BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

22.

<ΣΙΜΙΟΥ> Ο ΠΕΛΕΚΥΣ

 

Ἀνδροθέαι δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάναι

ὤπασ᾽ Ἐπειὸς πέλεκυν, τῶι ποκα πύργων θεοτεύκτων κατέρειψεν αἶπος,

τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνωι πόλιν ἠιθάλωσεν

Δαρδανιδᾶν χρυσοβαφεῖς τ᾽ ἐστυφέλιξ᾽ ἐκ θεμέθλων ἄνακτας,

5

οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,

ἀλλ᾽ ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·

νῦν δ᾽ ἐς Ὁμήρειον ἔβα κέλευθον

σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·

τρὶς μάκαρ, ὃν σὺ θυμῶι

10

ἵλαος ἀμφιδερχθῆις·

ὅδ᾽ ὄλβος

ἀεὶ πνεῖ.