|
Τὸ αʹ μετὰ τοῦ βʹ
|
c1.1 | Ἀβυδηνῶν ἐπιφόρημα.
|
c1.2 | Ἄβυδός ἐστιν.
|
c1.3 | Ἀβασάνιστος ἄνθρωπος εἶ.
|
c1.4 | Ἄβρωνος βίος.
|
c1.4a | Ἃ ἄν σοι λογιζομένωι βέλτιστα, ταῦτα τοῖς ἔργοις ἐπιτέλει.
Τὸ αʹ μετὰ τοῦ γʹ
|
c1.5 | Ἀγαθῶν θάλασσα.
Ἀγαθῶν πόντος.
Ἀγαθῶν σωρός.
|
c1.6 | Ἀγαθῶν μυρμηκιά.
|
c1.7 | Ἀγαθώνειος αὔλησις.
|
c1.8 | Ἀγαθὴ καὶ μᾶζα μετ᾽ ἄρτον.
|
c1.9 | Ἀγαθὸς ψάλτης, ἀγαθὸς ζωμοποιός.
|
c1.10 | Ἀγαθοῦ Δαίμονος.
|
c1.11 | Ἀγαθὰ Κιλίκων.
|
c1.12 | Ἀγέλαστος πέτρα.
|
c1.13 | Ἁγνότερος πηδαλίου.
|
c1.14 | Ἀγαθῶν ἀγαθίδες.
|
c1.15 | Ἁγνὴ γάμων.
|
c1.16 | Ἀγρὸς ἡ πόλις.
|
c1.17 | Ἀγορὰ λύκιος.
|
c1.18 | Ἀγορὰ Κερκώπων.
|
c1.18a | Ἄγουσιν ἑορτὴν οἱ κλέπται.
|
c1.19 | Ἀγυῥριός ἐστι Προνόμου πώγων᾽ ἔχων.
|
c1.19a | Ἀγύρτης εἶ.
|
c1.20 | Ἀγόμενος διὰ φρατόρων κύων.
|
c1.21 | Ἀγραπτότατος βάτος αὖος.
|
c1.22 | Ἀγεωμέτρητος μηδεὶς εἰσίτω.
|
c1.23 | Ἀγρίππου ἀκαρπότερος.
|
c1.24 | Ἀγροίκου μὴ καταφρόνει ῥήτορος.
|
c1.24a | Ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.
|
c1.24b | Ἀγροῦ πυγή.
|
c1.25 | Ἀγὼν οὐ δέχεται σκήψεις.
|
c1.26 | Ἀγαμέμνονος θυσία.
|
c1.27 | Ἀγαμεμνόνεια φρέατα.
|
c1.27a | Ἀγαθοὶ δ᾽ ἀριδάκρυες ἄνδρες.
|
c1.27b | Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.
Τὸ αʹ μετὰ τοῦ δʹ
|
c1.28 | Ἆιδε τὰ Τέλληδος.
|
c1.29 | Ἄδακρυς πόλεμος.
|
c1.29a | Ἅδου πρωκτῶι περιπέσηις.
|
c1.30 | Ἀδεὲς δέος δέδοικας.
|
c1.31 | Ἀδράστεια Νέμεσις.
|
c1.32 | Ἄιδεις ἔχων.
|
c1.33 | Ἄιδεις πρὸς μυρίνην.
|
c1.34 | Ἀδώνιδος κῆπος.
|
c1.34a | Ἀδικεῖ τοὺς ἀγαθοὺς ὁ φειδόμενος τῶν κακῶν.
|
c1.34b | Ἄδικος δικαστὴς μεμολυσμένη συνείδησις.
|
c1.34c | Ἀδικείτω μοι πλούσιος, καὶ μὴ πένης.
|
c1.34d | Ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλεῦνα δωρεῖται φίλοις.
|
c1.34f | Ἀδαπάνητός ἐστι τῆς εὐποιΐας ὁ πλοῦτος.
|
c1.35 | Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέον.
|
c1.36 | Ἀδελφὸς ἀνδρὶ παρείη.
|
c1.36a | Ἁ δὲ χεὶρ την χεῖρα νίζει.
|
c1.37 | Ἀδδηφάγον ἅρμα.
Ἀδδηφάγος τριήρης.
Ἀδδηφάγος λύχνος.
Ἀδδηφάγον πεντηκόντερον.
Τὸ αʹ μετὰ τοῦ εʹ
|
c1.38 | Ἀεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει.
|
c1.39 | Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος.
|
c1.40 | Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι.
|
c1.40a | Ἀεὶ τοῖς μικροῖς μικρὰ διδοῦσι θεοί.
|
c1.41 | Ἀετὸν ἵπτασθαι διδάσκεις.
|
c1.42 | Ἀετὸν κορώνη ἐρεσχελεῖ.
|
c1.43 | Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας.
|
c1.44 | Ἀετὸς μυίας οὐ θηρεύει.
|
c1.45 | Ἀετὸς ἐν νεφέλαις.
|
c1.46 | Ἀετοῦ γῆρας, κορύδου νεότης.
|
c1.47 | Ἀετὸς θρίπας ὁρᾶι.
|
c1.47a | Ἀετὸς εἰς θήραν.
|
c1.48 | Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν.
|
c1.49 | Ἀεὶ φέρει Λιβύη κακόν.
|
c1.50 | Ἀετὸν κάνθαρος μαιεύεται.
Τὸ αʹ μετὰ τοῦ ζʹ
|
c1.53 | Ἄζηλος πλοῦτος ὅτι τυφλός.
|
c1.54 | Ἀζαναῖα κακά.
Τὸ αʹ μετὰ τοῦ ηʹ
|
c1.51 | Ἀηκίζεσθαί μοι δοκεῖς.
|
c1.52 | Ἀηδόνες λέσχαις ἐγκαθήμεναι.
Τὸ αʹ μετὰ τοῦ θʹ
|
c1.55 | Ἀθηνᾶι τὸν αἴλουρον.
|
c1.56 | Ἀθύρωτον στόμα.
|
c1.57 | Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός.
|
c1.57a | Ἀθάνατόν ἐστι κακὸν καὶ ἀναγκαῖον γυνή.
Τὸ αʹ μετὰ τοῦ ιʹ
|
c1.58 | Αἰθέρα νήνεμον αἱρήσεις.
|
c1.58b | Αἰγιστέου πήδημα.
|
c1.59 | Αἰγιεῖς οὔτε τρίτοι, οὔτε τέταρτοι.
|
c1.60 | Αἰγὸς τρόπος.
Ἡ Αἲξ δοῦσα τὴν μάχαιραν.
|
c1.61 | Αἲξ Σκυρία.
|
c1.62 | Αἱ Οἰδίποδος ἀραί.
|
c1.63 | Αἵματι κλαίειν.
|
c1.64 | Αἶρε πλῆκτρον.
|
c1.65 | Αἴρειν ἔξω πόδα πηλοῦ.
Αἴρειν ἔξω πόδα αἰτίας.
|
c1.66 | Αἴτει καὶ τοὺς ἀνδριάντας ἄλφιτα.
|
c1.67 | Αἰζωνιεὺς ἄλλος.
|
c1.67a | Αἰεὶ τὰ πέρυσι βελτίω.
|
c1.67b | Αἱρήσω τάχα.
|
c1.67d | Αἰσχύνομαι τὴν φιλότητα γηράσκων.
|
c1.68 | Αἰθίοψ οὐ λευκαίνεται.
|
c1.69 | Αἱροῦντες ἡιρήμεθα.
|
c1.70 | Αἰσχύνη πόλεως πολίτου ἁμαρτία.
|
c1.71 | Αἰθίοπα σμήχεις.
Χύτρας ποικίλλεις Ὠὸν τίλλεις.
|
c1.72 | Αἰσχρόν τοι δῆρόν τε μένειν κενεόν τε νεέσθαι.
|
c1.73 | Αἰσώπειον αἷμα.
|
c1.74 | Αἴρειν μασχάλην.
|
c1.75 | Αἶρε δάκτυλον.
|
c1.76 | Αἰγιθάλου τολμηρότερος.
|
c1.77 | Αἰσώπειον αἷμα.
|
c1.78 | Αἰέτιον χάριν ἐκτίσω.
|
c1.79 | Αἰτναῖος κάνθαρος.
|
c1.80 | Ἄϊδος κυνῆ.
|
c1.81 | Αἴθεις ἐν πέπλωι.
Αἴθης πέπλος.
|
c1.82 | Αἱ Χάριτες γυμναί.
|
c1.82a | Αἱ Χάριτες οὐκ ἐν οὐρανῶι.
|
c1.83 | Αἴολος ἀνὴρ εἰς βόθρον ἐμπεσεῖται.
|
c1.84 | Αἰγιαλῶι λαλεῖς.
|
c1.85 | Αἱ Ἰβύκου γέρανοι.
|
c1.86 | Αἱ λαχάνων προσθῆκαι.
|
c1.87 | Αἰάντειος γέλως.
|
c1.88 | Αἴξ οὔπω τέτοκεν, ἔριφος δ᾽ ἐπὶ δώματος παίζει.
|
c1.89 | Αἰεὶ γέροντι νέα προσβάλλει κόρην.
Τὸ αʹ μετὰ τοῦ κʹ
|
c1.90 | Ἀκεσσαίου σελήνη.
|
c1.91 | Ἀκαιρος ἐύνοια οὐδὲν ἔχθρας διαφέρει.
|
c1.92 | Ἀκλητοὶ κωμάζουσιν εἰς φίλους φίλοι.
|
c1.93 | Ἄκουε τοῦ τέτταρα ὦτα ἔχοντος.
|
c1.94 | Ἀκεσίας ἰάσαιτο.
Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.
|
c1.95 | Ἀκρὶς δυσκίνητος χλωρά.
|
c1.96 | Ἄκις ποταμός.
|
c1.97 | Ἄκρον λάβε καὶ μέσον ἕξεις.
|
c1.98 | Ἀκούσατε νέοι γέροντος, οὗ νέου γέροντες ἤκουον.
|
c1.99 | Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργα.
|
c1.100 | Ἄκουε τὰ ἀπὸ καρδίας.
|
c1.100a | Ἀκάνθιος τέττιξ.
|
c2.1 | Ἀκαδημίηθεν ἥκεις.
|
c2.2 | Ἀκέφαλος μῦθος.
Ἀκέφαλον καταλίποιμι μῦθον.
|
c2.3 | Ἀκίνητα κινεῖς.
|
c2.4 | Ἄκισσος μετ᾽ Ἀνθεστήρια.
|
c2.5 | Ἄκρωι ἅψασθαι δακτύλωι.
|
c2.6 | Ἄκμων μέγιστος οὐ φοβεῖται τοὺς ψόφους·
Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν.
|
c2.7 | Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν.
|
c2.7a | Ἄκων δ᾽ ἁμαρτῶν οὔτις ἀνθρώπων κακός.
|
c2.8 | Ἀκόνην σιτίζεις.
Τὸ αʹ μετὰ τοῦ λʹ
|
c2.9 | Ἅλας ἄγων καθεύδεις.
Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ᾽ ἔβη.
|
c2.10 | Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν.
|
c2.11 | Ἄλλο ἄιδεις.
|
c2.12 | Ἀληθέστερα τῶν ἐπὶ Σάγραι.
|
c2.13 | Ἀλεκτρυὼν ἐπιπηδᾶι.
|
c2.14 | Ἁλμυρὰν ἀκοὴν ἀπεκλύσατο ποτίμωι λόγωι.
|
c2.15 | Ἀληλεσμένος βίος καὶ μεμαγμένος.
|
c2.16 | Ἄλλην δρῦν βαλάνιζε.
|
c2.17 | Ἀλώπηξ δωροδοκεῖται.
Ἀλώπηξ οὐ δωροδοκεῖται.
|
c2.18 | Ἅλμη οὐκ ἔστιν ἐν αὐτῶι.
|
c2.19 | Ἀλιτήριος εἶ.
|
c2.20 | Ἀλκυονίτιδας ἡμέρας ἄγεις.
|
c2.21 | Ἀλώπηξ τὸν βοῦν ἐλαύνει.
|
c2.22 | Ἁλιεὺς πληγεὶς νοῦν οἴσει.
|
c2.22a | Ἁλιεὺς ὢν, εἶτα τραγωιδοὺς ἐμισθώσω.
|
c2.23 | Ἁλμυρὸν γειτόνημα ἔμβλεπε πόρρω.
|
c2.24 | Ἄλλοι μὲν σπείρουσι, ἄλλοι δ᾽ ἀμήσονται.
|
c2.25 | Ἄλλοτε μητρυιὴ πέλει ἡμέρα, ἄλλοτε μήτηρ.
|
c2.26 | Ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων.
|
c2.27 | Ἁλώνητον ἀνδράποδον.
|
c2.28 | Ἁλῶν μέδιμνον ἀποφαγών.
|
c2.29 | Ἄλλοι κάμον, ἄλλοι δ᾽ ὤναντο.
|
c2.30 | Ἀλωπελίζειν πρὸς ἑτέραν ἀλώπεκα.
|
c2.31 | Ἄλλως ἄιδεις.
|
c2.32 | Ἄλλο γλαῦξ, ἄλλο κορώνη φθέγγεται.
|
c2.33 | Ἄλλην μὲν ἐξηντλοῦμεν, ἥδ᾽ ἐπιρρέει.
|
c2.34 | Ἁλσὶ διασμηχθεὶς ὄναιτ᾽ ἂν οὑτοσίν.
|
c2.35 | Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος υἱός.
|
c2.36 | Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γομφίοι.
|
c2.37 | Ἀλλότριον ἀμᾶις θέρος.
|
c2.38 | Ἀλκήστιδος ἀνδρεία.
Ἀλκήστιδος ἀναβίωσις.
|
c2.39 | Ἄλλοτε δ᾽ ἀλλοῖον τελέθειν καὶ χώραι ἕπεσθαι.
|
c2.40 | Ἄλλος οὗτος Ἡρακλῆς.
|
c2.41 | Ἅλα καὶ κύαμον.
|
c2.42 | Ἅλις δρυός.
|
c2.43 | Ἄλλος βίος, ἄλλη δίαιτα.
|
c2.44 | Ἄλλ᾽ οὐδὲν δεῖ περὶ τὸν βωμὸν τάς ἐπινοίας.
|
c2.45 | Ἀλλ᾽ οὐκ αὖθις ἀλώπηξ.
|
c2.46 | Ἄλλα μὲν Λεύκωνος ὄνος φέρει, ἄλλα δὲ Λεύκων.
|
c2.47 | Ἄλλο γένος κώπης.
|
c2.47a | Ἀλλ᾽ οὐ τὸ μέγα εὖ ἐστί, τὸ δὲ εὖ μέγα.
|
c2.48 | Ἄλλη τορέλλη.
|
c2.49 | Ἀλλότρια βάλλειν.
|
c2.50 | Ἄλλως ἀναλίσκεις ὕδωρ.
|
c2.51 | Ἀλλότριον ἀμᾶις θέρος.
|
c2.52 | Ἄλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῶι γράμματι.
Τὸ αʹ μετὰ τοῦ μʹ
|
c2.53 | Ἀμαλθείας κέρας.
|
c2.54 | Ἀμαῖα τὴν Ἀζησίαν μετῆλθεν.
|
c2.55 | Ἅμαξα τὸν βουν ἕλκει.
|
c2.56 | Ἀμφιδρομίαν ἄγεις.
|
c2.57 | Ἀμφιθέτωι ἔπινες.
|
c2.58 | Ἀμφιθαλὴς Ἔρως ἐστὶν ἐν ὑμῖν.
|
c2.59 | Ἁμαρτίης αἰτίη, ἡ ἀμαθίη τοῦ κρέσσονος.
|
c2.60 | Ἄμυρις μαίνεται.
|
c2.61 | Ἅμματα πλέκεις.
|
c2.62 | Ἀμυστὶ πίνειν.
|
c2.63 | Ἄμας ἀπήιτουν, οἱ δ᾽ ἀπηρνοῦντο σκάφας.
|
c2.64 | Ἁμαρτεῖν οὐκ ἔνεστι δὶς ἐν πολέμωι.
|
c2.64a | Ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον λέγε.
|
c2.65 | Ἀμνία θερίζειν.
|
c2.66 | Ἅμ᾽ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις.
|
c2.67 | Ἀμουσότερα Λειβηθρίων.
|
c2.68 | Ἀμείνων οἰωνῶν τυχεῖν.
|
c2.69 | Ἀμελοῦς γωνία.
|
c2.70 | Ἀμφικτυονικὸν συνέδριον.
|
c2.71 | Ἄμμον μετρεῖν.
|
c2.72 | Ἄμμες πότ᾽ ἦμες ἄλκιμοι νεανίαι.
|
c2.73 | Ἄμμες πότ᾽ ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω.
|
c2.74 | Ἀμύνει ὡς ἔοικεν ἡ πάγη.
|
c2.75 | Ἀμαθὴς ἀναξυρίδα περιθέμενος πᾶσι ταύτην ἐδείκνυ.
|
c2.76 | Ἁμαξιαῖα ῥήματα.
|
c2.77 | Ἅμ᾽ ἔπος, ἅμ᾽ ἔργον.
|
c2.78 | Ἅμα δίδου καὶ λάμβανε.
Τὸ αʹ μετὰ τοῦ νʹ
|
c2.79 | Ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος.
|
c2.79a | Ἀναρχίας γὰρ μεῖζον οὐκ ἔστι κακόν.
|
c2.80 | Ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς.
|
c2.81 | Ἂν τοὺς φίλους μισῶμεν, τὶ ποιήσομεν τοὺς μισοῦντας.
|
c2.82 | Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
|
c2.83 | Ἀνδραποδώδης θρίξ.
|
c2.84 | Ἀνδριάντα γαργαλίζεις.
|
c2.84a | Ἀνδρὸς γέροντος μήποτ᾽ ἐς πυγὴν ὁρᾶν.
|
c2.84b | Ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων.
|
c2.84c | Ἀνδρὶ σοφῶι πᾶσα γῆ βατή.
|
c2.84d | Ἀνδρὸς δ᾽ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
|
c2.85 | Ἀντ᾽ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.
|
c2.86 | Ἄνθρακες ὁ θησαυρός.
|
c2.87 | Ἀν πολλὰ βάληις, ἄλλοτ᾽ ἀλλοῖον βαλεῖς.
|
c2.88 | Ἄνθρωπος εὔριπος.
|
c2.89 | Ἄνθρωπος ἀνθρώπωι δαιμόνιον.
|
c2.90 | Ἀντρώνιος ὄνος.
Ἀχαρνικοὶ ἵπποι.
|
c2.91 | Ἀνέλπιστον βίον ζῆις.
|
c2.92 | Ἄνω ποταμῶν χωροῦσι πηγαί.
|
c2.93 | Ἀνερρίφθω κύβος.
|
c2.93a | Ἀνενδεὴς ὁ θεός.
|
c2.93b | Ἄνευ τύχης γὰρ πόνος μονωθεὶς οὐκέτ᾽ ἀλγύνει βροτούς.
|
c2.94 | Ἂν χωλῶι παροικήσηις, ὑποσκάζειν μαθήσηι.
|
c2.95 | Ἀνίπτοις χερσίν.
|
c2.96 | Ἀναγυράσιος δαίμων.
|
c2.97 | Ἀνὴρ ἀτεχνὴς τοῖς πᾶσιν ἐστὶ δοῦλος.
|
c2.97a | Ἀνοίκειον ἐν τῶι πένθει γεωμετρία.
|
c2.98 | Ἀνδρὶ Λυδῶι πράγματα οὐκ ἦν, ἀλλ᾽ αὐτὸς ἐλθὼν ἐπρίατο.
|
c2.99 | Ἀντλεῖ ἀμφοτέροις.
|
c2.100 | Ἀντιπελαργεῖν.
|
c2.100a | Ἀνήρ ὑπνώδης εὑρετὴς ὀνειράτων.
|
c2.100b | Ἄνθρωπος ὢν ἔπταικας, ἐν δὲ τῶι βίωι τέρας ἐστίν, εἴ τις εὐτύχηκε διὰ βιοῦ.
|
c2.100e | Ἀναμὶξ ἀγκύλων ἱππόται.
|
c3.1 | Ἀντιόπης θρῆνος.
|
c3.2 | Ἂν οἶνον αἰτῆι, κόνδυλον αὐτῶι δίδου.
|
c3.2b | Ἀνακυμβαλιάζεις τοὺς δίφρους.
|
c3.3 | Ἀνέμους γεωργεῖν.
|
c3.4 | Ἄνους ὁ μακρός.
|
c3.5 | Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον.
|
c3.6 | Ἀνάγκηι οὐδὲ θεοὶ μάχονται.
|
c3.6a | Ἂν μὴ παρῆι κρέας, ταρίχωι στερκτέον.
|
c3.7 | Ἀντὶ πέρκης σκόρπιον.
|
c3.8 | Ἄνδρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης·
θνητὸς πεφυκὼς τἀπί σοι πειρῶ βλέπειν.
|
c3.9 | Ἀνδρὸς γέροντος οἱ γνάθοι βακτηρία.
|
c3.10 | Ἄνθρωπος ἀνθρώπου δαιμόνιον.
|
c3.11 | Ἀνὴρ φεύγων οὐ μένει λύρας κτύπον.
|
c3.12 | Ἄντης ποτός.
|
c3.12a | Ἂν στρουθὸς εἰς χάρακας.
|
c3.13 | Ἄνεμον δικτύωι θηρᾶις.
|
c3.14 | Ἀνέμου πεδίον.
|
c3.15 | Ἄνευ ἀπὸ μείζονος ἀνδρός.
|
c3.16 | Ἄνευ ξύλου μὴ βάδιζε.
|
c3.17 | Ἀνόητος νεοττὸς ἑκὼν δείκνυσι τὴν ἑαυτοῦ νοσσιάν.
|
c3.18 | Ἄνθρωπος εὔριπος.
Τύχη εὔριπος.
Διάνοια εὔριπος.
|
c3.19 | Ἀνεπαρίασαν.
|
c3.20 | Ἀνίπτοις ποσὶν ἀναβαίνει ἐπὶ τὸ τέγος.
|
c3.21 | Ἀναίμακτον ἕστησε τρόπαιον.
|
c3.22 | Ἀντὶ κακῆς κυνὸς ὓν ἀπαιτεῖς.
|
c3.22a | Ἄνοια θνητοῖς δυστύχημα αὐθαίρετον.
|
c3.23 | Ἀνεωιγμέναι Μουσῶν θύραι.
|
c3.24 | Ἂν μὴ λεοντῆι ἐξικνεῖται, τὴν ἀλωπεκῆν πρόσαψον.
Τὸ αʹ μετὰ τοῦ ξʹ
|
c3.25 | Ἄξιος τριχός.
|
c3.26 | Ἄξιος τοῦ παντός.
|
c3.27 | Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος.
|
c3.28 | Ἀξία ἡ κύων τοῦ θρόνου.
|
c3.29 | Ἄξιος λαβεῖν ὁ μισθός.
Τὸ αʹ μετὰ τοῦ πʹ
|
c3.30 | Ἀπαιδευτότερος Φιλωνίδου τοῦ Μελιτέως.
|
c3.31 | Ἀπιὼν εἰς Ἀπατούρια, ἐπανῆκες Θαργηλιῶνα.
|
c3.31a | Ἅπαντα τοῖς καλοῖς ἀνδράσι πρέπει.
|
c3.32 | Ἄπνοια ἐχίνου.
|
c3.33 | Ἀπορία ψάλτου, βήξ.
|
c3.34 | Ἀπὸ καλοῦ ξύλου κἂν ἀπάγξασθαι.
|
c3.35 | Ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις.
|
c3.36 | Ἀπόγλουτος ὑπάρχεις.
|
c3.37 | Ἀπ᾽ ἀκροφυσίων λόγους ἐνδεικνύναι.
|
c3.38 | Ἀπορρὼξ Ἐριννύων.
|
c3.39 | Ἀπόλογος Ἀλκίνου.
|
c3.40 | Ἀπίδων πανδαισία.
|
c3.41 | Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς.
|
c3.42 | Ἀπελθόντων τῶν ὀμμάτων τὰ τῆς μνήμης ἄξια ἐκ τοῦ νοῦ ῥαιδίως ἐκφεύγει.
|
c3.43 | Ἅπανθ᾽ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή.
|
c3.44 | Ἅπασαν τὴν οὐσίαν ἠμφίασται.
|
c3.45 | Ἀποστολικὴν διάγεις πολιτείαν.
|
c3.46 | Ἅπερ οἱ γῦπες.
|
c3.46a | Ἄπληστον τὸ διὰ παντὸς κέρδος.
|
c3.47 | Ἀπορραγήσεται τεινόμενον τὸ καλώδιον.
|
c3.48 | Ἀπὸ γραμμῆς.
|
c3.49 | Ἀπόλεμος.
|
c3.50 | Ἀπὸ λεπτοῦ μίτου τὸ ζῆν ἠρτῆσθαι.
|
c3.51 | Ἀποφράδες ἡμέραι.
|
c3.52 | Ἀπὸ λύκου θύρας.
|
c3.53 | Ἄπλυτον πώγων᾽ ἔχεις.
|
c3.54 | Ἀπ᾽ ὄνου καταπεσών.
|
c3.54a | Ἀπὸ ὄνων ἐφ᾽ ἵππους.
|
c3.55 | Ἄπληστος πίθος.
|
c3.55a | Ἁπλοῦν θύλακον πατεῖ.
|
c3.56 | Ἀπὸ μείζονος ἀνδρὸς ἄλευ.
|
c3.57 | Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος οὔρησεν.
|
c3.58 | Ἅπαντα σοφοῖς ῥᾶιστα.
|
c3.59 | Ἄπαγε μόθωνα ἀπὸ κώπης.
|
c3.59a | Ἄπαγε ξένον ἐν χειμῶνι.
|
c3.59b | Ἅπας μὲν ἀὴρ ἀετῶι περάσιμος·
ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίωι πατρίς.
|
c3.59c | Ἅπανθ᾽ ὁ λιμὸς γλυκέα πλῆν αὑτοῦ ποιεῖ·
πενία γάρ ἐστιν ἡ τρόπων διδάσκαλος.
|
c3.60 | Ἀπώλεσας τὸν οἶνον, ἐπιχέας ὕδωρ.
|
c3.61 | Ἀπὸ Δωρίου ἐπὶ Φρύγιον.
|
c3.62 | Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.
|
c3.63 | Ἅπας ἐχῖνος τραχύς.
|
c3.63a | Ἅπαν τὸ λυποῦν ἐστὶν ἀνθρώποις νόσος.
|
c3.63b | Ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται.
|
c3.64 | Ἀπήντησε κακοῦ βολὴ πρὸς ὑπερτάτην ἄτην.
|
c3.65 | Ἀπὸ κώπης ἐπὶ βῆμα.
|
c3.66 | Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον, καὶ ἡ γνάθος.
|
c3.67 | Ἀπ᾽ οἰνοχέως σπάσον.
|
c3.68 | Ἀπόπληκτος ἄνθρωπος.
|
c3.69 | Ἀποτίσεις χοῖρε τὰ γίγαρτα.
Τὸ αʹ μετὰ τοῦ ρʹ
|
c3.70 | Ἀράβιος ἄγγελος.
|
c3.71 | Ἀράβιος αὐλητής.
|
c3.71a | Ἀργυρὸς λιμός.
|
c3.72 | Ἀρχομένου δὲ νότου καὶ λήγοντος βορεάο.
|
c3.73 | Ἀρκάδας μιμούμενος.
|
c3.74 | Ἀριστᾶν μὲν πολὺ, δειπνεῖν δὲ ὀλίγον.
|
c3.75 | Ἄργους λόχος.
|
c3.76 | Ἀργεία φορά.
|
c3.77 | Ἄρτι τὴν ἀρετὴν ζητεῖς.
|
c3.78 | Ἀρχιδάμιος πόλεμος.
|
c3.79 | Ἀρκάδιον βλάστημα.
|
c3.80 | Ἀρχὴ Σκυρία.
|
c3.81 | Ἄρτι μῦς πίττης γεύεται.
|
c3.82 | Ἁρμόδιου μέλος.
|
c3.83 | Ἀρκαδίην μ᾽ αἰτεῖς.
|
c3.84 | Ἀρχαιότερος Ἰβύκου.
|
c3.85 | Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον· φῦντα δ᾽ ὅμως ὥκιστα πύλας Ἀΐδαο περῆσαι.
|
c3.86 | Ἀρχὴ πολέμων.
|
c3.87 | Ἀρχαϊκὰ φρονεῖς.
|
c3.88 | Ἀρκάδιον βλάστημα κατεσπάρη.
|
c3.89 | Ἄρκτου παρούσης ἴχνη ζητεῖς.
|
c3.90 | Ἀρχὴν ἰᾶσθαι πολὺ λώϊον ἢ τελευτήν.
|
c3.91 | Ἀργυραῖς λόγχαις μάχου, καὶ πάντων κρατήσεις.
|
c3.92 | Ἄριστα χωλὸς ὑφεῖ.
|
c3.93 | Ἀργύρου κρῆναι καλοῦσιν.
|
c3.94 | Ἄρνα προβάλλειν.
|
c3.95 | Ἀρετὴ τριὰς, σύνεσις καὶ κράτος καὶ τύχη.
|
c3.96 | Ἀρετὴν εἰ μὲν ἔχοις πάνθ᾽ ἕξεις.
|
c3.97 | Ἀρχὴ ἥμισυ παντός.
|
c3.98 | Ἀρχαιότερα τῆς διφθέρας λέγεις.
|
c3.99 | Ἀρᾶς ἱερόν.
|
c3.100 | Ἀρετῆς τὸ βάρβαρον οὐ ξυνιήσιν.
|
c3.100a | Ἀρεοπαγίτης.
|
c4.1 | Ἀρχὴ ἄνδρα δείκνυσιν.
|
c4.2 | Ἀρχιλόχου πατρίς.
|
c4.3 | Ἄρχων ἄκουε καὶ δικαίως κἀδίκως.
|
c4.4 | Ἀργούντων χορός.
|
c4.5 | Ἀρίγνωτος σμάραγδος ἐν μὲν τῶι φάει σκοτεινός.
|
c4.6 | Ἀργαλέον φρονέοντα παρ᾽ ἄφροσι πόλλ᾽ ἀγορεύειν.
|
c4.7 | Ἄρεος νεοττόν.
|
c4.8 | Ἀρότρωι ἀκοντίζεις.
Τὸ αʹ μετὰ τοῦ σʹ
|
c4.9 | Ἀσκὸν δαίρεις.
|
c4.10 | Ἀσκῶι μορμύττεσθαι.
|
c4.11 | Ἀσκὸν βαπτίζεις πνεύματος πλήρη.
|
c4.11a | Ἀσκὸν λήψεται ὁ πρότερος πιών.
|
c4.12 | Ἄστροις σημαίνεσθαι.
|
c4.13 | Ἀστραπὴ ἐκ πυελίου.
|
c4.14 | Ἀσπίδος δῆγμα.
Τὸ αʹ μετὰ τοῦ τʹ
|
c4.15 | Ἀτρέως ὄμματα.
|
c4.16 | Ἄτεkτος ἄνθρωπος παρηγορήμασιν.
|
c4.17 | Ἀττικὸν βλέπος.
|
c4.18 | Ἀτενὲς ὁρᾶις.
|
c4.19 | Ἄτρωτος ὑπάρχεις, ὡς ὁ Καινεύς.
|
c4.20 | Ἀττικὸς εἰς λιμένα.
|
c4.21 | Ἀττικοὶ τὰ Ἐλευσίνια.
|
c4.22 | Ἀτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην.
|
c4.23 | Ἄτλας τὸν οὐρανόν.
|
c4.23a | Ἀτύφου μοίρας εἷς.
|
c4.24 | Ἀτρέμας βοῦς.
|
c4.25 | Ἀττικὴ πίστις.
|
c4.26 | Ἀττικὸς μάρτυρ.
|
c4.27 | Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκων.
|
c4.27a | Ἄττης λόφος.
|
c4.27b | Ἀτεχνῶς τὸν σωρόν.
|
c4.28 | Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκας σῖτον.
Τὸ αʹ μετὰ τοῦ υʹ
|
c4.29 | Αὐτὴ νῦν ἡ σοφία ζῆι.
|
c4.30 | Αὕτη μὲν ἡ μύρινθος οὐδὲν ἔσπακεν.
|
c4.31 | Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας.
|
c4.32 | Αὐλὸν σάλπιγγι συγκρίνεις.
|
c4.33 | Αὐλητοῦ βίον ζῆις.
|
c4.34 | Αὐτὸ τοῦτο, ἄχθος νέως.
|
c4.35 | Αὐτὸς εὗρε τοῦ κακοῦ τὴν πιτύαν.
|
c4.36 | Αὖθις Πυθῶδε.
|
c4.37 | Αὐτομάτως ὁ θεὸς ἀνίησι τἀγαθά.
|
c4.38 | Αὐτὸς αὑτὸν αὐλεῖ.
|
c4.39 | Αὐτὸς ἔφα.
|
c4.40 | Αὐτῶι κανῶι.
|
c4.41 | Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα.
|
c4.42 | Αὐτόθεν κατάβαλλε.
|
c4.43 | Αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν.
|
c4.44 | Αὐτοδίκη.
Αὐτοδικεῖν.
|
c4.45 | Αὐτοὶ χελώνας ἐσθίετε.
|
c4.46 | Αὐτὰ δι᾽ αὐτῶν.
|
c4.47 | Αὐτῶι κρητῆρι γίνηται κακά.
|
c4.48 | Αὐτοβοᾶις, ὅμοιος ὢν τῶιδε.
|
c4.49 | Αὐτὸ δείξει.
Τὸ αʹ μετὰ τοῦ φʹ
|
c4.50 | Ἀφροδίσιον.
|
c4.51 | Ἄφρων ὃ μὲν ἀπολέσει, ἔχει· ὃ δ᾽ εἰς τὸ δέον ἀναλώσει, οὐκ ἔχει.
|
c4.51a | Ἀφέμενος τῆς δρυὸς, ἕπεται τῶν πυρῶν.
|
c4.52 | Ἀφεὶς τὴν ὑπέραν τὸν ποδα διώκει.
|
c4.53 | Ἀφ᾽ ἵππων ἐπ᾽ ὄνον.
|
c4.54 | Ἄφθονοι Μουσῶν θύραι.
|
c4.54b | Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὴ οὐδέν.
|
c4.54d | Ἄφυκτόν ἐστι τὸ τῆς πεπρωμένης κακόν.
|
c4.55 | Ἀφ᾽ ἱερᾶς.
|
c4.56 | Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος.
|
c4.57 | Ἀφύα ἐς πῦρ.
|
c4.58 | Ἀφροδίτη καὶ Διόνυσος μετ᾽ ἀλλήλων εἰσί.
|
c4.59 | Ἀφροδίτηι ὗν τέθυκεν.
|
c4.60 | Ἀφύων τιμή.
|
c4.61 | Ἀφ᾽ ἑστίας.
|
c4.62 | Ἀφ᾽ ὑψηλοῦ μου καταγελᾶις.
Τὸ αʹ μετὰ τοῦ χʹ
|
c4.63 | Ἀχθοφόρος Αἰγύπτιος.
|
c4.64 | Ἄχθομαι αὐτοῦ τῶι ῥύπωι.
|
c4.64a | Ἄχει πέπληγμαι.
|
c4.65 | Ἀχρειόγελως ἄνθρωπος.
|
c4.66 | Ἄχειρ νιφθῆναι βοῦλεται.
|
c4.67 | Ἄχρι κόρου.
Ὅτι ἄχρι κόρου ἐκεῖνος ἀναίσθητός ἐστι.
Οὗτος ἄχρι κόρου φενακίζει.
|
c4.67a | Ἄχρι εἰς τὸ βάραθρον.
|
c4.68 | Ἀχνυμένη σκυτάλη.
|
c4.68a | Ἀχάριστον εὐεργετεῖν καὶ νεκρὸν μυρίζειν ἑνὶ σύγκειται.
|