
καθίστησι τῶν
σφετέρων λαῶν.
|
|