Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
1. Τὰ τῶν χριστιανῶν ἐπιγράμματα
|
|
______________________________________________________________________
| |
12.Εἰς τὴν ἁγίαν Εὐφημίαντὴν Ὀλυβρίου
Εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη.πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσατεύξατο καί μ᾽ ἀνέθηκε Θεῶι ζωάγρια μόχθωνΘευδοσίου θυγάτηρ Εὐδοξία· ἐκ δέ με κείνης | |
5 | Πλακιδίη κόσμησε σὺν ὀλβίστωι παρακοίτηι·εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,τήνδε μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρωνδῶκεν Ἰουλιανὴ καὶ ὑπέρτατον ὤπασε κῦδοςμητέρι καὶ γενέτηι καὶ ἀγακλέι μητρὶ τεκούσης, |
10 | κόσμον ἀεξήσασα παλαίτερον εἰς ἐμὸν ἔργον.
Ἀνώνυμος |