BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

40.

ΚΟΜΗΤΑ

 

Ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν,

ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,

ἀσπαλιεῦσιν ἔειπε μαθητῆισιν πινυτοῖσι·

Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο

5

οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.

ἀλλ᾽ ἄνεω μὲν ἔκειτο μεμυκὼς χείλεα σιγῆι

σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν,

ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν,

ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν,

10

ἐκ πάντων δὲ μάλιστα Μάρθηι Μαρίηι τε ὁμαίμοις

αὐτοκασιγνήταις·

ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο

μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.

τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν

15

σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβωι.

ὄφρα μὲν ἠέλιος τρίτον ἤνυσεν ἦμαρ ἐς αἶαν,

τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους·

ἀλλ᾽ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς,

καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο

20

εὐπατρίδηισι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο,

οἳ πέρι μὲν βουλῆι μερόπων, πέρι δ᾽ ἦον ἁπάντων,

οὓς ἔκπαγλ᾽ ἐφίλησ᾽ ὡσεὶ θεοῦ υἷας ἐόντας,

ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ

καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίηισιν·

25

Ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι,

κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε,

ὄφρ᾽ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·

δεῦτ᾽ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός,

σπεύσομεν ὅττι τάχιστ᾽, ὄφρα κλέος ἄφθιτον ἴσχω·

30

ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.

τὸν δ᾽ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι·

Ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.

εἶπον· ὃ δ᾽ αὐτὸς ἔβαινε καὶ ἡγεμόνευε μαθηταῖς.

σπερχόμενοι δ᾽ εἵποντο μετ᾽ ἴχνια Παμμεδέοντος,

35

ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων

πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων·

ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἱκάνοντο πολυκλαύστωι ἐπὶ τύμβωι,

καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν

40

Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε·

Γουνούμεσθά σ᾽, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις,

Λάζαρον, ὃν φιλέεσκες· ἐν ἔγκασιν ἤλυθεν Ἅιδου·

εἰ γὰρ τῆιδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς

οὔποτ᾽ ἔτλη μεῖναι, ἐπεὶ ἦ πολὺ φέρτατος ἦσθα·

45

ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.

καὶ τότε δὴ ὕψιστος ἀμείβετο· Ποῦ ποτε κεῖται;

αἳ δ᾽ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην·

δὴ τότ᾽ ἐπεὶ δεῖξαν θεῶι αὐτὸν σῆμά τε λυγρόν,

εἶπεν ἄρ᾽· Ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο.

50

αὐτὰρ ἐπεὶ ἀνέωικτο τάφος λυγρὸς φθιμένοιο,

καὶ τότε δὴ μέγ᾽ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ·

Λάζαρε, δεῦρ᾽ ἴθι, κλῦθι ἐμεῖο καὶ ἔρχεο ἔξω.

ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος,

λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.

55

τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίηισιν,

αὐτίκα δ᾽ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν,

καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.