Georgios Akropolites
1217 - 1282
Χρονικὴς ἐπιτομέ
post 1282
Textus:in: Patrologia Graeca PG 140, 969-1220ed. J. P. Migne, Paris 1857 sqq.
|
|
___________________________________________________
|
|
ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΥ ΛΟΓΟΘΕΤΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΠΟΙΗΜΑ ΧΡΟΝΙΚΟΝ ΗΜΙΤΕΛΕΣ.
1 Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγγραψάμενοι διωρίσαντο, καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτα ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν· τί γὰρ ἂν καὶ εὕροιμεν καινότερον νόημα τοσούτων ἱστορησάντων καὶ σύμπαν καλὸν τῆς ἱστορίας ἀποφηναμένων ἐν τοῖς σφετέροις συγγράμμασι; τάχα δέ, ὃ πλέον ἐκείνων ἐν τοῖς νῦν προκειμένοις ἡμῖν λέξειν ἄξιον, τοῦτό γε ἂν τῆς ἡμετέρας συγγραφῆς προβαλούμεθα. τὸ δέ ἐστιν ὅτι καινοτέρων ἡμῖν προκειμένων πραγμάτων, ἃ μήπω τις γραφῆι παραδέδωκε, καινό τερον συμβαίνει εἶναι καὶ τὸ ὠφέλιμον, ἐκείνων ἐν γνώσει τῶν ἀνθρώπων γεγενημένων ἅπερ ὁ χύδην ῥέων λόγος οὐκ ἀληθῶς ἀποφαίνεται. οἱ μὲν οὖν τὰ καθ᾽ ἡμᾶς ἱστορικῶς συγγραψάμενοι ἄλλην ἄλλος πεποίηνται τὴν ἀρχήν· οἱ μὲν γὰρ αὐτῶν ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἤρξαντο, οἱ δὲ ἐξ ἀξιολόγου τινὸς ἀρχῆς, ἢ Περσῶν ἢ Ἑλλήνων ἢ Ῥωμαίων ἢ ἄλλου οὑτινοσοῦν τῶν ἐθνῶν, ἕκαστος πρὸς τὸν ἑαυτοῦ σκοπὸν τὸ οἰκεῖον καταρτιζόμενος σύγγραμμα. καὶ ἡμῖν οὐχ ἥκιστα οὕτω τὰ τῆς συγγραφῆς τελεσθήσεται. τὰ μὲν γὰρ ἀπ᾽ ἀρχῆς γεγενημένα τῆς τοῦ κόσμου γενέσεως πολλοῖς τε πολλάκις ἐξιστορήθη, οὐ χρὴ δὲ λέγειν καὶ εἰ πρὸς ἀλλήλους οἱ πλείους ἠναντιοφώνησαν τὰ τῶν βασιλέων συγγράφοντες, ἀλλοιώσεις τε χωρῶν καὶ πόλεων στάσεις καὶ πολέμων συρρήξεις καὶ ἀνδραποδισμοὺς καὶ νίκας καὶ ἥττας καὶ ὅσα τοιαῦτα συμβαίνει τοῖς καθ᾽ ἡμᾶς. πολυσχιδῶν γὰρ τουτωνὶ τελούντων καὶ μηδὲ παρ᾽ αὐτῶν ἴσως τῶν ἐνεργούντων γινωσκομένων, σχολῆι γε ἂν τοῖς ἐξιστοροῦσι τοῦ ἀληθοῦς παντάπασι γενήσεται ἡ ἐπίτευξις. ἐκ τοῦ μᾶλλον δὲ καὶ ὅσα τῆι κοινῆι φήμηι γνωρίζεται, ταῦτα τὸν ἐξιστοροῦντα παραλήψεσθαι δέον, εἰ μὴ ἀδικεῖν οὗτος ἐθελήσειε τὴν ἀλήθειαν ὡς οἱ τοὺς ὀβολοὺς κερματίοις ἐλλυμαινόμενοι ἢ καὶ παραχαράττειν βουλόμενοι. οὔτε γοῦν πρὸς χάριν οὔτε πρὸς φθόνον, ἀλλ᾽ οὐδὲ πρὸς μῖσος ἢ καὶ πρὸς εὔνοιαν συγγράφειν χρεών ἐστι τὸν συγγράφοντα, ἀλλ᾽ ἱστορίας μόνον χάριν καὶ τοῦ μὴ λήθης βυθῶι, ἣν ὁ χρόνος οἶδε γεννᾶν, παραδοθῆναι τὰ ὑπό τινων γεγενημένα, εἴτ᾽ ἀγαθὰ εἴτε φαῦλα τυγχάνοιεν. ἀρχὴ δὲ ἡμῖν γενέσθω ἡ τῆς Κωνσταντινουπόλεως ἅλωσις, οὕτω τοι περιφανὴς καὶ γνώριμος σύμπασιν οὖσα, ὡς μηδὲ ἓν εἶναι τῶν ἐθνῶν ὃ μὴ ταύτην ἐγνώρισεν.2 Ἀλεξίου τοῦ Ἀγγέλου τὰ τῶν Ῥωμαίων τότε διιθύνοντος σκῆπτρα, οἱ ἐξ Ἰταλίας κατὰ τῆς Κωνσταντίνου ἐξ εστράτευσαν. ἡ δὲ αἰτία τοιάδε. κατέβαλε μὲν τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἰσαάκιον καί οἱ τὰς ὄψεις ἐπήρωσεν. ὑπῆρχε δὲ τῶι Ἰσαακίωι υἱός, ὃς δυσανασχετήσας τῆι τοῦ πατρὸς παροινίαι τὴν φυγήν τε μηχανησάμενος περὶ τὴν Ῥώμην χωρεῖ καὶ τῶι ταύτης ἀρχιερεῖ ἑαυτὸν προσρίπτει, πατρικὴν ἐκδίκησιν ἐπιζητῶν. ἐπεὶ δὲ τῶι τότε τύχοι πλήθη πολλὰ εἰς ἓν συναχθῆναι - οἱ μὲν ἐξ αὐτῆς Ἰταλίας, οἱ δ᾽ ἐκ τῆς τῶν Φράγγων ἀρχῆς, ἐκ δὲ Ἐνετῶν ἕτεροι, καὶ ἐξ ἄλλων ἄλλοι, καὶ ἡ πρόφασις εἰς ἐλευθερίαν τῆς Ἱερουσαλὴμ ἀπελθεῖν, ὅπου ὁ κυριακὸς τυγχάνει τάφος· ἦν δὲ ὁ τού τους συναθροίσας ὁ πάπας, ὃς ταῖς παρακλήσεσι τοῦ παι δὸς καταδυσωπηθείς, μᾶλλον δὲ ταῖς ὑποσχέσεσιν - ἐτύγχανον γὰρ ἁδραί - παραδίδωσι τὸν παῖδα τοῖς ἡγεμόσι τῶν στρατευμάτων, ὡς ἂν αὐτὸν τῆς προκειμένης ἐκνεύσαντες τῶι πατρικῶι ἐγκαταστήσαιεν θρόνωι ἀναλώματά τε παρ᾽ αὐτοῦ λάβοιεν, ὁπόσα ἂν καθ᾽ ὁδὸν ἀναλώσαιεν καὶ ὁπόσα περὶ τὴν Κωνσταντίνου βραδύναντες. ἀνήχθησαν οὖν οὗτοι τριήρεσι καὶ ναυσὶ κοίλαις. ἐπεὶ δὲ τῆι Κωνσταντίνου υλικού προσώκειλαν εὐτυχῶς ἐν πνεύμασι φοροῖς, γνωρίζουσι τοῖς ἐκεῖσε τὸν παῖδα, τὴν ἀδικίαν, τὰ διὰ ταῦτα τοῦ Ῥώμης ἐντάλματα. μέχρι μὲν οὖν τινὸς λόγοι τε ἐξ ἀμφοτέρων ἐγεγόνεισαν καὶ μάχαι. ἐπεὶ δὲ ὁ βασιλεὺς Ἀλέξιος τοῖς τοιούτοις ἀπώκνησε πράγμασι, μάλιστα δὲ ἀπεί ρηκε τοῖς ἐντὸς εἰς σύγχυσιν ἀποβλέπουσι καὶ νοσοῦσι τὸ ἄστατον, τὰ πάντα χαίρειν ἐάσας φυγῆι ἐχρήσατο, τοῦτο προσειπὼν τό· "∆αυὶδ φυγὼν ἐσώθη."3 Πρεσβεύουσι πρὸς τοὺς Ἰταλοὺς οἱ οἰκήτορες, ὡς ἂν ὁ τοῦ Ἰσαακίου υἱὸς Ἀλέξιος ἐντὸς εἰσαχθείη καὶ βασιλεὺς ἀναγορευθείη. εἰσάγεται γοῦν ἐπὶ ταῖς συνθήκαις, αἷς ὑπέσχετο τοῖς ἀναβιβάσασιν αὐτὸν Ἰταλοῖς, καὶ βασιλεὺς παρὰ παντὸς ἀναγορεύεται τοῦ λαοῦ. ἦσαν οὖν τὸ ἀπὸ τοῦδε οἵ τε πολῖ ται καὶ οἱ Ἰταλοὶ τῶι δοκεῖν εἰρηνεύοντες, τῶν μὲν Ἰταλῶν τὰς ὑποσχέσεις ἀπαιτούντων καὶ τὰ ἀναλώματα, τῶν δὲ οἰκη τόρων τῆς πόλεως ὑπὲρ ἀριθμὸν ἡγουμένων τὸ χρῆμα καὶ διισχυριζομένων, ὡς οὐκ ἂν ἔχοιεν τοσαῦτα τοῖς Ἰταλοῖς ἐπιδοῦναι. συνέβη δὲ τῶι τότε καὶ τούτου χάριν γογγυσμὸν ἐν τῆι πόλει γενέσθαι. ὁ γὰρ πατὴρ Ἀλεξίου ὁ Ἄγγελος Ἰσαάκιος, μήπω ἁλούσης τῆς πόλεως, γνώμην δέδωκεν, ὡς τῶν ἱερῶν κειμηλίων συνάθροισιν γεγονέναι τὰ πρῶτα ἐκεῖθέν τε ἄρξασθαι τοῦ πρὸς Ἰταλοὺς χρέους, τὸ δ᾽ ἐλλεῖ πον ἐκ τῶν βασιλικῶν ταμιείων δοθῆναι καὶ τῶν οἰκητόρων τῆς πόλεως. ἐν τῶι μεταξὺ δὲ τῆς ἀμφισβητήσεως οὔσης καὶ ἐξ ἑκατέρων τῶν μερῶν ἀφικνουμένων τῶν πρέσβεων, φονεύεται ὁ παῖς τοῦ Ἰσαακίου Ἀλέξιος παρὰ Ἀλεξίου τοῦ ∆ούκα, ὃν πρωτοβεστιάριον οὗτος τετίμηκεν, οἱ δὲ τῆς πόλεως εἴς τι τῶν αὐτοῦ ἐπιμεμφόμενοι Μούρτζουφλον ἐκάλουν. ἀνηγορεύθη γοῦν παρὰ τῶν πολιτῶν ὁ ῥηθεὶς Ἀλέξιος Μούρτζουφλος βασιλέυς. τούτου γοῦν χάριν ἐπὶ πλέον μανέντες οἱ Ἰταλοὶ ἄσπονδον τὴν ἔχθραν κατὰ τῶν Κωνσταντινουπολιτῶν πεποιήκασι. συνέβη δὲ καὶ ἕτερόν τι γενέσθαι τοῖς πολίταις βούλευμα ἐπαίνου ἄξιον. τοὺς γὰρ Λατίνους, οὓς οἰκήτορας εἶχεν ἡ Κωνσταντίνου, οἱ προύχοντες καὶ τῶν ἐν τέλει συνεβουλεύσαντο ἀποπέμψαι τῆς πόλεως, ὡς μὴ ἐπιβούλους αὐτοὺς ἐντὸς ἔχοιεν. οἱ δὲ αὐτόμολοι πρὸς τοὺς πολεμίους χωροῦσι χιλιοστύες πολ λαί, ὅρκοις ἀρρήκτοις τὸ πρῶτον τοὺς πολίτας πληροφο ροῦντες μὴ ἄν ποτε μελετῆσαι κατ᾽ αὐτῶν προδοσίαν, συν αποθανεῖν δὲ εἰ συμβαίη αὐτοῖς ὡς ἰθαγενεῖς καὶ αὐ τόχθονας. καίτοι καὶ γυναῖκας καὶ παιδία διδόντες ἐν ἀσφαλεστέροις τόποις ἀπαγαγεῖν οὐκ ἔπεισαν. ἐξελθόντες δὲ πολλὰ τοῖς ἐναντίοις συνήραντο ἅτε πλῆθος πολὺ ὄντες καὶ εἰδήμονες τῶν πραγμάτων.4 Τεσσαράκοντα παρῆλθον γοῦν ἡμέραι καὶ ἑάλω παρὰ τούτων ἡ Κωνσταντίνου, δωδεκάτην τοῦ Ἀπριλλίου ἄγοντος. τῶι γὰρ δεκάτωι ἔτει Μαΐου ὄντος τῆι πόλει προσώρμισαν, ἐν ἕνδεκα δὲ μησὶ συνέβη γενέσθαι τὴν πόρθησιν. καὶ ἡ μεγίστη πόλις ἑάλω, ἑάλω, ἑνὸς ὥς φασιν ἢ καὶ δύο ἐπιπηδησάν των τῶι τείχει ἀπὸ κλίμακος εἰς ἱστὸν κειμένης μεγίστης κοίλης νηός. ὅσα μὲν οὖν συνέβη τῆι πόλει μακροτέρων ἂν εἴη λόγων καὶ οὐ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· πάν τως δὲ νοεῖν ἔξεστι πᾶσιν, ὁπόσα ταῖς αἰχμαλωτιζομέναις πόλεσιν ἐπιπέπτωκε πάθη, φόνοι ἀνδρῶν, γυναικῶν ἀνδρα ποδισμοί, σκυλεύσεις, οἰκιῶν κατασκάψεις, τἆλλά τε πάντα ὁπόσα μαχαίρας ἔργον καθέστηκεν. ἐπεὶ γοῦν ἐγκρατεῖς τῆς πόλεως γεγόνασιν Ἰταλοί, ὡς ἐξ ὑπερδεξίων ὁρμώμενοι τήν τε δυσμὴν πᾶσαν κατέδραμον, ἀλλὰ δὴ καὶ τῆς ἑώιας μέρος οὐκ ἔλαττον. πρῶτον μὲν οὖν χειροῦνται τὰ τῆς δυσμῆς, πάντων ὑποφευγόντων αὐτοὺς ὑπό τινος θεηλάτου ἐλαυνομένων πληγῆς.5 Ὁ μὲν οὖν βασιλεὺς Ἀλέξιος ὁ Ἄγγελος, ὃν ἀποδρᾶναι λόγος εἰρήκει τῆς Κωνσταντίνου, περὶ τὴν Φιλιππού πολιν ἀφικόμενος καὶ μὴ πρὸς τῶν οἰκητόρων δεχθεὶς περὶ τὴν Μοσυνούπολιν ἀφικνεῖται κἀκεῖσε τὰς διατριβὰς ἐποιεῖτο. Ἀλέξιος δὲ ὁ ∆ούκας, ὃς τὸν υἱὸν τοῦ Ἰσαακίου ἀπέκτεινε, βουλόμενος ἐκδήμους αὐτῶι προσαρμόσασθαι, ἅμα τε τοῦ Ἰσαακίου υἱὸν πεφόνευκε καὶ ἅμα τὴν τοῦ βασιλέως Ἀλεξίου θυγατέρα Εὐδοκίαν προσηγάγετο εἰς γυναῖκα, ὑστάτην οὖσαν τῶν θυγατέρων ἐκείνου. τρεῖς γὰρ ὑπῆρχον αὐτῶι, καὶ ἡ μὲν πρώτη Εἰρήνη κατωνομάζετο, ἣν καὶ ἀνδρὶ συνέζευξεν Ἀλεξίωι τῶι Παλαιολόγωι, ὃν καὶ δεσπότην τετίμηκεν, ἀλλὰ προώιχετο οὗτος τῆς Κωνσταντίνου ἁλώσεως· ἡ δὲ δευτέρα ἐκαλεῖτο Ἄννα, εἰς ἣν Θεόδωρον τὸν Λάσκαριν ἐπεγάμβρευσεν· ἡ δὲ τρίτη Εὐδοκία, ἣν πρὸ καιροῦ ὁ πατὴρ αὐτῆς τῶι κράληι Σερβίας συνέζευξεν, ἐπί τινι δὲ πάθει, ὡς ἔφασκον, ταύτην οὗτος φωράσας ἐπὶ τὸν πατέρα πάλιν ἐκ πέμπει· καὶ ἦν οὕτως. ταύτην εἰλήφει ὁ εἰρημένος Ἀλέξιος ∆ούκας ὁ Μούρτζουφλος, τὴν οἰκείαν καταλιπὼν γαμετήν. ὡς γοῦν παρὰ τῶν Ἰταλῶν ἑάλω ἡ Κωνσταντίνου, ἀπέδρα καὶ οὗτος ἐκεῖθεν, ἐπιφερόμενος καὶ τὴν σύζυγον Εὐδοκίαν. μαθὼν δὲ ὡς ἐν Μοσυνουπόλει τὰς διατριβὰς ποιεῖται ὁ πενθερὸς αὐτοῦ βασιλεὺς Ἀλέξιος θαρρούντως πρὸς αὐτὸν ἀπήιει. ὁ δὲ τοῦτον πολλῶν τε ἄλλων χάριν καὶ οὐδὲν ἧττον τῆς θυγατρὸς ἐμυσάττετο. κηδεστείας γοῦν ὑποδὺς προσωπεῖον ὑποδέχεται τὸν Ἀλέξιον, καὶ λουτρὸν εὐτρεπίσας ἅμα τῆι θυγατρὶ λουθῆναι τοῦτον προστέταχεν. ἐντὸς οὖν γενομένου τοῦ λουτῆρος τοῦ Ἀλεξίου ἐπεισπίπτουσιν ἀθρόως αὐτῶι οἱ τοῦ βασιλέως Ἀλεξίου ὑπηρέται κἀκεῖσε τοὺς ὀφθαλ μοὺς αὐτοῦ ἐξορύττουσιν. ἔφασκον δὲ οἱ ξυντυχόντες ὡς ἡ θυγάτηρ ἑστῶσα παρὰ τὴν θύραν τοῦ λουτροῦ τὸν πα τέρα ὕβρεσιν ἔπλυνε, κἀκεῖνος ταύτην τῆς ἀναιδείας καὶ τῆς ἀσελγοῦς ἀγαπήσεως ἐλοιδόρει. τυφλὸς οὖν γεγονὼς ὁ ∆ούκας Ἀλέξιος περὶ τὰ τῆς Μοσυνουπόλεως ἐπλανᾶτο μέρη, ἀλήτης διερχόμενος τὰ ἐκεῖσε. ὁ δὲ βασιλεὺς Ἀλέξιος ἀπάρας ἐκεῖθεν περὶ τὰ μέρη τῆς Θεσσαλονίκης ἐχώρει. ἐπεὶ δὲ ἐξώρμησαν τῆς Κωνσταντίνου οἱ Ἰταλοὶ καὶ ἀπῆλ θον περὶ τὴν Μοσυνούπολιν, εὑρόντες ἐκεῖσε τὸν Μούρ τζουφλον εἰς τὴν Κωνσταντίνου ἀπήγαγον· τοῦ δὲ μιάσματος ἀμυνόμενοι, ὃ εἰς τὸν Ἰσαακίου πεποίηκεν υἱόν, ἐκ Ταύρου κρημνίζουσι κίονος.6 Τῆς οὖν Μοσυνουπόλεως κυριεύσαντες οἱ Ἰταλοὶ ἄδειαν δεδώκασι τοῖς ταύτης οἰκήτορσι τοὺς θέλοντας μένειν τε καὶ ὑπὸ χεῖρα εἶναι αὐτῶν, τοὺς δὲ ἀκωλύτως ἀπέρχεσθαι ὅπηι ἂν βούλοιντο. ἐξήρχοντο τοίνυν οἱ μὲν φανερῶς οἱ δὲ καὶ κρύφα, ὅσοι τῶν περιφανεστέρων ἐτύγχανον. ὁ δὲ Λάσκαρις Θεόδωρος ἅμα τῆι γαμετῆι Ἄννηι προεξελθεῖν πέφθακε Κωνσταντίνου, δεσπότης ὑπ᾽ ἐκείνου τετιμημένος. ἀπελθὼν τοίνυν μετὰ καὶ τῶν θυγατρίων Εἰρήνης Μαρίας καὶ Εὐδοκίας εἰς Νίκαιαν παρεκάλει τοὺς Νικαεῖς, εἴσω τῆς πόλεως δέξασθαι τοῦτον. οἱ δὲ οὐκ ἐδέχοντο. ὁ δὲ καὶ κἂν τὴν γυναῖκα δέξασθαι δυσωπῶν, μόλις ἔπεισεν. ἀφεὶς οὖν τὴν γυναῖκα διήρχετο τὰ πέριξ, Προῦσάν τε καὶ τὰ περὶ αὐτήν, ὅπως ὑπὸ χεῖρα ταῦτα ποιήσαιτο καὶ ὡς βασιλεὺς ἀντὶ τοῦ πενθεροῦ Ἀλεξίου τούτων κατάρξειεν. οὗ δὴ καὶ τετύχηκεν. καὶ γὰρ ἐν τῶι μεταξὺ καὶ περὶ τὸν περσάρχην ἀφίκετο, συνήθη τούτωι τελοῦντα, καὶ συμμαχίαν προσείληφε, καὶ τὰ πρὸς σκοπὸν διεπράξατο.7 ∆ύο γοῦν παραδραμόντων ἐνιαυτῶν καὶ ὡς δεσπότου φημιζομένου παρὰ πᾶσι τοῦ Λασκάριος, ἐπεὶ συνδρομὴ γέγονε κατὰ Νίκαιαν ἀπό τε περιφανῶν ἀνδρῶν καὶ τῶν λογάδων τῆς ἐκκλησίας, σκέψις τούτοις ἐγένετο, ὅπως βασιλεὺς φημισθείη ὁ δεσπότης Θεόδωρος. πατριάρχου δὲ μὴ παρόντος ἐκεῖσε - ὁ γὰρ Καματηρὸς Ἰωάννης, ὃς τὸν πατριαρχικὸν ἐκόσμει θρόνον, ἡνίκα τῆς Κωνσταντίνου ἐκράτησαν Ἰταλοί, περὶ τὸ ∆ιδυμότειχον ἀπῆρε κἀκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, καὶ διαμηνυθεὶς παρὰ τοῦ Λασκάριος καὶ τῶν λοιπῶν ἀπηνήνατο τὴν πρὸς αὐτοὺς ἄφιξιν, ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ψηφίζεται γοῦν πατριάρχης Μιχαὴλ ὁ Αὐτωρειανός, λόγιος τυγχάνων καὶ πάσης γραφῆς ἔμπειρος, τῆς τε ἡμετέρας καὶ τῆς θύραθεν, ὃς καὶ τὸν δεσπότην Θεό δωρον τῶι τῆς βασιλείας διαδήματι ταινιοῖ. Ἐντεῦθεν βασιλεὺς ὁ Λάσκαρις ἀναγορευθεὶς συντονώ τερον ἐφήψατο τῶν πραγμάτων, μάχαις δὲ προσέκυρσεν οὐκ ὀλίγαις καὶ χαλεπαῖς. οἵ τε γὰρ Ἰταλοὶ κατὰ τὴν ἑώιαν τὸν πόρον πεποιηκότες, τὰ πλείω ταύτης ὑφ᾽ ἑαυτοὺς ἐποι ήσαντο. τό τε γὰρ ἅπαν θέμα Ὀψικίου καὶ Αἰγαίου καὶ αὐτὸ δὴ τὸ Ἀτραμύτιον τῶν Ἰταλῶν ἐγεγόνει, Βάρις τε καὶ Αὐλωνία, Ποιμανηνόν τε καὶ Λεντιανὰ μέχρι τοῦ Λοπαδίου αὐτοῦ δεσπότας ἐγίνωσκον Ἰταλούς, ἀλλά γε δὴ καὶ τὰ τῆς Θυνίας πάντα μέχρι καὶ Νικομηδείας αὐτῆς. ἐντεῦθεν ἐστενοῦτο πολὺ ὁ βασιλεὺς Θεόδωρος. οὐδὲν δὲ ἧττον καὶ πρὸς Ῥωμαίων κατεβιάζετο. ἐν γὰρ τῆι συγχύσει τῆς Κων σταντίνου ἁλώσεως ἄλλοθεν ἄλλος ἡγεμόνες εἶναι τυχόντες ἢ καὶ οἱ τῶν ἄλλων προύχοντες ὡς οἰκείαν ἀρχὴν τὴν ὑφ᾽ αὑτοὺς ἐποιοῦντο χώραν, ἢ ἐξ αὐτῶν εἰς τοῦτο ὁρμήσαντες ἢ καὶ παρὰ τῶν οἰκητόρων μετακληθέντες εἰς τὴν τῆς χώρας δεφένδευσιν. αὐτίκα Θεόδωρος, ὃν καὶ Μωροθεόδωρον ἀπεκάλουν, ἄρχων ἦν τῆς Φιλαδέλφου πόλεως. ἕτερος δὲ Σάββας τοὐπίκλην τοῦ ἄστεος ἐδέσποζε τοῦ Σαμψὼν μετὰ καὶ τῶν πλησίον τυγχανόντων αὐτῶι. Παφλαγονίας δὲ πάσης ἐγκρατὴς ἦν ∆αυίδ, ἀδελφὸς ὢν Ἀλεξίου τοῦ τῆς Τραπε ζοῦντος κρατήσαντος, ὃς καὶ μέγας ὠνομάζετο Κομνηνός, οἳ τοῦ βασιλέως Ἀνδρονίκου ὑπῆρχον ἔγγονοι, Μανουὴλ τῶι τούτου τεχθέντες υἱῶι. ἀλλὰ τὸν μὲν Μωροθεόδωρον καὶ τὸν Σάββαν εὐχερῶς μετῆλθε, κἀντεῦθεν ἐδέσποζεν ἀδεῶς Κελβιανοῦ τε παντός, Μαιάνδρου, Φιλαδελφείας καὶ Νεοκάστρων.8 Ἀλλ᾽ ἐνταῦθά μοι ὁ λόγος ἀναμεινάτω· ἱστορῆσαι γὰρ βούλεται τὰ τῶι βασιλεῖ Ἀλεξίωι συμβάντα. ἀφίκετο μὲν οὖν, ὡς εἰρήκειν, εἰς Θεσσαλονίκην, καὶ ὑπεδέχθη παρὰ τῆς αὐτοῦ νύμφης, ἣ ἐξ Οὔγγρων μὲν ὥρμητο, ἐπεγαμβρεύθη δὲ τῶι βασιλεῖ Ἰσαακίωι μετὰ τὴν τῆς γυναικὸς αὐ τοῦ τελευτήν, ἣν καὶ ὡραίαν πάνυ τῶι εἴδει οἱ κατιδόντες ἔφασκον εἶναι. τῶν γοῦν Ἰταλῶν εἰς πολυμέρειαν τὰ τῆς Ῥωμαΐδος κληρωσαμένων καὶ τοῦ μὲν ἐκ Φλάντρας ὡρμη μένου Βαλδουΐνου βασιλέως ἀναγορευθέντος, τοῦ δὲ δουκὸς Βενετίας, ὃς καὶ αὐτοπροσώπως συνῆν, μερίδα οὐ μικρὰν ἐσχηκότος καὶ δεσποτικῶι ἀξιώματι τιμηθέντος, ἔχειν τε ἐξ ὅλου πρὸς τὸ ὅλον, ὃ τὸ τῶν Φράγγων ἐκτήσατο μέρος, τὸ τέταρτον καὶ τοῦ τετάρτου τὸ ἥμισυ, ἐπειδὴ καὶ ὁ μαρκέσιος ἀξιόλογον μοῖραν τῆς συμμαχίας ἦν ἐνεγκάμενος, ῥὴξ Θεσσαλονίκης παρὰ τοῦ Φλάντρα τετίμηται, προσλαβόμενος καὶ γυναῖκα τὴν δηλωθεῖσαν Μαρίαν. ὑπὸ ταύτης ὑπεδέχθη Ἀλέξιος. μετὰ μικρὸν δὲ φωραθεὶς τοῖς ἐκεῖσε νεωτερί ζεσθαι, ἀπεδιώχθη συνάμα τῆι γυναικὶ καὶ τῆι θυγατρὶ Εὐδοκίαι, ἣν καὶ εἰς Κόρινθον ἀφικόμενος τῶι Σγουρῶι συνεζεύξατο. μικρὸν δὲ τοῖς ἐκεῖσε προσδιατρίψας, γνοὺς παρά τινων ὡς ἁλίσκεσθαι μέλλει, ἀπέδρα· ἐκ Λογγιβαρδίας δέ τισι ξυντυχὼν ἁλίσκεται, πρὸς τὸν πρωτεξάδελφον αὐτοῦ Μιχαὴλ τὰς κινήσεις ποιούμενος· ἦν γὰρ κἀκεῖνος τῶι τότε μέρους τινὸς παλαιᾶς Ἠπείρου κρατήσας καὶ πολλὰ τοῖς πρὸς τὰ ἐκεῖσε μέρη ἀφιγμένοις Ἰταλοῖς παρέχων πράγματα. καὶ ἦν οὗτος δυναστεύων τῆς τοιαύτης χώρας, Ἰωαννίνων γὰρ ἦρχε καὶ Ἄρτης καὶ μέχρι Ναυπάκτου. ὡς γοῦν ἑάλω παρὰ Λογγιβάρδων ὁ βασιλεὺς Ἀλέξιος, καὶ ἀπεμπολεῖται παρ᾽ αὐτῶν συνάμα τῆι γυναικί. μικρὸν δὲ μετὰ τοῦ Μιχαὴλ προσκαρτερήσας βουλεύεται πρὸς τὸν Ἰκονίου σουλτὰν ἀπελθεῖν, ὃν Ἰαθατίνην ὠνόμαζον· ἦν γὰρ τούτωι συνήθης. ὁ γὰρ εἰρημένος Ἰαθατίνης τὰς τοῦ ἀδελ φοῦ αὐτοῦ χεῖρας ἀποδρὰς Ἀζατίνου, κατάρχοντος τότε τῶν Μουσουλμάνων, ἐς Ἀλέξιον ἧκε τοῦτον καὶ παρ᾽ αὐτοῦ υἱοθετεῖται, ὃς καὶ τῶι βασιλεῖ τούτωι συναπέδρα. ἀλλ᾽ οὐ συχναὶ παρῆλθον ἡμέραι, καὶ ἀφικνεῖται πρὸς αὐτὸν ἀνὴρ τὸν ἀδελφοῦ αὐτοῦ μόρον μηνύων αὐτῶι κρύφα· ὃς καὶ ῥάκεσι πενιχροῖς ἐσταλμένος μετ᾽ αὐτοῦ ἀφικνεῖται καὶ τοῖς αὐτοῦ καταστὰς γνώριμος περσάρχης ἐπιφημίζεται. οὗτος καὶ τῶι βασιλεῖ Θεοδώρωι χρήσιμος ἀνεφάνη συμμαχίαν δούς· ὡς ἀδελφὴν γὰρ τὴν βασιλίδα Ἄνναν ὠνόμαζεν.9 Ἐφοδίοις ἀπάρας τῆς τοῦ Μιχαὴλ γῆς καὶ φορῶι χρησάμενος πνεύματι, τῆι τῆς Ἀττάλου προσώρμισεν. ἀσμενέ στατα οὖν παρὰ τοῦ σουλτάνου προσδέδεκται. ὁ βασιλεὺς δὲ Θεόδωρος διῆγεν ἐν τῆι Νικαίαι, καὶ πρεσβεία πρὸς τοῦ σουλ τὰν παρ᾽ αὐτὸν ἀφικνεῖται, τὴν τοῦ βασιλέως καὶ πενθεροῦ γνωρίζουσα ἄφιξιν, καὶ ὡς ἄδικος εἴη ξένης ἐπειλημμένος ἀρχῆς. ἐταράχθη γοῦν ἐπὶ τοῖς λόγοις ὁ βασιλεύς. ὁ μὲν γὰρ σουλτὰν πρόφασιν εἶχεν Ἀλέξιον, σκοπὸς δ᾽ ἦν αὐτῶι τὴν τῶν Ῥωμαίων καταδραμεῖν. καὶ ἦν ἐπὶ ξυροῦ, ὅ φασι, τούτωι τὰ πράγματα. συναγαγὼν γοῦν τοὺς αὐτοῦ ἐπειρᾶτο τούτων, εἴτε αὐτῶι προσανέχοντες εἶεν εἴτε τῶι πενθερῶι. οἱ δὲ πανσυδὶ ἢ συζῆν αὐτῶι ἢ συναπολέσθαι εἰρήκεισαν. θαρσαλέως γοῦν τῆς Νικαίας ἐξήιει, ἔχων καὶ τοὺς τοῦ σουλ τὰν πρέσβεις. ταχύτερον δὲ τῶι δρόμωι χρησάμενος ἀφί κετο εἰς Φιλαδέλφου. ὁ δὲ σουλτὰν ἀπάρας μεθ᾽ ἑαυ τοῦ καὶ ὃν ὡς δέλεαρ ἐπεφέρετο βασιλέα Ἀλέξιον τὴν ἔφοδον ἐν Ἀντιοχείαι πεποίηται. πόλις δὲ αὕτη χώρας προκαθημένη Μαιάνδρου, κρατῆσαι δέ οἱ ταύτης ἦν ὁ σκοπός. διὰ ταῦτα καὶ ἑλεπόλεις ἐστήσατο καὶ ἐπόρθει τὴν πόλιν. καὶ ἦν γε αὕτη ἐν χρῶι τοῦ ἁλῶναι. ὃ δὴ καὶ δεδιὼς ὁ βασιλεὺς Θεόδωρος - ἦν γὰρ καὶ ἀληθές, ὡς εἰ ταύτης ἐκράτησεν ὁ σουλτάν, οὐδὲν ἂν ἦν αὐτῶι ἐμ ποδὼν τοῦ μὴ πᾶσαν τὴν Ῥωμαίων χειρώσασθαι. καὶ οἷον ἐπὶ κύβου τὸν πόλεμον θεὶς ἢ μᾶλλον ἀληθῶς εἰπεῖν ἐπὶ τῶι δεσπότηι θαρρήσας Χριστῶι, οὗ τὴν κλῆσιν ὡς σύσσημόν τι ἢ σφραγῖδα οἱ εὐσεβεῖς ἐπιφέρομεν, ἐπισπεύδει τὸν δρό μον, παραγγείλας μηδένα ἢ σκηνὴν φέρειν ἢ ἄχθος ἢ ἕτε ρόν τι τῶν οὐ λυσιτελούντων ἐν τῶι πολέμωι, ἄνευ μέντοι τῶν ἀναγκαίων, τροφῆς μικρᾶς καὶ ἐνδύματος. ἦν δὲ ἅπαν αὐτῶι τὸ στράτευμα εἰς δισχιλίους ἠριθμημένον, ὧν ὀκτα κόσιοι μὲν Ἰταλοί, ἄνδρες γενναῖοι καὶ τὴν χεῖρα σθεναροί, ὡς ὁ καιρὸς ἔδειξε, Ῥωμαῖοι δὲ οἱ λοιποὶ ἐτύγχανον.10 Ἐγγύς που γοῦν γενόμενος τῆς Ἀντιοχείας ὁ βασιλεὺς ἀφίησι τὸν πρέσβιν Πέρσην πρὸς τὸν σφέτερον ἀφικέσθαι δεσπότην· καὶ ὃς ἀπῆλθε καὶ μηνύει τῶι σουλτὰν τὴν τοῦ βασιλέως ἔφοδον, δύσπιστον ἐκείνωι πάνυ τυγχάνουσαν. ὅρ κοις γοῦν ἐβεβαίου ὁ πρέσβις, ὡς ἐγγὺς ὁ βασιλεὺς πάρεστι. ταῦτ᾽ οὖν ἀκηκοὼς ὁ σουλτάν, ὡς εἶχε τάχους τὰς δυνά μεις συνάγει καὶ παρατάττεται πρὸς τὸν πόλεμον. ἐμπίπτουσι γοῦν ταῖς τοῦ σουλτὰν πρῶτον δυνάμεσιν Ἰταλοί, ἀλλ᾽ ἦν τὸ τῶν Μουσουλμάνων πλῆθος πολύ· ἔργα δὲ κρατερᾶς χειρὸς ἐνδειξάμενοι καὶ γενναιοτέρας ψυχῆς, σχεδὸν πίπτουσι πάντες, ἀπειροπλασίους ξίφους ἔργον ποιήσαντες. τῶν γοῦν Ἰταλῶν οἱ Μουσουλμάνοι περιγενόμενοι ῥᾶιον καὶ τῶν Ῥωμαϊκῶν ἐκράτουν δυνάμεων· καὶ οἱ μὲν προτροπάδην ἔφευ γον, ὀλίγοι δὲ ἐκαρτέρουν τὸ τέλος τῆς μάχης ἀποσκοπού μενοι. τῆς μάχης οὖν ἐγκρατὴς γενόμενος ὁ σουλτὰν ἐζήτει τὸν βασιλέα, καὶ δείκνυσί τις τοῦτον αὐτῶι ἐν ἀμηχανίαι γενόμενον. ὡς εἶχε γοῦν τάχους πρὸς τὸν βασιλέα ὁρμᾶι, τῆι τοῦ σώματος ἰσχύι θαρρῶν ἐπ᾽ αὐτῶι. καὶ ὁ μὲν σουλ τὰν κορύνηι κατὰ κεφαλῆς πλήττει τὸν βασιλέα, καὶ πίπτει τοῦ ἵππου· ἦν γὰρ τῆι βολῆι σκοτοδινιάσας. συνεποδίσθη γάρ, ὥς φασι, τῆι βολῆ καὶ ὁ ἵππος, οὐκ οἶδ᾽ εἰ καὶ τού του δευτέραν παρὰ τοῦ σουλτὰν λαβόντος πληγήν. ἔξω οὖν τοῦ ἵππου ὁ βασιλεὺς γενόμενος, καὶ οἷον ῥωσθεὶς ὑπὸ θειοτέρας δυνάμεως, ἐπὶ πόδας δὲ σταθεὶς τὴν σπάθην ἐξάγει τοῦ κουλεοῦ, καὶ τοῦ σουλτὰν ἐνθένδε στραφέντος καὶ ὑβριστικῶς ἐπειπόντος· "λάβετε τουτονί," πλήττει τοὺς ὀπισθίους πόδας τῆς σουλτὰν ἵππου ὁ βασιλεύς· θηλείας γὰρ ἐπωχεῖτο καὶ ὑπερμεγέθους. ὡς ἐκ πύργου γοῦν ὁ σουλτὰν καταβάλλεται καί οἱ αἰφνηδὸν ἡ κεφαλὴ ἀποτέμνε ται, μήτε τοῦ βασιλέως γνόντος μηθ᾽ ἑτέρου τῶν συμπαρε στώτων τῶι βασιλεῖ, παρὰ τοῦ κεκαρατόμηται. νικᾶι γοῦν ἐντεῦθεν ὁ βασιλεὺς τὸ πλεῖστον ἐξηττημένος. οὐδὲ γὰρ εἶχεν ἐπὶ τοῖς πρόσω χωρεῖν μετὰ μετρίων ἐλλελειμμένος. τοῦτο τοῖς Ῥωμαίοις ἀναψυχῆς ἐγένετο πρόφασις· σπονδὰς γὰρ ἐντεῦθεν ἀρρήκτους οἱ Μουσουλμάνοι μετὰ Ῥωμαίων ἐποίησαν. ἐντεῦθεν τῆς ἐκεῖσε μάχης ἐκεχειρίαν ἔσχεν ὁ βασιλεύς, τοῖς δ᾽ Ἰταλῶν πολέμοις ἐσχόλαζε. προσελάβετο δὲ καὶ τὸν πενθερὸν αὐτοῦ ἐν τῆι μάχηι εὑρών, καὶ τὰ εἰ κότα τιμήσας ἀπήγαγέ τε εἰς Νίκαιαν καὶ τῶν βασιλικῶν παρασήμων ἐκδύσας ἐν τῆι τοῦ Ὑακίνθου μονῆι διάγειν ἐκέλευσεν. ἔνθα καὶ θνήσκει. ἡ γὰρ σύζυγος αὐτοῦ Εὐ φροσύνη ἐν τῆι τῆς Ἄρτης ἐτελεύτησε χώραι, ἔνθα καὶ ὁ νεκρὸς αὐτῆς κατετέθη.11 Περιεγένετο δὲ ὁ βασιλεὺς Θεόδωρος καὶ τοῦ τῆς Παφλαγονίας κρατοῦντος ∆αυίδ, καὶ Ἡράκλειαν παρεστήσατο καὶ Ἄμαστριν καὶ τὴν πᾶσαν πέριξ χώραν καὶ τὰ πολίχνια. πάλιν δέ μοι τὰ τῆς ἱστορίας βούλεται τὰ ἐν τῆι ἑσπέραι συμβάντα ξυγγράψασθαι. ἵνα δέ μοι ἡ ἱστορία τοῖς πᾶσιν εὔγνωστος εἴη, δέον ὀλίγα ἄττα προεξειπεῖν. τοῦ βασιλέως Ἰσαακίου τῆς Κωνσταντίνου κατάρχοντος καὶ τῆς γαμετῆς θανούσης αὐτοῦ, ἠγάγετο εἰς γυναῖκα τὴν ἣν προειρήκειν ἐξ Οὐγγρίας ὡρμημένην, θυγατέρα οὖσαν τοῦ τῶν Οὔγγρων ἄρχοντος. ἐπεὶ δὲ ἔμελλε τὸν γάμον ποιεῖν, καὶ ὑπῆρχεν οὗτος βασιλικός, ἀξιόλογα ἔδει γενέσθαι τούτου τὰ ἀναλώ ματα. ἐντεῦθεν ἐξ ἁπάσης τῆς Ῥωμαίων ἐπαρχίας πρό βατά τε καὶ χοῖροι καὶ βόες συνήγοντο· ἐπεὶ δὲ πλείω τῶν ἄλλων ἡ Βουλγάρων τρέφει ταῦτα, καὶ πλείω παρὰ ταύτης· ἀπηιτοῦντο. τὸ δὲ Βουλγάρων φῦλον ἔκσπονδον μὲν τὰ πρῶτα Ῥωμαίοις τελοῦν καὶ πολέμων πολλῶν πρόξενον γε γονὸς αὐτοῖς ἀνδραποδισμῶν τε καὶ ἁλώσεων πόλεων καὶ μυρίων ἄλλων δεινῶν, καὶ ταῦτα ἐν πολλοῖς ἔτεσιν, ὕστατα παρὰ τοῦ βασιλέως Βασιλείου χειροῦνται, ὃν διὰ ταῦτα Βουλγαροκτόνον ἡ φήμη ἐκάλεσε. μέχρι γοῦν τοῦ βασιλέως Ἰσαακίου ὑπόφορον τὸ γένος ἐτέλει Ῥωμαίοις, διὰ δὲ τὴν τοιαύτην πρόφασιν μεμελέτηκεν ἀνταρσίαν. καὶ ἀνίσταταί τις Ἀσὰν τοὔνομα καὶ βασιλεύει τῆς χώρας, ἅπαντα τὰ ἐν τὸς τοῦ Αἵμου μέχρι καὶ τοῦ Ἴστρου ὑφ᾽ ἑαυτὸν ποιησά μενος. ἐκ τούτου οὐκ ὀλίγα πράγματα Ῥωμαίοις συνέβη· ἔχοντες γὰρ οἱ Βούλγαροι τὸ Σκυθικὸν σύμμαχον, πολλὰ ἐποίουν τῆι Ῥωμαίων δεινά. τότε καὶ ὁ βασιλεὺς ἀγανα κτήσας Ἰσαάκιος τὸ τῶν Ῥωμαίων ἅπαν συναγαγὼν στράτευμα, κατ᾽ αὐτῶν ἐχώρει. τὴν γοῦν παράλιον παριὼν καὶ διὰ τῆς Μεσημβρίας πόλεως τὴν δίοδον ποιούμενος, ἔσω τοῦ Αἵμου γίνεται. ὁ δὲ Ἀσὰν μετὰ τοῦ ὑπ᾽ αὐτὸν στρα τεύματος ἐντὸς τοῦ πολιχνίου οὗ δὴ τὸ ὄνομα Στρίναβος εἰσέρχεται, ἔνθα καὶ τὰς σκηνὰς ποιησάμενος ὁ βασιλεὺς Ἰσαάκιος τοὺς Βουλγάρους ἐπολιόρκει. καταστρατηγεῖται δὲ παρ᾽ αὐτῶν· τῶν γὰρ Βουλγάρων τις, προσωπεῖον ὑπενδὺς φυγάδος, ἀφικνεῖται παρὰ τὸν βασιλέα καὶ μηνύει αὐτῶι Σκυθῶν ἔφοδον, ὁ δὲ βασιλεὺς τῶι λόγωι θροηθείς, καὶ ταῦτα τὴν ἐπιοῦσαν τὸ πολίχνιον χειρώσασθαι μέλλων, ἀπ ανίσταται τοῦ τόπου. οὐκ ἐξῆλθεν οὖν τὴν ἣν εἰσῆλθεν ὁδόν, ἀλλ᾽ ἀπατηθεὶς ὑπὸ τοῦ Βουλγάρου τὴν ταχυτέραν τάχα διεξιέναι βεβούλευται. ἐπεισπίπτουσιν οὖν αὐτῶι διερ χομένωι οἱ Βούλγαροι ἐπί τινι στενωπῶι γενομένωι, καὶ κατα λύουσι τὸ ὑπ᾽ αὐτὸν ἅπαν στράτευμα, καὶ σκυλεύουσι πᾶσαν τὴν τῆς στρατιᾶς ἀποσκευήν, ἀλλὰ δὴ καὶ τὴν τοῦ βασιλέως αὐτοῦ. πίπτουσι δὲ πολλοὶ τῶν Ῥωμαίων, οἱ δὲ διασωθέντες μετὰ τοῦ βασιλέως γυμνοί τε ἦσαν καὶ ὀλίγοι πάνυ. ἐντεῦθεν ἐφυσιώθη τὸ τῶν Βουλγάρων φῦλον, λείαν πολλὴν ἐκ τῶν Ῥωμαίων εἰληφός, ἀλλὰ δὴ καὶ ἐκ τῶν βασιλικῶν παρασήμων τὰ τιμιώτερα. τάς τε γὰρ τοῦ βασι λέως πυραμίδας ἀνελάβοντο καὶ φιάλας τῶν ἐπισήμων καὶ χρῆμα εἰς πλῆθος καὶ αὐτὸν δὴ τὸν βασιλικὸν σταυρόν. τῶν τινος γὰρ αὐτὸν ἱερέων ῥίψαντος μετὰ μικρὸν ἐφεῦρον αὐτὸν ἐν τῶι ποταμῶι, ἐκ χρυσοῦ μὲν κατεσκευασμένον, φέ ροντα δὲ μέσον ἐκ τοῦ ἁγίου ξύλου εἰς σταυροῦ σχῆμα τετυπωμένον, θήκας δὲ μικρὰς παμπόλλας ἔχοντα, ἐν οἷς προσῆσαν λείψανα ἁγίων μαρτύρων τὸ γάλα τε τῆς θεο μήτορος καὶ μέρος τι τῆς ζώνης αὐτῆς. ὁ μὲν οὖν βασι λεὺς Ἰσαάκιος εἰς τὴν Κωνσταντίνου ὤιχετο.12 Ἐντεῦθεν οὐκ ὀλίγα πράγματα Ῥωμαίοις ἐκ Βουλγάρων, καὶ τοῦ Ἀλεξίου βασιλεύσαντος πόλεμοι αὐτῶι ἐκ τούτων πολλοὶ περὶ Βέρροιαν, ἔνθα καὶ ὁ πρωτοστράτωρ Καμύτζης ὑπὸ Βουλγάρων ἑάλω μαχόμενος, τοῦ ἀδελφοῦ τοῦ Ἀσὰν Ἰωάννου τότε κατάρχοντος. ὁ γὰρ Ἀσὰν δύο ἀδελφοὺς εἶχε, Πέτρον καὶ Ἰωάννην· καὶ τὸν μὲν Ἰωάννην εἶχε μεθ᾽ ἑαυτοῦ,τὸν δὲ Πέτρον τμῆμά τι κόψας ἄρχειν τούτου παρῆκεν. ἐν νέα γοῦν ἐνιαυτοὺς διανύσας ὁ Ἀσὰν φονεύεται παρὰ τοῦ πρωτεξαδελφοῦ αὐτοῦ Ἰβανοῦ, καὶ βασιλεύει ὁ ἀδελφὸς αὐ τοῦ Ἰωάννης, ἀφήλικος ὄντος τοῦ τοῦ Ἀσὰν υἱοῦ Ἰωάννου.13 Ὃς πολλῶν ἐγεγόνει τοῖς Ῥωμαίοις αἴτιος κακῶν καὶ τοῖς Ἰταλοῖς αὐτοῖς. ἦν γὰρ οὗτος βασιλεὺς Βουλ γάρων, ὁπότε ἡ Κωνσταντίνου ἑάλω. ὡς γοῦν οἱ Ἰτα λοὶ πᾶσαν τὴν τῆς Μακεδονίας χώραν ὑφ᾽ ἑαυτοὺς ἐποι ήσαντο, βασιλικῶς τοῦ πρώτως κατάρξαντος Βαλδουΐνου τὰ κατ᾽ αὐτοὺς διιθύνοντος, καὶ πρὸς τὴν πόλιν Ἀδριανοῦ διεμηνύσαντο, ὅπως ὑπ᾽ αὐτοὺς γένηται. ὁ γὰρ βασιλεὺς Βουλγάρων Ἰωάννης προύλαβε χειρώσασθαι τὴν Φιλιππούπολιν καὶ ἀνδραποδισμὸν μέγαν τῶν Ῥωμαίων ἐκεῖθεν ποι ήσασθαι. μὴ βουληθέντων δὲ τῶν Ἀδριανουπολιτῶν ὑπὸ χεῖρα γενέσθαι τῶν Ἰταλῶν, ἐκστρατεύουσιν οἱ Ἰταλοὶ κατ᾽ αὐτῶν. εἰς στενοχωρίαν οὖν οὐ μικρὰν ἐλθόντες οἱ τῆς Ἀδριανοῦ στέλλουσι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάννην, ἵνα συνάρηται τούτοις. ὁ δὲ ἀσμένως δέχεται τοῦτο, καὶ Σκύθας μεθ᾽ ἑαυτοῦ προσλαβόμενος μηχαναῖς Λατίνων περιγενέσθαι σπεύδει. καὶ ὁ μὲν ἔκειτο μακράν που τῆς Ἀδριανουπόλεως, ἐκπέμπει δὲ κατὰ τῶν Ἰταλῶν τοὺς Σκύθας. Ἰταλοῖς μὲν οὖν ἔθος ἐφ᾽ ἵπποις ἐποχεῖσθαι ὑψαύ χεσι, καταφράκτοις ὅπλοις, Σκύθαι δὲ κουφότερον ὡπλισμέ νοι ἐλευθερώτερον ἐπιπηδῶσι τοῖς ἐναντίοις. οὗ μὴ συνιέντες οἱ Ἰταλοὶ παρὰ τῶν Σκυθῶν καταστρατηγοῦνται, ὡς καὶ αὐτὸν τὸν βασιλέα Βαλδουῖνον ὑπ᾽ αὐτῶν ἁλῶναι καὶ δέσμιον ἀπαχθῆναι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάν νην· οὗπερ ὥς φασι τὴν κεφαλὴν εἰς κύπελλον χρηματίσαι τῶι βαρβάρωι, κόσμωι πυκασθεῖσαν κύκλωθεν. οἱ μὲν οὖν Ἀδριανουπολῖται ἐκ τοῦ παραυτίκα τὸ γεγονὸς οὐκ ἐγνώ ρισαν· εἰ γὰρ ἤιδεσαν, λείαν ἂν ἐποίησαν τὰς Ἰταλικὰς σκηνάς. οἱ δ᾽ ἀπολειφθέντες Ἰταλοὶ φῶτα λαμπρὰ ταῖς σκηναῖς ἅψαντες καὶ μέσων νυκτῶν ἄραντες περὶ τὴν Κωνσταντίνου χωροῦσιν. πρωίας οὖν γνόντες τοῦτο οἱ τῆς Ἀδριανοῦ τὰ ἐλλελειμμένα ταῖς σκηναῖς ἄραντες ἦσαν. ὁ μὲν οὖν βασιλεὺς Βουλγάρων Ἰωάννης κατὰ τὰ ὑπεσχημένα τοῖς Ἀδριανουπολίταις ἐγκρατὴς γενέσθαι τῆς σφῶν πόλεως ὥρμησεν. οἱ δὲ ἀπηνήναντο τοῦτο. δυσανασχετήσας οὖν πολιορκῆσαι τούτους ἠθέλησεν, ἀλλ᾽ ἀφυεῖς παντελῶς εἰς πολιορκίαν οἱ Βούλγαροι· οὔτε γὰρ ἑλεπόλεις οἴδασι στῆσαι οὐθ᾽ ἕτερόν τι διανοήσασθαι. ἀπάρας γοῦν ἐκεῖθεν, ὡς τῶν Ἰταλῶν καταπορθηθέντων, πᾶσαν κατατρέχει Μακεδονίαν καὶ λείαν πολλὴν ἐλᾶι, αὐτάνδρους τὰς πόλεις ἑλὼν καὶ τέλος κατασκάψας, ὡς μήποτε Ῥωμαίους ἀνάκλησιν σχεῖν. κατέσκαψε γὰρ Φιλιππούπολιν, εἶτα Ἡράκλειαν Πά νιον Ῥαιδεστὸν Χαριούπολιν Τραϊανούπολιν Μάκρην Κλαυδιούπολιν Μοσυνούπολιν Περιθεώριον καὶ ἄλλας, ἃς ἀριθ μεῖν οὐ χρεών. τὸν δὲ λαὸν ἀπάρας ἐκεῖθεν περὶ τὰς παραρροίας τοῦ Ἴστρου καθίζει, ἐκ τῶν ἠνδραποδισμένων κωμῶν καὶ πόλεων ἐπιθεὶς τὰς κλήσεις ταῖς οἰκήσεσιν. ἀντάμυναν μὲν οὖν, ὡς ἔφασκον, ἐποιεῖτο τῶν ὧν εἰργάσατο πρὸς Βουλγάρους κακῶν ὁ βασιλεὺς Βασίλειος. καὶ καλεῖ σθαι μὲν ἔλεγον ἐκεῖνον Βουλγαροκτόνον, Ῥωμαιοκτόνον δὲ ὠνόμαζεν ἑαυτόν. μέχρι γοῦν καὶ αὐτῆς καταντήσας Θεσσα λονίκης ἐκεῖσε θνήσκει πλευρίτιδι νόσωι κατασχεθείς, ὡς δέ τινες ἔλεγον, ὅτι ἐκ θεομηνίας αὐτῶι ὁ θάνατος γέγονεν. ἔδοξε γὰρ αὐτῶι καθ᾽ ὕπνους ἔνοπλον ἄνδρα ἐπιστῆναι αὐτῶι καὶ δόρατι πλῆξαί οἱ τὴν πλευράν· ὡς καὶ ὄνομα τεθῆναι τούτωι ἐκ κυνός· Σκυλοϊωάννης γὰρ ἐπεκλήθη τοῖς πᾶσι. τὸ γὰρ τῶν Σκυθῶν γένος ἰδιοποιησάμενος καὶ κοι νωνήσας αὐτοῖς κοινωνίαν, καὶ τρόπου μετασχὼν θηριω δεστέρου, φόνοις ἐνετρύφα Ῥωμαίων. ὡς γοῦν οὑτωσὶ ἐτεθνήκει, ὁ τῆς ἀδελφῆς αὐτοῦ παῖς Βορίλας τοὔνομα, τὴν Σκυτίδα θείαν γαμετὴν εἰληφὼς τῆς ἀρχῆς τῶν Βουλγάρων γέγονεν ἐγκρατής, τὸν δὲ τοῦ Ἀσὰν παῖδα τὸν Ἰωάννην ἀφήλικα ἔτι ὄντα κρύφα τις λαβὼν περὶ τοὺς Σκύθας κεχώρηκεν.14 Ὁ Μιχαὴλ δέ, ὃν τῆς Ἠπείρου κατάρξαι εἰρήκαμεν, τρεῖς κασιγνήτους ἐκέκτητο, Κωνσταντῖνον Θεόδωρον καὶ Μανουήλ· ὧν ὁ μὲν Θεόδωρος τῶι βασιλεῖ Ῥωμαίων συνῆν Θεοδώρωι τῶι Λάσκαρι. καὶ παρακαλεῖ τὸν βασιλέα Θεόδωρον ὁ Μιχαήλ, ἵνα τοῦτον πρὸς αὐτὸν ἐκπέμψηι, διὰ τὸ μὴ ἔχειν ἔτι παῖδα ἔνηβον ἀλλ᾽ οὐδὲ γνήσιον - ὁ γὰρ αὐτῶι γεν νηθεὶς Μιχαὴλ ἐκ παλλακῆς ἐκείνωι γεγέννητο - καὶ τοῦ θανάτου δεδιέναι τὸ ἄωρον. καὶ πέμπει τοῦτον τῶι ἀδελφῶι, ὅρκοις πρῶτον ἐμπεδωσάμενος πίστιν δουλείας εἰς τοῦτον φυλάττειν καὶ εἰς τοὺς μετ᾽ αὐτοῦ. ὃς καὶ ἀφικόμενος συνῆν τῶι ἀδελφῶι Μιχαήλ. μετ᾽ οὐ πολὺ δὲ φονεύεται παρά του τῶν ὑπηρετῶν ὁ Μιχαήλ· Ῥωμαῖος δὲ ἦν τῶι φο νευτῆι τοὔνομα. ἐπιλαμβάνεται γοῦν τῆς ἐξουσίας ἐκείνου ὁ ἀδελφὸς Θεόδωρος ἔχων καὶ τοὺς ἀδελφοὺς Κωνσταντῖνον καὶ Μανουήλ. καὶ ηὔξησε τὴν αὐτοῦ ἀρχήν. προσεκτή σατο γὰρ οὐκ ὀλίγην χώραν ἔκ τε Ἰταλῶν καὶ Βουλγάρων, καὶ τὴν Θεσσαλίαν ὑφ᾽ ἑαυτὸν ἐποιήσατο, Ἀχρίδαν τε καὶ Πρίλαπον, Ἄλβανόν τε καὶ αὐτὸ τὸ ∆υρράχιον· ἔνθα καὶ Πέτρον μετὰ μεγίστης στρατιᾶς ἐξ Ἰταλίας ὁρμώμενον καὶ πρὸς τὴν Κωνσταντίνου διοδεύοντα, ἀνηγορευμένον πρὸς τοῦ πάπα βασιλέα, καὶ προχειρωσάμενον τὸ ∆υρράχιον [ἐκ τοῦ Λατίνων μέρους Βαλδουίνου, καὶ τοῦ μετ᾽ αὐτὸν Ἐρρῆ] γενναίως κατετροπώσατο. γαμβρὸς δὲ ἦν ὁ Πέτρος Βαλ δουίνου ἐπ᾽ ἀδελφῆι Ἰολένται, ἐξ ἧς παῖδες αὐτῶι Φίλιππος Ῥομπέρτος καὶ Βαλδουῖνος. ὧν ὁ μὲν Ῥομπέρτος καὶ ὁ Βαλδουῖνος τῆς Κωνσταντίνου βεβασιλεύκασι, τοῦ πρώτου αὐτῶν ἀδελφοῦ τοῦ Φιλίππου τῶι ἀδελφῶι Ῥομπέρτωι τῆς βασιλείας παραχωρήσαντος. ὑπῆρχον σφίσι καὶ ἀδελφαί, ὧν μία Μαρία, ἧι συνεζύγη ὁ βασιλεὺς Θεόδωρος. ὁ δὲ τῆς Ἠπείρου Θεόδωρος, τὸ οἰκεῖον παραλαβὼν στράτευμα, ἀντιτάττεται τῶι Πέτρωι μικρὸν ὑπερπηδήσαντι τὸ ∆υρράχιον καὶ ἐν ταῖς τοῦ Ἀλβανοῦ δυσχωρίαις γεγενημένωι. νικῶσι γοῦν οἱ τοῦ Κομνηνοῦ Θεοδώρου τὸ τῶν Λατίνων στρά τευμα, ὡς πάντας ἄρδην δεσμώτας ποιῆσαι σὺν πᾶσι σκεύεσι, καὶ αὐτὸν δὲ τὸν βασιλέα Πέτρον ἔργον μαχαί ρας γενέσθαι. τοῦτο δὴ τότε μέγα Ῥωμαίοις ἐγεγόνει βοήθημα.15 Ὁ δὲ βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις ἐκ τῆς αὐτοῦ γαμετῆς Ἄννης τρεῖς ἐποιήσατο θυγατέρας, Εἰρήνην Μαρίαν καὶ Εὐδοκίαν. τὴν γοῦν Μαρίαν δευτέραν τῆι ῥηγὶ Οὐγ γρίας διερχομένωι τὴν αὐτοῦ χώραν ἐξ Ἱεροσολύμων εἰς κῆδος ἐπὶ τῶι υἱῶι παραδίδωσι, τὴν δὲ πρώτην συζεύγνυσι τῶι Παλαιολόγωι Ἀνδρονίκωι, ὃν καὶ δεσπότην τετίμηκε. μετ᾽ οὐ πολὺ δὲ ὁ δεσπότης Παλαιολόγος θνήσκει, ὡς μέν τινες ἔφασκον ἐξ ἐρωτικῶν διαθέσεων, καὶ προσλαμβάνεται ὁ βασιλεὺς εἰς γαμβρὸν Ἰωάννην τὸν ∆ούκαν, οὗ Βατάτζης τοὐπίκλην, ἐκ ∆ιδυμοτοίχου δὲ πρωτοβεστιάριον ὄντα. ἡ μὲν οὖν βασιλὶς Ἄννα προτετελευτήκει. ἤγετο δὲ ἐξ Ἀρμενίων γυναῖκα ὁ βασιλεύς· δυσαρεστήσας δὲ πρὸς αὐτὴν ἐπὶ τὴν οἰκείαν πατρίδα ἐκπέμπει, ἐπιφέρει δ᾽ αὐτῶι γαμε τὴν τὴν τοῦ βασιλέως Ἰταλῶν Ῥομπέρτου ἀδελφήν. καὶ τὸν θεῖον γὰρ Ἐρρῆν ὁ Ῥομπέρτος διεδέξατο πολλὰ Ῥωμαίους ἡττήσαντα, μάλιστα ἐξ ὅτου τὸν σουλτὰν πεφόνευκεν ὁ βασιλεὺς Θεόδωρος. τότε γὰρ τὸ ἐκ Φράγγων παρὸν αὐτῶι ἀπολώλεκε στράτευμα, διὸ καὶ τὴν τοῦ βασιλέως νίκην ἀκηκοὼς ὁ Ἐρρῆς "νενίκηται" ἔφη "ὁ Λάσκαρις, οὐ νενί κηκε." καὶ μέχρι καὶ αὐτοῦ Νυμφαίου τὰς σκηνὰς ὁ Ἐρρῆς ἐπήξατο, ἐκεῖθέν τε ὑποστρέψας εἰς ξυμβάσεις ἦλθε μετὰ τοῦ βασιλέως Θεοδώρου. καὶ συνεφωνήθη τὰ μὲν τοῦ Κιμινᾶ πάντα - οὕτω γὰρ τὸ ὄρος καλεῖται τὸ ἐγγὺς τῆς Ἀχυράους τυγχάνον - μετὰ καὶ αὐτῆς τῆς Ἀχυράους παρὰ τοῦ τῶν Φράγγων γένους δεσπόζεσθαι, τὸν δὲ Κάλαμον - κῶμος δέ ἐστιν ὁ Κάλαμος, ἐξ οὗ τὸ τῶν Νεοκάστρων ἄρχεται θέμα - μένειν ἄοικον, τὰ δ᾽ ἐντεῦθεν, [τάδε] Νεόκαστρα Κελβιανὸν Χλιαρά τε καὶ Πέργαμος καὶ τὰ πλαγίως ἐγκείμενα Μαλδία τε καὶ Ὀψίκια παρὰ τοῦ βασιλέως Θεοδώρου δεσπόζεσθαι. ὑπῆρχε δὲ τούτωι καὶ ἄλλη χώρα, ἡ ἀπὸ τοῦ Λοπαδίου ἀρχομένη καὶ Προῦσαν περιλαμβάνουσα καὶ Νίκαιαν.16 Ὁ δ᾽ εἰρημένος Ἐρρῆς εἰ καὶ Φράγγος τὸ γένος ἦν, ἀλλ᾽ οὖν τοῖς Ῥωμαίοις καὶ ἰθαγενέσι τοῖς Κωνσταντίνου ἱλαρώτερον προσεφέρετο. καὶ πολλοὺς εἶχε τοὺς μὲν τοῖς μείζοσιν αὐτοῦ συντεταγμένους, τοὺς δὲ τοῖς στρατιώταις, τὸ δὲ κοινὸν ὡς οἰκεῖον περιεῖπε λαόν. καὶ γὰρ περιγενό μενος τῶν λοιπῶν ἄστεων, Λεντιανῶν καὶ Ποιμανηνοῦ, καὶ ἄνδρας τὸν Ἄρην πνέοντας καὶ ψυχῆς γενναίας ἔργα ἐν δειξαμένους ὡς ἕρμαιόν τι ἐδέξατο ἐφευρών. ἐν γὰρ τῶι τῶν Λεντιανῶν ἄστει οὐ μόνον σπάνις ὕδατος τοὺς φυλάσ σοντας ἐξέκαυσεν, οὐδ᾽ ὅτι ὁ λιμὸς καὶ σκύτη αὐτοὺς φα γεῖν κατηνάγκασεν ἀπ᾽ ἀσπίδος καὶ ἐφεστρίδων αὐτῶν, ἀλλὰ καὶ τεῖχος οὐ μακροδιάστατον ταῖς ἑλεπόλεσι καταπεσὸν μετὰ μεγίστης πυρκαϊᾶς τεσσαράκοντα ἡμέρας ἐφύλαττον τοῦτο ἀμοιβαδὸν τῆι πυρκαϊᾶι προσεπισωρεύοντες ξύλα. κρα τηθέντος γοῦν τοῦ ἄστεος οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ μόνον ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ εἰς ἡγεμόνα τοῦ στρατεύματος τεταγμένος ∆ερμοκαΐτης, καὶ ὁ Παλαιολόγος Ἀνδρόνικος, ὅν, ὡς ἔφην, καὶ εἰς τὴν θυγατέρα αὐτοῦ ὁ βασιλεὺς προσελάβετο γαμβρόν. πάντας δὲ τοὺς ἄλλους ὁ Ἐρρῆς συλλεξάμενος καὶ κατ᾽ ἴλας συντάξας καὶ ὁμογενεῖς αὐτοῖς παραδοὺς ἡγεμόνας, ὑπερέχειν δὲ πάντων τὸν Θεο φιλόπουλον Γεώργιον παρακελεύσας, τὴν τῶν ἀνατολικῶν μερῶν αὐτοῖς φυλακὴν ἐνεπίστευσε.17 Τοῦ δὲ Ἐρρῆ τῆς Κωνσταντίνου κατάρχοντος, ἀπε στάλη πρὸς τὴν Κωνσταντίνου ἀρχιερεύς, ὃν καὶ λεγάτον αὐ τοί φασι, τοὔνομα Πελάγιος, ἅπαντα τὰ προνόμια τοῦ πάπα φέροντα. ἐρυθροβαφῆ καὶ γὰρ ὑπεδέδετο πέδιλα, ἐκ τῆς αὐτῆς δὲ χροιᾶς καὶ τὰ ἐνδύματα εἶχε, καὶ ἡ ἐφεστρὶς τοῦ ἵππου καὶ τὰ χαλινὰ τῶι τοιούτωι ἐβάπτοντο χρώματι. ἤθους δὲ τυχὼν ἀγριωτέρου καὶ ἀλαζονείαι χρώμενος πολλὰ δεινὰ τοῖς Κωνσταντινουπολίταις παρέσχεν. καὶ ἡ σκῆψις ὡς εὔλογος· ἠνάγκαζε γὰρ τοὺς πάντας τῆι τῆς πρεσβυτέρας Ῥώμης ὑποκύψαι ὑποταγῆι. ἐντεῦθεν καθείργνυντο μοναχοί, ἱερεῖς ἐδεσμοῦντο, καὶ ναὸς ἅπας ἐκέκλειστο. καὶ ἦν ἐν αὐτῶι δυοῖν θάτερον, ἢ ὁμολογῆσαι τὸν πάπαν πρῶτον ἀρχιερέα, καὶ τούτου τὴν μνήμην ἐν ἱεροτελεστίαις ἐκφω νεῖν, ἢ θάνατον εἶναι τῶι μὴ διαπραξαμένωι τὸ ἐπιτίμιον. τοῦτο εἰς βαρυθυμίαν ἦγε τοὺς οἰκήτορας τῆς Κωνσταντίνου, καὶ μάλιστα τῶν ἄλλων τοὺς προύχοντας. οἳ καὶ πρὸς τὸν βασιλεύοντα Ἐρρῆν ἀφιγμένοι "ἡμεῖς μέν," ἔφασαν, "ἄλλου γεγονότες γένους καὶ ἄλλον ἀρχιερέα ἔχοντες ἑαυτοὺς τῶι κράτει σου ὑπετάξαμεν, ὥστε σωματικῶς κατάρχειν ἡμῶν, οὐ μήν γε ψυχικῶς ἢ πνευματικῶς· σοῦ μὲν γὰρ ἐν πολέμωι ὑπερμαχεῖσθαι τῶν ἀναγκαίων, τῶν δ᾽ ἡμετέρων ἐκστῆναι σεβασμάτων καὶ θρησκευμάτων τῶν ἀδυνάτων πάντηι καθέ στηκεν. ἢ γοῦν λῦσον ἡμῖν τὰ ἐπελθόντα δεινά, ἢ ἄφες ὡς ἐλευθέρους ἐν τοῖς ἰθαγενέσιν ἀφῖχθαι." ταῦτ᾽ εἶπον, κἀκεῖνος μὴ βουλόμενος ἐν στερήσει γενέσθαι τοσούτων καλῶν κἀγαθῶν ἀνθρώπων, καὶ ἄκοντος τοῦ εἰρημένου λεγάτου τούς τε ναοὺς ἀνέωιξε καὶ τοὺς ὅσοι ταῖς εἱρκταῖς ἦσαν κατισχημένοι μοναχούς τε καὶ ἱερεῖς ἀπολέλυκε. πολ λοὶ δὲ τῶν μοναχῶν προεξιόντες τῆς Κωνσταντίνου τῶι βασιλεῖ Θεοδώρωι προσήιεσαν, καὶ αὐτοῖς προστάξει τούτου μοναὶ ἐπεδίδοντο. καὶ πρεσβύτεροι δὲ πρὸς τὴν Νίκαιαν ἀπιόντες οἱ μὲν τῶι πατριαρχικῶι κλήρωι συγκατελέγησαν, οἱ δὲ θείοις ναοῖς ἐνασμενίσαντες ἐλευθέρως ἐβίωσαν.18 Τοῦ Ἐρρῆ δὲ τελευτήσαντος ὁ ἀδελφὸς αὐτοῦ Ῥομπέρ τος μαλακώτερον ἐχρᾶτο τοῖς πράγμασι. τούτου τὴν ἀδελφὴν εἰς γαμετὴν εἰλήφει ὁ βασιλεύς. οὐ πολλοὶ παρῆλθον ἐνιαυ τοί, καὶ ἐπεὶ ὁ τῆς Κωνσταντίνου βασιλεὺς Ῥομπέρτος οὐκ ἔφθασε συζυγῆναι γυναικί, παράνομόν τι πρᾶγμα βεβούλη ται ὁ βασιλεὺς διαπράξασθαι· ἐπὶ γὰρ τῆι θυγατρὶ αὐτοῦ Εὐδοκίαι προλαβέσθαι τουτονὶ γαμβρὸν ἡιρετίσατο. ἔνθεν τοι καὶ ἔρις ἐκ τοῦ τότε πατριαρχοῦντος Μανουὴλ τῶι βασιλεῖ ξυμβεβήκει μηδ᾽ ὅλως τῆι τοιαύτηι ἀθεσμογαμίαι συγκα τανεύσαντος. ἀλλ᾽ οὐκ ἔφθασεν ὁ βασιλεὺς τέρματι δοῦναι τὸ βούλημα· μήπω γὰρ στείλας ταύτην εἰς Κωνσταντίνου, ὡς ηὐτρέπισε, καταλύει τὸν βίον, τὴν βασιλείαν καταλιπὼν τῶι γαμβρῶι αὐτοῦ Ἰωάννηι τῶι ∆ούκαι· οὐ γὰρ εἶχεν ἄρρενα παῖδα εἰς ἥβην ἐλθόντα. ὃν γὰρ ἐκ τῆς βασιλίδος Ἄννης ἔσχηκεν ἄρρενα παῖδα τεθνάναι προύφθασεν, ἐκ δὲ τῆς ἐξ Ἀρμενίων ὡρμημένης ἓν παιδίον ἄρρεν πεποίηκεν, ὅπερ ὀκταετὲς ἦν, ἡνίκα ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ ἐτεθνήκει. διὰ τὸ γοῦν ἀμοιρεῖν αὐτὸν ἄρρενος ἐνήβου γονῆς ὁ ἐπὶ τῆι θυγατρὶ γαμβρὸς αὐτοῦ τῆς βασιλείας κληρονομεῖ. ἦν δὲ ὁ Λάσκαρις μηʹ ἐτῶν καὶ πρός, ἐλάττων δὲ τῶν νʹ, βα σιλεύσας ἐκ τούτων ἔτη ιηʹ, τὸ μὲν σῶμα μικρός, οὐκ ἄγαν δέ, μελάγχρους, ἐφ᾽ ἱκανὸν καθειμένον ἔχων τὸ γένειον καὶ περὶ τὸ ἄκρον σχιζόμενον, ἐπ᾽ ὀλίγον ἑτερόφθαλμος, περὶ τὰς μάχας ὀξύς, θυμοῦ τε καὶ ἀφροδισίων ἡττώμενος, ἐλευ θεριώτερος ἐν ταῖς δωρεαῖς· οἷς γὰρ ἂν βούλοιτο, πολὺ τὸ χρυσίον ἐδίδοτο. τεταλαιπώρηκε δὲ πάμπαν ἐν ταῖς μάχαις ταῖς πρὸς Ἰταλοὺς καὶ τοὺς Πέρσας. ἀρχὴ γοῦν οὗτος ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, ὧι καὶ πολλὴν χάριν ὤφλειν τοῖς Ῥωμαίοις δέον καθέστηκε. κατετέθη δὲ ὁ νε κρὸς αὐτοῦ ἐν τῆι τοῦ Ὑακίνθου μονῆι, ἔνθα καὶ ὁ βασι λεὺς Ἀλέξιος τέθαπται καὶ ἡ βασιλὶς Ἄννα, ἡ τούτου σύζυγος.19 Εἶτα ἐπιλαμβάνεται τῶν Ῥωμαϊκῶν σκήπτρων Ἰωάννης ∆ούκας δὲ Βατάτζης, γαμβρὸς αὐτοῦ, στεφθεὶς παρὰ τοῦ πατριάρχου Μανουήλ, ὃς τὸν Μάξιμον διεδέξατο. μετὰ γὰρ τὴν τελευτὴν τοῦ πατριάρχου Μιχαὴλ ὁ Εἰρηνικὸς Θεόδωρος τῶι πατριαρχικῶι ἐνίδρυται θρόνωι, ὃς καὶ Κωπᾶς ἐκαλεῖτο. τούτου δὲ μετ᾽ ἐνιαυτοὺς ἓξ ἀπολιπόντος μοναχὸς Μάξιμος εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, θεραπεύων τὴν γυναικωνίτιδα. ἐπιβιοὺς δὲ μῆνας ἓξ τελευτᾶι, καὶ ὁ Μανουὴλ εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, φιλόσοφος, ὡς ἐδόκει, ὢν καὶ ὑπὸ τῶν πολλῶν κατονομαζόμενος.20 Ἐπὶ δὲ τὰ τῶν Βουλγάρων αὖθις ὁ λόγος χωρεῖ. ὁ πρῶτος βασιλεὺς τῶν Βουλγάρων Ἀσὰν δύο ἔσχεν υἱοὺς τὸν Ἰωάννην καὶ τὸν Ἀλέξανδρον. ὁ Ἰωάννης φυγαδείαιχρησάμενος περὶ τὰ Ῥώσων χωρεῖ, ἐκεῖσε τε χρόνον ἐφ᾽ ἱκανὸν διαμείνας καί τινας τῶν συγκλύδων Ῥώσων ἐν ἑαυτῶι περιαγαγὼν τὴν πατρικὴν ἀνακαλεῖται κληρονομίαν· καὶ πολεμεῖ τῶι Βορίλαι καὶ νικᾶι τοῦτον καὶ χώρας ἐγκρατὴς οὐκ ὀλίγης γίνεται. ὁ δὲ Βορίλας ἔνδον εἰσέρχεται τοῦ Τρινόβου καὶ ἐπὶ ἑπτὰ ἔτεσι τειχήρης ἔσω πολιορκεῖται. ἐπεὶ δὲ ἀπέκαμον οἱ συνόντες αὐτῶι τῶι Ἀσὰν Ἰωάννηι προσέρχονται. φεύγων δὲ ἁλίσκεται ὁ Βορίλας καὶ παρὰ τοῦ Ἰωάννου τυφλοῦται. καὶ οὕτως ἐγκρατὴς τῆς τῶν Βουλ γάρων ἁπάσης ὁ Ἰωάννης ἐγένετο.21 Ὁ δὲ Κομνηνὸς Θεόδωρος, ὃν πρὸ μικροῦ ὁ λόγος ἱστόρησε, μὴ θέλων μένειν ἐν τῆι οἰκείαι τάξει, ἀλλὰ τὰ τῆς βασιλείας σφετερισάμενος ἐπειδὴ τῆς Θεσσαλονίκης γέγονεν ἐγκρατής, πολλήν τε χώραν τῆς Ῥωμαΐδος ἐκ τῆς κεκρα τημένης παρὰ τῶν Ἰταλῶν ὑφ᾽ ἑαυτὸν ἐποιήσατο, ἔτι δὲ καὶ τῆς παρὰ τῶν Βουλγάρων κεχειρωμένης, πορφυρίδα τε ὑποδύεται καὶ ἐρυθρὰ ὑποβάλλεται πέδιλα, ἀντιστάντος αὐτῶι ἐπὶ τοῦτο στερρότατα τοῦ μητροπολίτου Θεσσαλονίκης Κων σταντίνου τοῦ Μεσοποταμίτου, ὃν καὶ πολλαῖς κακουχίαις καὶ ἐξορίαις διὰ ταῦτα ὑπέβαλε τὸν κανονικῶν ἐθῶν ἀντε χόμενον. ὁ δὲ Βουλγαρίας ἀρχιεπίσκοπος ∆ημήτριος τὸ βασιλικὸν περιδιδύσκει τοῦτον διάδημα, ὡς ἔφασκεν αὐτό νομος ὢν καὶ μηδενὶ εὐθύνας ὀφείλων δοῦναι, καὶ διὰ τοῦτο ἐξουσίαν ἔχειν βασιλέα στέφειν. ἀναγορευθεὶς οὖν ὁ Θεόδωρος βασιλικῶς ἐχρᾶτο τοῖς πράγμασι, δεσπότας τε προυβάλλετο καὶ σεβαστοκράτορας, μεγάλους δομεστίκους καὶ πρωτοβεστιαρίους καὶ τὴν λοιπὴν πᾶσιν τάξιν βασι λικήν. ἀφυῶς δὲ ἔχων περὶ τοὺς τῆς βασιλείας θεσμοὺς Βουλγαρικώτερον αὐτοῖς προσεφέρετο. οὗτος οὐ μικρῶς τῶι βασιλεῖ ἀντεφέρετο Ἰωάννηι. ὁ μὲν γὰρ ἠξίου αὐτὸν τῶν δευτερείων μετέχειν τῆς βασιλείας καὶ τῆς χώρας ἐγκρατῆ εἶναι, ὁ δὲ ἀντέβαινε στερεώτερον.22 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ἄρτι τῶν σκήπτρων ἐπειλημμένος καὶ ἐν στενῶι κομιδῆ οὖσαν τὴν τῶν Ῥωμαίων τεθεαμένος ἀρχήν, μάχην ποιεῖται μετὰ τῶν Ἰταλῶν. καὶ συνάγεται στράτευμα Λατινικὸν ἀξιόμαχον, οὗ καὶ πρου μάχοντο οἱ τοῦ βασιλέως Θεοδώρου αὐτάδελφοι, οἱ σεβαστο κράτορες Ἀλέξιός τε καὶ Ἰσαάκιος. οὗτοι γὰρ ἅμα τῶι τὸν ἀδελφὸν αὐτῶν βασιλέα θανεῖν τὴν θυγατέρα αὐτοῦ Εὐδο κίαν λαβόντες ἀποδρᾶναι πρὸς τὴν Κωνσταντινούπολιν ἐβουλεύσαντο. ἀλλὰ τοῦ μὲν σκοποῦ ἥμαρτον, ἐκεῖνοι δὲ δραπέται ὤιχοντο. τῆς μάχης οὖν συρραγείσης ἐν τοῖς μέρεσι τοῦ Ποιμανηνοῦ, ὅπου καὶ ὁ ναὸς τοῦ ἀρχιστρατή γου τῶν ἄνω δυνάμεων ἐγκαθίδρυται Μιχαήλ, νικᾶι κατὰ κράτος ὁ βασιλεύς. ὁ γὰρ βασιλεὺς δόρατος ἥψατο καὶ πολέμιον ἔβαλλε καὶ ἀνδρεῖον ἐν ἐκείνωι τῶι πολέμωι τὸ φρόνημα ἐνεδείξατο, οὐδὲ τοῖς πρὸ τοῦ ἀγνοούμενον. ἡ τοιαύτη νίκη εἰς μεγίστην αὔξησιν ἐγεγόνει τῆς τῶν Ῥω μαίων ἀρχῆς, τῶν Ἰταλῶν δὲ συστολὴν καὶ κατάπτωσιν. τοὺς μὲν γὰρ ζωγρίας τοὺς κρείττους αὐτῶν ἐν τῶι τοιούτωι πολέμωι ὁ βασιλεὺς κατέσχεν, ἀλλὰ δὴ καὶ τοὺς αὐταδέλ φους Λασκαρίους, οὓς ἀποτυφλοῖ ἐν αἰτίαις εὑρών. ἄλλοι δὲ ξίφους ἔργον ἐγένοντο· μέρος δὲ Ἰταλῶν τὸ Σερρῶν κάστρον πολιορκοῦν ὑπὸ τοῦ Κομνηνοῦ Θεοδώρου δεσπο ζόμενον, ὡς ἔγνω τὴν ἥτταν ταύτην, ἀπέδρα. ἐντεῦθεν τὰ τῶν Ἰταλῶν ἐστενοῦντο. ὁ δὲ βασιλεὺς Ἰωάννης τὰ ὑπὸ ἐκείνων κρατούμενα τῶν Ῥωμαίων ἐπολιόρκει φρούρια, καὶ ἥλισκε ταῦτα. ὃς χρονιωτέρας ἐποίει τὰς πολιορκίας· οὐ γὰρ ἔαρι ἢ θέρει τε καὶ μετοπώρωι, ἀλλ᾽ ἐν μέσωι χειμῶνος τὰς ἐφόδους ἐποιεῖτο, ἑλεπόλεις συνίστα καὶ τὰς ἐπάλξεις κατέβαλεν. ἀποκάμνοντες οἱ ἐντὸς τὰ μὲν προυδίδουν, ὅρ κοις τὴν ζωὴν ἐξωνούμενοι, ἐκ δὲ τῶν ἔπιπτον μάχηι καὶ καθείργνυντο. ἑάλω γοῦν Ποιμανηνὸν Λεντιανὰ Χαρίορος Βερβενίακον. ὁ γοῦν βασιλεὺς Ἰωάννης τριήρεις τε κατεσκεύασε καὶ περὶ τὸν Ἑλλήσποντον ταύτας ἔστησε, καὶ ἦν πολλὰ παρέχων Λατίνοις πράγματα, κατὰ δύσιν ὁρμώμενος καὶ λείαν τὰ ἐκείνων ποιούμενος, πορθῶν τε τὸ τῶν Μαδύτων ἄστυ καὶ τὴν Καλλιούπολιν καὶ τὰ παραιγιάλια πάντα τοῖς Ἰταλοῖς ὑπόφορα ὄντα.23 Ἐν τουτοισὶ δὲ ὄντος τοῦ βασιλέως Ἰωάννου καὶ ἀκρατῶς μαχομένου τοῖς Ἰταλοῖς κατά τε χέρσον καὶ θάλατ ταν, σκευωρεῖται τούτωι ἐπιβουλή. ὁ δὲ ταῦτα συστησάμε νος πρωτεξάδελφος τοῦ βασιλέως ὁ Νεστόγγος Ἀνδρόνικος, ἔχων συνεργὸν εἰς τοῦτο τὸν ἀδελφὸν Ἰσαάκιον καὶ ἑτέρους τῶν ἐπιφανῶν οὐκ ὀλίγους. ἐγένετο δὲ ἡ ἐπιβουλὴ πολυή μερος. ἐν τῆι Λαμψάκωι δὲ διάγων ὁ βασιλεὺς μανθάνει τοῦτο. πυρὶ γοῦν τὰς τριήρεις καταναλώσας, ἵνα μὴ τοῖς Ἰταλοῖς ὑπὸ χεῖρα γένοιντο, καὶ προυργιαίτερον τὸν ἔσωθεν πόλεμον κρίνας τοῦ ἔξωθεν, ἀπάρας ἐκεῖθεν περὶ τὴν Ἀχυ ράους ἀφίκετο, κἀκεῖσε τὴν ἐξέτασιν τῆς ἐπιβουλῆς ἐποιή σατο. καὶ ἦσαν οἱ συνωμόται πάντες ταῖς δίκαις ὑπεύ θυνοι. ἀλλ᾽ ὁ βασιλεὺς φιλανθρωπότερον τοῖς νόμοις ἐχρήσατο, καὶ τὸν μὲν Νεστόγγον Ἰσαάκιον τυφλώσει κατα δικάζει καὶ χειροκοπήσει, ὡσαύτως καὶ τὸν Μακρηνόν· ἐξελέλεγκτο γὰρ ὡς πολλάκις ἐφώρμησε κατὰ νώτου τυγχά νων τοῦ βασιλέως ἐφελκύσαι τὴν σπάθην καὶ καταρράξαι καιρίαν. καὶ ἄλλους δέ τινας μικραῖς ποιναῖς καθυπέβαλεν, τοὺς δὲ πλείους ἀφῆκεν, εἱρκταῖς μέχρι τινὸς περικλείσας. καὶ αὐτὸν δὴ τὸν πρωτουργὸν τῆς ἐπιβουλῆς καὶ τῆς βασι λείας ἐφιέμενον ἐν τῶι φρουρίωι τῆς Μαγνησίας συνέκλεισεν· ὃς καὶ ὕστερον ἀπέδρα περὶ Μουσουλμάνους καὶ ἦν ἐκεῖ μέχρι τῆς αὐτοῦ τελευτῆς. ἐντεῦθεν ὁ βασιλεὺς προσεκτικώ τερον ἐχρᾶτο τοῖς πράγμασι φύλακάς τε περὶ αὐτὸν ἔστησε καὶ φρουρούς. μάλιστα δὲ περὶ ταῦτα συνέτεινεν ἡ βασιλὶς Εἰρήνη, ἀρρενοπώτερον τὸ ἦθος ἔχουσα καὶ τοῖς πᾶσι βα σιλικώτερον ἐντυγχάνουσα.24 Εἰς συνθήκας δ᾽ ἐθελήσαντες οἱ Ἰταλοὶ ἐλθεῖν ἀπέλυσαν πρὸς τὸν βασιλέα καὶ τὸ τῶν Πηγῶν ἄστυ. καὶ οὕτω δὴ μετ᾽ αὐτῶν ὁ βασιλεὺς εἰρήνευσε, πάντων τῶν πρὸς νότον ὑποχωρη σάντων αὐτῶι Λατίνων, ἔτι δὲ κρατούντων τὰ πρὸς βορρᾶν, τὰ πλησίον τῆς Κωνσταντίνου καὶ τῆι Νικομήδους πόλει ἐγγίζοντα. Οἱ δὲ τῆς Ἀδριανουπόλεως οἰκήτορες πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλαντο, ὅπως ἀποστείληι πρὸς αὐτοὺς στρά τευμα καὶ τῆς Ἰταλῶν ἐλευθερώσηι χειρός. ὁ δὲ τὸν πρω τοβεστιάριον Ἰσῆν, στράτευμα δοὺς αὐτῶι, ἐξαπέστειλε· συνῆν δὲ αὐτῶι καὶ ὁ Καμύτζης Ἰωάννης. οἳ καὶ διαπε ράσαντες τὸν Ἑλλήσποντον καὶ διὰ τῆς Μακεδονίας διελ θόντες εἰς Ἀδριανοῦ ἀφίκοντο. ἐντὸς δὲ γενόμενοι τῆς πόλεως διῆγον ἐκεῖσε. ἐλπὶς δὲ ἦν τῶι βασιλεῖ Ἰωάννηι διὰ ταῦτα καὶ τῶν πέριξ ἐγκρατῆ γενέσθαι. ἀλλ᾽ ὁ Κομνηνὸς Θεόδωρος, ὡς φθάσας ὁ λόγος ἐδήλωσε, τῶν ἐγγὺς πάντων γενόμενος ἐγκρατής, ἄνευ μέντοι τοῦ τῆς Ῥοδόπης ὄρους, ὅπερ καὶ Ἀχριδὸς ὠνόμασται, καὶ τῶν ἐν τούτωι ἄστεων καὶ τοῦ Μελενίκου - τούτων γὰρ ἦρχεν ὁ Σθλάβος, προσ γενὴς ὢν τοῦ βασιλέως Ἀσὰν καὶ δεσπότης τετιμημένος ὑπὸ τοῦ βασιλέως Κωνσταντινουπόλεως Ἐρρῆ, οὗ καὶ τὴν ἐκ παλλακῆς θυγατέρα ἠγάγετο εἰς γυναῖκα. οὗτος ὁ Σθλάβος φρούριον τὸν Μελενίκον εὑρὼν ὀχυρὸν αὐτοκρατὴς ἦν, μη δενὶ τῶν πέριξ ἀρχόντων ὑποπεσών. ἐνίοτε μὲν γὰρ Ἰτα λοῖς συνεμάχει, ἐνίοτε Βουλγάροις, ἐνίοτε δὲ καὶ τῶι Κομνηνῶι Θεοδώρωι. τούτωι συνεζύγη μετὰ θάνατον τῆς αὐτοῦ γαμε τῆς ἡ τοῦ Πετραλίφα θυγάτηρ, τοῦ γυναικαδέλφου τοῦ Κομνηνοῦ Θεοδώρου. ἐπεὶ γοῦν Μοσυνόπολις καὶ Ξάνθεια καὶ ἡ Γρατζιανοὺς αὐτὴ ὑπὸ τοῦτον ἐτέλει, τὸ τῆς Σταγεί ρας ὑπερβὰς ὄρος, ὃ δὴ Μάκρην ὀνομάζουσιν οἱ πολλοί, τὰ ἐκεῖθεν τοῦ Ἕβρου κατέδραμεν, ἄνετα εὑρὼν πάντα, περὶ τὸ ∆ιδυμότοιχον γεγονὼς ἐν οὐ πολλῶι χρόνωι βασιλεὺς ἐπεφημίζετο τούτων. ἀφικόμενος δὲ καὶ περὶ τὴν Ἀδριανοῦ καὶ εὑρὼν τὸ στράτευμα τοῦ βασιλέως Ἰωάννου καὶ ἀπατηλοῖς λόγοις τοὺς οἰκήτορας ὑπελθών, ὡς πλουτίσειε τούτους ἄκρως καὶ τῶν ἄλλων Ῥωμαίων ὑπερυψώσειε, πείθει τὸ μὲν τοῦ βασιλέως ἐξαγαγεῖν στράτευμα, αὐτὸν δὲ εἰσαγαγεῖν. εἰσάγεται οὖν ἐπὶ ὅρκοις τοῦ μή τινα τούτων παθεῖν τι δεινόν. ἐξελθόντες οὖν ὁ μὲν πρωτοστράτωρ οὐδὲ ὅλως τὸν Κομνηνὸν Θεόδωρον τεθέαται - τοῦτο γὰρ δὴ αὐτοῖς συμπεφώνηται - ὁ δὲ Καμύτζης συντυχὼν αὐτῶι οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ὡς βασιλέα προσεκύνησεν· εἰς ὃ βαρυθυμήσας ὁ Κομνηνὸς μικροῦ ἂν καὶ πληγὰς ἐπέθετο τούτωι. διὸ ἐτιμήθη παρὰ τοῦ βασιλέως μέγας ἑταιρειάρχης ὁ Καμύτζης. ὁ οὖν Κομνηνὸς καὶ τῆς Ἀδρια νοῦ ἐγκρατὴς γεγονὼς πολλὰ παρέσχε τοῖς Ἰταλοῖς πράγματα. κατέδραμε γὰρ πάντα τὰ ὑπ᾽ ἐκείνων κρατούμενα καὶ μέχρι καὶ αὐτῆς τῆς Βιζύης γενόμενος τὸ ἔξω κατέσχε τοῦ ἄστεος, καὶ μέχρι τῶν πυλῶν τῆς Κωνσταντίνου κατήντησε. τότε καὶ ὁ Ἀσὲλ δε Κάε, ὃς τῆι θυγατρὶ τοῦ βασιλέως Θεοδώρου τοῦ Λασκάρεως συνεζύγη, ὑπό τινος τῶν τοῦ Κομνηνοῦ Θεοδώρου δόρατι ἐπλήγη τὸν τράχηλον· καὶ τεθεράπευτο, καὶ ἦν τὸ ἀπὸ τοῦδε τραχυτέρα αὐτοῦ ἡ φωνή.25 Ὁ δὲ Κομνηνὸς Θεόδωρος εἰς σπονδὰς συνῆλθε τῶι τῶν Βουλγάρων βασιλεῖ Ἰωάννηι τῶι Ἀσάν, τὴν θυγατέρα αὐτοῦ Μαρίαν προσλαβόμενος ἐπὶ τῶι ἀδελφῶι τούτου Μα νουήλ. εἶτα διαλύσας ταῦτα κατὰ Βουλγάρων χωρεῖ. παρα μείψας οὖν τὴν Ἀδριανοῦ περὶ τὰ ἄνω τοῦ Ἕβρου τὴν πορείαν ἐποιεῖτο, ζητῶν μετὰ Βουλγάρων συρρῆξαι πόλεμον. καὶ ἐδόκει ὡς οἱ Βούλγαροι ὑποπτήξαντες οὐδὲ τὴν ὁρμὴν τῆς στρατιᾶς αὐτοῦ ὑποσταῖεν. ἀλλ᾽ ὁ Ἀσὰν ταῖς ἐπιορ κίαις τούτου τεθαρρηκὼς ὀλίγον συμμαχικὸν ἀπὸ Σκυθῶν εἰληφὼς ἐν τῆι σημαίαι τὸν ἔγγραφον ὅρκον τούτου ἀπαιω ρήσας - καὶ περί που τὸν παρέβριον τόπον, ὃν Κλοκοτινίτζαν ὀνομάζουσι, ξυμβάλλουσι τὰ στρατεύματα. καὶ νικᾶται ὁ Ἄγγελος νέος Θεόδωρος, ὃς συλλαμβάνεται, καὶ οὐκ ὀλίγοι τῶν συγγενῶν αὐτοῦ καὶ τῶν ἐν τέλει τε καὶ λογάδων, καὶ τὰ ἐκείνων πάντα λεία τοῖς Βουλγάροις ἐγένοντο. φιλαν θρωποτέρως δὲ ὁ Ἀσὰν διατεθεὶς τοὺς πλείους τῶν στρα τευμάτων ἐλευθεροῖ, τάχα μὲν καὶ τὸ φιλάνθρωπον ἐνδει κνύμενος, τάχα δὲ καὶ τὸ συμφέρον τούτωι πραγματευόμενος. ἐβούλετο γὰρ δεσπόσαι τῶν τοιούτων, οὗ καὶ τετύχηκεν. ἐπεὶ γὰρ κατ᾽ αὐτῶν ἐχώρει, πάντες ἀναιμωτὶ τούτωι ὑπέ πιπτον, καὶ γίνεται μὲν ὑπ᾽ αὐτὸν ἡ Ἁδριανοῦ, ἐκ τοῦ σχεδὸν δὲ καὶ τὸ ∆ιδυμότοιχον, εἶτα Βολερὸν ἅπαν, Σέρραι, Πελαγονία καὶ Πρίλαπος· καὶ τὰ πέριξ τούτων κατέδραμε, καὶ τῆς μεγάλης Βλαχίας ἀλλὰ καὶ τοῦ Ἐλβάνου κατακυ ριεύει, καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τὰς λείας ποιεῖ. ἐπεὶ δὲ πολὺ τοῦ βουλεύματος κατειργάσατο καὶ ὡς ἠγάπα τὰ κατ᾽ αὐτὸν διέθετο, εἰς τοὺς οἰκείους ἐπανέζευξε τόπους, τινὰ μὲν τῶν φρουρίων καταλελοιπὼς ὑπὸ Ῥωμαίων δεσπόζεσθαι, τὰ πλείω δ᾽ ὑφ᾽ ἑαυτὸν ποιησάμενος καὶ στρατιώτας ἐν τούτοις τάξας καὶ στρατηγούς. ἔδοξεν οὖν τοῖς πᾶσι τότε καὶ θαυμαστὸς καὶ μακάριος. οὐ γὰρ ἐχρᾶτο μαχαίραις οὐδ᾽ ἐχραίνετο φόνοις· ἔνθεν τοι καὶ παρὰ Ῥωμαίων ἐφιλεῖτο.26 Ἐφρουρεῖτο οὖν ὁ Ἄγγελος Θεόδωρος παρὰ τοῦ Ἀσὰνφιλοφρόνως, καὶ ἐπεὶ νεωτερίζεσθαι πεφώραται, ἐκτυφλοῖ αὐτὸν ὁ Ἀσάν. ὁ δὲ ἀδελφὸς τούτου Μανουὴλ ὁ Ἄγγελος, ὃν καὶ δεσπότην τετίμηκε, φυγῆι χρησάμενος περὶ τὴν Θεσσαλονίκην ἀπήιει, καὶ δεσπότης ὀνομαζόμενος ἐρυθροῖς γράμμασι τὰς αὐτοῦ γραφὰς ἐπεκύρου. πρὸς ὃν καὶ ἀπέ σκωψέ τις τῶν πρέσβεων παρὰ τοῦ βασιλέως Ἰωάννου ἀποσταλείς, ὡς "εἰς σὲ καὶ μᾶλλον τὸ εἰς Χριστὸν ψαλτωι δούμενον, σὲ τὸν βασιλέα καὶ δεσπότην." καὶ ἦν μὲν τὸ ἀπὸ τοῦδε ὁ Ἄγγελος Μανουὴλ τῶν ἐναπολειφθεισῶν πρὸς τὰ δυτικὰ μέρη χωρῶν καὶ πόλεων ἐγκρατής, μὴ παρὰ τῶν Βουλγάρων τὸ σύνολον ἐνοχλούμενος, ἐπεὶ τῆι ἐκ παλλακίδος τοῦ Ἀσὰν συνεκοιτάζετο θυγατρί.27 Ὁ δὲ Ῥομπέρτος ὁ τῆς Κωνσταντίνου βασιλεὺς τὸν Εὔριπον καταλαβὼν τετελεύτηκεν. ἐναπελείφθη δὲ ὁ ἀδελ φὸς αὐτοῦ Βαλδουῖνος ἔτι ἀφῆλιξ ὤν. στέλλει οὖν πρε σβείαν πρὸς Ἰωάννην τὸν ὀνομαζόμενον ῥῆγα τῶν Ἱεροσολύμων, ὡς ἂν ἀφίκοιτο καὶ βασιλεὺς Κωνσταντινουπόλεως φη μισθείη. ἐπιγαμβρεύσας ** δὲ τοῦτον αὐτῶι - εἶχε γὰρ καὶ θυγάτριον - καὶ ἵνα μετὰ τὴν τούτου ἀποβίωσιν βασιλεύσηι πάλιν αὐτός. ἦν γὰρ ὁ ῥὴξ οὗτος περί που τὰ ὀγδοήκοντα καὶ πρὸς ἔτη, καὶ ὑπερωμίας. καταλαμβάνει οὖν τὴν Κων σταντίνου ὁ ῥήξ. καὶ μὴ ἔχων λαὸν ἀξιόμαχον οὐκ εὐχερῶς εἶχεν ἐξιέναι, ἐπιγνοὺς τὸν βασιλέα Ἰωάννην στρατηγικώτα τον ὄντα, ἐμέμφετο δὲ τῆς ἐγχειρήσεως ἑαυτόν, καὶ κακῶς ἔφασκε νοεῖν τοὺς λέγοντας αὐτὸν τῶι βασιλεῖ ἀντιφέρεσθαι. δύο οὖν ἐνιαυτοὺς ἐντὸς αὐτῆς διήνυσε, καὶ τριήρεις οἰκο νομήσας καὶ στράτευμα κατὰ τὴν ἕω ἐχώρησε, καὶ περὶ τὸ τοῦ Λαμψάκου ἐλλιμενίζει νεώριον, προσεχῶς τῶι τότε τοῦ βασιλέως Ἰωάννου ἐκ τῆς κατὰ τοῦ καίσαρος Γαβαλᾶ μάχης ὑποστρέψαντος, ὃν διὰ νεωτερισμὸν ἐμαχέσατο.28 Ὁ μὲν οὖν βασιλεὺς περὶ τὰ τῆς Σταδείας μέρη τὰς σκηνώσεις ποιούμενος τῶι Παλαιολόγωι Ἀνδρονίκωι, ὃν μέγαν δομέστικον εἶχε, τὰ στρατεύματα παραδούς, καὶ περὶ τὴν νῆσον Ῥόδον τριήρεσι καὶ ναυσὶ στείλας, εἴ πως βριαρώτερον τὸν ἀποστάτην καταβλάψειε.29 Καὶ ἐπεὶ ταῦτα κατὰ σκοπὸν συνέβη τῶι βασιλεῖ, χωρεῖ αὐτὸς πρὸς τὴν Λάμψακον καὶ περὶ τὴν Σιγρηνὴν τὰς σκηνὰς πήγνυσι.30 Καταλαβὼν οὖν ὁ ῥὴξ τὴν Λάμψακον, περὶ τὴν Ὁλκὸν τὰς νῆας τούτου καθώρμισεν. ὁ δὲ βασιλεὺς Ἰωάννης ἐπεὶ μὴ εἶχε μεθ᾽ ἑαυτοῦ λαὸν ἀξιόμαχον, μεθόδοις στρατηγικαῖς μεθ᾽ ὧν εἶχεν ὀλίγων τὰς τῶν πολεμίων κινήσεις ἐκώλυεν. ἐξῆλθον οὖν οἱ Λατῖνοι καὶ ὁ ῥὴξ αὐτῶν Ἰωάννης καὶ ἐβάδισαν μὲν τόπους τινὰς παραιγιαλίους. οὐδὲ γὰρ ἠδύ ναντο μακρότερον τῶν νηῶν αὐτῶν ἀποστῆναι. ὁ γὰρ ἀντιστρατηγῶν αὐτοῖς βασιλεὺς ἐπηκολούθει. ὁ μὲν οὖν βασιλεὺς περὶ τὰς τῶν βουνῶν ὑπωρείας ἐποιεῖτο τὰς πο ρείας, περὶ δὲ τὰς ἠιόνας οἱ Ἰταλοί. ὀλίγον οὖν χρόνον διαβιβάσαντες ἐν τῆι τοῦ βασιλέως παραιγιαλίωι χώραι - οὔπω γὰρ παρέδραμον τέσσαρες μῆνες - καὶ ὀλίγον τόπον πατή σαντες - ἀπὸ γὰρ τῆς Λαμψάκου μέχρι καὶ τῶν Κεγχρεῶν ἀφίκοντο - μικρὸν ἢ μηδὲν λυμήναντες - προύφθασε γὰρ ὁ βασιλεὺς τὰ χρειώδη πάντα τοῖς ὑψηλοτέροις τόποις δια σώσασθαι - περὶ τὸ τῶν Πηγῶν ἐχώρησαν ἄστυ, ἓν μόνον φρούριον χειρωσάμενοι, ὃ Κεραμιδᾶς ὀνομάζεται, περί που τοὺς βουνοὺς διακείμενον τῆς Κυζίκου. εἶχον δὲ καὶ τὰς ναῦς αὐτῶν ἑτοίμους εἰς τὴν Κωνσταντίνου παλινοστῆσαι, καὶ ὤιχοντο ἂν αἰσχύνης καὶ ζημίας πεπληρωμένοι, εἰ μὴ τοῦ τῶν Πηγῶν ἄστεος περιεγένοντο τῆι κλοπῆι. ἀνὴρ γάρ τις δεινὸς ἀναρριχᾶσθαι πρὸς ἀκρονυχίαν πετρῶν ὁδὸν ἐφεῦρε, δι᾽ ἧς ὡπλισμένους Λατίνους εἰς τὴν ἀκρόπολιν νυκτὸς ἀνεβίβασεν. οἳ καὶ τοῖς φύλαξιν αἴφνης ἐπεισπε σόντες αὐτούς τε ἐφόνευσαν καὶ εἷλον τὸ ἄστυ. τοῦτο πρὸς βραχὺ μὲν εἰς δειλίαν Ῥωμαίους ἐνέβαλε. πλήρης γὰρ ἦν ἡ πόλις ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν. ἀλλ᾽ ἡ τοῦ βασιλέως στρατηγία τὴν δειλίαν ἀπετινάξατο.31 Οὗτος γὰρ οἷα δεινὸς ἐφευρεῖν μεθόδους ἐν περιστάσεσι σῶσαί τε τὸ οἰκεῖον καὶ ἀναχαιτίσαι τὸ ὑπε ναντίον, ὡς ἂν δι᾽ ἀμφοῖν τὰ οἰκεῖα κρατύνοιτο, εὑρίσκει τρόπον ἀποπληρωτικὸν τοῖν δυοῖν. ἐγεννήθη γὰρ αὐτῶι υἱὸς ἐκ τῆς βασιλίδος Εἰρήνης, ὧ καὶ κλῆσις τοῦ πάππου Θεοδώρου ἐπετέθειτο. ἑνδέκατον δέ οἱ τότε ἔτος ἠνύετο.32 Καὶ ὁ Ἀσὰν παρὰ τῆς ἐξ Οὔγγρων γαμηθείσης αὐτῶι θυγάτριον ἔσχεν, Ἑλένηι αὐτῆι τοὔνομα. στέλλει οὖν πρὸς τοῦτον ὁ βασιλεὺς ὑπὲρ μνηστείας τῶν παίδων, καὶ δέχεται ὁ Ἀσὰν τὴν πρεσβείαν.33 Ἐπεὶ δὲ αἱ σπονδαὶ γένοιντο, διαπεραιοῦται ἐκ Λαμ ψάκου μετὰ τῶν οἰκείων ὁ βασιλεὺς εἰς Καλλιούπολιν καὶ πολεμεῖ τῶι ἄστει ἑλεπόλεις στήσας, καὶ ἐν οὐ πολλῶι χρόνωι χειροῦται τοῦτο, τῆς τῶν Βενετίκων ἀνασώσας χειρός. κατα λαμβάνει τὴν Καλλιούπολιν καὶ ὁ Ἀσὰν σὺν τῆι οἰκείαι γαμετῆι καὶ τῆι θυγατρὶ καὶ συνέρχεται τῶι βασιλεῖ, καὶ τὰ εἰς φιλίαν ἀμφότεροι διαπράττονται. ὁ οὖν Ἀσὰν τὴν αὐ τοῦ γαμετὴν καὶ τὸ θυγάτριον λαβὼν διαπεραιοῦται εἰς Λάμψακον, ἔνθα ἦν ἡ βασιλὶς Εἰρήνη, καὶ πληροῦται τὰ τοῦ κήδους τῶν παίδων τοῦ πατριάρχου Γερμανοῦ τὰ τῆς ἱεροτελεστίας τελέσαντος. τότε καὶ ὁ Τρινόβου ἀρχιερεὺς ὑπὸ τὸν τῆς Κωνσταντίνου τελῶν αὐτονομίαι τετίμητο, βασιλικῶι καὶ συνοδικῶι τῶι θεσπίσματι. ἔπειτα ἡ μὲν βασιλὶς Εἰρήνη τὸν υἱὸν μετὰ τῆς νύμφης λαβοῦσα τοῖς ἑώιοις διηι τᾶτο χωρίοις, ἡ δὲ τοῦ Ἀσὰν σύζυγος ἐν τοῖς οἰκείοις ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ ὁ Ἀσὰν τὰς οἰκείας δυνάμεις διειληφότες, τὴν δυτικὴν κατέδραμον χώραν, ὁπόση ἦν Λατίνοις δουλεύουσα, καὶ Σκυθῶν ἐρημίαν, ὡς ἔπος εἰπεῖν, τὴν πᾶσαν εἰργάσαντο. σφίσι δὲ αὐτοῖς καὶ τὴν χώραν καὶ τὰ ἄστη διεμερίσαντο· καὶ Καλλιούπολις μέν, ἐπεὶ καὶ πρὸ τῆς συνελεύσεως τοῦ Ἀσὰν ἑάλω, ὑπὸ τὸν βασιλέα ἐγένετο, ὁμοίως καὶ Μάδυτα καὶ πᾶσα ἡ ὀνομαζο μένη Χερρόνησος· εἷλε δὲ ὁ βασιλεὺς καὶ τὸ τοῦ Κισσοῦ φρούριον, καὶ μέχρι τοῦ ποταμοῦ Μαρίτζας τὰ σύνορα ἔθετο· ἐκράτησε δὲ τοῦ ὄρους Γάνου καὶ ἐν αὐτῶι ἐδείματο πολίχνιον, ἔνθα καὶ τὸν Κοτέρτζην Νικόλαον φυλάττειν ἐξ έπεμψε καὶ πράγματα παρέχειν Λατίνοις τοῖς ἐν τῆι Τζου ρουλῶι· τοῦτο δὲ τὸ τῆς Τζουρουλῶ οὐ μετὰ πολὺν χρόνον ὑπὸ τῶν Ῥωμαϊκῶν ἑάλω δυνάμεων. ὁ δὲ Ἀσὰν τὰ ὑπεράνω τῶν εἰρημένων χώρων καὶ πρὸς βορρᾶν νεύοντα ὑφ᾽ ἑαυτὸν ἔσχε. μέχρι μὲν οὖν καὶ αὐτῶν τῶν τειχῶν τῆς Κωνσταντίνου καὶ ἀμφότεροι κατηντήκεσαν, τοῦ ῥηγὸς Ἰωάννου ἐπ᾽ αὐτῶν καθεζομένου καὶ καθορῶντος, καὶ πτοίαν πολλὴν τοῖς Λατίνοις ἐνέβαλον, καὶ ἐν στενῶι κο μιδῆ τὰ κατ᾽ αὐτοὺς ἔθεντο. ἐπεὶ δ᾽ ὁ χειμὼν ἤγγιζεν ἀλλήλοις συνταξάμενοι ὁ μὲν Ἀσὰν εἰς τὰ οἴκοι, ὁ δὲ βασι λεὺς εἰς ἕω διεπέρασεν.34 Ὁ δὲ ῥὴξ Ἰωάννης μικρὸν ἐπιβιώσας ἐξ ἀνθρώπων ἐγένετο, τῶι γαμβρῶι Βαλδουίνωι τὴν Κωνσταντίνου ὡς κλῆρον καταλιπών. ὁ δὲ Ἀσὰν μετάμελος ἐπὶ ταῖς συνθήκαις τοῦ βασιλέως φανεὶς τρόπον ἐζήτει, δι᾽ οὗ τὸ θυγάτριον τοῦ συζύγου ἀποσπάσει. τῶν γὰρ Ῥωμαίων ἐδεδίει πάνυ τὴν προκοπήν. σκέπτεται γοῦν αἰτίαν καὶ στέλλει πρὸς τὴν βασιλίδα, ὡς ἐπεὶ πλησιάσειε τῆι Ἀδριανοῦ, βούλεται αὐτὸς καὶ ἡ σύζυγος τὸ θυγάτριον ἰδεῖν καὶ πατρικῶς περιπτύ ξασθαι. οἱ οὖν βασιλεῖς καίτοι ἐπιγνόντες τὴν σκευωρίαν, ὅμως πέμπουσι πρὸς τὸν Ἀσὰν τὴν θυγατέρα, τοῦτ᾽ εἰρη κότες, ὡς εἰ τὴν θυγατέρα κατάσχοι, ἔσται θεὸς τιμωρός. καὶ ὁ Βούλγαρος λαβὼν τὴν θυγατέρα ὤιχετο, τοὺς ἑπομέ νους αὐτῆι πάντας ὀπισθορμήτους ποιήσας. καὶ τὸν Αἷμον διαβὰς ἐχώρει περὶ τὸν Τρίνοβον, κλαιούσης μὲν τῆς αὐ τοῦ θυγατέρος καὶ ὀλοφυρομένης· ὅτε φασὶ τὸν Ἀσὰν προσλαβόμενον αὐτὴν τύψαι κατὰ κόρρης καὶ ἐπαπειλῆσαι δεινῶς.35 Κατ᾽ ἐκεῖνο καιροῦ καὶ τὸ τῶν Σκυθῶν γένος, τῶν Ταρτάρων καταδραμόντων αὐτῶν, ὁπόσοι τὸ ξίφος ἐκείνων ἐξέφυγον, ἀσκοῖς τὸν Ἴστρον διαπεράσαντες καὶ τὸν Αἷμον ὑπερπηδήσαντες τέκνοις ἅμα καὶ γυναιξί, καὶ ἀκόντων Βουλγάρων - πολλαὶ γὰρ ὑπῆρχον χιλιοστύες - τοὺς τῆς Μακεδονίας χώρους κατέλαβον, οἱ μὲν περὶ τὸν Ἕβρον καὶ τὰ ἐκεῖσε πεδία τὰς νομὰς ποιούμενοι, οἱ δὲ περὶ τὴν Μαρίτζαν. ἐλήιζον γοῦν τὰ ἐν Μακεδονίαι ἅπαντα, καὶ πολιχνίων δὲ ὁπόσα ὑπῆρχον εὐχείρωτα, πολέμωι περιεγέ νοντο, καὶ ἐφονεύοντο μὲν πολλοί, ἐσκυλεύοντο δὲ πάντες, καὶ ἠιχμαλωτίζοντο καὶ ἀπεμπολοῦντο ἐν Ἀδριανουπόλει ∆ιδυμοτοίχωι Βιζύηι Καλλιουπόλει καὶ τοῖς μείζοσιν ἄστεσιν.36 Ἐπεὶ γοῦν οὕτω ταῦτα συνέβη, τὸ τῶν Λατίνων γένος πρῶτα μὲν τὸν Ἀσὰν ὑποποιοῦνται καὶ σπένδονται, ἔπειτα δὲ σὺν αὐτῶι καὶ τοὺς Σκύθας βαρβάρους, ἀλήτας τε καὶ ἐπήλυδας, μικροῖς τισι τοῖς χαρίσμασι, μείζοσι δ᾽ ὑποσχέ σεσιν εἰς ἑαυτοὺς ἕλκουσι καὶ συμπράκτορας τῶν ἔργων ποιοῦσι. καὶ δὴ συμμαχίαν τοσαύτην συνηθροικότες ὁμόσε κατὰ τοῦ βασιλέως χωροῦσιν. ἐπεὶ δὲ σφίσιν ἐκ τοῦ σχε δὸν τὸ τῆς Τζουρουλῶ ἄστυ ἐτύγχανε, κατ᾽ ἐκείνου τὴν μάχην ἱστῶσι, παρόντος καὶ τοῦ Ἀσὰν μετὰ τοσούτων χιλιο στύων τῶν Σκυθικῶν καὶ Βουλγαρικῶν καὶ τῶν Ἰταλικῶν μηχανημάτων. ἐφρούρει δὲ τὴν Τζουρουλὼ ὁ Ταρχανειώτης Νικηφόρος, ὁ ἐπὶ τῆς τραπέζης τότε καὶ ὕστερον μέγας δομέστικος· γαμβρὸς δὲ ἦν τοῦ μεγάλου δομεστίκου τοῦ Παλαιολόγου, ἀνὴρ στρατιώτης καλὸς καὶ πολλῆς ἀπολαύων τῆς παρὰ θεοῦ ἀντιλήψεως. ἐπεὶ δὲ τῶι ἄστει παρεκαθί σαντο, μηχανήματα μὲν καὶ ἑλεπόλεις ἐγεγόνεισαν πολλαί τε καὶ ἰσχυραί, ὡς μὴ μόνον τηλικοῦδε ἄστεος περιγενέσθαι ἰσχύουσαι, ἀλλὰ καὶ ὑψηλοτέρων τειχῶν καὶ εὐμεγεθεστέρων πόλεων. τότε τὸ γενναῖον φρόνημα καὶ τὴν στρατηγικὴν μεθοδείαν μετὰ τῶν σὺν αὐτῶι ὁ ἐπὶ τῆς τραπέζης λαμπρῶς ἐνεδείξατο· ἦν δὲ τὸ ὅλον τῆς τοῦ θεοῦ ἀντιλήψεως. ἀντε μηχανᾶτο γὰρ ἔνδον ὁ Ταρχανειώτης τοῖς ἔξωθεν μηχανή μασι, καὶ τῆι τοσαύτηι πληθύι τῆς στρατιᾶς. ἐν ἀμηχανίαι δὲ ἦν ὁ βασιλεὺς Ἰωάννης εἰδώς, ὡς εἰ τὸ ἄστυ τοῦτο ἁλώιη, φροῦδα πάντα τὰ ἐν τῆι δύσει τούτωι τυγχάνοντα. τέως οὖν ἠγάπα ἐν τούτωι μᾶλλον ἐπτοῆσθαι τοὺς πολεμίους, καὶ τὸ πολὺ τῆς ῥύμης σφίσιν ἐναποκόπτεσθαι. ἔμελε γὰρ αὐτῶι μᾶλλον τὰ ἐν τῆι ἕωι, ὧν ἐλευθέρων ὑπαρχόντων τῆς μάχης πλεῖον αὐτῶι τὰ τῆς εὐφροσύνης ὑπῆν. Πολιορκουμένου γοῦν τοῦ ἄστεος Τζουρουλοῦ ἐπήιει μνή νυμα τῶι Ἀσάν, ὡς ἡ σύζυγος αὐτοῦ ἡ ἐξ Οὔγγρων ἐξ ἀνθρώ πων ἐγένετο· τετελεύτηκε δὲ κατ᾽ αὐτὸ καὶ τὸ παιδίον αὐτοῦ καὶ ὁ Τρινόβου ἐπίσκοπος. θεομηνίαν τοίνυν ἡγησάμενος ταῦτα πυρὶ ἀφανίζει τὰς ἑλεπόλεις, καὶ ὡς εἶχε δρόμου περὶ τὸν Τρίνοβον ἵκετο. μόνοι γοῦν ἀπολελειμμένοι οἱ Ἰταλοί, ἐπεὶ μὴ ἀποχρώντως εἶχον εἰς τὴν τοῦ ἄστεος πολιόρκησιν, κἀικεῖνοι τὴν κατ᾽ αὐτῶν μάχην ἀπολελοιπότες ἐς τὴν Κωνσταντίνου ὤιχοντο. ἠλευθέρωτο γοῦν τὸ ἄστυ τῆς τῶν ἐναντίων πολιορκίας, καὶ συνηλευθέρωτο καὶ ὁ ἐπὶ τῆς τρα πέζης Ταρχανειώτης. ὁ μὲν οὖν Ἀσὰν εὐσεβῶς οἰηθείς, ὡς διὰ τὰς παραβάσεις τῶν ὅρκων οὕτω λελύπητο, μετά μελος ἐπὶ τούτοις γενόμενος, πρέσβεις ἐξαπεστάλκει πρὸς τὸν βασιλέα, ἑαυτόν τε ἐξουθενῶν καὶ τῆς κακίστης πράξεως τὴν ἧτταν ἀνακαλούμενος. οἱ οὖν βασιλεῖς πρὸς τὰ θει ότερα ἀπονεύοντες δέχονται τὴν πρεσβείαν καὶ τὴν νύμφην αὖθις ἀνακαλοῦνται· καὶ στέλλεται αὐτοῖς, καὶ εἰρήνη γίνε ται μέσον αὐτῶν.37 Ὁ δὲ Βαλδουίνος, ἀπειρηκὼς ἐν ταῖς πρὸς Ῥωμαίους μάχαις, πρὸς τὸν τῶν Φράγγων ἀποδεδημήκει ῥῆγα προσωι κειωμένον τούτωι καθ᾽ αἷμα· καὶ συμμαχίας ζητήσας ἔτυχε τοῦ σκοποῦ, καὶ ἐν οὐ πολλῶι χρόνωι ἑξήκοντα χιλιάδες ἠθροίσθησαν Φράγγων. ἐπεὶ δ᾽ οὐκ ἦν αὐτοῖς εὔδρομος διὰ νηῶν ἡ ὁδός, διὰ τῆς χέρσου τὴν πορείαν ποιοῦνται. καὶ δὴ τὰς ἄνω παραμείψαντες Γαλλίας καὶ διελθόντες τὴν Ἰταλίαν διὰ τῶν ὑπωρειῶν τῶν Ἄλπεων εἰς τὸ Ὀστρίκιονἀφίκοντο, καὶ τὴν Οὐγγρίαν παραγγείλαντες διαπερῶσι τὸν Ἴστρον καὶ τῆι Βουλγάρων προσέσχον, πᾶσι μὲν ὡς φίλοις καὶ συγγενέσι καθ᾽ ὁδὸν χρώμενοι, καὶ διὰ σφᾶς μὲν αὐ τούς, οὐχ ἧττον διὰ τὴν πρὸς ἡμᾶς ἔχθραν ἐφιλοφρονοῦντο παρὰ τῶν κατὰ τόπους κρατούντων. οἱ μὲν οὖν Βούλγαροι τὰς μετὰ Ῥωμαίων σπονδὰς παρεωρακότες ἄδειαν Φράγγοις δεδώκασι διελθεῖν. τὸ μὲν οὖν ἄστυ τῆς Τζουρολοῦ καὶ αὖθις ἑάλω, εἰς φυλακὴν δὲ ἦν τούτου ὁ Πετραλίφας Ἰωάννης, ὁ μέγας χαρτουλλάριος, ἀνὴρ ἀνδρεῖος. τὸ δὲ τῆς Λατινικῆς δυνάμεως περιὸν καὶ τὸ ἀπειροπληθὲς τῶν Σκυθῶν καὶ τὸ τῶν ἑλεπόλεων συχνόν τε καὶ καρτερὸν παραδοῦναι τοῦτον τὸ ἄστυ τοῖς Ἰταλοῖς πέπεικε· φασὶ δέ τινες, ὡς καὶ δι᾽ ὑποψίαν προδόσεως. οἱ μὲν οὖν Λατῖνοι τὴν Τζουρολὼ ἐχειρώσαντο, καὶ τοὺς ἐνταῦθα Ῥωμαίους συνάμα τῶι Πετραλίφα δεσμώτας ἤγαγον εἰς τὴν Κωνσταν τίνου καὶ πρὸς τοὺς οἰκείους αὐτοὺς ἀπεμπόλησαν. Τοῦ δὲ ἄστεος τῆς Τζουρολοῦ πολιορκουμένου παρ᾽ Ἰταλῶν, ὁ βασιλεὺς Ἰωάννης τριήρεις ἱκανὰς σκευασάμενος καὶ στρά τευμα οὐκ ὀλίγον μεθ᾽ ἑαυτοῦ προσλαβὼν κατὰ τῶν Ἰταλῶν ἐπεχείρει. ἀπὸ μὲν οὖν τῆς Νικομηδείας ἀπάρας καὶ παρα μείψας τὸν Χάρακα ἐπόρθησε τὴν ∆ακίβυζαν πρὸ καιροῦ καὶ κατέσχε ταύτην, προσέτι δὲ καὶ τὸ τοῦ Νικιάτου φρούριον, καὶ ὑφ᾽ ἑαυτὸν καὶ τοῦτο πεποίηκε. ἐδυστύχησε δὲ τῶι τότε ἐν ταῖς τριήρεσιν, ἀπειροπολέμων ὄντων τῶν ἐν αὐταῖς μαχομένων, καὶ τοῦ Ἰοφρὲ τοῦ Ἀρμενίου εἰς τάξιν ἡγεμόνος ἐν τούτοις τυγχάνοντος καὶ ὀκνηροτέρου τελοῦν τος περὶ τὰ μάχιμα. προϋπῆρχε δὲ τὴν τῶν τριήρεων στρα τηγίαν ὁ Κοντοφρὲ Μανουὴλ περιεζωσμένος, ἀνὴρ γενναῖος τὴν χεῖρα καὶ Ἄρην πνέων κατά τε θάλασσαν καὶ ξηράν. ἀλλὰ πρό τινων ἡμερῶν θρασυτέρας τὰς διαλέξεις περὶ τοῦ ναυτικοῦ πρὸς τὸν βασιλέα ποιησάμενος εἰρήκει, ὡς οὐκ ἀντωπήσαιεν ταῖς Ἰταλικαῖς αἱ ἡμέτεραι. καὶ παρεστάλη τῆς ἡγεμονίας, ὁ Ἰοφρὲ δὲ αὐτὴν διεδέξατο καὶ ἡττήθη. τριάκοντα γὰρ ἐξάρχων τριήρεων ὑπὸ τρισκαίδεκα νενίκηται καὶ τοσαύτας ἀπώλεσεν, ὁπόσαι ἦσαν τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ αὖθις μετὰ τοῦ Ἀσὰν εἰρήνην εἶχε καὶ τῆι συγγενείαι καὶ αὖθις συνεδέδεντο. ἀλλ᾽ ὁ Ἀσὰν ἔστιν ὅτε καὶ διὰ μικρὸν κέρδος παρεσπόνδει.38 Ἠγάγετο δὲ ὁ Ἀσὰν εἰς γυναῖκα τὴν θυγατέρα τοῦ Ἀγγέλου Θεοδώρου τὴν Εἰρήνην, μηδὲ τὸ τοῦ αὐταδέλφου τοῦ πατρὸς αὐτῆς κῆδος ὑπιδών, ὅτιπερ τῆι ἐκ παλλακίδος αὐτοῦ θυγατρὶ συνηυνάζετο. ἦσαν δὲ τῶι Ἀγγέλωι Θεοδώρωι παῖδες, Ἰωάννης καὶ ∆ημήτριος, καὶ θήλειαι, Ἄννα καὶ Εἰρήνη, μεθ᾽ ἧς ὁ Ἀσὰν παῖδας ἐγέννησε τρεῖς, Μιχαήλ, τὴν Θεοδώραν καὶ τὴν Μαρίαν. ἀπελύθη γοῦν τῶν δεσμῶν διὰ τοῦτο καὶ ὁ Ἄγγελος Θεόδωρος, καὶ συναινέσει τοῦ γαμβροῦ αὐτοῦ τοῦ Ἀσὰν ἐγκρατὴς γενέσθαι τῆς Θεσσαλονίκης καὶ πάσης ἧς πρότερον εἶχε χώρας ἠθέλησε. καὶ δή τινας ὀλίγους παρὰ τοῦ Ἀσὰν προσλαβόμενος, ἐπεὶ φανερῶς κινῆσαι μάχην κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μανουὴλ οὐκ ἠδύνατο, κρύφα μηχανᾶται τὴν εἰς Θεσσαλονίκην εἴσοδον, εὐτελῆ τινα ἀμφιασάμενος ῥάκια καὶ τὴν εἴσοδον ὑποκλέψας τῆς πόλεως. ἐπεὶ δὲ εἰσήιει καί τισιν ἐπεγνώσθη τοῖς οὓς ἐβούλετο, οὓς ὅτε ηὐτύχει ἐφίλει τε καὶ εὐηργέτει, μεθ᾽ ὧν καὶ τεθάρρηκε τὴν κατὰ τοῦ ἀδελφοῦ σκῆψιν, οὐ πολλοῦ δεη θεὶς τοῦ χρόνου ἐγκρατής τε αὖθις Θεσσαλονίκης ἐγένετο καὶ τῶν πέριξ πόλεων καὶ χωρῶν. βασιλεὺς δὲ ὀνομάζεσθαι οὐκ ἠθέλησε διὰ τὸ τῶν ὀφθαλμῶν πάθος, τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάννην βασιλέα ὠνόμασε καὶ ἐρυθροῖς πεδίλοις τοὺς πό δας ἐκείνου ὑπέδησε, καὶ τοῖς γράμμασιν ὑπογράφειν διώ ρισεν, αὐτόν τε διέπειν τὰ κοινὰ καὶ διεξάγειν τὰ τοῦ υἱοῦ. τὸν δὲ ἀδελφὸν Μανουὴλ τῆς ἀρχῆς ἐκβαλὼν καὶ ἐμβαλὼν ἔν τινι τριήρει περὶ τὴν Ἀττάλου ἐξώρισε, τὴν δὲ σύζυγον αὐτοῦ πρὸς τὸν πατέρα Ἀσὰν ἐξέπεμψεν. ὁ δ᾽ Ἀσὰν τὸν πενθερὸν αὐτοῦ μᾶλλον ἐφίλει Θεόδωρον ἢ τὸν γαμβρὸν αὐτοῦ Μανουήλ. Ὁ μὲν οὖν Μανουὴλ τῆι Ἀττάλου προσωκείλας παρὰ προσδοκίαν τοῖς ἐξ Ἄγαρ ἐνέτυχε φιλανθρωπίαι πρὸς αὐ τὸν χρησαμένοις. ἐπεὶ γὰρ εἰρήκει πρὸς τὸν βασιλέα Ἰωάννην τυγχάνειν αὐτοῦ τὴν ὁρμήν, παρεχώρησαν τούτωι τὴν εἴσοδον, καὶ πρὸς τὸν βασιλέα ἀφίκετο. καὶ ὁ βασι λεὺς ἀσμένως τε τοῦτον ἐδέξατο καὶ ὡς προσωικειωμένον τῶι γένει καὶ ὡς πάλαι δεσπότην ὠνομασμένον. δοὺς δὲ αὐτῶι χρῆμα καὶ τριήρεις ἓξ περὶ τὴν μεγάλην Βλαχίαν ἀφῆκεν, ὅρκους παρ᾽ αὐτοῦ λαβών. καταλαβὼν οὖν τὴν ∆ημητριάδα κἀκεῖθεν τοῖς μὲν τῶν οἰκείων γραφαῖς τὴν αὐτοῦ παρασημάνας ἔφοδον, τοὺς δὲ ὑποθέλξας ταῖς ὑπο σχέσεσιν, οὐ διὰ πολλῶν συνηθροίκει περὶ αὐτὸν στράτευμα, ἦρξέ τε Φαρσάλων καὶ Λαρίσσης καὶ Πλαταμῶνος καὶ τῶν περὶ ταῦτα. εἶτα δὲ σπονδὰς ποιησάμενος συνῆλθε τούτου τοῖν ἀδελφοῖν, τῶι τε Κωνσταντίνωι καὶ τῶι Θεοδώρωι· ὁ μὲν γὰρ Κωνσταντῖνος δεσπότης, ὡς ἔφημεν, ὤν, ** καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μανουήλ.40 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης, ἐπειδὴ ὁ Βούλγαρος Ἀσὰν ἐκ ποδῶν ἐγένετο καὶ μειράκιον ἦρχε τῆς τῶν Βουλ γάρων, ἀδείας δραξάμενος ἐπεχείρησε τὴν βασιλικὴν κατα λῦσαι κλῆσιν, τὴν ἐπιφημιζομένην τῶι Ἰωάννηι τῶι υἱῶι τοῦ Ἀγγέλου. καὶ πρῶτον μηνύμασιν ὑποποιεῖται τὸν αὐτοῦ πατέρα Θεόδωρον, ὁ δὲ προσέρχεται τῶι βασιλεῖ Ἰωάννηι. καὶ ὑποδέχεται αὐτὸν οὗτος ἀσμένως καὶ τετίμηκε, θεῖόν τε τοῦτον ἀποκαλῶν καὶ τῆι αὐτοῦ συγκαθίζων τραπέζηι καὶ τῶν λοιπῶν φιλοφρονημάτων μεταδιδούς. ἐπεὶ δὲ τοῦτον ἐν χεροῖν ἔσχεν ὁ βασιλεύς, ἔτυχε δὲ καὶ ταῖς αὐτοῦ δυνά μεσι ταῖς Ῥωμαϊκαῖς στράτευμα ἀξιόμαχον προστεθὲν ἐκ Σκυθῶν - τούτους γὰρ δώροις καὶ δεξιώσεσι χειροήθεις πεποίηκεν ὁ βασιλεὺς ἐξ ἀγριωτέρου τοῦ ἤθους καὶ τῆς Μακεδόνων ἀπέσπασε καὶ πρὸς τὴν ἕω διεπέρασε - τούτοις μᾶλλον θαρρήσας καὶ μηδέν τι δεινὸν ἐκ Βουλγάρων προσ δοκῶν, τὸ μὲν διὰ τὰς γεγενημένας σπονδάς, τὸ δὲ καὶ διὰ τὸ ὑπὸ μειρακίου τὰ Βουλγάρων διεξάγεσθαι, ἀπάρας τῆς ἕω ὁ βασιλεὺς καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, τὰς ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων δυνάμεις καὶ τὰς ἐκ τῶν Σκυθῶν μεθ᾽ ἑαυτοῦ ἔχων, χωρεῖ κατὰ τοῦ ἐν Θεσσα λονίκηι βασιλεύοντος Ἰωάννου, καὶ πήγνυσι τὴν σκηνὴν κατὰ τὸν κῆπον τοῦ Προβατᾶ, ὡσεὶ σταδίους ὀκτὼ ἀπέ χοντα τῆς Θεσσαλονίκης. ἑλεπόλεις μὲν καὶ μηχανήματα οὐκ ἦν εὐχερὲς αὐτῶι κατὰ τῆς τοσαύτης πόλεως στῆσαι κἀν τεῦθεν διὰ μάχης τοιᾶσδε χειρώσασθαι, ἐκδρομὰς δὲ ἐποίει διὰ τῶν στρατευμάτων καὶ τὰ πέριξ πάντα ἐλήιζεν. εἶχε δὲ μεθ᾽ ἑαυτοῦ καὶ τριήρεις, ὧν ἦρχεν ὁ Κοντοφρὲ Μα νουήλ. ἔκκριτοι δὲ τῶι βασιλεῖ παρείποντο ἄνδρες ὁ Τορνίκης ∆ημήτριος, ὁ τὰ κοινὰ διέπων, ὁ Παλαιολόγος Ἀνδρόνικος, μέγας δομέστικος ὤν, ὁ ἐπὶ τῆς τραπέζης Νικηφόρος Ταρχανειώτης, ὁ πρωτοσεβαστὸς Κοντοστέφανος, ὁ πρωτοβεστιάριος Ἀλέξιος ὁ Ῥαούλ, ὁ Πετραλίφας μέγας χαρτουλάριος καὶ ἄλλοι. ὁ μὲν οὖν βασιλεὺς ὅσα ἦν εἰκὸς ποιεῖν ἐποίει κατὰ τῆς πόλεως· οὐδὲ οἱ ἔνδον ἀπώκνουν, ἀλλ᾽ ἐκδρομὰς τῶν πυλῶν ἐξιόντες ἐποίουν. οὐ συχναὶ παρῆλθον ἡμέραι, καὶ τὸ τῶν Ταχαρίων ἔθνος κατὰ τῶν Μουσουλμάνων χωρῆσαν καὶ πόλεμον κατ᾽ αὐτῶν συρρῆξαν νενίκηκε. καὶ ὁ λόγος φθάνει πρὸς τὸν βασιλέα. ὁ δὲ σιωπὴν παραγγείλας εἰς συμβάσεις μετὰ τοῦ ἐντὸς Ἰωάννου χωρεῖ, πρέσβιν ἐν τούτοις λαβὼν τὸν πατέρα Ἰωάννου τὸν Ἄγγελον Θεόδωρον. πληρουμένων γοῦν ἡμερῶν τεσσαρά κοντα ἐγένοντο αἱ σπονδαὶ καὶ οἱ ὅρκοι προέβησαν. τὰ μὲν γὰρ ἐρυθρὰ πέδιλα ἀπεβάλλετο καὶ τὴν περιμάργαρον πυραμίδα, εἰς ἣν καὶ λίθος ὑπερκάθηται κόκκινος, βασιλικὰ ταῦτα σύμβολα. τετίμηται δὲ πρὸς τοῦ βασιλέως τῶι δεσπο τικῶι ἀξιώματι καὶ εὔνους ἀνεφάνη τῶι βασιλεῖ. ταῦτα δια πραξάμενος ὁ βασιλεὺς παλινοστεῖ πρὸς τὴν ἕω, καταλιπὼν δεσπότην τὸν βασιλέα καὶ ὑποχείριον, ὅρκοις συνδήσας τοῖς εἰωθόσι καὶ δώροις εἰκόσι δεξιωσάμενος, καὶ πάντας τοὺς ὑπ᾽ ἐκεῖνον φιλοφρονησάμενος χρήμασι. καταλελοίπει δὲ μετ᾽ αὐτοῦ καὶ τὸν βασιλέα Θεόδωρον.41 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης κατειλήφει τὴν ἕω. τὴν γοῦν χειμερινὴν τότε παραμείψας ὥραν ἐν τῶι Νυμφαίωι, ὡς ἔθος ἦν αὐτῶι, ἀπάρας ἐκεῖθεν περὶ τὴν Λάμψακον ἤιει, καὶ τὸ ἐπιὸν ἔτος περὶ Πηγὰς χωρεῖ. μεγίστου δὲ χειμῶνος πεπείραται καθ᾽ ὁδόν, ἀρξαμένου μέν, ἐπὰν ὁ βασιλεὺς εἰς τὴν γῆν ἐσκήνωσεν. ἡμέρας δὲ δύο τῆι δρι μύτητι τούτου καὶ τῆι σφοδροτάτηι φορᾶι τῆς χιόνος τεταλαι πώρηκε, μέχρις ἂν κατηντήκει ἐς τὸ τῶν Πηγῶν ἄστυ. πολλοὶ δὲ καθ᾽ ὁδὸν ἐτεθνήκεισαν, καὶ μέχρι τριακοσίων, ὡς ἔφασκον, ὑπὸ τῆς χιόνος κατεχώσθησαν, μὴ δυνάμενοι ἀντωπῆσαι τῆι τοῦ πνεύματος φορᾶι. οὐδεὶς γοῦν τῶν ἰδόν των ἔλεγε γινώσκειν τοιοῦτον χειμῶνα. ὁ δὲ βασιλεὺς ἐν τῶι τῶν Πηγῶν ἄστει διημερεύσας, μέχρις ἂν τὸ πολὺ τοῦ χειμῶνος λωφήσηι, ἐξιὼν δ᾽ ἐκεῖθεν εἰς τὸ Νύμφαιον ἀπήιει. Ὡς οὖν ἡ τῶν Μουσουλμάνων παρὰ τῶν Ταχαρίων κατα λέλυται στρατιά, σουλτάνος δὲ ἦρχεν αὐτῶν Ἰαθατίνης, υἱὸς Ἀζατίνη, φαῦλος ἐξ ἀγαθοῦ ἀρχὸς γεγονώς· πότοις γὰρ ἔχαιρε καὶ ἀσελγείαις καὶ κοίταις ἀλλοκότοις τε καὶ ἀτόποις, καὶ συνῆν ἀεὶ ἀνθρωπίσκοις οὐκέτι λόγον εἰδόσιν οὐδ᾽ ἀν θρωπίνην φύσιν τὸ συνόλον. πεπείραται γοῦν μάχης Τα χαρικῆς καὶ ἥττηται. πρέσβεις οὖν ἐκπέμπει πρὸς τὸν βασιλέα Ἰωάννην, βουλῆς ἀξιῶν τυχεῖν, ὡς ἀποτρέψαιτο τὸν ἀντίπαλον καὶ μικρὸν κουφισθείη, σωτηριῶδες τοῦτο φάσκων τυγχάνον ἀμφοῖν. τοῦ γὰρ γένους τῶν Μουσουλ μάνων παρὰ τῶν Ταχαρίων ἀπολωλότος, ἄνετος, ἄνετος γίνεται τοῖς ἐναντίοις ἡ κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν ἔφοδος. ὁ γοῦν βασιλεὺς Ἰωάννης ἀποδέχεται τὴν πρεσβείαν καὶ συνηλθέ την ἄμφω, ὅ τε βασιλεὺς καὶ ὁ σουλτάν, ἐν Τριπόλει, ὅπου ὁ Μαίανδρος ῥεῖ. εἶτα διελύθησαν. ἠρέμησαν δὲ καὶ οἱ Ταχάριοι.42 Ὁ δὲ Ἱωάννης ὁ Ἄγγελος ὁ δεσπότης Θεσσαλονίκηςτῶι χρεὼν ἐλειτούργησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ ∆ημήτριος πέμψας τὸ δεσποτικὸν ἐκ βασιλέως εἰλήφει ἀξίωμα. ἐγένετο δὲ ἐξώλης καὶ περὶ ταῖς ὑπὸ ζυγὸν ἐφοίτα. ὃς ἐκ θυρίδος τοῦ ἀνδρὸς τῆς μοιχευομένης ἐπεισελθόντος βουληθεὶς ἀπο δράσαι καὶ πεσὼν τὸν γλουτὸν ἐπλήγη. ἱκανὰς δὲ ἡμέρας νοσηλευθεὶς ἰάθη μέν, ὑπέσκαζε δὲ τῶν ποδῶν θάτερον. ἀλλ᾽ οὐκ εἰς μακρὸν ἀπώνατο τῆς ἀρχῆς. ὁ γὰρ βασιλεὺς ἀδείας δραξάμενος ** τοῦ πατριάρχου Γερμανοῦ τῶν τῆιδε ἀπάραντος καὶ Μεθοδίου τινὸς μοναχοῦ ἡγουμένου τῆς Ὑακίνθου πατριάρχου γεγονότος καὶ μετὰ τρεῖς μῆνας τετε λευτηκότος καὶ τότε τῆς ἐκκλησίας χηρευούσης.43 Ὁ δὲ βασιλεὺς εἰς τὴν ἀντίπεραν ἐποιεῖτο τὸν βάδον ἕως τοῦ Ζίχνα ἄστεος. ἦρχε μὲν οὖν τότε Βουλγάρων ὁ τοῦ Ἀσὰν υἱὸς Καλλιμάνος δωδεκέτης ὤν. ἐπεὶ γοῦν περὶ τὰ μέρη τοῦ Κισσοῦ ὁ βασιλεὺς γένοιτο, διημερεύσας τῆς πορείας εἴχετο. καὶ πεφθάκει περὶ τὸν Ἕβρον τὸν πλησίον τῆς μονῆς τοῦ Βηρὸς ποιούμενον τὰς ῥοάς, Μαρίτζαν δὲ καλούμενον, καὶ ἐκεῖ δέχεται ἀναφορὰν παρὰ τοῦ τῆς Ἀχρι δοῦ δημοσίαν κρατοῦντος, ὡς ὁ Καλλιμάνος τὸν βιοτὸν ἐξεμέτρησε. καὶ τάχος τοῦ πρόσω εἴχετο καὶ φθάνει τὴν Φιλίππους, κἀκεῖσε σκέψιν ἐποιεῖτο, εἰ δεῖ προσβαλεῖν Βουλγάροις καὶ εἰ εὐχερὲς ἁλῶναί οἱ τὸ τῶν Σερρῶν ἄστυ. καί τινες μὲν ἀπέτρεπον τοῦτο. ὁ δὲ Παλαιολόγος ὁ μέγας δομέστικος καὶ ἀποπειρᾶσθαι Σερρῶν ἔφη, εἰ δὲ καὶ μὴ περιγενοίμεθα, τίς ἡ ζημία; τοῦτο δεξάμενος ὁ βασιλεὺς ἐς τὴν βουλὴν εἰς τὰς Σέρρας ἀφίκετο. εὗρεν οὖν τὴν μὲν πόλιν διερρηγμένην, τὴν δ᾽ ἀκρόπολιν τετειχισμένην, καὶ φύλακα ἐπ᾽ αὐτῆι ∆ραγωτᾶν τινα. τοὺς Τζουλούκωνας οὖν ἀθροίσας ὁ βασιλεὺς κρατῆσαι ταύτης ἠρέθισε. οἳ τὰ τόξα λαβόντες καὶ σανίδας αὐτοσχεδιάσαντες ὡς ἀσπίδας, ἐν οὐ πολλῶι κρατῆσαι ταύτης ἴσχυσαν, καὶ σκυλεύουσι τὰ παρευ ρημένα. ὅσοι δ᾽ ἴσχυσαν τῶν ἐντός, ἱκέται πρὸς τὸν βασιλέα ἧκον. καὶ ὁ ∆ραγωτᾶς διαπρεσβεύεται πρὸς τὸν βασιλέα, καὶ χρήματα καὶ ἐσθῆτας δεξάμενος τὸ ἄστυ δέδωκεν· ὑπέσχετο δὲ δοῦναι καὶ Μελενίκον.44 Καὶ εὑρὼν τὸν μὲν τοῦ ἄστεος ἔφορον Λιτόβοον κλι νήρη, τὸν δὲ Μαγκλαβίτην Νικόλαον ...... ὁ μὲν οὖν βασιλεὺς ἐσκηνοῦτο περὶ τὸν Βαλαβίσδαν τόπον, καὶ οἱ Μελενικιῶται ἀφικόμενοι τὸ ἄστυ τούτωι παρέσχον. ἐκρά τησε δὲ ὁ βασιλεὺς καὶ Στενιμάχου καὶ Τζεπαίνης καὶ τῶν τῆς Ῥοδόπης πολιχνίων καὶ κωμοπόλεων, καὶ ὅρον τὸν Ἕβρον πεποίητο. κατέσχε δὲ καὶ ἐκ τῶν πρὸς βορρᾶν Στούμπιόν τε καὶ Χοττοβὸν καὶ Βελεβουσδίον, Σκόπιά τε καὶ Βελεσσὸν καὶ τὰ μέχρι Πριλάπου καὶ Πελαγονίας χωρία, Νευστάπολίν τε καὶ Πρόσακον, καὶ σπονδὰς ἐκ Βουλγάρων δεξάμενος, ὡς μέχρι τούτων στῆι, ἀνέσχεν.45 Ἵκετο δὲ τῶι βασιλεῖ ἀγγελία, ὡς ἐπιβουλήν τινες τῶν Θετταλῶν κατὰ τοῦ δεσπότου ∆ημητρίου ἱστῶσιν, ὧν οἱ ὀνομαστοὶ Σπαρτηνὸς ἦσαν καὶ Καμπανός, Ἰατρόπουλός τε καὶ ὁ Κουτζολάτος, ὁ δὲ τῶν ἐπισήμων Μιχαὴλ ὁ Λάσκα ρις καὶ ὁ Τζυρίθων. ἕνα γοῦν τούτων, τὸν Καμπανόν, εἰς τὸν βασιλέα ἔπεμψαν, καὶ ὁ βασιλεὺς τὰ κατὰ σκοπὸν τού τοις ἐπεπράχει δι᾽ ἐγγράφου χρυσοβουλλίου. καὶ ἀπάρας Μελενίκου περὶ Θεσσαλονίκην ἐφέρετο, πρέσβεις πρὸς ∆ημήτριον πέμψας, ὡς ἂν κατὰ τὰς αὐτοῦ ὑποθήκας ἀφί κοιτο εἰς αὐτόν. ὁ δέ - οὐδὲ γὰρ εἶχε νοεῖν - οἴκου κατέ μεινεν ἐκ τῶν συμβούλων πεισθείς. ξυνέβη δέ τι ὅπερ ὡς ἥδυσμά τι παραθήσω. τὸν Καμπανόν - εἷς δ᾽ οὗτος τῶν συνιστόρων τοῦ δόλου - ἀπήγγειλάν τινες κατὰ ∆ημη τρίου φρονεῖν. καὶ ὃς παρέστη τῶι ∆ημητρίωι καὶ ἀπηλέγχετο, καὶ ἦν πρὸς τῆι τοιαύτηι ἐξετάσει. ὁ γοῦν Σπαρτηνὸς συμ μύστης ὢν τούτωι τάχος ἐκεῖσε φέρεται καὶ "τί φησι" περὶ τοῦδε τοῦ ἀλητηρίου κατηγοροῦσί τινες, δέσποτα; ὃς εἰ ἁλώιη τοιοῦτος πολλῶν θανάτων κριθείη ἂν ἄξιος. καὶ ὁ ∆ημήτριος - ἐθάρρει γὰρ μάλα τούτωι ὡς πιστῶι - "προ δότην τοῦτόν φασιν εἶναι, Σπαρτηνέ." ὁ δὲ παίει τὸν Καμπανὸν καὶ λαβόμενος τούτου τῆς γένυος "ἐγώ" φησιν "αὐτὸν ἐν τοῖς οἴκοι ἀπαγαγών, δέσποτα, ἐτασμοῖς ἐκπιέσας πάντα τοῦτον καταναγκάσω ἔκφορα ποιῆσαι." ταῦτ᾽ εἶπε, καὶ ὡς εἶχε τάχους ἐς τὴν οἰκίαν ἀπήιει. τὸν μὲν οὖν Καμπανὸν τὸ ἀπὸ τοῦδε κλίνη εἶχεν. ἀσκὸν δὲ διαφυσήσας ὁ Σπαρτηνὸς καὶ δεσμεύσας καὶ ἐπαιωρήσας ἔτυπτεν ὡς Καμπανόν, ἀποκαλύψαι δῆθεν τὰ κρύφα. ἀσκὸς δὲ ἦν, οὐ Καμπανὸς ὁ τυπτόμενος. εἶτα ἀφίκετο ὡς εἶχε ποδῶν ὁ Σπαρτηνὸς πρὸς ∆ημήτριον καί οἵ φησιν· "δέσποτα, ὅρκωι σε πιστώσω τὸ πρᾶγμα· μὰ τὸν σὸν καὶ ἡμῶν ἁπάντων ∆ημήτριον τὸν κηδεμόνα Θεσσαλονίκης καὶ πολιοῦχον, τοι οῦτός ἐστιν ὁ Καμπανὸς ὁποῖος ὁ Σπαρτηνός, καὶ οὕτως διάκειται περί σε καθὰ καὶ ὁ Σπαρτηνός, ὃν ἀνθρώπων ἁπάντων πλέον σε φιλοῦντα ἐπέγνωκας." Ὁ δὲ βασιλεὺς ἐπὶ Θεσσαλονίκης χωρεῖ καὶ περὶ ταύτην ἐστρατοπεδεύσατο. πολιορκῆσαι μὲν γὰρ οὐκ ἦν αὐτῶι, πρε σβείας δὲ ἐποίει καὶ ἐζήτει ἐξελθεῖν πρὸς αὐτὸν τὸν ∆ημή τριον, καθὼς ἦν ὠμοσμένον αὐτῶι, ἔτι δὲ ποιῆσαι καὶ ἀγο ρὰν ἔξω τῆς πόλεως, ὡς ἂν ἔχοιεν ὠνεῖσθαι τὰ χρειώδη τὰ στρατεύματα. ὁ δὲ τοῖς ἐπιβούλοις συμβούλοις χρώμενος οὐδέν τι τῶν τοιούτων ποιῆσαι παρεχωρεῖτο. πάνυ δὲ ὀλίγων ἡμερῶν παραδραμουσῶν, ὀλίγου τινὸς στρατεύματος πλησίον ἱσταμένου τῆς μικρᾶς πύλης τῆς περὶ τῆι θαλάσσηι, διὰ τὸ μὴ ἀπροόπτως ἐξελθεῖν τινας τῶν τῆς πόλεως καί τινας λυμαίνεσθαι τῶν ἐκ τοῦ στρατοῦ, ἐξαπίνης ἐκ ταύτης ἐγε γόνει βοή, ὡς ἤνοικται ἡ πύλη παρά τινος τῶν ἐντός, καὶ τῆι βοῆι συνείπετο ἡ παραφυλάττουσα δύναμις, καὶ σύμπαν δὲ τὸ στράτευμα ὁπλισθὲν μετὰ τοῦ κρατοῦντος ἐφοίτα, καὶ ἐν ἀκαρεῖ πάντας εἶχεν ἡ Θεσσαλονίκη τοὺς τοῦ βασιλέως ἐντός. ὁ δὲ βασιλεὺς ἔστη περὶ τὴν πρὸς ἀνα τολὰς βλέπουσαν πύλην τῆς πόλεως καὶ ἡ τοῦ ∆ημη τρίου ἀδελφὴ Εἰρήνη, τοῦ Βουλγάρου Ἀσὰν γαμετή, γο νυπετοῦσα καὶ ποτνιωμένη μὴ παθεῖν τὸν ἀδελφὸν αὐ τῆς τῶν ὀφθαλμῶν στέρησιν. ὁ δὲ ∆ημήτριος ἔφθη εἰς τὴν ἀκρόπολιν ἀναβάς. ἐγγύας δὲ ἐνωμότους πρὸς τοῦ βασιλέως λαβοῦσα ἀπήιει περὶ τὸν ἀδελφὸν καὶ πρὸς τὸν βασιλέα τοῦτον ἐξήγαγεν. ἦν δὲ φέρων οὗτος τὴν ἡλικίαν τοῦ μείρακος, προσεχῶς ἐς αὐτὴν παραγγείλας καὶ μήπω χνοάζων τὸ γένειον, ὡραῖος δὲ τὸ εἶδος καὶ τὴν φυήν. τετί μηκε δὲ ταύτην ὁ βασιλεύς, οἷα ἐκείνης σχηματιζόμενος τὴν ταπείνωσιν. ὡς γὰρ ἀπέβη αὕτη τοῦ ἵππου, τηνι καῦτα καὶ ὁ βασιλεύς. ἡ μὲν οὖν πόλις Θεσσαλονίκη οὕ τως ὑπὸ τὸν βασιλέα γέγονεν Ἰωάννην.46 Ὁ δὲ βασιλεὺς ἀφεὶς ἐκεῖσε τὸν μέγαν δομέστικον τὸν Παλαιολόγον νικητὴς ἐπανέζευξεν εἰς τὴν ἕω, ἀφεὶς καὶ εἰς Μελενίκον καὶ Σέρρας καὶ τὰ περὶ αὐτὰ τὸν τοῦ μεγά λου δομεστίκου υἱὸν Μιχαὴλ τὸν Παλαιολόγον· ἄλλον τε ἀλλαχοῦ ἐπαφῆκεν εἰς ἀσφάλειαν τῶν χωρῶν τε καὶ πόλεων. τὸν δὲ ∆ημήτριον, ὃν τῆς Θεσσαλονικέων ἀρχῆς καθεῖλεν, ἐν τῶι φρουρίωι καθείρξας τῶν Λεντιανῶν ἐφρούρει. τοῦ δὲ μεγάλου δομεστίκου νοσήσαντος καὶ ἀποκαρέντος, ἀπε στάλη ἀντ᾽ αὐτοῦ Θεόδωρος ὁ Φιλῆς. καὶ ἐπεὶ ὑπὸ τὸν βασιλέα ἐγεγόνει Θεσσαλονίκη καὶ Βέρροια, καὶ τὰ ἐκεῖθεν αὐτῶν καὶ πρὸς δυσμὰς ἀπὸ τοῦ Πλαταμῶνος ἀρχόμενα ὑπὸ τὸν Μιχαὴλ τὸν δεσπότην ἐτέλουν, ἔτι τε τὰ περὶ Πελαγονίαν καὶ Ἀχρίδου καὶ Πρίλαπον· τοὺς δὲ Βοδηνοὺς καὶ Σταρίδολα, Στροβός τε καὶ τὰ περὶ ταῦτα ὁ τοῦ ∆ημη τρίου πατήρ.47 Ὁ οὖν βασιλεὺς ἐν τοῖς τοῦ Νυμφαίου παραχειμάσας, ἦρος φανέντος τῆι Τζουρολῶι καὶ τῆι Βιζύηι ἐπιθέσθαι τεθέ ληκε. καὶ πρῶτον ἀφίκετο ἐν τῆι Τζουρολῶι· ἦν δὲ ἐκεῖσε ἡ τοῦ Ἀσὲλ δὲ Κάε γυνή, ἀδελφὴ τῆς βασιλίδος Εἰρήνης Εὐδοκία. ὁ μὲν οὖν Ἀσὲλ δὲ Κάε οὐκ ἐκαρτέρησεν. ὁ δὲ βασιλεὺς παρεκάθισε τῶι ἄστει καὶ ἑλεπόλεις ἔστησε καὶ μη χανήματα καταβλητικὰ τῶν ἐπάλξεων, καὶ διὰ μετρίων ἡμε ρῶν ἐχειρώσατο τοῦτο, καὶ τὴν αὐτοῦ γυναικαδελφὴν εἰς τὴν Κωνσταντίνου ἀπέστειλε καὶ τοὺς σὺν αὐτῆι. ἀλλὰ καὶ τὸ τῆς Βιζύης ἄστυ στρατιὰν ἐκπέμψας διὰ βραχέος κεχείρωκε.48 Τότε καὶ τὸ ἄστυ Ῥόδου ἑάλω ὑπὸ Γενουϊτῶν κλοπῆι. ὁ γὰρ κρατῶν αὐτὸ Ἰωάννης ὁ Γαβαλᾶς ὁ τοῦ καίσαρος ἀδελφὸς ἀποδεδημήκει μετὰ τοῦ βασιλέως περὶ Νικομήδειαν διάγοντος. εὐθὺς οὖν βασιλικῆι προσταγῆι στέλλεται ὁ ἐπὶ τοῦ κεράσματος Ἰωάννης ὁ Καντακουζηνός, τὴν Θραικησίων ἐζωσμένος ἀρχήν, καὶ εἰσῆλθε τὴν νῆσον καὶ κατέσχε φρού ριον ταύτης ὠνομασμένον Φιλέρημον, καὶ ἐμάχετο Γενουίταις. ἐγγὺς δὲ τοῦ ἄστεος πηξάμενος τὰς σκηνὰς ἐπολιόρκει τοὺς Γενουίτας. καὶ τάχος μὲν ἂν τὸ τῆς Ῥόδου ἄστυ ὑπὸ Ῥωμαίους ἐγένετο, εἰ μὴ ὁ τῆς Ἀχαΐας καὶ Πέλοπος πρίγγιψ Βαλδουῖνος εἰς Συρίαν ἐπάγων συμμαχίαν - καὶ ὁπλίτας εἶχεν ἱππότας - κἀκεῖθεν διιὼν συνθήκας μετὰ Γενουϊτῶν ἐποίησε καὶ ἀφῆκεν αὐτοῖς ἄνδρας ἑκατόν· ὃ τοὺς Ῥωμαίους ἔπεισεν ὑποχωρῆσαι εἰς τὸ Φιλέρημον. ἐξήρχοντο οὖν οἱ τοῦ πρίγγιπος ἱππεῖς καὶ τὴν χώραν ἐληίζοντο καὶ σπάνιν τῶν ἀναγκαίων Ῥωμαίοις ἐποίουν. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης τὸ Νύμφαιον καταλαβὼν καὶ στόλον συσκευασάμε νος καὶ τριακοσίους ἱππεῖς, καὶ δοὺς αὐτοῖς στρατηγὸν τὸν Κοντοστέφανον τὸν πρωτοσεβαστὸν Θεόδωρον ἐξαπέστειλεν. οἳ τῆι νήσωι ἐπιόντες καὶ τοὺς Λατίνους ἔξω καταλαβόντες ἄρδην πάντας σπάθης ἔργον ἐποίησαν. οἱ δὲ Γενουῖται παρέδωκαν τὸ ἄστυ καὶ αὐτοὶ πρὸς βασιλέα ἀφίκοντο.49 Ὁ δὲ βασιλεὺς μετὰ τοῦ δεσπότου Μιχαὴλ συνθήκας ἐποίησε καὶ εἰς κήδους κοινωνίαν συνῆλθε, τὸν υἱὸν τού του τὸν Νικηφόρον γαμβρὸν λαβὼν ἐπὶ τῆι τοῦ υἱοῦ αὐτοῦ θυγατρὶ Μαρίαι, καὶ περὶ Πηγὰς τὴν μνηστείαν ποιεῖ. ἀλλὰ τὸ τῆς παροιμίας κἀπὶ τῶι Μιχαὴλ ἐπαληθεῦον ἦν, στρεβλὸν ξύλον οὐδέποτ᾽ ὀρθόν, καὶ Αἰθίοψ οὐκ οἶδε λευκαίνεσθαι. εἶτα εἰς ἀποστασίαν ἐχώρησεν ὁ Μιχαὴλ τῶι θείωι αὐτοῦ Θεοδώρωι συμβούλωι χρησάμενος. ὃ γνοὺς ὁ βασιλεὺς δια περαιοῦται τὸν Ἑλλήσποντον, καὶ καταλαβὼν Θεσσαλονίκην ἐν τοῖς Βοδηνοῖς ἐστρατοπεδεύσατο. ἀπέδρα δ᾽ ἐκεῖθεν ὁ Ἄγγελος Θεόδωρος. εἰς δὲ πολιορκίαν Βοδηνῶν καταστὰς τὸ ἄστυ παρεστήσατο. καὶ ἐν λίμνηι Ὀστροβῶι παραστρατο πεδεύσας πέμπει τὸν Κομνηνὸν Ἀλέξιον τὸν Στρατηγόπουλον Μιχαὴλ τὸν Παλαιολόγον, τὸν Μακρηνὸν Ἰωάννην, τὸν Τύραννον Γουδέλην, ἵνα ληίζοντο τὰ τοῦ Μιχαήλ. ὁ δὲ βασιλεὺς ἐκεῖ σκηνῶν ἠθύμει, ὅτι μὴ ἄξιόν τι εἰργάσατο. τὴν δὲ τῶν χρειωδῶν σπάνιν ἡμιόνοις καὶ καμήλοις ἐκ Βερροίας ἐθεράπευσεν. ἧκε δ᾽ αὐτῶι πρόσφυξ ὁ Γλαβᾶς Ἰωάννης ἐκ Καστορίας, καὶ συνεχῶς ὁ Πετραλίφας Θεόδω ρος ὁ γυναικαδελφὸς τοῦ Μιχαήλ. ὃς ἐπεὶ προσέλθοι τῶι βασιλεῖ, αἱ ∆εαβόλεις, ἥ τε μικρὰ καὶ μεγάλη, τοῦ βασιλέως ἐγένοντο. καὶ ὁ ἀπὸ Ἀλβάνου Γουλάμος μετὰ στρατοῦ πρὸς Καστορίαν διάγων, σύζυγον ἔχων καὶ τὴν αὐτοῦ ἀνεψιὰν τῆς βασιλίδος Εἰρήνης πρωτεξαδέλφης αὐτῆς θυγατέρα, προσήιει τῶι βασιλεῖ. ὁ δὲ Μιχαὴλ ἐν στενῶι ὁρῶν τὰ περὶ αὐτὸν πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλατο, καὶ ἀπέλυσε πρὸς τὸν βασιλέα ὁ Μιχαὴλ Πρίλαπον καὶ Βελεσὸν καὶ τὸ ἐν τῶι Ἀλβάνωι φρούριον τὰς Κροάς. καὶ προέβησαν παρὰ τοῦ βασιλέως ἔγγραφοι ὅρκοι, καὶ δεσπότην τὸν αὐτοῦ υἱὸν τιμήσας ὁ βασιλεὺς διὰ τὴν ἐγγόνην. ὁ δὲ βασιλεὺς ἐν Βοδηνοῖς παραχειμάσας μετὰ μετρίου στρατεύματος ἀπῆλθεν εἰς Ἀχρίδαν καὶ εἰς ∆εάβολιν καὶ εἰς Καστορίαν.50 Καὶ παραμείψας Θεσσαλονίκην καὶ Βισαλτίαν εἰς Φιλίππους ἐπήξατο τὴν σκηνήν. ὁ γὰρ Μαγκλαβίτης Νικόλαος κατεῖπε Μιχαὴλ τοῦ Παλαιολόγου, ὃν καὶ ἤθελεν ἐξετάσαι ὁ βασιλεύς. ἐτασθέντων οὖν τῶν εἰρημένων ὁ μὲν ἤλεγχε τὸν εἰπόντα, ὁ δὲ ὡμολόγει εἰπεῖν, ἀλλ᾽ οὐκ εἰδήσει τοῦ Παλαιολόγου Μιχαήλ. καὶ ὁπλισθέντες καὶ συμβαλόντες ἥττηται ὁ κατηγορούμενος, καὶ συλληφθεὶς ζωὸς αὖθις ἠρ νεῖτο. κατεκρίθη θανεῖν, καὶ αὖθις μεθ᾽ ὅρκων μὴ εἰδέναι τὸν Κομνηνὸν Μιχαὴλ ἔλεγεν. ἡ οὖν ἐξέτασις πρὸς τὸν Κομνηνὸν Μιχαὴλ καὶ ἡ διὰ μύδρου ἀπόδειξις. ὁ δὲ "εἰ μὲν κατηγορεῖ μέ τις, πρὸς ἐκεῖνον ἂν ἐμαχεσάμην, τὸ δὲ μύδρου κρατῆσαι τερατουργοῦ τινος, οἷος ἦν Φειδίας καὶ Πραξιτέλης." ὁ δὲ Φιλαδελφείας Φωκᾶς συνεβούλευε τούτωι τὸ τοιοῦτον. ὁ δὲ "οὐκ οἶδ᾽ ὅπως τὸ τοιοῦτον κέκληται ἅγιον" ἔφη, "ἀλλ᾽ ἐγὼ ἁμαρτωλός εἰμι ἄνθρωπος καὶ τερα τουργεῖν τοιαῦτα οὐ δύναμαι. εἰ δέ μοι συμβουλεύηι μητρο πολίτης ὢν καὶ θεοῦ ἄνθρωπος τουτὶ διαπράξασθαι, ἔνδυσαι μὲν αὐτὸς τὴν ἱεράν σου στολήν, εἶτα ταῖς σαῖς χερσὶν ἐκπύρωσόν μοι τὸν σίδηρον καὶ ταύταις ἐπίθες τῆι χειρί μου τοῦτον. καὶ εἰ οὕτω γένηται, τεθάρρηκα τῶι δεσπότηι μου Χριστῶι, ὡς τὴν μὲν ἁμαρτίαν μου παροράσεται, θαυ ματουργήσει δὲ τὴν ἀλήθειαν." καὶ ὁ μητροπολίτης "οὐκ ἔστι τοῦτο τῆς ἡμετέρας καὶ Ῥωμαϊκῆς καταστάσεως οὐδὲ τῆς ἐκκλησιαστικῆς παραδόσεως, βαρβαρικῆι δὲ παραδόσει παρῆκται." καὶ ὃς "εἰ μὲν ἐκ βαρβάρων γεγένημαι, βαρ βαρικῶς ἂν ἐκτισάμην τὴν δίκην μου." καὶ ὁ μητροπολίτης πρὸς τὸν βασιλέα ἐλθὼν ταῦτ᾽ εἶπε. καὶ ὁ βασιλεὺς "αἲ τὸ ἐλεεινόν, οἵας δόξης ἐξέπεσε."51 Καὶ εἰς ἕω διαπεραιοῦται καὶ συζεύγνυσι τῶι Μιχαὴλ Κομνηνῶι εἰς γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ σεβαστοκράτο ρος Ἰσαακίου ἐγγόνην τὴν Θεοδώραν, ἣν μόνην ὁ πατὴρ Ἰωάννης καταλιπὼν ** σὺν τῆι αὐτῆς μητρὶ Εὐδοκίαι τῆι τοῦ Ἀγγέλου Ἰωάννου συνοῦσαν, τῆι θείαι τῶν Στρατηγοπούλων.52 Εἰς τὸ ἐπιὸν περὶ τὴν Νίκαιαν ἀφίκετο, ἔνθα περὶ τὸν Φεβρουάριον ἐπὶ κλίνης τὸ πλέον τῆς νυκτὸς καθήμε νος καὶ πρηνὴς ἐπὶ κλίνης πεσὼν ἦν ἄναυδος. οἱ δ᾽ ἰατροὶ ἀμυχὰς τοῖς ποσὶν ἐποίουν καὶ ἐφόλβιον ταῖς ἀμυχαῖς ἐνέ βαλλον, ἀλλὰ ταύτην τὴν νύκτα καὶ τὸ ἐπιὸν ἡμερονύκτιον ἀκίνητος ἔκειτο· ἀποπληξία γὰρ ἦν ἡ νόσος. μόγις γοῦν ἀνέπνευσεν, ἠλλοιωμένος τὸ χρῶμα. καὶ ἔσπευσε καταλα βεῖν τὸ Νύμφαιον πρὸ τῆς βαϊοφόρου κυριακῆς, καθ᾽ ἣν εἴωθε θριαμβεύειν, καὶ ἐκεῖ καὶ τὴν ἀναστάσιμον διῆλθε, καὶ τὸ ἀπὸ τοῦδε τοῖς τοιούτοις ἐπεχωρίαζε μέρεσι, τῆι κατασχούσηι τοῦτον νόσωι κατὰ διάστημα ἡμερῶν πιεζόμενος. ποτὲ μὲν γὰρ ἐπὶ κλίνης ἔπιπτεν ἄφωνος, ποτὲ δ᾽ ἔφιππος ὁδὸν βαδίζων ὑπὸ τῆς νόσου ἐγίνετο κάτοχος, καὶ οἱ συμ παρόντες κατεῖχον καὶ παρεφύλαττον, καὶ ἐπὰν εἰς λογισμὸν ἧκε σχολῆι πρὸς τὰ βασίλεια ὑπανέστρεφεν, ἐνίοτε δὲ καὶ φοράδην ἤγετο. ἐπεὶ δὲ ἡ νόσος ἐπηύξανε καὶ τὸ σῶμα τοῦ βασιλέως κατέπιπτε - συνεχέστερον γὰρ ἐγίνετο τούτωι - καὶ ἡ ἀτροφία τοῦτον ἐπίεζε, καὶ ἀφίκετο εἰς Σμύρνην, ὡς τῶι ἐκεῖσε προσκυνήσηι Χριστῶι καὶ διὰ παρακλήσεων ἵλεων αὐτὸν ἀπεργάσοιτο. καὶ ἀπελθὼν ἀνακωχὴν οὐχ εὗρεν. ἀλλ᾽ ἐν τοῖς Περικλύστροις τόποις σκηνούμενος, ἅ εἰσιν ἐγγὺς Σμύρνης, χείρονος τοῦ πάθους ἐπήισθετο. καὶ καταλαμβάνει τὸ Νύμφαιον, καὶ ἐν τοῖς ἐγγὺς τῆς χώρας βασιλείοις κήποις τὰς σκηνὰς ἐπήξατο. ἔνθα καὶ τῶι χρεὼν ἐλειτούργησεν, ἑξήκοντα δύο ἐτῶν ὤν, ἐξ ὧν τριάκοντα τρεῖς βεβασίλευκε καλῶς καὶ ἀγαθῶς. πρᾶος γὰρ ἦν καὶ πρὸς τὸ φιλανθρωπότερον ἀεὶ ἀπονεύων, πρὸς πάντας φιλόδωρος, μᾶλλον δὲ πρὸς τοὺς μήκοθεν. ἐρώτων δὲ θήλεων ἡττᾶτο, ἐξ ὅτου ἡ σύζυγος αὐτοῦ Εἰρήνη ἐξ ἀνθρώπων ἐγένετο, μάλιστα δὲ τῆς ἐξ Ἰταλίας μαρκεσίνης, ὡς καὶ πέδιλα ὑπο δεδέσθαι ταύτηι δοῦναι κοκκοβαφῆ καὶ ἐφεστρίδας καὶ χα λινά, ἕπεσθαί τε αὐτῆι πλείους ἢ τῆι κυρίως δεσποίνηι, ἄλλα τε πολλὰ ἐποίει ταῖς ἐκείνης δουλεύων ὀρέξεσι. καρτερικὸς δὲ ἦν ἐν ταῖς μάχαις, καὶ τοῖς μὲν κατὰ συστάδην πολέ μοις οὐκ ἔχαιρε, τὸ ἀλλοπρόσαλλον τοῦ Ἄρεως δειλιῶν, τῆι καρτερίαι δὲ χρώμενος, καὶ ἐνεαρίζων εἰς τὴν ἐναντίων καὶ τὴν θέρους ὥραν διαβιβάζων, ἔτι δὲ καὶ τὴν φθίνουσαν, ἐνίοτε δὲ καὶ παραχειμάζων τὴν νικῶσαν ἐλάμβανεν. ἦν δὲ εὐσεβέστατος καὶ φιλόπτωχος, φιλοδίκαιός τε καὶ φιλόχριστος, τὴν βασιλείαν τῶι υἱῶι Θεοδώρωι καταλιπὼν ἐτῶν ὄντι λγʹ· τοσοῦτος γὰρ ἦν ὁ χρόνος αὐτῶι, ὅσος ὁ τῆς πατρικῆς βασι λείας ἐτύγχανε· σχεδὸν γὰρ τῆι πατρικῆι ἀναρρήσει καὶ ἡ γέννησις ἐκείνου συνέδραμεν.53 Ὃς τὴν νενομισμένην ὁσίαν ἀποδοὺς τῶι πατρὶ καὶ ὑπ᾽ ἀσπίδος φημισθεὶς τοῦ Νυμφαίου ἀπάρας πρὸς τὴν Φιλαδέλφου ἀφίκετο. καὶ ἐκεῖσε διακαρτερήσας μικρὸν καὶ περὶ τὴν Βιθυνῶν χωρεῖ. καὶ ἐπεὶ ἐχήρευεν ἡ ἐκκλησία - προτέθνηκε γὰρ τοῦ βασιλέως ὁ πατριάρχης Μανουήλ - Ἀρσένιόν τινα μοναχὸν ἐξ Ἀπολλωνιάδος λίμνης μεταπεμψάμενος χειροτονεῖ πατριάρχην, ὃς καὶ μονημέρως διάκονος καὶ ἱερεὺς καὶ πατριάρχης τετέλεστο. καὶ παρ᾽ αὐτοῦ στεφθεὶς ἔξεισιν.54 Ὁ γὰρ βουλγαράρχης Μιχαήλ, ὁ τούτου γυναικάδελ φος, τὸν τοῦ βασιλέως Ἰωάννου πυθόμενος θάνατον, ἐπεὶ τὰ δυτικὰ μέρη γυμνὰ στρατευμάτων ἑώρα, βουληθεὶς τὰ ἀφηι ρημένα ἐκ τούτων ἄστη ἀνακαλέσασθαι, τὸν Ἕβρον διαπε ράσας πολλὰ ὑφ᾽ ἑαυτὸν ἐποιήσατο. κατεσχέθη μὲν οὖν ὁ Στενίμαχος Περιστίτζα Κριτζιμὸς Τζέπαινα καὶ τὰ ἐν τῆι Ἀχριδῶι ξύμπαντα πλὴν Μνιάκου· τοῦτο γὰρ καὶ μόνον ὑπὸ Ῥωμαίων πεφύλακτο. Οὔστρα δὲ καὶ Περπεράκιον καὶ Κρυβοῦς καὶ τὸ παρακείμενον τῆι τοῦ Ἀδριανοῦ καὶ κεκλημένον Ἐφραὶμ τοῖς Βουλγάροις κεχείρωτο. τούτου χάριν ἔσπευδε.55 Βουλὴν οὖν ποιησάμενος, οἱ μὲν πλείους διαπε ρᾶσαι αὐτὸν τὸν Ἑλλήσποντον δέον ἔλεγον· οἱ δὲ πρὸς πάππου αὐτοῦ τοῦ βασιλέως Θεοδώρου, Μανουὴλ καὶ Μιχαὴλ οἱ Λασκάριες, οἷς προσεῖχε μᾶλλον τῆι τε γνησιότητι καὶ τῶι γήρει, οὐ χρεὼν διαπερᾶσαι τὸν βασιλέα ἐβούλευον. ἡ τῶν πλειόνων γοῦν ἴσχυσε βουλή. ὡς εἶχεν οὖν τάχους, τὴν Ἀδριανοῦ πέφθακε.56 Κἀκεῖθεν ἔξεισι, καί τις τῶν Βουλγάρων κατοπτὴρ τὸν βασιλέα τῆς Ἀδριανοῦ ἐξιόντα τεθεαμένος δρομαῖος πρὸς τὸν βουλγαράρχην ἀφίκετο περὶ τὸν Ἕβρον σκηνοῦντο, καὶ τὸ δρᾶμα διασαφεῖ ὅρκοις, ἰδεῖν τὸν βασιλέα τὴν πρὸς τῆι πόλει τυγχάνουσαν τοῦ ποταμοῦ Ἕβρου γέφυραν δια βαίνοντα. γνοὺς δὲ καὶ ὁ βασιλεὺς τὴν τῶν Βουλγά ρων κατασκήνωσιν ἐπέτεινε τὴν ὁδόν. καὶ οἱ προάγοντες τοὺς φύλακας Βουλγάρων ξίφει καὶ ζωγρίαι ἑλόντες - ἔκ τινος φυγάδος διαμαθόντες πάντες ἔφυγον τούτων πρὸς τὰ ἐνδότερα, κατεδρύπτοντο δὲ τοῖς συνηρεφέσι τῶν δέν δρων. ἕωθεν δὲ τὸν τόπον ἔρημον φθάσας ὁ βασιλεὺς λελύπηται μέν, οὐκ εἶχε δ᾽ ὅ, τι καὶ δράσειε. περὶ δὲ τὴν Βερρόην χωρεῖ καὶ αὐτοβοεὶ τὸ φρούριον εἷλε. καὶ τάχ᾽ ἂν περὶ τὸν Αἷμον αὐτὸν καὶ τὰ ἐν αὐτῶι φρούρια ἐκεχω ρήκει, εἰ μὴ χειμὼν ἐκώλυσεν αὐτόν. πολλὴ γὰρ χιὼν τῆς γῆς τὸ πρόσωπον ἐπηλύγασεν. ἡμέρας γοῦν ἓξ διακαρτε ρήσας ὁ βασιλεύς, λείαν τὰ Βερρόης ποιησάμενος εἰς τὴν Ἀδριανοῦ ὑπέστρεψε.57 Κἀκεῖθεν ἐπιλεξάμενος στράτευμα περὶ τὰ ἐν Ἀχριδῶι 57 φρούρια ἐπεπόμφει τὰ κρατηθέντα ὑπὸ Βουλγάρων, εἴ πως καὶ αὖθις τῆι τῶν Ῥωμαίων ὑπαχθεῖεν ἀρχῆι. ἐκεῖσε οὖν ἀφιγμένοι οἱ τῶν Ῥωμαίων ἡγήτορες ῥᾶιον τῶν φρουρίων περιεγένοντο τῶν πλείστων. ἐπεὶ δὲ τὸ ἔαρ ἐπέλαμψε, προσ τάγματα ἧκον πρὸς τὸν Στρατηγόπουλον Ἀλέξιον ἐν Σέρραις, ἵνα κατὰ Τζεπαίνης ἀφίκοιντο. ὃ καὶ ἐποίησαν. ἀλλὰ μήτε πολεμίοις ἀξίοις ἐγκύρσαντες, κτύποις ἤχων κερατίνων δια θροηθέντες ἀκόσμως ἐχρήσαντο τῆι φυγῆι, πᾶσαν ἀποσκευὴν καὶ τοὺς πλείους τῶν ἵππων τοῖς Βουλγάροις ἀπολιπόντες.58 Καὶ ὁ τοῦ Μελενικιωτικοῦ δὲ προεξάρχων στρα τεύματος Δραγωτᾶς τοὔνομα ἀποστασίαν φανερὰν μεμελέτηκε, καὶ συναγαγὼν στρατιὰν πλείστην παρεκάθισε Με λενίκον. ἐφύλαττον δὲ τοῦτον ὁ Νεστόγγος Θεόδωρος καὶ ὁ Ἄγγελος Ἰωάννης, οἳ καὶ γενναίως ἀντεῖχον. ὁ δὲ βασιλεὺς ἐς Σέρρας ἀφίκετο, καὶ ἐπεὶ ἐκπέπυστο τὴν τοῦ Ῥουπελίου u948 δυσχωρίαν, καθ᾽ ἣν ὁ Στρυμὼν ῥεῖ, Βουλγαρικῆι φυλάττεσθαι στρατιᾶι, οἳ καὶ πύλας ἐν αὐταῖς κατεσκεύασαν, σπουδῆι περὶ τὸν ἐκεῖσε χῶρον ἀφίκετο. ἀποκόψας οὖν στρατιὰν πεζαιτέρων ὑπὲρ κεφαλῆς τῶν Βουλγάρων βαδίζειν εἰς τὸ ὄρος προστέταχεν, ἱππεῦσι δὲ κατευθὺ τῶν πυλῶν τὴν μάχην ποιεῖν ἐκέλευσε. καὶ ἐπεὶ κατεῖδον οἱ Βούλγα ροι ἐκ μὲν ἄνωθεν ὀϊστοὺς βάλλοντας, κατεναντίον δὲ στα δαίαν οὖσαν τὴν μάχην, εἰς φυγὴν ἐτράποντο. καὶ τὸ βασιλικὸν ἐφείπετο στράτευμα καὶ πολλοὺς σπάθης ἔργον ἐποίησαν. οἱ δὲ λοιποὶ τὴν τοῦ βασιλέως ἔφοδον τοῖς Βουλγάροις ἀπήγγειλαν, οἳ καὶ διαταραχθέντες ὡς εἶχον ἕκαστος ἔφυγον. ἐπεὶ δὲ νὺξ ἦν ἀσέληνος τῆι φυγῆι καὶ δυσχερὴς ὁ τόπος, ἔνιοι μὲν ἔπιπτον τῶν ἵππων, ἕτεροι δ᾽ αὐτοὺς κατεπάτουν, ἄλλοι τῶν ἐφεστρίδων ἀπεσφενδονοῦντο κατὰ κρημνῶν, ὡς ὀλίγους διασωθῆναι ἐς τὴν Βουλγάρων. καὶ ὁ Δραγωτᾶς δὲ ἵππων ποσὶν ἅπαν τὸ σῶμα συν τέθλαστο, καὶ τριταῖος τὴν αὐτοῦ ψυχὴν ἐξεφύσησεν. ὁ γοῦν βασιλεὺς τὸ ἄστυ καταλαβὼν ἀσπάσιος ὤφθη.59 Καὶ ἀπάρας ἐκεῖθεν ἐς Θεσσαλονίκην ἀφίκετο. κἀκεῖ θεν τὸν Βαρδάριον διαπεράσας καὶ τὰ Βοδηνὰ παραμείψας ἐνόσησε νόσημα ἑδρικόν. διακαρτερήσας δ᾽ ἐκεῖθεν μικρὸν περὶ τὸν Πρίλαπον ὥρμησεν. ἐκεῖθεν ἐς Βελεσὸν ἐχώρει, καὶ ἅμα τῶι φθάσαι ἐκεῖσε οἱ φύλακες τούτου ὅρκους λα βόντες ἐξήιεσαν. κἀκεῖθεν διὰ τῆς Νευσταπόλεως τὴν πο ρείαν ἐποιεῖτο. τὸ γοῦν τῆς Στρουμίτζης παραμείψαντες ἄστυ ἐς Σέρρας ἀπήιεσαν, οὗ καὶ γραφὰς ἐδέξατο ὁ βασι λεὺς πρὸς τοῦ Μουζάλωνος, ὡς τὰ τῶν Ταχαρίων αὖθις κυμαίνεται. ἀπάρας ἐκεῖθεν ἐς Ἀδριανοῦ μολεῖ. καὶ ἐπεὶ μηδὲν τῶν παρὰ Βουλγάρων κρατηθέντων ἐναπελέλειπτο πάρεξ φρουρίων σμικροτάτων Ἀχριδοῦ καὶ Πάτμου καλου μένων, ἃ καὶ εὐχερῶς πάνυ ὁ Φιλανθρωπηνὸς εἷλεν Ἀλέξιος, καὶ ἄστεος ἄλλου Τζεπαίνης, μᾶλλον ἐδυσφόρει ὁ βασιλεύς. διὸ καὶ τῆς Ἀδριανοῦ ἀπάρας κατὰ Τζεπαίνης χωρεῖ. καὶ χειμὼν μέγας γέγονε χιόνι τε πολλῆι τῆς γῆς ἐπηλυγάσας τὸ πρόσωπον κατὰ τόπον, ὃν Μακρολιβάδα φασί, σκηνοῦντι τῶι βασιλεῖ. ἐκεῖθεν δ᾽ ἄρας ἐς Στενίμαχον ἵκετο, καὶ κατευθὺ Τζεπαίνης χωρεῖ καὶ περὶ Βατκούνιον. καὶ ἀπε στάλκει κατοπτεῦσαι τὸν τόπον, εἰ εὐχερεστέραν τὴν εἰς αὐ τὸν πορείαν σχοίη τὸ στράτευμα. τέως ἧκεν ἐκεῖσε, καὶ ἰδὼν τὸ φρούριον δυσάλωτον καὶ τὸν χειμῶνα βαρὺν τὴν μὲν στρατιὰν ἐς τὸ πεδίον ἀνῆκε, μόνος δὲ μετὰ τριῶν οὐράγει.60 Ἐκεῖ δὲ δύο ἀνύσας ἡμέρας, καὶ λείαν τὴν πόλιν πεποιηκὼς τὸ Βατκούνιον, ἐς Ἀδριανοῦ ἧκε κἀκεῖθεν ἐς Διδυμότοιχον. καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον περὶ τὴν Λάμψακον σκηνοῖ, καὶ Γεώργιον τὸν Μουζάλωνα πρω τοσεβαστὸν καὶ πρωτοβεστιάριον καὶ μέγαν στρατοπεδάρχην ποιεῖ, τὸν δὲ αὐτοῦ ἀδελφὸν Ἀνδρόνικον μέγαν δομέστικον, τὸν δὲ Ἄγγελον Ἰωάννην πρωτοστράτορα, πρωτοβεστιαρίτην δὲ τὸν Καρυανίτην πεποίηκεν. αὐτοῦ δὲ τὰς ἑορτὰς τῶν Χριστοῦ γέννων καὶ φώτων διαβιβάσας εἰσήιει τὸ Νύμφαιον.61 Ἔαρος δ᾽ ἐπιόντος κατευθὺ τῆς δυσμῆς ἐχώρει, ἐλπί ζων τοὺς περὶ τὸ Διδυμότοιχον καταλελειμμένους σώους εὑρεῖν. ἀλλὰ τούτους κακοβουλία ἔσφαλεν. ἐπεὶ γὰρ ὁ τῶν Βουλ γάρων ἄρχων μακρότερον διάγειν τὸν βασιλέα ἐγίνωσκε, Σκυθικὸν στράτευμα εἰς σφετέραν συμμαχίαν προσκαλεσάμε νος κατὰ Μακεδονίαν ἐκπέπομφεν· ἠρίθμηντο δὲ περί που τὰς τέσσαρας χιλιάδας. οἳ τὴν Ἀδριανοῦ παραμείψαντες τὰ περὶ τὸν ποταμὸν Ῥηγῖνα ἐληΐζοντο καὶ τὰ περὶ τὸ Διδυμότοιχον. οἱ δ᾽ ἐκεῖσε στρατάρχαι τῶν βασιλιῶν ἐπι λελησμένοι προστάξεων κατὰ τούτων ἐξώρμησαν. καὶ ἦσαν ὅπλοις κατάφρακτοι, οἱ δὲ Σκύθαι κοῦφοι ὁπλῖται καὶ τό ξοις χρώμενοι. μακρόθεν οὖν οὗτοι βέλεσι Ῥωμαίους ἔβαλ λον, καὶ πεζοὺς τοὺς ἱππότας ῥαιδίως ἐποίουν, καὶ τέλος τρέπουσιν. ὁ μὲν οὖν Λάσκαρις ταχύτατον ἔχων τὸν ἵππον φυγὰς εἰς Ἀδριανοῦ ὤιχετο, ὁ δὲ Μαργαρίτης ἑάλω καὶ ἄλλοι πλεῖστοι, οὓς καὶ ἀπεμπόλησαν Βουλγάροις. ὃ μα θὼν ὁ βασιλεὺς ἔσπευσε διὰ τάχους περὶ τὸν τοῦ Βουλγα ροφύγου χῶρον ἐλθεῖν. ὡς δ᾽ οἱ Βούλγαροι τὴν βασιλικὴν ἔγνωσαν ἔφοδον, ἔφυγον ὡς εἶχον ποδῶν. οἱ πλείους δὲ τούτων περὶ τὰ μέρη Βιζύης ξίφους ἔργον ἐγένοντο. περὶ τὸν ποταμὸν οὖν Ῥηγίνα τὴν σκηνὴν ἔπηξεν.62 Ὁ γοῦν τῶν Βουλγάρων ἄρχων πτοίαι ληφθεὶς ἐς σπονδὰς ἐτράπετο, καὶ τὸν πενθερὸν αὐτοῦ τὸν Ῥῶσον Οὖρον, τοῦ ῥηγὸς Οὐγγρίας ἐπὶ τῆι θυγατρὶ τελοῦντα γαμ βρόν, μεσιτεῦσαι τὰ εἰς εἰρήνην βεβούλευται. καὶ ὁ Οὖρος ἐς τὸν βασιλέα ἀφίκετο καὶ ἐδέχθη προσηκόντως καὶ τὴν εἰρήνην πεποίηκε, καὶ ὤμοσεν ἀπολυθῆναι τὴν Τζέπαιναν καὶ ἑκάτερα τὰ μέρη τοῖς παλαιτέροις ὁρίοις ἀρκεῖσθαι. καὶ ἐς εἴκοσι χιλιάδας βασιλικῶν χαρισμάτων ὁ Οὖρος τυχὼν ἐξήιει. ὁ δὲ βασιλεὺς διεκαρτέρει τὴν τῆς Τζεπαίνης περι μένων ἀπόλυσιν.63 Ἀφίκετο δὲ καὶ ἡ τοῦ δεσπότου Μιχαὴλ γυνὴ Θεο δώρα μετὰ τοῦ υἱοῦ αὐτῆς Νικηφόρου τὸ πρὸς τὸν βασιλέα κῆδος ἀποπληρώσοντες. ὁ μὲν οὖν βασιλεὺς ἔσπευδε τὴν Θεσσαλονίκην καταλαβεῖν, συνείποντο δὲ τούτωι καὶ ἡ τοῦ δεσπότου γυνὴ μετὰ τοῦ υἱοῦ, καὶ καθ᾽ ὁδὸν τὰς συμβι βάσεις ἐποίουν, καὶ συμπεφώνηκε καὶ ἄκουσα δοῦναι πρὸς τὸν βασιλέα τὰ Σέρβια καὶ τὸ Δυρράχιον. ἐπὶ τούτοις καὶ ὅρκοι προύβησαν καὶ ἀπεστάλησαν πρὸς τὸν Μιχαήλ· καὶ ὃς ἑκὼν ἀέκοντί γε θυμῶι ξυνῆλθεν.64 Ἐπεὶ δὲ ὁ βασιλεὺς τὴν Θεσσαλονίκην κατέλαβε, τοὺς γάμους πληροῖ, καὶ δεσπότην τὸν Νικηφόρον τετίμηκεν. ἧκε δ᾽ αὐτῶι γραφή, ὡς ὁ Παλαιολόγος Μιχαὴλ ὁ μέγας κονοστάβλος τὴν Βιθυνίαν διέπων φυγὰς ὤιχετο περὶ τὴν τῶν Μουσουλμάνων, καὶ ἐταράχθη ἐπὶ τούτοις ὁ βασιλεύς.65 Ἐπεὶ δ᾽ ὁ Παλαιολόγος ἐν τοῖς οἴκοις τῶν Τουρ κομάνων ἀφίκετο, τούτωι ὡς ἑρμαίωι ἐντυχόντες τὰ αὐτοῦ διηρπάκασιν. οὗτος δὲ μόγις διεκφυγὼν γυμνὸς περὶ τὸν περσάρχην ἀφίκετο. ὁ δὲ ἀσμένως τοῦτον προσήκατο, καὶ γραφαὶ στέλλονται, ἵνα τὰ ἐσκυλευμένα ἐξ αὐτοῦ ἐπικομι σθεῖεν αὐτῶι. ἐπεὶ δ᾽ οἱ Ταχάριοι τὰ πλείω τῶν Μουσουλ μάνων ἐληΐζοντο καὶ περὶ τὰ Ἄξαρα ἐστρατοπεδεύσαντο, ὁ Κομνηνὸς Μιχαὴλ τὴν ἡγεμονίαν τῶν Ῥωμαϊκῶν εἰληφὼς στρατιῶν καὶ χάριτι θείαι ἀναρρωσθεὶς πρὸς μάχην ἐξώρ μησε, καὶ τοὺς Ταχαρίους νενίκηκε, πρῶτος τὸν πρῶτον τούτων βαλών. καί τις ἀμηραχούρης τὸ ὑπ᾽ αὐτὸν συλλα βὼν στράτευμα τοῖς Ταχαρίοις προσώρμησε, κἀντεῦθεν οἱ διώκοντες ἔφευγον. ἔπιπτον γοῦν Πέρσαι συχνοί. μέχρι μὲν οὖν μακρῶν διαστημάτων τὴν δίωξιν οἱ νενικηκότες πεποίηνται. ὁ γοῦν Κομνηνὸς Μιχαὴλ συμβὰν οὕτω τῶι μεγίστωι στρατοπεδάρχηι τῶν Περσικῶν στρατευμάτων, ὃν πεκλάρπακιν οἴδασι Πέρσαι καλεῖν, ξυνήιει κατὰ τὴν ὁδόν, καὶ ἐπορεύοντο πλείους ἡμέρας ἐφεπομένων τῶν πολεμίων. ἐπεὶ δὲ ἡ τοῦ λεγομένου πεκλάρπακι οἰκία περὶ τὴν Καστά μοναν ἦν, ἐκεῖσε ἐγεγόνεισαν. τὸ δὲ τῶν Ταχαρίων γένος πᾶσαν τὴν ὑπὸ τοὺς Μουσουλμάνους κατέδραμε χώραν.66 Ὁ δὲ βασιλεὺς Θεόδωρος ἐπεὶ περὶ τῶν γεγενημένων ἐπύθετο, ἔσπευσε πρὸς τὴν ἕω παλινοστῆσαι, καὶ ἀφεὶς ἐν Θεσσαλονίκηι καὶ τοῖς κατὰ δυσμὴν μέρεσιν εἰς φύλαξιν τὸν πρὸς πάππου θεῖον αὐτοῦ τὸν Λάσκαριν Μιχαὴλ μετὰ μικροῦ στρατεύματος, ὅσον εἰς τριακοσίους ἠριθμημένου, τοῦ δὲ Πριλάπου καὶ τῶν περὶ αὐτὸν στρατευμάτων τὸν ὃν εἶχε σκουτέριον Ξυλέαν ὠνομασμένον, εἰς δὲ τὸν Βελεσσὸν καὶ τὰ περὶ αὐτὸν τὸν Καλαμπάκην Θεόδωρον, ὃν καὶ τατᾶν τῆς αὐλῆς κατωνόμαζον, τὸν δὲ Χαβάρωνα Κωνσταντῖνον εἰς ἡγεμονίαν τοῦ Ἀλβάνου, ἐμὲ δὲ πάντων προΐστασθαι.67 Καὶ διελθὼν τὰ τῆς Χουναβίας καὶ τὸ ὄρος τὴν Κακὴν Πέτραν, τὴν Μάτην, τὴν Δέβρην, τὴν Κύτζαβιν, εἰς Πρίλαπον ἤχθην.68 εἶτα τὴν Ἀλβανίαν κατέλαβον· ἦλθον εἰς Ἀχρίδαν, τὴν Πρέσπαν, τὸ Σιδηρόκαστρον, καὶ τῶι Πρι λάπωι προσέσχον.69 Ὁ δὲ βασιλεὺς διαπεραιωθεὶς τὸν Ἑλλήσποντον u8033 .ς εἶχε τάχους ἐπὶ τοὺς τῆς Λυδίας τόπους κεχώρηκε καὶ περὶ τὰς Σάρδεις τὰς σκηνὰς ἔπηξεν. ὁ δὲ σουλτάνος τὴν αὐτοῦ χώραν καταλιπὼν φυγὰς πρὸς τὸν βασιλέα ἀφίκετο. ὁ δὲ δώροις τοῦτον ἐδεξιώσατο καὶ πρὸς τὴν αὐτοῦ ἐπαναζεῦξαι πεποίηκε, δοὺς αὐτῶι καὶ στρατὸν τετρακοσίων ἐπιλέκτων, στήσας αὐτοῖς ἡγεμόνα Ἰσαάκιον Δούκαν τὸν Μούρτζουφλον. ὁ δὲ περσάρχης τὸ ἄστυ τῆς Λαοδικείας τῶι βασιλεῖ ἐχαρί σατο· ἀλλ᾽ ἐπ᾽ ὀλίγον ἦν Ῥωμαίων. ὁ μὲν οὖν σουλτάνος, ἐπεὶ μὴ ἐξίσχυε τοῖς Ταχαρίοις ἀνθίστασθαι, εἰς ξυμβάσεις αὐτοῖς συνῆλθεν ὑπὸ τέλει φόρων, ἐξ οὗ ἕως νῦν φορολο γοῦνται. ὁ δὲ Μιχαὴλ ὁ Παλαιολόγος ὅρκον πρὸς τοῦ βασιλέως λαβὼν πρὸς αὐτὸν ἐπανέζευξε.70 Καὶ στέλλει τοῦτον κατὰ τοῦ ἀποστάτου Μιχαὴλ μετὰ στρατεύματος. ὁ δὲ διαβὰς τὸν Βαρδάριον, ὃν οἱ παλαιοὶ Να ξειὸν ὀνομάζουσι, καὶ τῶι Λάσκαρι Μιχαὴλ ἑνωθεὶς τὴν Βέρ ροιαν ἐληΐσαντο. οἱ δὲ Σέρβοι τὴν Κύτζαβιν παραμείψαντες τὰ πέριξ Πριλάπου ἐσκύλευον. ὁ δὲ σκουτέρης ἐμπλακεὶς τούτοις ἀσυντάκτως ἥττηται.71 Καὶ ὁ ἀποστάτης Μιχαὴλ στρατιὰν ἐκπέμψας, στρατηγὸν ἐπιστήσας αὐτοῖς τὸν νόθον υἱὸν αὐτοῦ Θεόδωρον, τοὺς ὄντας ἐκεῖσε ἐν ἀκαρεὶ ἐτρέψατο. ὃ γνοὺς ὁ Παλαιολόγος Μιχαὴλ κατ᾽ αὐτῶν ὁρμᾶι, καὶ τῶι στρατηγῶι τοῦ ἀποστάτου νόθωι Θεοδώρωι συρρήξας βάλλει τοῦτον τοῦ ἵππου καὶ ἱκέτην ὑπὲρ τοῦ μὴ θανεῖν δέχεται. παραδίδωσιν οὖν τοῦτον Τούρκωι τινί, καὶ ὃς πεφόνευκε τοῦτον. καὶ ἐτρέψαντο τοὺς τοῦ ἀποστάτου· εἶτα ἀφίκοντο πρὸς Πρίλαπον, καὶ ὀλίγας ἡμέρας προσμείναντες ὑπέστρεψαν. καὶ ἐπεὶ ἐκεχειρίαν εἶχε, περιεστοίχισε τὸ ἄστυ καὶ ἑλεπόλεις συνίστα καὶ κλίμακας ἔφερεν, ὡς ἂν διὰ τούτων περὶ τὸ ἄστυ ἀναρριχήσαιντο. ἀλλὰ τότε μὲν τραπέντες πλεῖστοι ἔργον φόνου γεγόνεισαν. αὖθις δὲ προσβολὴ περισσοτέρα περὶ τὸ ἄστυ, καὶ ἡ ἀπόκρουσις ὁμοία· ὡσαύτως καὶ ἡ τρίτη. εἶτα ἠρέμα παρεκάθηντο, καὶ οὕτως εἷλον τὸν Πρίλαπον.72 Ὁ οὖν βασιλεὺς Θεόδωρος τὰ περὶ τούτων ἀκηκοὼς ἠδημόνει.73 Ὁ δὲ τῶν Βουλγάρων ἄρχων, γυναικάδελφος αὐ τοῦ Μιχαήλ, ἔχθραν μὲν εἶχε κατὰ Ῥωμαίων, ἀλλὰ πρὸς τοῦ πρωτεξαδέλφου αὐτοῦ Καλλιμάνου καιρίαν πληγεὶς ἐτεθνήκει. ὁ δὲ Καλλιμάνος τὴν ἐκείνου λαβὼν γαμετὴν τὴν Βουλγάρων ἀρχὴν ἐσφετερίζετο. ἀλλ᾽ ὁ Ῥῶσος Οὖρος μετὰ στρατευμάτων ἐπελθὼν τῶι Τρινόβωι τὴν θυγατέρα τού του, τὴν τοῦ Μιχαὴλ σύζυγον, εἴληφεν· ὁ γὰρ Καλλιμάνος προπεφόνευτο. ἐπεὶ δ᾽ ἔρημος ἐναπελείφθη κληρονόμου ἡ τῶν Βουλγάρων ἀρχή, οἱ προύχοντες τὸν Τοίχου υἱὸν Κων σταντῖνον εἰς τὸ ἄρχειν αὐτῶν ἀνεδέξαντο. ἵνα δὲ καὶ εὐ πρόσωπος αὐτῶι ἡ ἀρχὴ γένοιτο καὶ δόξειεν ὑπὸ κληρονομίας κρατεῖν, πρὸς τὸν βασιλέα Θεόδωρον πρεσβείαν πεπόμφασιν, ἵνα τὴν πρώτην αὐτοῦ θυγατέρα Εἰρήνην συζεύξηι τῶι Τοίχωι, ἐγγόνην οὖσαν τοῦ Ἀσάν. ἐχώρισαν οὖν τὴν ἣν εἶχε γυναῖκα καὶ πρὸς τὸν βασιλέα ἀπέστειλαν. οὕτω γοῦν ἠρέμησαν τὰ τὼν Βουλγάρων.74 Μετὰ δὲ ταῦτα νόσωι δεινῆι ὁ βασιλεὺς περιπέπτωκεν. ἀπέκαμον οὖν ἐν ταύτηι καὶ ἰατρῶν χεῖρες. ἐν οὐκ ὀλίγωι γοῦν χρόνωι τῆι νόσωι κατεξετασθεὶς καὶ τὸ σῶμα ὅλον κατα σκελετευθεὶς τὸ μοναδικὸν ὑπεισήιει σχῆμα, καὶ ἐξομολόγησιν ἐπεποιήκει ψυχῆς γενναίας καὶ μεγαλόφρονος, τὴν εὐαγγελικὴν μιμησάμενος πόρνην, τὸν τῆς Μιτυλήνης ἀρχιερατι κῶς προϊστάμενον εἰς τὴν τῶν αὐτοῦ σφαλμάτων ἐξαγορίαν μετακαλεσάμενος καὶ ἔμπροσθεν τῶν αὐτοῦ ποδῶν πίπτει πρὸς τοὔδαφος καὶ δακρύων ῥεύμασι τὴν γῆν ἔπλυνεν, ἐν ἧι κατέκειτο, ὡς καὶ πηλὸν γενέσθαι ἐκ τούτων, καὶ τὸ "ἐγκατέλιπόν σε, Χριστέ" συχνῶς ἐπεφώνει, τοῖς τῆς ἐξαγο ρίας λόγοις τοῦτο συμπαραπλέκων. ἐκεῖνος μὲν οὖν οὕτω βιώσας καὶ μήπω ὅλους τέσσαρας ἐνιαυτοὺς αὐτοκρατορήσας· κατὰ τὸν Νοέμβριον γὰρ ἄρξας ἐν Αὐγούστωι μηνὶ τὸ τέλος ἔσχηκε τῆς ζωῆς. ὁ μὲν οὖν νεκρὸς αὐτοῦ ἐν τῆι τῶν Σωσάνδρων ἀπεκομίσθη μονῆι, καὶ ἐτάφη ἐκεῖσε, ὅπου καὶ ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ. τετελευτηκὼς δὲ τρία κατα λελοίπει παιδία, ἓν μὲν ἄρρεν τοὔνομα Ἰωάννην, θήλεα δὲ δύο, τήν τε Θεοδώραν καὶ Εὐδοκίαν. τὰς ἑτέρας γὰρ δύο αὐτοῦ θυγατέρας ἀνδράσι συνέζευξε, τὴν Εἰρήνην τῶι τοῦ Τοίχου υἱῶι, τὴν δὲ Μαρίαν τῶι τοῦ ἀποστάτου Μιχαὴλ υἱῶι Νικηφόρωι, ἥτις καὶ ἐν τῶι καιρῶι τῆς τοῦ πενθεροῦ ἀποστάσεως τὸ κοινὸν ἀπέδοτο χρέος.75 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ οὔπω τελείων ἐτῶν ὀκτώ. ὁ δὲ πατὴρ αὐτοῦ διαθήκην πεποίηκε τάχα μὲν ὡς ἐπὶ τῶι παιδί, τῆι δ᾽ ἀληθείαι ἐπὶ τῶι πρωτοβεστιαρίωι αὐτοῦ τῶι Μουζάλωνι Γεωργίωι· τοῦτον γὰρ διετίθετο τὸ κράτος ἔχειν, μέχρις ἂν ὁ τοῦ βασιλέως υἱὸς εἰς ἥβην τελείαν ἀφίκοιτο· καὶ πρού βησαν ἐπὶ τούτοις προστάξει τοῦ βασιλέως ὅρκοι παρὰ τῶν ἐντυχόντων τῶι τότε. ἀλλ᾽ οὔπω τριταῖος ἦν ἐν τάφωι ὁ τοῦ βασιλέως νεκρός, καὶ ὡς ἀπὸ κοινοῦ συνθήματος συν δραμόντες πάντες οἱ ἐκεῖσε - στράτευμα δὲ ἦν ἱκανόν - καὶ οἱ πρὸς βασιλέως κεκακωμένοι ἄνδρες εὐγενεῖς, ὁ Στρατη γόπουλος Ἀλέξιος, οὗ τὸν υἱὸν τετύφλωκεν, ὁ Τορνίκης Κων σταντῖνον, ὃν εἶχε δέσμιον, ὁ Φιλῆς Θεόδωρος, ὃν τετύφλωκεν, ὁ Ζαγαρομμάτης Γεώργιος, ὃν ἐκράτει, οἱ τέτταρες υἱοὶ τοῦ πρωτοβεστιαρίου τοῦ Ῥαοὺλ καὶ αὐτοὶ καθειργμένοι, Νικη φόρος ὁ Ἀλυάτης, οὗ τὴν γλῶτταν ἐξέτεμεν, αὐτοβοεὶ πρὸς τὴν Σωσάνδρων μονὴν κατὰ τοῦ ἐπιτρόπου πρωτοβεστιαρίου καὶ τῶν αὐταδέλφων αὐτοῦ, ἐντὸς τοῦ ἱεροῦ βήματος ξίφους ἔργον τούτους ἐποίησαν καὶ τὸν βασιλέα ἔσκωπτον, ὅτι ἀνδραρίοις οὐτιδανοῖς τὴν Ῥωμαίων ἀρχὴν ἐνεπίστευσε.76 Καὶ οὕτω συνελθόντες ἅμα τῶι ἱερῶι καταλόγωι καὶ τῶι πατριάρχηι σκέψιν ἔθεντο τὸ τίς ἂν εἴη ἄξιος περὶ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. ἠρωτοῦντο γοῦν οἱ Ῥωμαῖοι, εἶτα Λατῖνοι, εἶτα Σκύθαι, καὶ πάντες τὸν Κομνηνὸν Μιχαὴλ τὸν Παλαιολόγον ἐπέλεγον καὶ τοῦ παιδὸς ἐπίτροπον εἶναι καὶ τῶν κοινῶν διοικητήν. καὶ ὡς ἐν ὀλίγωι ταινίαι δεσποτικῆι αὐ τὸν ἀναδοῦσι, καὶ μετὰ μικρὸν εἰς βασίλειον ἀνήχθη περιωπήν.77 Ἐπεὶ δ᾽ ἀπὸ τῶν μεγιστάνων ὁ Καρυανίτης ἦν, ὃς καὶ φόνον κατεψηφίσατο τῶν Μουζαλώνων, τοῦτον ὁ βασι λεὺς Μιχαήλ, ἵνα μή τι νεωτερίσηι, ἐν εἱρκτῆι ἔθετο. ὁ δὲ ἀποδρὰς περὶ τὰ τῶν Περσῶν ὤιχετο, κατασχεθεὶς δὲ ὑπὸ τῶν Τουρκομάνων πεφόνευται. ἐναπολέλειπτο δὲ ἀπὸ τῶν περιωνύμων ὁ Ἄγγελος Ἰωάννης ὁ πρωτοστράτωρ, ὃς κατὰ τὴν δυσμὴν ἦν. τοῦτον πέμψας ὁ βασιλεὺς ἤθελεν ἀγα γεῖν, καθ᾽ ὁδὸν δὲ βέλει τρωθεὶς ἐτεθνήκει. ὁ γὰρ βασι λεὺς τὸν αὐτάδελφον αὐτοῦ μέγαν χειροτονήσας δομέστικον καὶ τὰ στρατεύματα παραδοὺς αὐτῶι εἰς δύσιν ἐκπέπομφε κατὰ τοῦ ἀποστάτου Μιχαήλ. ὡς δ᾽ ἀνηγορεύθη, σεβαστο κράτορα εἶναι τοῦτον πέπομφε. συνῆν δὲ αὐτῶι καὶ ὁ Στρα τηγόπουλος Ἀλέξιος καὶ ὁ πρωτοβεστιάριος Ῥαοὺλ Ἰωάννης.τετίμηκε δὲ καὶ τὸν Στρατηγόπουλον μέγαν δομέστικον, τὸν δὲ ἐξ ἑτέρας μητρὸς ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον καίσαρα τετίμηκε καὶ εἰς τὰ τῆς Παφλαγονίας ἔστειλε μέρη.78 Καὶ ἦν χαρὰ ὡς ἐκ σκοτομήνης εἰς φέγγος ἢ ἐκ κλύδωνος εἰς γαλήνην ἢ ἐκ χειμῶνος εἰς ἔαρ ἢ ἐκ λαίλαπος εἰς νηνεμίαν ἢ ἐξ ἀνίας εἰς ἡδονήν. Οἱ δ᾽ ἐν πόλει Λατῖνοι καὶ ὁ ἐν αὐτῆι βασιλεύων πρε σβείαν ἔστειλαν πρὸς τὸν βασιλέα ἀπὸ Θεσσαλονίκης ποι ούμενοι ζήτησιν, ἵνα δοίη ταύτην αὐτοῖς καὶ πᾶσαν τὴν ἄλλην χώραν ἕως Κωνσταντίνου. ὁ δὲ βασιλεὺς ἀστειότερον πρὸς σφᾶς ἀπελογήσατο, ὡς "ἐν Θεσσαλονίκηι ὁ ἐμὸς πατὴρ ἡγεμονεύων ἐτεθνήκει· ὡς οὖν πατρίδος θέλω ἄρχειν αὐ τῆς." ταῦτ᾽ ἀκηκοότες οἱ πρέσβεις ὑποκνηστιῶσαν ἔσχον τὴν ἀκοὴν καὶ "παραχώρησον ἡμῖν ἐκ τῶν Σερρῶν αὐτῶν" ἔφησαν. καὶ ὃς "ἐκεῖ πρῶτον ἡγεμονεύειν ἠρξάμην, καὶ οὐ χρεὼν ταύτην καταλιπεῖν με." οἱ δὲ "καὶ δὸς ἡμῖν ἐκ τοῦ Βολεροῦ τὰ μέχρις ἡμῶν." καὶ ὃς "πολλάκις" φησὶν "ἐκεῖσε ἐθήρευσα, καὶ οὔ μοι κέκριται ἄξιον ἀφεῖναι τοῦ τον τὸν χῶρον." "τί οὖν ἡμῖν δίδως;" οἱ πρέσβεις ἀντ έφησαν. "ἐγὼ μὲν" ἔφη "οὐδέν. ἀλλ᾽ εἴπερ τὴν ἐξ ἐμοῦ λαβεῖν θέλετε εἰρήνην, ἐθέλω τοὺς ἐν Κωνσταντίνου Λατί νους πρὸς τὴν Ῥωμαίων τελεῖν ἀρχὴν μερίδα μὲν ἐκ τοῦ κομμερκίου ἡμίσειαν κἀκ τοῦ χρυσεψητείου ὡσαύτως. εἰ δ᾽ οὖν, ἀλλ᾽ ἔστω μάχη."79 Καὶ πρὸς τὸν ἀποστάτην δὲ Μιχαὴλ ἐστείλατο πρε σβείαν διὰ τοῦ Φιλῆ Θεοδώρου, πολλὰ ὑπενδιδοὺς τῶν προσηκόντων ἄστεων καὶ χωρῶν. ἀλλ᾽ ἦν πρὸς τὰς ἀπο κρίσεις σκληρός· ἐφύσα γὰρ αὐτὸν οὐ μόνον τὸ τῶι ῥηγὶ Σικελίας Μαφρὲ κῆδος, ἀλλὰ καὶ τὸ ἐπὶ τῶι πρίγγιπι Ἀχαΐας τῶι Γουλιέρμωι. ὁ δὲ βασιλεὺς πρὸς τὸν ῥῆγα Σικελίας τὸν Μαφρὲ τὸν τοῦ ἀποστάτου γαμβρὸν πρέσβεις ἔστειλε διὰ τοῦ ἐπὶ τοῦ κανικλείου Νικηφόρου τοῦ Ἀλυάτου, ὃν καὶ κατεῖχε μεθ᾽ ἑαυτοῦ ἐγγύς που δύο ἐτῶν. καὶ πρὸς τὸν πρίγγιπα Ἀχαΐας διεπρεσβεύσατο· ἀλλ᾽ οὐδ᾽ οὗτος εἶξε.80 Τὸν δὲ ἀδελφὸν αὐτοῦ τὸν σεβαστοκράτορα κατὰ τοῦ ἀποστάτου ἐκπέμψας προσέταξε κατευθὺ τὴν πορείαν ποιή σασθαι, μέχρις ἂν τῶι τοῦ ἀποστάτου ἐντύχοι στρατεύματι. ὁ δὲ ἀποστάτης περὶ τὰ τῆς Καστορίας μέρη ἐστρατοπέδευεν. ἄφνω δ᾽ ἐπῆλθε τούτωι βοή, ὡς τὰ Ῥωμαϊκὰ στρατεύματα τὰ τῶν Βοδηνῶν τέμπη διαβάντα κατ᾽ αὐτῶν χωροῦσι. καὶ πτοίαι ληφθεὶς ὤιχετο, πολλοὶ δὲ καθ᾽ ὁδὸν ἐσίνοντο. καὶ ὁ Πετραλίφας δὲ Θεόδωρος, ὁ αὐτοκασίγνητος τῆς τοῦ ἀποστάτου συζύγου, τόπωι ἐντυχὼν κρημνώδει σὺν ἵππωι ὤλετο. συνεστάλησαν οὖν μέχρι τῶν Πυρρηναίων ὀρῶν, ἃ δὴ διο ρίζει τὴν παλαιάν τε καὶ νέαν Ἤπειρον τῆς Ἑλληνίδος καὶ ἡμετέρας γῆς. ἐπεὶ δὲ οὕτω συνέβη, ἄδειαν ὁ σεβαστοκρά τωρ δραξάμενος κατὰ τῶν ἄστεων ὥρμησεν. εἷλεν οὖν Ἀχρίδαν, Δεάβολιν, καὶ πᾶσα δὲ ἡ περὶ τούτων χώρα, εἴτ ουν Πρέσπα Πελαγονία Σωσκὸς Μολυσκὸς ὑπὸ τὴν Ῥω μαϊκὴν ἐγεγόνεισαν ἐπικράτειαν.81 Ὁ δ᾽ ἀποστάτης πάντα κάλων κινήσας τοὺς οἰκείους συνέλεξε καὶ συμμαχίαν παρὰ τοῦ ῥηγὸς τοῦ γαμβροῦ αὐ τοῦ προσελάβετο εἰς τετρακοσίους ἱππότας. ἅτερος δὲ τού του γαμβρὸς ὁ Ἀχαΐας πρίγγιψ τὴν πᾶσαν αὐτοῦ στρατιὰν συλλεξάμενος δι᾽ ἑαυτοῦ τὴν πρὸς τὸν αὐτοῦ πενθερὸν συμμαχίαν πεποίητο, ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν. συνήθροιστο γοῦν παμπληθὴς στρατιά, καὶ κατὰ τοῦ σεβα στοκράτορος Ἰωάννου τὴν ὁρμὴν ἐποιοῦντο. ὁ δὲ στρατηγικῶς τοὺς ἀντιπάλους μετήρχετο. ἐκεῖνος μὲν γὰρ μετὰ τῶν καταφράκτων καὶ θώραξι κεχρημένων δυνάμεων τὰ ἐχυρώτατα τῶν τόπων ἐκράτει, τοὺς δ᾽ ἐλαφροτέρους κατὰ τῆς πεδιάδος πρὸς τοὺς ἀντιπάλους ἀνθίστασθαι προσετε τάχει. ἦσαν δὲ οὗτοι οἱ μὲν ἐκ Σκυθῶν, οἱ δὲ ἐκ Τούρκων, ἕτεροι δ᾽ ἐκ Ῥωμαίων, οἷς μᾶλλον ἡ τοξεία τὸ ἐπιτή δευμα, οἳ καὶ μακρόθεν τούτους τοῖς βέλεσιν ἔπληττον. ἤρξαντο μὲν οὖν ἐκ τόπου, οὗ Βορίλα Λόγγος τοὔνομα, καὶ οὔθ᾽ ἡμέρας ἀνέτως βαδίζειν αὐτοὺς παρεχώρουν οὔτε νυκτός. συνερρήγνυντο γὰρ αὐτοῖς ἡμέρας μὲν ἐν τοῖς τῶν ἵππων ποτοῖς, συνέπιπτον δὲ τούτοις καὶ καθ᾽ ὁδόν, καὶ ταῖς ἁμάξαις καὶ τοῖς φορταγωγοῖς ὑποζυγίοις προσπε λάζοντες ἐκ τῶν παρ᾽ αὐτοῖς φορτίων ἐσκύλευον ὑποχω ρούντων τῶν φυλασσόντων. τοῦτο δὲ πολλάκις πεποιηκότες εἰς θάρσος κατὰ τῶν ἐναντίων οὐ μέτριον ἐληλάκασιν, ὥστε καὶ χερσὶ χεῖρας ἐμβαλεῖν κἀξ αὐτῶν σκυλεύειν τὰ προσ τυχόντα. οὕτω τὸ τοῦ ἀντάρτου Μιχαὴλ συνέσταλται στρά τευμα, βίαι καὶ μόγις Στανὸν καὶ Σωσκὸν καὶ Μολυσκὸν παραμείψαντες· ἔσπευδε γὰρ ἐς τὸ τοῦ Πριλάπου ἄστυ γενέσθαι, ὅπως αὐτὸ διασώσειαν. ἐκεῖ δὲ γεγονότες, εἰς οἰκείαν ἕκαστος διασκεδασθέντες βουλὴν τὸν περὶ ψυχῆς τρέχειν βεβούλευται. καὶ ὁ μὲν ἀποστάτης μετὰ τοῦ υἱοῦ Νικηφόρου καί τινων νυκτὸς ἐποχηθέντες ἀπέδρασαν· ὡς δ᾽ ἔγνωστο τοῖς λοιποῖς, καὶ αὐτοὶ πρὸς φυγὴν ἐτράποντο. τὸ μὲν οὖν Ῥωμαϊκὸν στράτευμα καὶ ὁ νόθος τοῦ ἀποστά του υἱὸς Ἰωάννης τῶι σεβαστοκράτορι Ἰωάννηι προσῆλθον καὶ τῶι βασιλεῖ τοὺς ὅρκους ἀπέδοντο, ὁ δὲ πρίγγιψ Ἀχαΐας καὶ οἱ μετ᾽ αὐτοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. καὶ ὁ μὲν πρίγγιψ κατὰ τὴν Καστορίαν ἑάλω ὑπ᾽ ἀχυρμιᾶι τινι κρυ βεὶς κἀκ τῶν ὀδόντων γνωρισθείς - εἶχε γὰρ τοὺς ἐμπρο σθίους εὐμεγέθεις - καὶ δέσμιος ἀπήχθη τῶι βασιλεῖ· οἱ δὲ κρείττους τῶν πραγμάτων αὐτοῦ καὶ προσγενεῖς, οἵ τε Ἀσὲλ δε Τουσί, ὁ τῆς Καρυταίνης Ἰοφρὲ καὶ ἄλλοι τῶν ὀνομαστῶν, οἱ μὲν κατὰ τὸν Πλαταμῶνα οἱ δὲ κατ᾽ ἄλλο μέρος ἑάλωσαν. καὶ τὸ συμμαχικὸν στράτευμα τὸ ἐκ τοῦ ῥηγὸς Σικελίας Μαφρὲ σταλὲν ὑπὸ τεσσάρων κατεσχέθησαν, ὧν μὲν εἷς ἦν ὁ μέγας δομέστικος ὁ Στρατηγόπουλος, ὁ Ῥιμψᾶς Νικηφόρος, οἱ δὲ δύο τῶν ἀνωνύμων. καὶ τού τους ὡς δεσμώτας πρὸς τὸν βασιλέα ἐξέπεμψαν.82 Ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης τὴν Θετταλίαν παραμείψας περὶ τὴν νέαν Πάτραν ἐστρατοπεδεύσατο, ὁ δὲ Στρατηγόπουλος σὺν ἑτέροις τὰ Πυρρηναῖα ὑπερβάντες ὄρη καὶ καταλιπόντες ἐν τοῖς Ἰωαννίνοις στράτευμα εἰς τούτων πολιορκίαν περὶ τὴν Ἄρταν ἧκον. κατέλιπον δὲ τὸν ἐκεῖσε λαὸν οὐκέτι εὐνοϊκῶς περὶ αὐτοὺς ἔχοντα· οὐ γὰρ καλῶς ἐχρήσαντο τούτοις. διὰ ταῦτα καὶ ἡ περιφανεστάτη ἐκείνη νίκη πρὸς τοὐναντίον κεχώρηκεν. ὁ δὲ νόθος υἱὸς τοῦ Μιχαὴλ Ἰωάννης κατὰ τῶν Λατίνων κεχώρηκε, καὶ τὴν Λεβαδίαν παραμείψας τὰς Θήβας ἐσκύλευσε, τὴν δ᾽ ἣν ὤδινεν ἀπιστίαν εἰς προὖπτον ἐξέφηνε, καὶ μετ᾽ ἄλλων ἀποδρὰς πρὸς τὸν ἀποστάτην πατέρα ἧκε, μεθ᾽ οὗ πλοια ρίοις ἐμβάντες τὰς διατριβὰς ἐν τῆι θαλάττηι ἐποίουν. ὅμως ἀνερρώσθη, καὶ περὶ Ἄρταν ἀφιγμένος, ἐπεὶ τοὺς πάντας οἰκήτορας προσκειμένους εὗρεν αὐτῶι, εἶδε δὲ καὶ τὸ τῆς Βονδίτζης ἄστυ παρὰ τοῦ μέρους τούτου κρατούμενον, συναγαγὼν πάντας τοὺς ἡμετέρους ἐξ Ἄρτης ἐξήλασεν, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας τὰ Ἰωάννινα. ὁ μὲν οὖν σεβαστο κράτωρ Ἰωάννης καὶ Τορνίκιος ὁ πενθερὸς αὐτοῦ πρὸς τὸν αὐτοκράτορα ἐπανήιεσαν· ὃν καὶ τῶι τῶν δεσποτῶν τετίμηκεν ἀξιώματι, τὸν δὲ Τορνίκιον τῶι τῶν σεβαστοκρατόρων, καὶ τὸν αὐτάδελφον αὐτοῦ Κωνσταντῖνον σεβαστοκράτορα κατωνόμασεν. ἀλλὰ καὶ τὸν Στρατηγόπουλον Ἀλέξιον δι᾽ ἐπιστολῆς τετίμηκε καίσαρα.83 Ὁ δὲ βασιλεὺς ἔαρος ἐπιλάμψαντος κατὰ τῆς Κωνσταντίνου κεχώρηκεν. ἐπῆλθε γοῦν κατ᾽ αὐτῆς τῶι ἐξαδέλφωι αὐτοῦ Ἀσὲλ ἐξηπατημένος, ὑπισχνουμένου παραδοῦναι ταύτην αὐτῶι, καὶ ἐν τῶι Γαλατᾶι ἐστρατοπεδεύσατο καὶ τὸ τοῦ Γαλατᾶ ἐμάχετο φρούριον. ἀπιόντι οὖν ἐκεῖθεν πρέσβεις ἐκ Λατίνων ἧκον περὶ ἀγάπης, καὶ γέγονε χρόνον ἕνα.84 Ἧκεν οὖν εἰς Πηγάς, εἶτα πρὸς Νύμφαιον. ἧκε καὶ περὶ Κλαζομενήν, οὗ ἧξε καὶ ὁ σεβαστοκράτωρ Τορνίκιος καὶ δι᾽ ὄχλου γέγονε τῶι βασιλεῖ διὰ τὸν πατριαρχεύσαντα Ἀρσένιον. ὁ γὰρ πατριαρχικὸς ἐχήρευε θρόνος, τοῦ πατριαρχεύσαντος Νικηφόρου, ὃς ἀπὸ τῆς Ἐφέσου εἰς τὸν πατριαρχικὸν μετετέθη θρόνον, ἀπάραντος τῶν ἐνθένδε μηδ᾽ ὅλον ἐνιαυτὸν διαρκέσαντος. ὁ δὲ Ἀρσένιος προεκλήθη ἀπὸ τοῦ βασιλέως Θεοδώρου, ὃς ἔχθραν ἔσχε κατὰ τοῦ βασιλέως. καὶ ἀνήχθη αὖθις Ἀρσένιος.85 Ὁ δὲ βασιλεὺς τὸν Στρατηγόπουλον καίσαρα πέμπει τοῖς δυτικοῖς μέρεσι, παρήγγειλε δὲ τῆς Κωνσταντίνου ἀποπειράσασθαι. ναῦς οὖν τότε μεγίστη ἐκ Βενετίας εἰς τὴν Κωνσταντίνου ἀφίκετο καὶ ποτεστάτος, ὃς παροτρύνας ** τοὺς ἐν Κωνσταντίνου Λατίνους ἐν τριήρεσι καὶ πλοίοις καὶ λεμβαδίοις καὶ δρόμωσι κατὰ Δαφνουσίας χωρῆσαι. καὶ γέγονεν οὕτως, καὶ κεκένωτο ἡ πόλις ἀνδρῶν, τῶι βασιλεῖ ταύτης Βαλδουίνωι μετά τινων μετρίων φυλασσομένη. αἴφνης οὖν ὁ καῖσαρ τῆι Κωνσταντίνου ἐπήιει, ἔχων καὶ ἄνδρας τινὰς ἐκεῖθεν ὄντας καὶ ἀκριβῶς εἰδότας τὰ κατ᾽ αὐτήν. καὶ μαθὼν ὀπήν τινα περὶ τὰ τείχη χωροῦσαν εἰσιέναι ὁπλίτην ἐκεῖ ἤιει. εἰσῆλθεν οὖν διὰ ταύτης ἀνὴρ καὶ ἕτερος καὶ ἄλλος καὶ καθεξῆς μέχρι τῶν ιεʹ. ἔτι δὲ καὶ πλείους ἄλλοι εἰσιόντες ἕνα εὗρον περὶ τὰ τείχη φύλακα, ὃν ἀναβάντες ἔξω τῶν τειχῶν ἔρριψαν, καὶ πελέκεσι τὰς πύλας ἐκμοχλεύσαντες ἐλευθέραν τὴν εἰς αὐτὴν εἴσοδον ἐποίησαν τῶι στρατεύματι. οἱ δ᾽ ἐντὸς τῶι αἰφνιδίωι κατασεισθέντες ὡς εἶχον ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύοντο. καὶ ὁ Βαλδουῖνος περὶ τὸ μέγα παλάτιον ἐχώρησεν. οἱ δὲ περὶ Δαφνουσίαν ἀπιόντες Λατῖνοι καὶ ὁ ποτεστάτος, ἐπεὶ μὴ κατ᾽ αὐτῶν τι δρᾶσαι ἴσχυσαν, πρὸς τὴν πόλιν ἐπανεζεύγνυον· ἀντελάβετο γὰρ κἀκείνων θεός. καὶ πλησιάσαντες εἰς τὴν πόλιν ὥρμησαν εἰσελθεῖν. ἀλλὰ τὰ Ῥωμαϊκὰ στρατεύματα τοῦτο γνόντες πῦρ ταῖς οἰκίαις τῶν Λατίνων ἐνέβαλον περὶ τὸν αἰγιαλὸν κειμέναις, καὶ ἐνέπρησαν ταύτας, πρῶτα Βενετίκων, εἶτα τῶν ἄλλων γενῶν, ἃς καὶ Κάμπους ὠνόμαζον. ὡς δ᾽ εἶδον τοῦτο Λατῖνοι, λαβόντες ἐντὸς τῶν τριήρεων ὅσους ἠδύναντο, καὶ μιᾶς εἰς τὸ μέγα παλάτιον χωρησάσης καὶ δεξαμένης τὸν Βαλδουῖνον, ὑπε χώρησαν. οὕτω μὲν ἡ Κωνσταντίνου προνοίαι θεοῦ ὑπὸ Ῥωμαίους ἐγένετο, Ἰουλίου κεʹ ἄγοντος, οὔσης ἐπινεμήσεως δʹ καὶ ἀπὸ γενέσεως κόσμου ἔτους ὄντος ςψξθʹ, ὑπὸ Λατίνων κρατηθεῖσα χρόνους νηʹ. |