BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

25.

<ΒΗΣΑΝΤΙΝΟΥ> ΒΩΜΟΣ

 

Ὀλὸς οὔ με λιβρὸς ἱρῶν

Λιβάδεσσιν οἷα κάλχη

Ὑποφοινίηισι τέγγει·

Μαύλιες δ᾽ ὕπερθε πέτρης Ναξίης θοούμεναι

Παμάτων φείδοντο Πανός· οὐ στροβίλωι λιγνύι

Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.

Ἐς γὰρ βωμὸν ὁρῆις με μήτε γλούρου

Πλίνθοις μήτ᾽ Ἀλύβης παγέντα βώλοις,

Οὐδ᾽ ὃν Κυνθογενὴς ἔτευξε φύτλη

Λαβόντε μηκάδων κέρα,

Λισσαῖσιν ἀμφὶ δειράσιν

Ὅσσαι νέμονται Κυνθίαις,

Ἰσόρροπος πέλοιτό μοι·

Σὺν οὐρανοῦ γὰρ ἐκγόνοις

Εἰνάς μ᾽ ἔτευξε γηγενής,

Τάων ἀείζωιον τέχνην

Ἔνευσε πάλμυς ἀφθίτων.

Σὺ δ᾽, ὦ πιὼν κρήνηθεν, ἣν

Ἶνις κόλαψε Γοργόνος,

Θύοις τ᾽ ἐπισπένδοις τ᾽ ἐμοὶ

Ὑμηττιάδων πολὺ λαροτέρην

Σπονδὴν ἄδην. ἴθι δὴ θαρσέων

Ἐς ἐμὴν τεῦξιν· καθαρὸς γὰρ ἐγὼ

Ἰὸν ἱέντων τεράων, οἷα κέκευθ᾽ ἐκεῖνος,

Ἀμφὶ Νέαις Θρηικίαις ὃν σχεδόθεν Μυρίνης

Σοί, Τριπάτωρ, πορφυρέου φὼρ ἀνέθηκε κριοῦ.