BIBLIOTHECA AUGUSTANA

 

Theodoros Prodromos

ca. 1100 - ca. 1160

 

Ὀψαρολόγος

 

___________________________________________________________________________________

 

 

 

Ὁ Ὀψαρολόγος.

 

 

[fol. 194v] Βασιλεύοντος τοῦ πανενδοξοτάτου Κήτου καὶ ἀνθυπα­τεύοντος τοῦ περιβλέπτου Δελφίνου, συνεδριάζοντος δὲ Ὀρκύνου τοῦ μεγάλου δομεστίκου, Ξιφίου τοῦ πρωτοστάτορος, Κεφάλου τοῦ ἐπικέρνη, Ψησσίου τοῦ λογαρᾶ, Λαβρακίου τοῦ καίσαρος, Γλανέου τοῦ λογοθέτου, Συακίου τοῦ παρακοιμωμένου καὶ Ὀστρειδίου τοῦ καστροφύλακος καὶ ἦλθεν ἡ Συναγρίδα [fol. 195r] καὶ ἡ Λαβρακότουρνα καὶ ἀνήγγειλαν πρὸς τὸν βασιλέαν, ὅτι ὁ Τζήρος ὁ λειψαξούγγιος μετὰ Τριχέου τοῦ κόμητος ἐβουλεύσαντο κατὰ τῆς βασιλείας σου. ἀκούσας δὲ ὁ βασιλεὺς Κῆτος εἶπε πρὸς τὴν Συναγρίδα· Ψευδῶς ἀνήγγειλες, Συναγρίδα, πρὸς τὴν βασιλείαν μου.

Εὐθὺς γοῦν ἐξεπήδησεν καὶ ὁ κύρις Ὀμύδιος μετὰ μαύρης στολῆς τοὺς λόγους ἀποκρινόμενος· Μὰ τὸν ἀδελφόν μου τὸν Καλαμάριον καὶ τὸν ἀνεψιόν μου τὸν Κτένιον καὶ τὸν συμπέθερόν μου τὸν Πάγγουρον, ἀληθῶς ἔφη ἡ Συναγρίδα καὶ ἡ Λαβρακότουρνα πρὸς τὴν βασιλείαν σου.

Ὁ δὲ βασιλεὺς Κῆτος πρὸς τοὺς παρεστῶτας ἔφη· Σεβαστὲ Στάκε καὶ Θύννα καὶ † Βόσκανε, προκαθήμενε τοῦ βεστιαρίου, † Βαρσαμέχουμνε καὶ ἔπαρχε Τοῦρνα, Ὕσκα καὶ Φιλόμηλα, Ἀθερῖνα καὶ Τρυγόνα, Ῥῖνα καὶ Βάτε, οἳ καὶ τάς βίβλους κρατεῖτε, κρίνατε πρὸς αὐτούς, καθὼς ὁ κύρις Ὀμύδιος ἐφθέγξατο, καὶ ἐξετάσετε τὸ ἀληθές.

Οἱ δὲ εἶπον· Ἡμεῖς, ὦ δέσποτα, ἀεὶ τὴν δικαίαν κρίσιν θέλοντες λοιπὸν ἱκετεύομέν σοι τοῦ προστάξαι καὶ ἐλθεῖν τοὺς ἄρχοντας καὶ ἡγεμόνας.

Προστάξαντος οὖν τοῦ βασιλέως καὶ εἰσελθόντων τῶν ἀρχόντων παρίσταντο γοῦν οἱ νοτάριοι καὶ οἱ παράμοναι, ὁ Κουβίδις τε καὶ Γαλέα, ἡ Ζαργάνα καὶ ἡ Ἔκγαρις, ἡ Ἔγραυλη καὶ ἡ Κουτζουρῖνα, ἡ Λακέρτα καὶ ὁ Λύχνος, [fol. 195v] τό Σκορπίδιν, ὁ Ἀντακόσκυλος, τὸ Σαυρίδιν, τὸ Ἀχέλι καὶ ἡ Ὀσμαρίδα.

Καὶ προστάξας ὁ βασιλεύς Κῆτος ἔφεραν τὸν Τζῆρον μετὰ κλοτζάτων καὶ † τυμπανιστριῶν, ἀλλὰ δὴ καὶ τὸν πραίτορα Μαζὸν καὶ Τριχέον τὸν κόμητα καὶ σταθέντες εἰς τὸ μέσον ὅ τε Τριχέος καὶ ὁ Μαζὸς εἶπαν τὄ ἀληθές, ὅτι ὁ Τζῆρος παρώξυνεν ἡμᾶς.

Εἶπε δὲ πρὸς αὐτοὺς ὁ βασιλεὺς Κῆτος· Ἀληθῶς εἶπεν ὁ Τζῆρος ὁ λειψαξούγγιος, ὅτι ἡ Συναγρίδα <καὶ> ἡ Λαβρακότουρνα ψευδῶς ἀνήγγειλαν τὴν βασιλείαν σου;

Ἔκραξαν καὶ εἶπαν οἱ μάρτυρες, ὅτι μᾶλλον ψευδῶς ἀνήγγειλεν ὁ Τζῆρος τῆι βασιλείαι σου.

Ἀκούσας δὲ ὁ βασιλεύς Κῆτος καὶ ὁρίσας μετὰ θυμοῦ μεγάλου ἤφεραν ψαλίδιον καὶ ἔκοψε τὸ γένειον τοῦ Τζήρου καὶ ἔβαλε φωνὴν μεγάλην μετὰ κλαυθμοῦ ὁ Τζῆρος καὶ εἶπεν· Ἀνάθεμά σε, Συναγρίδα, καὶ ἀνάθεμαν τὸ γένος σου. καὶ ἐπάρας τὸ γένειον αὐτοῦ ἐπῆγεν καὶ ἔδειξέν τὸ τὸν άδελφόν του τὸν Τριχέον. Καὶ ἰδὼν αὐτὸν ἔκλαυσεν πικρῶς καὶ ὀδυνηρῶς καὶ εἶπε· Φεῦ τὸ τί ἔπαθεν ὁ ἀδελφός μου ὁ Τζῆρος.

Τότε ἐκατηράσατο τὸν Τζῆρον ὁ βασιλεὺς καὶ εἶπεν· Ἀπὸ τοῦ πτωχοῦ τὸ στόμα μὴ ἐγλύσηις, Τζῆρε, καὶ ἡ τιμή σου νὰ ἔναι αὐτό, τὸ λέγουν φόλιν, καὶ ἀπὸ κλοτζάτων καὶ ὡς κλοτζάτο καὶ ἀπὸ βρωμιαρέας μὴ ἐγλύσηις, Τζῆρε, Τζῆρε!

Καὶ εὐθὺς κράξαντες οἱ ἰχθύες ἅπαξ ἅπαντες εἶπαν· Εἰς πολλὰ ἔτη, δέσποτα!