Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
15. Σύμμικτα
|
|
______________________________________________________________________
| |
7.Ἄλλο
Ἁ πάτρα Νίκαια, πατὴρ δέ μοι ὀργιοφάνταςοὐρανοῦ, αὐτὰρ ἐγὼ κλαρονόμος τελετᾶς·οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαοῥυσάμενος δώροις Αὐσονίοιο Διός· | |
5 | θνάισκω δ' Ἀσκανίας μὲν ἀπόπροθεν ἠδ' ἐπὶ γαίαςἈτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν.μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππωιπαῖς ἐμός· ἁ δ' Ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους. |