BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

15. Σύμμικτα

 

______________________________________________________________________

 

 

 

9.

ΚΥΡΟΥ ΠΟΙΗΤΟΥ

Ἐγκώμιον εἰς Θεοδόσιον τὸν βασιλέα

 

Πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα

νόσφι χόλου καὶ ἔρωτος· ὀιστεύεις δ' ἅτε Τεῦκρος,

ἀλλ' οὔ τοι νόθον ἦμαρ· ἔχεις δ' ἐρικυδέα μορφὴν

τὴν Ἀγαμεμνονέην, ἀλλ' οὐ φρένας οἶνος ὀρίνει·

5

ἐς πινυτὴν δ' Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐίσκω,

ἀλλὰ κακῶν ἀπάνευθε δόλων· Πυλίου δὲ γέροντος

ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν,

πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.