|
Τὸ μʹ μετὰ τοῦ αʹ
|
c11.3 | Μᾶλλον ὁ Φρύξ.
|
c11.4 | Μασχαλισθήσηι ποτέ.
|
c11.5 | Μαχητὴς ἐπέμφθης, οὐκ ἀγγελιαφόρος.
|
c11.5a | Μαχαίραι μὴ πῦρ σκαλεύειν.
|
c11.6 | Μαρσύας κομπάζων ἐρίζει.
|
c11.7 | Μαργίτης εἶ.
|
c11.7a | Μακραὶ τυράννων χεῖρες.
|
c11.8 | Μανίαι οὐ πᾶσιν ὅμοιαι.
|
c11.8a | Μάστιξ ἐλαύνει.
|
c11.8b | Μασχάλην αἴρειν.
|
c11.9 | Ματιολοιχὸς τυγχάνεις.
Τὸ μʹ μετὰ τοῦ εʹ
|
c11.10 | Μεγαρέων δάκρυα.
|
c11.11 | Μένε βοῦς ποτε βοτάνην.
|
c11.12 | Μένε γραῦ ἐμόν σε παῖδα φιλήσοντα.
|
c11.13 | Μεδίμνωι ἀπομετρῶ παρὰ τοῦ πατρὸς ἀργύριον.
|
c11.14 | Μέγας κηληκτὰς ἐν μικρῶι πράγματι.
|
c11.15 | Μεγαρικαὶ Σφίγγες.
|
c11.16 | Μείζονα βοᾶι δάφνης χλοερᾶς καιομένης.
|
c11.17 | Μεῖζον φρονεῖ ἢ Πηλεὺς ἐπὶ μαχαίραι.
|
c11.18 | Μελανίων σωφρονέστερος.
|
c11.19 | Μελαμπύγων μὴ τύχοις.
|
c11.20 | Μέχρι τούτου κρείσσων σοῦ ἐστιν ὁ πατήρ, μέχρις ἂν καὶ σὺ γεννήσηις.
|
c11.21 | Μεταβλητότερος Μήτρας.
|
c11.22 | Μέλος ἀγρέως.
|
c11.23 | Μεθυσοκόταβος ἐγένου.
|
c11.24 | Μελιτηροὶ κύνες.
|
c11.25 | Μετάδος μοι πηγάνου, ἵνα μὴ βασκαίνηις με.
|
c11.26 | Μερὶς οὐ πνίξ.
|
c11.27 | Μετὰ Λέσβιον ὠιδόν.
|
c11.28 | Μετὰ Μουσῶν Κόρυδος.
|
c11.29 | Μετὰ γραμμάτων Ἐφεσίων παλαίεις.
|
c11.30 | Μετὰ πόλεμον ταραχὴ ἢ συμμαχία· καὶ, μετὰ Μαραθῶνα μάχη.
|
c11.31 | Μέτρωι ὕδωρ πίνοντες, ἀμετρίαι δὲ μάζαν ἔδοντες.
|
c11.32 | Μέλιτος μυελός.
|
c11.33 | Μέγα τὸ στομα τοῦ ἐνιαυτοῦ.
Τὸ μʹ μετὰ τοῦ ηʹ
|
c11.34 | Μητραγύρτου θάνατος.
|
c11.35 | Μὴ προσοβήσηις τὴν θήραν.
|
c11.36 | Μὴ σπεῦδε γῆμαι, πρὶν τελευτήσαντ᾽ ἴδηις.
|
c11.37 | Μὴ τέφραν φεύγων, εἰς ἀνθρακιὰν πέσηις.
|
c11.38 | Μὴ κακούργει τὴν μουσικήν.
|
c11.39 | Μηχανικώτερος κόκκυκος.
|
c11.40 | Μὴ πρίω μικρὰν ἡδονὴν μεγάλου κινδύνου.
|
c11.41 | Μὴ νεκρῶν θήκας κίνει.
|
c11.42 | Μὴ ὢν Σύρος, μὴ σύριζε.
|
c11.43 | Μηδικὴ τράπεζα.
|
c11.44 | Μὴ κίνει κακὸν εὖ κείμενον.
|
c11.45 | Μητὲ μέλι, μητὲ μελίσσας.
|
c11.46 | Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.
|
c11.47 | Μὴ κάρφος κινεῖν.
|
c11.48 | Μὴ μάχαιραν αἴρει θῆλυ.
|
c11.49 | Μὴ κίνει Καμάριναν.
|
c11.50 | Μήτε τυφλὸν ὁδηγόν, μήτ᾽ ἀνόητον ξύμβουλον.
|
c11.51 | Μὴ παιδὶ μάχαιραν.
|
c11.52 | Μὴ εἰκῆ Ἄβυδον.
|
c11.53 | Μήτε νεῖν, μήτε γράμματα.
|
c11.54 | Μηδέποτε μηδεὶς Μεγαρέων γένοιτο σοφώτερος.
|
c11.55 | Μὴ λόγους ἀντ᾽ ἀλφίτων.
|
c11.56 | Μηδέποτε ἔρδειν γέροντα μηδὲ γυναῖκα μηδὲ παῖδα βάσκανον μηδὲ κύνα τινὸς μηδὲ λάλον κωπηλάτην.
|
c11.57 | Μῆλα Ἑσπερίδων μοι ἐδωρήσω.
|
c11.58 | Μὴ θεᾶς ἄνθρωπον ὡς Ἀδάμας.
Τὸ μʹ μετὰ τοῦ ιʹ
|
c11.59 | Μικρὸν κακὸν μέγα ἀγαθόν.
|
c11.60 | Μικρὸς ὁ σὸς ἀεὶ πῶλος.
|
c11.61 | Μίνθην ἐν πολέμωι μήτ᾽ ἔσθιε, μήτε φύτευε.
|
c11.62 | Μίτος ἔριδος τότ᾽ ἦν.
|
c11.63 | Μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
|
c11.64 | Μία μάστιξ ἐλαύνει.
|
c11.65 | Μίδας ὄνου ὦτα.
|
c11.66 | Μισθὸς ἀρετὴς ἔπαινος, κακίας δὲ ψόγος.
|
c11.67 | Μίδου χρήματα.
|
c11.68 | Μία λόχμη δύο ἐριθακοὺς οὐ τρέφει.
|
c11.69 | Μικρὸς ἡλίκος Μόλων.
|
c11.70 | Μικρὸν τὸ ὀβολοῦ τίμιον.
|
c11.71 | Μικρόθεν ἡ ἀγαθὴ ἄκανθα φαίνεται.
|
c11.71c | Μισῶ μνήμονα συμπότην.
|
c11.71d | Μισῶ σοφιστὴν ὅστις οὐχ αὑτῶι σοφός.
|
c11.72 | Μνήμην καμήλου.
|
c11.73 | Μνησικακία καμήλου.
Τὸ μʹ μετὰ τοῦ οʹ
|
c11.74 | Μόσχος ἄιδων Βοιώτιον.
|
c11.75 | Μοριῶν μὴ θίγγανε.
|
c11.76 | Μόνος γὰρ θεῶν θάνατος οὐ δώρων ἐρᾶι.
|
c11.77 | Μολὼν λάβε.
|
c11.78 | Μόναι Λάκαιναι ἄνδρας τίκτουσι.
Τὸ μʹ μετὰ τοῦ υʹ
|
c11.79 | Μυκόνιος γείτων.
|
c11.80 | Μυκωνείων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.
|
c11.81 | Μύδας ὀφθαλμοὺς Ἰνδικὸς δοκιμάζει.
|
c11.82 | Μῦς ἔδηξε Βρασίδαν ἐν ἰσχάσιν.
|
c11.83 | Μυσῶν λείαν.
|
c11.84 | Μυσὴ κανθαρίς.
|
c11.85 | Μύλος πάντ᾽ ἀκούει.
|
c11.86 | Μυρρινῶν ἀρχῆς ἐπιθυμεῖς.
|
c11.87 | Μῦς λευκός.
|
c11.88 | Μῦς δακὼν παῖδ᾽ ἀπέφυγε.
|
c11.89 | Μῦς πίσσης γεύεται.
|
c11.89a | Μῦς γαλῆν ἐλέγξει τὴν τέως νύμφην.
|
c11.90 | Μῦς εἰς τρώγλην οὐ χωρῶν, κολοκύνταν ἔφερεν.
Τὸ μʹ μετὰ τοῦ ωʹ
|
c11.91 | Μωρότερος Μορύχου.
|
c11.92 | Μωρὸς σιωπᾶιν οὐ δύναται.
|
c11.93 | Μωρότερος Κορύβου.
|
c11.94 | Μωμήσεται μᾶλλον ἢ μιμήσεται.
|