BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Ὕμνοι

 

Textus:

Anthologia Graeca Carminum Christianorum, p. 205

ed. Wilhelm von Christ , Matthaios K . Paranikas,

Lipsiae: B.G. Teubner, 1871

 

________________________________________________________

 

 

 

Pictura Palaestinensis, saec. VI (Mus. Vatic.)

 

 

[Περὶ τῆς Χριστοῦ γενετῆς]

 

α´

σωσε λαὸν θαυματουργῶν δεσπότης,

ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·

ἑκὼν δὲ τεχθεὶς ἐκ κόρης, τρίβον βατὴν

πόλου τίθησιν ἡμῖν, ὃν κατ᾽ οὐσίαν

ἶσόν τε πατρὶ καὶ βροτοῖς δοξάζομεν.

 

Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,

σαφῶς ἀφλέκτωι ζωγραφουμένη βάτωι,

μιγέντα μορφῆι τῆι βροτησίαι θεόν,

Εὔας τάλαιναν νηδὺν ἀρᾶς τῆς πάλαι

λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.

 

Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,

ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν, μάγοις,

σαφῶς πενιχρὸν εἰς σπέος, τὸν συμπαθῆ

σὲ σπαργάνοις ἑλικτόν, ὃν γεγηθότες

ἴδον τὸν αὐτὸν καὶ βροτὸν καὶ κύριον.

 

 

γ´

Νεῦσον πρὸς ὕμνους οἰκετῶν, εὐεργέτα,

ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,

φέρων τε, παντεπόπτα, τῆς ἁμαρτίας

ὕπερθεν ἀκλόνητον ἐστηριγμένους,

μάκαρ, μελωιδοὺς τῆι βάσει τῆς πίστεως.

 

Νύμφης πανάγνου τὸν πανόλβιον τόκον

ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορὸς

ἄγραυλος ἐκλονεῖτο τῶι ξένωι τρόπωι

τάξιν μελωιδοῦσαν τε τῶν ἀσωμάτων

ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.

 

Ὕψους ἀνάσσων οὐρανῶν, εὐσπλαγχνία

τελεῖ καθ᾽ ἡμᾶς ἐξ ἀνυμφεύτου κόρης,

ἄυλος ὢν τὸ πρόσθεν, ἀλλ᾽ ἐπ᾽ ἐσχάτων

Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα

ἵνα πρὸς αὐτὸν ἑλκύσηι πρωτόπλαστον.

 

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι

ἄιδων προφήτης Ἀββακοὺμ προμηνύει,

ἰδεῖν ἀφράστος ἀξιωθεὶς τὸν τύπων·

νέον βρέφος γὰρ ἐξ ὄρους τῆς παρθένου

ἐξῆλθε λαῶν εἰς ἀνάπλασιν, Λόγος.