|
[Τὸ ωʹ μετὰ τοῦ γʹ]
|
c18.56d | Ὦ γάμοι, γάμοι.
Τὸ ωʹ μετὰ τοῦ δʹ
|
c18.57 | Ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν.
[Τὸ ωʹ μετὰ τοῦ ηʹ]
|
c18.57d | Ὦ Ἡράκλεις, ἀπόλωλε ἀνδρός ἀρετά.
Τὸ ωʹ μετὰ τοῦ θʹ
|
c18.58 | Ὦ θνητῶν ἀνδρῶν καὶ ταλαίπωρον γένος.
[Τὸ ωʹ μετὰ τοῦ ιʹ]
Ὧι ἱκανὸν οὐδὲν, τούτωι γε αἰσχρὸν οὐδέν.
Τὸ ωʹ μετὰ τοῦ μʹ
|
c18.59 | ᾽Ωμηστὴς Διόνυσος.
Τὸ ωʹ μετὰ τοῦ οʹ μικροῦ
|
c18.60 | Ὦ οἵα κεφαλή, καὶ ἐγκέφαλον οὐκ ἔχει.
|
c18.61 | Ὦ οὗτος, κἂν θύλαξ γένηι οὐ προσελεύσομαί σοι.
|
c18.62 | Ὠοῦ εξῆλθεν.
Ἐξ ὠιοῦ ἐγεννήθη.
|
c18.62a | Ὦ παῖ, σιώπα, πόλλ᾽ ἔχει σιωπὴ καλά.
Τὸ ωʹ μετὰ τοῦ ρʹ
|
c18.63 | Ὡραιότερος Ὑακίνθου.
|
c18.64 | Ὡραιότερος πορφυρίωνος.
Τὸ ωʹ μετὰ τοῦ σʹ
|
c18.65 | Ὥσπερ ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι.
|
c18.66 | Ὡς παῖδα φιλοῦσιν ἐρασταί.
|
c18.67 | Ὥσπερ παλαιὰν εἰρησιώνην καύσεται.
|
c18.68 | Ὡς τοῦ Φινέως τὸν βίον.
|
c18.69 | Ὡς πολλῶι κάλλιον, ὦ φίλαι, ἐστὶν ἐν παρατάξει νικῶντα τελευτᾶν ἢ τὰ Ὀλύμπια περιγινόμενον ζῆν.
|
c18.70 | Ὥσπερ ἑωλοκρασίαν μου καταχέεις.
Τὸ ωʹ μετὰ τοῦ τʹ
|
c18.71 | Ὠτίων πιστότεροι ὀφθαλμοί. |