Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
1. Τὰ τῶν χριστιανῶν ἐπιγράμματα
|
|
______________________________________________________________________
| |
19.ΚΛΑΥΔΙΑΝΟΥΕἰς τὸν σωτῆρα
Ὦ πυρὸς ἀενάοιο σοφὴν ὠδῖνα φυλάσσων,ἐμβεβαὼς κόσμοιο παλινδίνητον ἀνάγκην,Χριστέ, θεορρήτοιο βίου φυσίζοε πηγή,πατρὸς ἀσημάντοιο Θεοῦ πρωτόσπορε φωνή, | |
5 | ὃς μετὰ μητρώιων τοκετῶν ἐγκύμονα φόρτονκαὶ γόνον αὐτοτέλεστον ἀνυμφεύτων ὑμεναίωνστήσας Ἀσσυρίης γενεῆς ἑτερόφρονα λύσσαν,ὄργια δ᾽ εἰδώλων κενεῶν ψευδώνυμα λύσας,αἰθέρος ἀμφιβέβηκας ἐφ᾽ ἑπτάζωνον ὀχῆα, |
10 | ἀγγελικαῖς πτερύγεσσιν ἐν ἀρρήτοισι θαάσσων,ἵλαθι, παγγενέταο Θεοῦ πρεσβήιον ὄμμα,φρουρὲ βίου, σῶτερ μερόπων, αἰῶνος ἀνάσσων. |