Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
1. Τὰ τῶν χριστιανῶν ἐπιγράμματα
|
|
______________________________________________________________________
| |
106.Ἐν τῶι ΧρυσοτρικλίνωιΜαζαρινοῦ
Ἔλαμψεν ἀκτὶς τῆς ἀληθείας πάλινκαὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρων·ηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη,καὶ πίστις ἀνθεῖ, καὶ πλατύνεται χάρις. | |
5 | ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένοςλάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτουςκαὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει.τῆς εἰσόδου δ᾽ ὕπερθεν ὡς θεία πύληστηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος. |
10 | ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποισὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίον.κύκλωι δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμουνόες, μαθηταί, μάρτυρες, θυηπόλοι.ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον |
15 | τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου,ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίουΧριστοῦ τε μητρός, χριστοκηρύκων τύπουςκαὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα.
Ἀνώνυμος |