|
Τὸ οʹ μετὰ τοῦ δʹ
|
c12.30 | Ὁ Διὸς Κόρινθος.
|
c12.30a | Ὁ ἁλιεὺς πληγεὶς νοῦν φύσει.
|
c12.31 | Ὁδὸν ὀρθὴν βαδίζει.
|
c12.31a | Ὁδοῦ καὶ ἀληθείας χαλεπὸν ἀποπλανηθῆναι.
|
c12.32 | Ὁ Ἥλιος τὸν οὐκ ἀετιδέα.
|
c12.32a | Ὁ θυμὸς [γὰρ] ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει.
|
c12.33 | Ὁ δύο πτῶκας διώκων οὐδέτερον καταλαμβάνει.
|
c12.34 | Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς.
Τὸ οʹ μετὰ τοῦ εʹ
|
c12.35 | Ὁ ἔχων ἵππου χρήματα ταχύτατα ἱππεύει.
|
c12.35a | Ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
|
c12.36 | Ὁ ἔχων πολὺ πέπερι τίθησι κἀν λαχάνοις.
Τὸ οʹ μετὰ τοῦ ιʹ
|
c12.37 | Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ ἐνθάδε.
|
c12.38 | Οἴκοι γενοίμην.
|
c12.39 | Οἶκος φίλος οἶκος ἄριστος.
|
c12.40 | Οἴκοθεν ὁ μάρτυς.
|
c12.41 | Οἱ Κρῆτες τὴν θυσίαν.
|
c12.42 | Οἰταῖος δαίμων.
|
c12.43 | Οἱ φιλομεμφέες εἰς φιλίην οὐκ εὐφυέες.
|
c12.44 | Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ.
|
c12.45 | Οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα.
|
c12.46 | Οἱ φῶρες τὴν βοήν.
|
c12.47 | Οἱ φῶρες προσεγκαλοῦσιν.
|
c12.48 | Ὄϊς τὴν μάχαιραν.
|
c12.49 | Οἶνος καὶ παῖδες ἀληθεῖς.
|
c12.50 | Οἰναῖοι τὴν χαράδραν.
|
c12.51 | Οἱ Ἴωνες ἐλεύθεροι μὲν κακοί· δοῦλοι δὲ ἀγαθοί.
|
c12.52 | Οἵψ με ὁ δαίμων τέρατι συγκαθεῖρξεν·
|
c12.53 | Οἷος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.
Τὸ οʹ μετὰ τοῦ κʹ
|
c12.54 | Ὁ κνὶξ ἐν χώραι.
|
c12.55 | Ὀκνὲ κυάμους κατάβρεξον· εἰ φάγοις ὠμοὺς οὐδέποτε ἐπιλάθοιο.
|
c12.55a | Ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος.
|
c12.56 | Ὃ κἀργύρου ἦι πάντα θεῖ κἀλαύνεται.
|
c12.57 | Ὁ Κρὴς δὴ τὸν πόντον.
|
c12.58 | Ὁ κόσμος σκηνή, ὁ βίος πάροδος, ἦλθες, εἶδες, ἀπῆλθες.
|
c12.59 | Ὁ Καρπάθιος τὸν λαγών.
|
c12.60 | Ὁ καλῶς ἄγων ἐμποιεῖ τὸ καλῶς ἕπεσθαι.
|
c12.61 | Ὁ Κρὴς τὸν Κρῆτα.
|
c12.62 | Ὁ Κλεομένης τῆς κοίτης ὑπερέχει.
Τὸ οʹ μετὰ τοῦ λʹ
|
c12.63 | Ὅλωι ποδί.
|
c12.63a | Ὅλους Ἄθως κατατοξεύεις τῆς κορυφῆς.
|
c12.64 | Ὀλύμπου φανεῖται παντὸς ἐπαχθέστερος.
|
c12.65 | Ὀλέθρου πείρατ᾽ ἐφῆπται.
|
c12.66 | Ὁ λύκος τὴν τρίχα οὐ τὴν γνώμην ἀλλάττει.
|
c12.66a | Ὁ Λυδὸς τὸν ὄνον ἐλαύνει.
Τὸ οʹ μετὰ τοῦ μʹ
|
c12.67 | Ὁμολώϊος Ζεύς.
|
c12.68 | Ὅμοιος ὁμοίωι.
|
c12.69 | Ὄμπνιος χείρ.
|
c12.70 | Ὄμπνιον νέφος.
|
c12.70c | Ὄμφακας βλέπει.
|
c12.71 | Ὁ μὲν λόγος θαυμαστὸς, ὁ δὲ λέγων ἄπιστος.
|
c12.72 | Ὁ μὲν Ἑκατερὸς ἀμφότερος· ὁ δὲ Ἀμφότερος οὐδέτερος.
|
c12.73 | Ὁμοιότερος σύκου.
|
c12.74 | ᾽Ομφάληι Ἡρακλῆς λατρεύει.
|
c12.74a | Ὅμοιον ὁμοίωι δεῖ πλησιάζειν.
Τὸ οʹ μετὰ τοῦ νʹ
|
c12.75 | Ὄνος ἄγει μυστήρια.
|
c12.76 | Ὃν ἡ τύχη μέλανα γράψει, τοῦτον ὁ πᾶς χρόνος οὐ δύναται λευκᾶναι.
|
c12.77 | Ὃν οὐ τύπτει λόγος οὐδὲ ῥάβδος.
|
c12.78 | Ὄνος εἰς ἄχυρα.
|
c12.79 | Ὄνου κεφαλὴν μὴ πλύνειν νίτρωι.
|
c12.80 | Ὄνος ἐν μελίτταις.
|
c12.81 | Ὄνωι τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐκίνει.
|
c12.82 | Ὄνος λύρας ἀκούων κινεῖ τὰ ὦτα.
|
c12.83 | Ὄνος ἀκροᾶται σάλπιγγος.
|
c12.83a | Ὁ νεβρὸς τὸν λέοντα πυνθάνεται.
|
c12.83b | Ὄνος κάθου.
|
c12.84 | Ὄνος εἰς Κυμαίαν.
|
c12.85 | Ὄνος ὕεται.
|
c12.86 | Ὄνου θανάτους.
|
c12.87 | Ὄνου παρακύψεως.
|
c12.87d | Ὄνος εἰς μάρτυν ὀγκᾶται.
|
c12.88 | Ὄναρ λέγεις ἢ γρίφον.
|
c12.89 | Ὄνου πόκαι.
|
c12.90 | Ὄνου οὐρὰ τηλίαν οὐ ποιεῖ.
|
c12.91 | Ὄνου γνάθος.
|
c12.91a | Ὄνος λύρας ἢκουε καὶ σάλπιγγος ὗς.
|
c12.91b | Ὀνοσκελίας θυγάτηρ.
|
c12.92 | Ὄνου σκιά.
Τὸ οʹ μετὰ τοῦ πʹ
|
c12.93 | Ὁ παῖς τὸν κρύσταλον.
|
c12.94 | Ὄπισθεν κεφαλῆς ὄμματ᾽ ἔχει.
|
c12.94a | Ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὸν νοῦν ἔχει.
|
c12.95 | Ὅπου μὴ ἐφικνεῖται ἡ λεοντῆ, προσραπτέον τὴν ἀλωπεκῆν.
|
c12.96 | Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν.
|
c12.97 | Ὁ πηλὸς ἢν μὴ δαρῆι κεραμὸς οὐ γίνεται.
Τὸ οʹ μετὰ τοῦ ρʹ
|
c12.98 | Ὅρκοις ἄνδρας, ἀστραγάλοις δὲ παῖδας ἐξαπατῶσιν.
|
c12.99 | Ὀρέστης ἐν ὄρεσι διαιτώμενος.
|
c12.100 | Ὄρνις ζητεῖς, ἀνέμους θηρεύσεις.
|
c13.1 | Ὄρτηξ ἔσωσεν Ἡρακλῆ.
|
c13.1b | Ὁ Ῥῆνος ἐλέγχει τὸν νόθον.
|
c13.2 | Ὄρος ὄρει οὐ μίγνυται, ἄνθρωπος δ᾽ ἀνθρώπωι.
Τὸ οʹ μετὰ τοῦ σʹ
|
c13.3 | Ὀστράκου μεταστροφή.
|
c13.4 | Ὀστοῦν ἔνεστι τῶι λόγωι.
|
c13.5 | Ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει, Σάμον θέλει.
|
c13.6 | Ὁ Σικελὸς τὴν θάλασσαν.
|
c13.7 | Ὁ Σκύθης ἵππον.
|
c13.8 | Ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, ἐκείνου ἐστὶ δοῦλος, κἂν ἐλεύθερος μόληι.
|
c13.9 | Ὃς δὲ Κόρινθον ἔναιε, χόλου κρατέειν Περίανδρος.
|
c13.10 | Ὅστις κύνα τρέφει ξένον, τούτωι μόνον λῖνος μένει.
|
c13.10i | Ὅστις δὶς ναυαγήσει μάτην μέμφεται Ποσειδῶνα.
Τὸ οʹ μετὰ τοῦ τʹ
|
c13.11 | Ὁ Ταντάλου λίθος ὑπὲρ κεφαλῆς ταλαντεύεται.
|
c13.12 | Ὅταν φακῆν ἕψητε, μὴ ἐπιχεῖν μύρον.
|
c13.13 | Ὅταν Νίβας κοκκύσηι, τόθ᾽ ἕξεις πλοῦτον.
Τὸ οʹ μετὰ τοῦ υʹ
|
c13.14 | Οὐδ᾽ ἀπὸ γῆς ὤνησις.
|
c13.15 | Οὐδ᾽ ἂν Ἐξηκεστίδης εὗροι τὴν εὐθεῖαν ὁδόν.
|
c13.16 | Οὐ δεῖ μιμεῖσθαι τὸν Πασιφάης τρόπον.
|
c13.17 | Οὐκ ἀσφαλὲς σπουδαῖον χρονίζειν, ἔνθα μή εἰσιν ὅμοιοι.
|
c13.18 | Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις.
|
c13.19 | Οὔτε ποτ᾽ ἀγαθὸς γένοιτ᾽ ἂν ποιητὴς παρὰ μέλος ἄιδων, οὔτ᾽ ἀστεῖος ἄρχων παρὰ νόμον χαριζόμενος.
|
c13.20 | Οὐδὲν ἐγγὺς ἱππικοῦ δρόμου.
|
c13.21 | Οὐκ ἐμὸν τὸ φύτευμα.
|
c13.22 | Οὐδὲ πυρφόρος.
|
c13.23 | Οὗτος ὁ κύων τεῦτλα οὐ δάκνει.
|
c13.24 | Οὐδὲν ἦν τἄλλα πάντα πλὴν χρυσός.
|
c13.25 | Οὐ τὸ οὖρον καθαρὸν, ἀποκρίνει τὸν ἰατρόν.
|
c13.26 | Οὐ παρ᾽ ἕνα τᾶι Σπάρται.
|
c13.27 | Οὐκ ἐᾶι με καθεύδειν οὐδὲ ῥαιθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.
|
c13.28 | Οὐ δύνηι Φωκίωνι φίλωι χρῆσθαι καὶ κόλακι.
|
c13.29 | Οὐδὲ Ἡρακλῆς πρὸς δύο.
|
c13.30 | Οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ χρέας.
|
c13.31 | Οὐδεὶς κομήτης ὅστις οὐ περαίνεται.
|
c13.32 | Οὐδ᾽ ἴκταρ βαλεῖν ἔχεις.
|
c13.33 | Οὗτος ὁ καθήμενος ἱσταμένωι ἔοικεν.
|
c13.34 | Οὐδὲν ἱερόν.
|
c13.35 | Οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος.
|
c13.36 | Οὔτε γὰρ πιστεύουσιν ἀπιστεῖν χρεών, οὔτ᾽ ἀπιστούντων ἔφη βασιλεύειν Νομᾶς.
|
c13.37 | Οὔτε παρὰ νεκροῦ ὁμιλίαν, οὔτε παρὰ φιλαργύρου δεῖ χάριν ἐπιζητεῖν.
|
c13.38 | Οὐ μάλα κυκᾶις.
|
c13.39 | Οὐ νυκτὶ πλοῆς.
|
c13.40 | Οὐδ᾽ ἑπτέτης φράτορας ἔφυσας.
|
c13.41 | Οὐκ ὤιμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.
|
c13.42 | Οὐδὲν πρὸς τὸν Διόνυσον.
|
c13.43 | Οὐδὲν ἐξ ἀγροῦ λέγεις.
|
c13.43a | Οὐδ᾽ ἀπομύξασθαι σύνοιδεν.
|
c13.44 | Οὐκ ἐν δέοντι χρῆι τῶι δέοντι.
|
c13.45 | Οὔτ᾽ ἰχθὺς φωνὴν οὔτ᾽ ἀπαίδευτος ἀρετήν.
|
c13.46 | Οὐκέτ᾽ ἐμὸν τὸν πρᾶγμα· πολλὰ χαιρέτω.
|
c13.47 | Οὐδ᾽ ἐν σελίνοις.
|
c13.48 | Οὐδ᾽ αἰδοῦς σοι πέρδικος.
|
c13.49 | Οὐδὲ κύων παύσαιτ᾽ ἂν ἅπαξ σκυτοτραγεῖν μαθών.
|
c13.50 | Οὐδὲν φρονεῖ δίκαιον ἀστυκὸς ἀνήρ.
|
c13.51 | Οὐ τὸν στρατηγόν, ἀλλὰ τὸν τρώσαντα.
|
c13.51a | Οὐχὶ καὶ αἱ χελῶναι διὰ μιᾶς πᾶσαι πλέαι.
|
c13.52 | Οὐδ᾽ ὅσον ἀηδόνες περινώσσουσιν.
|
c13.53 | Οὐ γενήσηι ἰὼν ἐς Ἀρβέλας;
|
c13.54 | Οὐδὲν Ὀρέστης πρὸς ἡμᾶς καὶ Πυλάδης.
|
c13.55 | Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς.
|
c13.56 | Οὔτε χθὲς τὸ χρυσίον οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε τὸν Φαυρίκιον.
|
c13.57 | Οὔκ ἔνεστι συκοφάντου δήγματος.
|
c13.58 | Οὐκ ἐπαινεθείης, οὐδὲ ἐν περιδείπνοις.
|
c13.59 | Οὐκ ἂν κινήσηις οὐδεμίαν ἀσπίδα, ἀλλ᾽ ἀπὸ σκυτάλλης μόνον καὶ τρίβωνος.
|
c13.60 | Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ᾽ ὁ πλοῦς.
|
c13.61 | Οὐκ ἔστι πρὸς δαιμόνια φωτὶ μάχεσθαι.
|
c13.62 | Οὐχ ὁ τόπος τὸν ἄνδρα, ἀλλ᾽ ὁ ἀνὴρ αὐτὸν ἔντιμον ποιεῖ.
|
c13.63 | Οὐκοῦν ἐν ψυχρῶι τούτους ἑψήσωμεν.
|
c13.64 | Οὐ δύνασαι Θέτιδος καὶ Γαλατείας ἐρᾶιν.
|
c13.65 | Οὔτε Ῥώμη πεσεῖται Σκιπίονος ἐστῶτος, οὔτε Σκι πίων ζήσει τῆς πόλεως πεσούσης.
|
c13.66 | Οὐ τύ ἐσσι Καλλιπίδας ὁ δεικηλίτας.
|
c13.67 | Οὐκ ἐστι διθύραμβος ἂν ὕδωρ πίνηι.
|
c13.67a | Οὐκ ἀεὶ ποταμὸς ἀξίνας φέρει.
|
c13.68 | Οὐ πατρικὰ αὐλεῖ μέλη.
|
c13.68a | Οὐδ᾽ ὅσον κνήσασθαι τὸ οὖς σχολὴν ἄγει.
|
c13.69 | Οὐ φελλίας ὁ ἀγών.
|
c13.70 | Οὐ φροντὶς Ἱπποκλείδηι.
|
c13.71 | Οὔποτε δουλείη κεφαλὴ εὐδεῖα πέφυκεν, ἀλλ᾽ αἰεὶ σκολιὴ καὐχένα λοξὸν ἔχει.
|
c13.72 | Οὐ παρὰ βωμὸν δεῖ τὰς ἐπινοίας.
|
c13.73 | Οὐκ ἂν αὖθις ἀλώπηξ.
|
c13.74 | Οὔθ᾽ ὕεται, οὔθ᾽ ἡλιοῦται.
|
c13.75 | Οὐ πόλεμον ἀγγέλλεις.
|
c13.76 | Οὔ ποτε ἐκ σκίλλης ῥόδα φύεται οὔθ᾽ ὑάκινθος.
|
c13.77 | Οὐδ᾽ ἴσασιν ὅσωι πλέον ἥμισυ παντός.
Τὸ οʹ μετὰ τοῦ φʹ
|
c13.78 | Ὁ φεύγων μύλον ἄλφιτα φεύγει.
|
c13.79 | Ὄφις ἢν μὴ φάγηι ὄφιν δράκων οὐ γενήσεται.
|
c13.80 | Ὄφεως ὄμμα.
|
c13.81 | Ὁ φαλλὸς τῶι θεῶι.
Τὸ οʹ μετὰ τοῦ χʹ
|
c13.82 | Ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως.
Τὸ οʹ μετὰ τοῦ ψʹ
|
c13.83 | Ὄψ᾽ ἦλθες, ἀλλ᾽ ἐς κολωνὸν ἴεσο.
|
c13.84 | Ὄψον ἄριστον πόνος τῶι γηρᾶι.
|