Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
1. Τὰ τῶν χριστιανῶν ἐπιγράμματα
|
|
______________________________________________________________________
| |
119.Ὑπόθεσις τῶν Ὁμηροκέντρων
Βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,ὃς μέγα ἔργον ἔρεξεν, Ὁμηρείης ἀπὸ βίβλουκυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο· | |
5 | ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴνἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρηςκρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος·ἠδ᾽ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸνπαρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον· |
10 | ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας,νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον·ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις·ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβ᾽ ἑταίρους·ὅσσων τ᾽ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα, |
15 | νούσους τ᾽ ἐξελάσας στυγερὰς βλεφάρων τ᾽ ἀλαωτύν·ἠδ᾽ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺςἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός·ἠδ᾽ ὅσσους μοίρηισιν ὑπ᾽ ἀργαλέηισι δαμένταςἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου· |
20 | ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν·ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,αὐτὸς ἑκών· οὐ γάρ τις ἐπιχθονίων πολεμίζοιὑψιμέδοντι Θεῶι, ὅτε μὴ αὐτός γε κελεύοι·ὡς θάνεν· ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα, |
25 | κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσωἤγαγεν ἀχράντοισιν ὑπ᾽ ἐννεσίηισι τοκῆος,ἀνστὰς ἐν τριτάτηι φαεσιμβρότωι ἠριγενείηιἀρχέγονον βλάστημα Θεοῦ γενετῆρος ἀνάρχου.
Ἀνώνυμος |