BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

2. Χριστοδώρου Ἔκφρασις

 

__________________________________________________________

 

 

 

ΧΡΙΣΤΟΔΩΡΟΥ

ποιητοῦ Θηβαίου Κοπτίτου

ΕΚΦΡΑΣΙΣ

τῶν ἀγαλμάτων τῶν εἰς τὸ

δημόσιον γυμνάσιον τοῦ

ἐπικαλουμένου Ζευξίππου

 

Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτωι ἐπὶ βωμῶι

ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,

τοῖος ἐών, οἷός περ ἐπορνυμένωι Μενελάωι

περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.

5

ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δ᾽ ἐπὶ κόσμωι

δόχμιος ἦν, μανίηι δὲ κεκυφότα νῶτα συνέλκων

δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,

οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.

λαιῆι μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῆι δὲ

10

φάσγανον ὑψόσ᾽ ἄειρεν· ἔμελλε δὲ μαινομένη χεὶρ

ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·

ἀλλ᾽ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσηι.

Κεκροπίδης δ᾽ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,

Αἰσχίνης, λασίης δὲ συνείρυε κύκλα παρειῆς,

15

οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῆισιν·

στείνετο γὰρ πυκινῆισι μεληδόσιν. Ἄγχι δ᾽ ἐκείνου

ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ

χεῖρε περιπλέγδην συνεέργαθεν· οὐδ᾽ ἐνὶ χαλκῶι

ἀφθόγγωι φρένας εἶχεν ἀεργέας, ἀλλ᾽ ἔτι βουλὴν

20

σκεπτομένωι μὲν ἔικτο, συνιστάμεναι δὲ παρειαὶ

ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινὴν

καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.

Καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,

ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις

25

Πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.

ἀλλ᾽ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν

ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,

οἷα κατ᾽ εὐόπλων τεθοωμένος Ἠμαθιήων.

ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,

30

ἄπνοον αὐδήεντα τιθεὶς τύπον· ἀλλά ἑ τέχνη

χαλκείης ἐπέδησεν ὑπὸ σφρηγῖδα σιωπῆς.

Ἵστατο δ᾽ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,

λάθρηι ὑπὸ κραδίην τραγικαῖς ὡμίλεε Μούσαις,

ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι

35

οἷά τέ που θυμέληισιν ἐν Ἀτθίσι θύρσα τινάσσων.

Δάφνηι μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις

στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.

Ἡσίοδος δ᾽ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις

φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσηι,

40

ἔνθεον ἱμείρων ἀνάγειν μέλος. Ἐγγύθι δ᾽ αὐτοῦ

μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνηι

κοσμηθεὶς Πολύιδος· ἀπὸ στομάτων δὲ τινάξαι

ἤθελε μὲν κελάδημα. θεοπρόπον, ἀλλά ἑ τέχνη

δεσμῶι ἀφωνήτωι κατερήτυεν. Οὐδὲ σὺ μολπῆς

45

εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ᾽ ἔτι χορδῆς

ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.

ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῶι

συγκεράσαι μέλος ἡδύ· σὲ δ᾽ ἂν καὶ χαλκὸς ἀναιδὴς

αἰδόμενος ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.

50

Ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός, ἐν δὲ μενοινῆι

δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.

Θεστορίδης δ᾽ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας

οἷά τε θεσπίζων· ἐδόκει δ᾽ ἔτι θέσφατα κεύθειν

ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἐνὶ θυμῶι

55

δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.

Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,

Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν

τεύχεα χαλκήεντα, τὰ μή νύ οἱ ὤπασε τέχνη·

γυμνὸν γάρ μιν ἔτευξεν· ὁ δ᾽ ὑψόσε φαίνετο λεύσσων

60

οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.

Ἧστο δ᾽ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰς ὀπίσω μὲν

βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης,

γυμνὸν δ᾽ εἶχε μέτωπον· ἀναστέλλουσα δ᾽ ὀπωπὰς

εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.

65

Ἐγγύθι δ᾽ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης

γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,

καὶ διερὸν δελφῖνα προΐσχετο χειρὶ κομίζων

δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.

Πιερικὴ δὲ μέλισσα, λιγύθροος ἕζετο Σαπφὼ

70

Λεσβιὰς ἠρεμέουσα, μέλος δ᾽ εὔυμνον ὑφαίνειν

σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.

Φοῖβος δ᾽ εἱστήκει τριποδηλάλος· ἦν δ᾽ ἄρα χαίτης

εἰς ὀπίσω σφίγξας ἄδετον πλόκον· ἀλλ᾽ ἐνὶ χαλκῶι

γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων

75

γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης

ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ

Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.

Ἄγχι δὲ Κύπρις ἔλαμπεν, ἔλειβε δὲ νώροπι χαλκῶι

ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ

80

φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,

χρυσείηι πλοκαμῖδας ὑποσφίγξασα καλύπτρηι.

Κλεινιάδην δὲ τέθηπα περιστίλβοντα νοήσας

ἀγλαΐηι· χαλκῶι γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν

τοῖος ἐὼν οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,

85

ἀνδράσι Κεκροπίδηισι πολύφρονα μῆτιν ἀγείρων.

Χρύσης δ᾽ αὖθ᾽ ἱερεὺς πέλας ἵστατο, δεξιτερῆι μὲν

σκῆπτρον ἀνασχόμενος Φοιβήιον, ἐν δὲ καρήνωι

στέμμα φέρων· μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,

οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,

90

Ἀτρείδην ἱκέτευε· βαθὺς δέ οἱ ἤνθεε πώγων,

καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.

Καῖσαρ δ᾽ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην

ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.

αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,

95

δεξιτερῆι δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων

οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.

Εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις

δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.

Ἄλλην δ᾽ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,

100

γυμνὴν παμφανόωσαν· ἐπὶ στέρνων δὲ θεαίνης

αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.

Ἵστατο δ᾽ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ᾽ ὅλος ἀνὴρ

οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας. ἦ τάχα κοῦρον

Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·

105

μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν οἷά τε κούρη·

σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,

ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.

Παρθενικὴ δ᾽ Ἤριννα λιγύθροος ἕζετο κούρη,

οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ᾽ ἐνὶ σιγῆι

110

Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.

Μήτε λίπηις Τέρπανδρον ἐύθροον, οὗ τάχα φαίης

ἔμπνοον, οὐκ ἄφθογγον, ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,

κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,

ὥς ποτε δινήεντος ἐπ᾽ Εὐρώταο ῥοάων

115

μυστιπόλωι φόρμιγγι κατεπρήυνεν ἀείδων

ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.

Ἠγασάμην δ᾽ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῶι

χαλκῶι ἀναυδήτωι δημηγόρον ἦθος ἀνάπτεις,

ὡς ἔτι Κεκροπίδηισι θεμιστεύων πολιήταις

120

ἢ μόθον ἐντύνων Πελοπήιον. Ἱστάμενος δὲ

ἔπρεπε Πυθαγόρης, Σάμιος σοφός, ἀλλ᾽ ἐν Ὀλύμπωι

ἐνδιάειν ἐδόκευε, φύσιν δ᾽ ἐβιάζετο χαλκοῦ

πλημύρων νοερῆισι μεληδόσιν· ὡς γὰρ ὀίω,

οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.

125

Στησίχορον δ᾽ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα

Σικελίη μὲν ἔφερβε, λύρης δ᾽ ἐδίδαξεν Ἀπόλλων

ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα.

τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος

ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν

130

λάθρηι ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.

Χαῖρέ μοι Ἀβδήρων, Δημόκριτε, κῦδος ἀρούρης,

ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,

λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης,

αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους

135

εὖ εἰδώς, ὅτι πάντα γέρων παραμείβεται Αἰών.

Ἡρακλέης δ᾽ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,

μῆλα λεοντοφόνωι παλάμηι χρύσεια κομίζων,

γαίης ὄλβια δῶρα Λιβυστίδος. Ἐγγύθι δ᾽ αὐτοῦ

Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,

140

φᾶρος ἐπιστείλασα κατωμαδόν· οὐ γὰρ ἐθείρας

κρηδέμνωι συνέεργεν· ἑὰς δ᾽ ἀνετείνετο χεῖρας

οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην

Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. Ἵλαθι, γαίης

Τρωιάδος βλάστημα σακεσπάλον, ἵλαθι, λάμπων

145

Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς

ἀγλαΐης πνείουσα σοφὴ περιλείβεται αἰδώς,

θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.

Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμωι,

σύγγαμον Αἰνείαο, κατάσκιον· ἀμφὶ γὰρ αὐταῖς

150

ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,

πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλωι,

οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης

Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,

Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις.

155

Οὔθ᾽ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς

φαίνετο δινεύων ἔτι που χόλον. ἦν μὲν ἀείρων

δεξιτερῆι φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ,

ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, κὰδ δὲ τιθήνης

ἀθανάτοις ἠρᾶτο πανύστατα σήματα φαίνειν.

160

Ἀνδρομάχη δ᾽ ἕστηκε, ῥοδόσφυρος Ἠετιώνη,

οὔτι γόον σταλάουσα πολύστονον· ὡς γὰρ ὀίω,

οὔπω ἐνὶ πτολέμωι κορυθαίολος ἤριπεν Ἕκτωρ,

οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν

Δαρδανίην ξύμπασαν ἐληίσσαντο τιθήνην.

165

Ἦν δ᾽ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ᾽ ἐπὶ νίκηι

γηθόσυνον· σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῶι

δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.

Ἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῶι

χαλκῶι κόσμον ἔδωκε πανίμερον· ἀγλαΐη γὰρ

170

ἔπνεε θερμὸν ἔρωτα καὶ ἀψύχωι ἐνὶ τέχνηι.

Πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς·

οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,

ἀλλ᾽ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δ᾽ ἐνὶ θυμῶι

καγχαλόων· Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας

175

ἧισι δολοφροσύνηισι. Σὺ δ᾽ Ἕκτορος, ἔννεπε, μῆτερ,

τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν

ἀθανάτων ἐδίδαξεν ἀφωνήτωι ἐνὶ κόσμωι;

οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη

ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης,

180

ἀλλ᾽ ἔτι δάκρυ χέουσα παρίστασαι. ὡς δὲ δοκεύω,

οὐκέτι δυστήνου μόρον Ἕκτορος οὐδὲ ταλαίνης

Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν

πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπωι

πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι

185

πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων·

ἄλγεϊ γὰρ πυμάτωι δέδεσαι φρένα, κὰδ δὲ παρειῆς

δάκρυα μὲν σταλάεις· τὸ δὲ δάκρυον ἔσβεσε τέχνη

ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.

Κασάνδρην δ᾽ ἐνόησα θεοπρόπον, ἀλλ᾽ ἐνὶ σιγῆι

190

μεμφομένη γενετῆρα σοφῆς ἀνεπίμπλατο λύσσης

οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης.

Πύρρος δ᾽ ἄλλος ἔην πτολιπόρθιος, οὐκ ἐπὶ χαίτης

ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων·

ἀλλ᾽ ἄρα γυμνὸς ἔλαμπε καὶ ἄχνοον εἶχεν ὑπήνην·

195

δεξιτερὴν δ᾽ ἀνέτεινεν ἑὴν ἐπιμάρτυρα νίκης,

λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμμασι λεύσσων.

Εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη

χαλκῶι ἐν ἀφθόγγωι κεκρυμμένα δάκρυα λείβειν;

πῶς δὲ τεῶι κρήδεμνον ἐπειρύσσασα προσώπωι

200

ἵστασαι, αἰδομένηι μὲν ἀλίγκιος, ἀλλ᾽ ἐνὶ θυμῶι

πένθος ἔχεις; μὴ δή σε, τεὸν πτολίεθρον ὀλέσσας,

ληίδα Πύρρος ἔχει Φθιώτιος, οὐδέ σε μορφὴ

ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,

ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος

205

εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου;

ναὶ μὰ τὸν ἐν χαλκῶι νοερὸν τύπον, εἴ νύ σε τοίην

ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων

ἤγετο, πατρώιης προλιπὼν μνημήια μοίρης.

Ἠγασάμην δ᾽ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς

210

Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.

φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν

ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας·

γυμνὸν δ᾽ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέηι δὲ

βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.

215

Οἰνώνη δὲ χόλωι φρένας ἔζεεν, ἔζεε πικρῶι

ζήλωι θυμὸν ἔδουσα, Πάριν δ᾽ ἐδόκευε λαθοῦσα

ὄμματι μαινομένωι· κρυφίην δ᾽ ἤγγειλεν ἀπειλήν,

δεξιτερῆι βαρύποτμον ἀναινομένη παρακοίτην.

Αἰδομένωι μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δ᾽ ὀπωπὴν

220

πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που

Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.

Αὐαλέωι δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,

πυγμαχίης κήρυκα φέρων χόλον· ἠνορέης δὲ

ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.

225

Ἔντελλος δὲ Δάρητος ἐναντίον ὄμμα τιταίνων

γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων·

πυγμαχίης δ᾽ ὤδινε φόνου διψῶσαν ἀπειλήν.

Ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ·

εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,

230

εἴτε Μίλων, Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων·

οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι

οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος· ἀλλὰ καὶ ἔμπης

ἔπνεεν ἠνορέης· λάσιος δέ οἱ εἵλκετο πώγων

καὶ φόβον ἠκόντιζον ἀεθλητῆρα παρειαὶ

235

καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς

μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες

τρηχαλέοι· δοιοὶ δέ, συνισταμένων παλαμάων,

εὐρέες ἐσφήκωντο βραχίονες, ἠύτε πέτραι,

καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτωι,

240

αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.

Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων

Κεκροπίδην στρατὸν εἶχεν ἑῆις πειθήμονα βουλῆις.

Ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲν

ἱερὸν εἶδος ἔφαινεν· ἔοικε δὲ θέσπιδος ὀμφῆς

245

σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνειν.

Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ᾽ ἔτι δεινὴν

οὔπω μῆτιν ἔπαυσε κατ᾽ Ἀργείων στρατιάων.

Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης,

ἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐώικει

250

σκεπτομένωι τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.

Λάμπων δ᾽ ἀχνυμένωι ἐναλίγκιος ἦεν ἰδέσθαι·

οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ

τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.

Εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰς

255

χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.

Χαῖρε, φάος ῥήτρης, Ἰσόκρατες, ὅττι σὺ χαλκῶι

κόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,

εἰ καὶ ἀφωνήτωι σε πόνωι χαλκεύσατο τέχνη.

Ἔστενε δ᾽ Ἀμφιάρηος ἔχων περιλαμπέα χαίτην

260

στέμματι δαφναίωι· κρυφίην δ᾽ ἐλέλιζεν ἀνίην

θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἐν δρυσὶ Θήβη

ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.

Ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν

μαντιπόλου γενετῆρα θεοφραδέος Πολυΐδου·

265

εὐπετάλωι δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνηι.

Εἶδον ἀκερσεκόμην ἕκατον θεόν, εἶδον ἀοιδῆς

κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην·

εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις

βόστρυχον αὐτοέλικτον. ἕλισσε δὲ μάντιν ὀπωπήν,

270

οἷά τε μαντοσύνηι μεροπήια πήματα λύων.

Γυμνὸς δ᾽ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,

μήπω πρῶτον ἴουλον ἔχων· ἐκέκαστο δὲ μορφῆς

ἄνθεσι πατρώιης· πλοκάμους δ᾽ ἐσφίγγετο μίτρηι.

οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,

275

οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος

θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.

Ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέηι μὲν

φρικτὸς ἔην, ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις

οἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταις

280

εἶχε κόρυν. γυμνὸς μὲν ἔην δέμας, ἀλλ᾽ ἐνὶ μορφῆι

σπέρμα Διὸς σήμαινεν· ἀπ᾽ ἀμφοτέρης γὰρ ὀπωπῆς

μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος.

Καὶ τρίτος εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,

καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις

285

ἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,

χαλκῶι κόσμον ἄγουσα. θεὸς δ᾽ ἐτίταινεν ὀπωπὴν

οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.

Καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,

φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον· ἀμφὶ δὲ μαζοῖς

290

κεστὸς ἕλιξ κεχάλαστο, χάρις δ᾽ ἐνενήχετο κεστῶι.

Αἰχμητὴς δ᾽ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,

γυμνὸς ἐὼν σαγέων· ἐδόκευε μὲν ἔγχος ἑλίσσειν

δεξιτερῆι, σκαιῆι δὲ σάκος χάλκειον ἀείρειν,

σχήματι τεχνήεντι. μόθου δ᾽ ἀπέπεμπεν ἀπειλὴν

295

θάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶ

γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.

Ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲ

δεξιτερῆι πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,

εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδη

300

δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῶι ἔπι λαιὴν

χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς

οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.

Καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης

ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην

305

Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.

Φοίβου δ᾽ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη

Ἄρτεμις, ἀλλ᾽ οὐ τόξον ἑκηβόλον οὐδὲ φαρέτρην

ἰοδόκην ἀνέχουσα κατωμαδόν· ἦν δ᾽ ἐπὶ γούνων

παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα

310

καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.

Ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς

ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ᾽ ἄρα μούνης

φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.

ἦ καὶ χαλκὸν ἔχευεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς·

315

οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ

ἐργοπόνος χάλκευσε παρ᾽ ἐσχαρεῶνι θαάσσων·

ἀλλ᾽ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη

εἶδος ἐπισταμένη, τόπερ ὤικεεν· ἐν γὰρ Ὁμήρωι

αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.

320

σύννομος Ἀπόλλωνι, πατὴρ ἐμός, ἰσόθεος φώς,

ἵστατο θεῖος Ὅμηρος. ἔικτο μὲν ἀνδρὶ νοῆσαι

γηραλέωι, τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῶι

πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμωι

αἰδοίωι τε φίλωι τε· σέβας δ᾽ ἀπελάμπετο μορφῆς.

325

αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς

χαίτης, εἰς ὀπίσω πεφορημένος, ἀμφὶ δ᾽ ἀκουὰς

πλαζόμενος κεχάλαστο· κάτω δ᾽ εὐρύνετο πώγων

ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν

ὀξυτενής, ἀλλ᾽ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων

330

στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπωι.

γυμνὸν δ᾽ εἶχε μέτωπον· ἐπ᾽ ἀπλοκάμωι δὲ μετώπωι

ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δ᾽ ἄρ᾽ ὀφρῦς

ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,

οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.

335

ἀλλ᾽ οὐκ ἦν ἀλαῶι ἐναλίγκιος ἀνδρὶ νοῆσαι·

ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν· ὡς δὲ δοκεύω,

τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη

φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.

δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαὶ

340

γήραϊ ῥικνήεντι κατάσχετοι· ἀλλ᾽ ἐνὶ κείναις

αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς.

Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,

κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ

χεῖρας ἐπ᾽ ἀλλήληισι τιθεὶς ἐπερείδετο ῥάβδωι

345

οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ᾽ ἔκλινεν ἀκουὴν

δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν

ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ᾽ ἄρα θυμῶι

σκεπτομένωι μὲν ἔικτο· νόος δέ οἱ ἔνθα καὶ ἔνθα

ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,

350

Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.

Καὶ Σύριος σελάγιζε σαοφροσύνηι Φερεκύδης

ἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων

οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων.

Καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,

355

ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος

ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.

Καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,

ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων

θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,

360

κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.

Εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις

ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ.

πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων

365

ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης

καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,

μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.

Ἀμφιτρύων δ᾽ ἤστραπτεν ἀπειρογάμωι τρίχα δάφνηι

στεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις·

ἀλλ᾽ οὐ μάντις ἔην, Ταφίης δ᾽ ἐπὶ σήματι νίκης

370

στέμμα πολυστρέπτοισιν ἐφάρμενον εἶχεν ἐθείραις

Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης.

Θουκυδίδης δ᾽ ἐλέλιζεν ἑὸν νόον· ἦν δὲ νοῆσαι

οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων·

δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων

375

Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων

Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης.

Οὐδ᾽ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,

Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,

ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν

380

ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,

μίξας εὐεπίηισιν Ἰωνίδος ἄνθεα φωνῆς.

Θήβης δ᾽ ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,

Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων

ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος

385

καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρ

ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι

κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.

Ξεινοφόων δ᾽ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,

ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων

390

εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,

ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην

συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.

Ἵστατο δ᾽ Ἀλκμάων κεκλημένος οὔνομα μάντις·

ἀλλ᾽ οὐ μάντις ἔην ὁ βοώμενος οὐδ᾽ ἐπὶ χαίτης

395

δάφνης εἶχε κόρυμβον· ἐγὼ δ᾽ Ἀλκμᾶνα δοκεύω,

ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,

Δώριον εὐκελάδοισι μέλος χορδῆισιν ὑφαίνων.

Καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,

φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,

400

στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας

σημαίνων, ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου

εἴρυσεν ἀρρήκτωι πεπεδημένον ἅμματι Νίκης·

κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος

ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.

405

τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων

δηιώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.

Ἵστατο δ᾽ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων

θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,

ἀλλ᾽ ὃν Θρηικίηισι παρ᾽ ἠιόσι γείνατο μήτηρ

410

Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν

ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι·

κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,

κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.

Καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος,

415

πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης

Θυβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος ἠχώ.