BIBLIOTHECA AUGUSTANA

 

Georgios Monachos

floruit ca. 860

 

Βίοι τῶν νέων βασιλέων

 

Textus:

Theophanes continuatus, Joannes Cameniata,

Symeon Magister, Georgius Monachus

ex recognitione Immanuelis Bekkeri

Bonnae, Impensis E. Weberi, 1838

Facsimile: Internet Archive

 

___________________________________________________________________________________

 

 

 

ΒΑΣΙΛΕΙΑ ΘΕΟΦΙΛΟΥ.

 

Θεόφιλος καὶ Εἰκασία

 

 

Τῶι ἐνιαυτῶι ἀπὸ τοῦ κόσμου ἑξάκις χιλιοστῶι τριακοσιοστῶι εἰκοστῶι ἕκτωι, τῆς θείας σαρκώσεως ωκςʹ ἐβασίλευσεν Θεόφιλος ἔτη ιβʹ, ὁ νέος Βαλτάσαρ καὶ παραβάτης καὶ θεομισὴς καὶ τῶν ἁγίων εἰκόνων ὑβριστὴς καὶ καθαιρέτης καὶ βέβηλος. ἡ δὲ μήτηρ αὐτοῦ Εὐφροσύνη ἀποστείλασα ἐν πᾶσι τοῖς θέμασιν ἤγαγε κόρας εὐπρόσωπους πρὸς τὸ νυμφοστολῆσαι Θεόφιλον τὸν υἱόν αὐτῆς. ἀγαγοῦσα δὲ πάσας ταύτας ἐν τῶι παλατίωι εἰς τὸ λεγόμενον Μαργαρίτου τρικλίνιον δέδωκε τῶι Θεοφίλωι χρυσοῦν μῆλον, εἰποῦσα «εἰς ἣν ἀρεσθῆις, ἐπίδος τοῦτο αὐτῆι.» ἦν δέ τις ἐξ εὐγενῶν ἐν αὐταῖς κόρη, ὀνόματι Εἰκασία, ὡραιοτάτη πάνυ· ἣν ἰδὼν Θεόφιλος καὶ ὑπεραγασθεὶς αὐτὴν τοῦ κάλλους ἔφη ὡς ἄρα διὰ γυναικὸς ἐρρύη τὰ φαῦλα. ἡ δὲ μετ᾽ αἰδοῦς πως ἀντέφησεν «ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα.» ὁ δὲ τῶι λόγωι τὴν καρδίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώραι δὲ τὸ μῆλον επέδωκεν, οὔσηι ἐκ Παφλαγόνων. στέφει Θεοδώραν ἐν τῶι εὐκτηρίωι τοῦ ἁγίου Στεφάνου, στεφθεὶς καὶ αὐτὸς ἅμα αὐτῆι ὑπὸ Ἀντωνίου πατριάρχου καὶ τῶι τοῦ γάμου καὶ τῶι τῆς βασιλείας στέφει, τῆι ἁγίαι πεντηκοστῆι. κἀκεῖθεν προῆλθεν ἐν τῆι μεγάληι ἐκκλησίαι, φιλοτιμησάμενος πολλοῖς τὸν πατριάρχην ἅμα τῶι κλήρωι καὶ τῆς συγκλήτου. ἡ δὲ Εἰκασία τῆς βασιλείας ἀποτυγοῦσα μονὴν κατεσκεύασεν, εἰς ἣν καὶ ἀποκειραμένη, ἀσκοῦσα καὶ φιλοσοφοῦσα, τῶι θεῶι μόνωι ζῶσα διετέλεσε μέχρι τέλους ζωῆς αὐτῆς. ἣ καὶ συγγράμματα αὐτῆς πλεῖστα καταλέλοιπεν, τὸ "κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις" καὶ τοῦ μεγάλου σαββάτου τὸ τετραώιδιον "ἄφρων γηραλέε" καὶ ἄλλα τινά. ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῆι μονῆι αὐτῆς, ἧι ἐπώνυμον τὰ Γάστρια, ἡσύχασεν.

[...]