B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Ioannes Zonaras
ca. 1100 - post 1160
     
   



ἐ π ι τ ο μ ὴ   ἱ σ τ ο ρ ι ῶ ν

__________________________________________________


Κ α σ σ ί α

[III, 354]
Γυναῖκα δ᾽ ἑαυτῶι εἰσοικίσασθαι βουληθείς ὁ Θεόφιλος πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ Εἰκασία, παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερφέρουσα καὶ λόγοις ὡμιληκυῖα καὶ τὸ γένος ἐπίσημος. περιήιει γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν, ἵν᾽ αὐτὸ ἐπιδῶι τῆι δοξάσηι αὐτῶι ἀρεστῆι· ἐπεὶ δὲ ἦλθε κατὰ τὴν Εἰκασίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη· ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα. ἡ δ᾽ ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυθήματος εὐστόχως πως ἀπεκρίνατο· ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω. ὁ δὲ καταβροντηθεὶς ὥσπερ τῶι τῆς παρθένου λογῶι τὴν μὲν παρῆλθε, τὸ μῆλον δὲ τὸ χρυσοῦν τῆι ἐκ Παφλαγονίας Θεοδώραι παρέσχετο. ἡ δ᾽ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης κλῆσιν ἔσχεν ἐπίκλησιν, καὶ ἐν αὐτῆι μονάσασα ἑαυτῆι ἔζη καὶ τῶι θεῶι, τῆς [355] λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα ἐκείνης εὑρίσκονται εὐπαιδευσίας χαρίτων οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ᾽ ἑαυτὴν καὶ ἀτευκτήσασα βασιλέως φθαρτοῦ τῶι παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βασιλείας τὴν ἐπουράνιον ἐκληρώσατο.

______________

Textus:
Ioannis Zonarae epitomae
historiarum libri XIII-XVIII
ed. Th. Büttner-Wobst, Bonn 1897