BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον λβ´

 

φη δὲ πρὸς αὐτὸν ὁ Θευδᾶς· Ἰδοὺ φανερόν ἐστιν, ὅτι τὴν καθ᾽ ἡμᾶς θρησκείαν πολλοὶ καὶ μεγάλοι σοφοί, καὶ ἐξηγηταί, καὶ θαυμαστοὶ τὴν ἀρετὴν καὶ ἐπιστήμην, ἐνομοθέτησαν, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ δυνάσται ὡς καλὴν καὶ μηδὲν σφαλερὸν ἔχουσαν ἐδέξαντο, τὴν δὲ τῶν Γαλιλαίων ἄγροικοί τινες, πτωχοί τε καὶ εὐτελεῖς ἐκήρυξαν ἄνδρες, καὶ αὐτοὶ εὐαρίθμητοι καὶ μὴ τῶν δώδεκα τὸ μέτρον ὑπερβαίνοντες. πῶς οὖν τῶν ὀλίγων, ἀσήμων τε καὶ ἀγροίκων, τὸ κήρυγμα προτιμητέον τῆς τῶν πολλῶν καὶ μεγάλων καὶ σοφίαι τοσαύτηι λαμψάντων νομοθεσίας; τίς δὲ ἡ ἀπόδειξις τούτους ἀληθεύειν, κἀκείνους ψεύδεσθαι;

Αὖθις οὖν ὁ τοῦ βασιλέως υἱὸς ἀπεκρίνατο· Τάχα, Θευδᾶ, ὄνος εἶ, τὸ τοῦ λόγου, λύρας ἀκούων καὶ ἀσύνετος μένων, μᾶλλον δὲ ἀσπὶς βύων τὰ ὦτα τοῦ μὴ ἀκοῦσαι φωνῆς ἐπαιδόντων. καλῶς οὖν ὁ προφήτης εἶπε περὶ σοῦ· εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ σὺ δυνήσηι εὖ ποιῆσαι μεμαθηκὼς κακά. μωρὲ καὶ τυφλέ, πῶς οὐκ ἄγει σε εἰς αἴσθησιν ἡ τῆς ἀληθείας ἰσχύς; τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίαι θαυμαζομένων ἐπαινεῖσθαι τὰ μιαρά σου σεβάσματα, παρὰ πολλῶν δὲ βασιλέων κρατύνεσθαι, τὸ δὲ κήρυγμα τοῦ Εὐαγγελίου παρ᾽ ὀλίγων καὶ ἀσήμων ἀνδρῶν κηρυχθῆναι, δεικνύει τῆς ἡμῶν θεοσεβείας τὴν ἰσχὺν καὶ τῶν ὑμετέρων πονηρῶν δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον· ὅτι τὰ μὲν ὑμέτερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ἰσχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κόσμου κατέσχε τὰ πληρώματα. εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ ὁ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγενῆσθαι· νυνὶ δέ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατασχὸν (εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ), τί ἂν εἴποις, ἢ θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίαι τῶν ἀνθρώπων τὰ ἑαυτῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς σούς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σά, οὐκ ἄν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχύν, ἠλαττοῦτο καὶ ἐξησθένει. Εἶδον γάρ, φησί, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. 

Περὶ ὑμῶν ταῦτα εἴρηκεν ὁ Προφήτης τῶν ὑπασπιστῶν τῆς εἰδωλομανίας. μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῆι ὁ τόπος ὑμῶν, ἀλλ᾽, ὡς ἐκλείπει καπνός, ἐκλείψετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. περὶ δὲ τῆς Εὐαγγελικῆς θεογνωσίας εἶπεν ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. καί· Σὺ κατ᾽ ἀρχάς, Κύριε, φησὶν αὖθις ὁ ψαλμωιδός, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις· καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. καὶ οἱ μὲν θεῖοι κήρυκες τῆς τοῦ Χριστοῦ παρουσίας, οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, οἱ πάντας ἑλκύσαντες τοῦ βυθοῦ τῆς ἀπάτης, οὓς ὁ εὐτελὴς σύ, καὶ δοῦλος ὄντως τῆς ἁμαρτίας, ἐξευτελίζεις, ἔλαμψαν σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ὡς ἥλιος ἐν τῶι κόσμωι, τυφλοῖς τὸ φῶς δωρούμενοι, κωφοῖς τὸ ἀκούειν, χωλοῖς τὸ περιπατεῖν, νεκροῖς τὸ ζῆν χαριζόμενοι. αἱ σκιαὶ γὰρ αὐτῶν μόναι πάντα τὰ πάθη τῶν ἀνθρώπων ἐθεράπευον. δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς, οὐ μόνον τῶν ἀνθρωπίνων ἀπήλαυνον σωμάτων, ἀλλὰ καὶ αὐτῆς ἐδίωκον τῆς οἰκουμένης, τῶι τοῦ σταυροῦ σημείωι, δι᾽ οὗ πᾶσαν μὲν ἠφάνισαν μαγείαν πᾶσαν δὲ φαρμακείαν ἀνενέργητον ἔδειξαν. καὶ ἐκεῖνοι μέν, οὕτως τὴν ἀνθρωπίνην ἰασάμενοι ἀσθένειαν τῆι τοῦ Χριστοῦ δυνάμει καὶ τὴν κτίσιν πᾶσαν καινουργήσαντες, ὡς τῆς ἀληθείας κήρυκες θαυμάζονται παρὰ πάντων εἰκότως τῶν εὖ φρονούντων. τί δὲ ὃ αὐτὸς ἔχεις εἰπεῖν περὶ τῶν σοφῶν σου καὶ ῥητόρων, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν, τῶν συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον τῶι βίωι; εἰπέ. τί δ᾽ ἂν εἴποις περὶ αὐτῶν, ἢ ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν, τῆι καλλιεπείαι τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν τῆς δυσώδους αὐτῶν θρησκείας;

Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας, εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι. καταρχὰς μὲν γὰρ ὁ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν ἀγαλμάτων ἐξευρεῖν. τοὺς γὰρ ἐν τοῖς πάλαι χρόνοις ἢ ἀνδρείας ἢ φιλίας, ἤ τινος ἑτέρας ἀνδραγαθίας ἔργον μνήμης ἄξιον ἐπιδειξαμένους ἀνδριάσι λέγεται καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι, μνήμης ἕνεκα μόνον, τοῖς ἐπαινετόν τι ποιήσασιν ἀνδριάντας καὶ στήλας ἀνέστησαν, κατὰ μικρὸν πλανώμενοι τῆι τοῦ ἀρχεκάκου δαίμονος ἐνεργείαι, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν, καὶ θυσίας αὐτοῖς καὶ σπονδὰς ἐπενοήσαντο, τῶν δαιμόνων δηλονότι τοῖς ξοάνοις ἐνοικησάντων, καὶ πρὸς ἑαυτοὺς τὴν τιμὴν καὶ τὰς θυσίας μεθελκυσάντων. ἐκεῖνοι τοίνυν τοὺς μὴ δοκιμάζοντας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει πείθουσι θεοὺς αὐτοὺς ἡγεῖσθαι, δυοῖν χάριν ἵν᾽ αὐτοὶ μὲν τῆι προσηγορίαι δοξάζοιντο ταύτηι (ἥδονται γάρ, ἅτε πλήρεις ἀλαζονείας ὄντες, ὡς θεοὶ τιμᾶσθαι), αὐτοὺς δὲ οὓς ἠπατήκασιν εἰς τὸ ἡτοιμασμένον αὐτοῖς ἄσβεστον ἑλκύσωσι πῦρ. ὅθεν πᾶσαν αὐτοὺς ἐδίδαξαν παρανομίαν καὶ αἰσχρότητα, ὡς ἅπαξ ὑποταγέντας τῆι ἐκείνων ἀπάτηι. ἐπὶ τοῦτον οὖν τὸν κολοφῶνα τῶν κακῶν ἐλθόντες οἱ ἄνθρωποι, ἐσκοτισμένοι ὄντες, ἕκαστος τοῦ ἰδίου πάθους καὶ τῆς ἰδίας ἐπιθυμίας ἔστησε στήλην, καὶ θεὸν ὠνόμασε, βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι, ἕως ἐλθὼν ὁ Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῶι τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν ἀληθῆ θεογνωσίαν. οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῶι, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῶι, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος ὁ τοῦ παντὸς ποιητής, ὁ πάντα φέρων τῶι ῥήματι τῆς δυνάμεως αὐτοῦ. Τῶι λόγωι γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῶι πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καί, πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

Ὁ δὲ Θευδᾶς, τούτων ἀκούσας τῶν ῥημάτων, καὶ ὅτι πλήρης ὁ λόγος θεοδιδάκτου σοφίας ἐτύγχανεν, οἷα βροντῆς ἤχωι καταπλαγείς, ἀφωνίαι συνείχετο. ὀψὲ δὲ καὶ μόλις εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ἀθλιότητος (ἥψατο γὰρ τῶν ἐσκοτισμένων ὀφθαλμῶν τῆς καρδίας αὐτοῦ ὁ σωτήριος λόγος, καὶ πολὺς τῶν προτέρων αὐτοῦ εἰσήιει μετάμελος), καὶ τῆς τῶν εἰδώλων πλάνης καταγνούς, τῶι φέγγει τῆς εὐσεβείας προσέδραμε. καὶ τὸ ἀπ᾽ ἐκείνου οὕτω τῆς μοχθηρᾶς ἀγωγῆς ἀπέστη καὶ τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο. τότε μὲν γὰρ ἐν μέσωι τοῦ συνεδρίου ἑστώς, τοῦ βασιλέως προκαθεζομένου, μεγάληι τῆι φωνῆι ἐβόησεν· Ἀληθῶς, ὦ βασιλεῦ, πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῶι υἱῶι σου· ἀληθῶς ἡττήμεθα, καὶ οὐδεμίαν ἔτι ἀπολογίαν ἔχομεν, οὔτε ἀντοφθαλμῆσαι πρὸς τὰ παρ᾽ αὐτοῦ λεγόμενα ἰσχύομεν. μέγας οὖν τῶι ὄντι ὁ τῶν Χριστιανῶν Θεός, μεγάλη ἡ πίστις αὐτῶν, μεγάλα τὰ μυστήρια.

Ἐπιστραφεὶς δὲ πρὸς τὸν υἱὸν ἔφη τοῦ βασιλέως· Λέγε μοι τοίνυν, ὦ πεφωτισμένε τὴν ψυχήν· δέχεταί με ὁ Χριστός, εἰ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀποστάς, ἐπιστρέψω πρὸς αὐτόν; Ναί, φησὶν ὁ τῆς ἀληθείας κῆρυξ, ναί, δέχεται καὶ σὲ καὶ πάντας τοὺς εἰς αὐτὸν ἐπιστρέφοντας. δέχεται δὲ οὐχ ἁπλῶς, ἀλλ᾽, ὡς υἱῶι ἀπὸ μακρᾶς ἐπιδημήσαντι χώρας, προσυπαντᾶι τῶι ἐκ τῆς ὁδοῦ τῶν ἀνομιῶν ἐπιστρέφοντι· καὶ τοῦτον περιλαβὼν κατασπάζεται, καὶ τὸ τῆς ἁμαρτίας αἶσχος περιελὼν αὐτίκα ἱμάτιον περιτίθησι σωτηρίου, καὶ στολὴν λαμπροτάτης περιβαλὼν δόξης, μυστικὴν ταῖς ἄνω δυνάμεσιν ἐπιτελεῖ εὐφροσύνην, τὴν ἐπιστροφὴν ἑορτάζων τοῦ ἀπολωλότος προβάτου. αὐτὸς γὰρ ἔφη ὁ Κύριος χαρὰν γίνεσθαι ἐν οὐρανῶι μεγίστην ἐπὶ ἑνὶ ἁμαρτωλῶι μετανοοῦντι. καὶ πάλιν, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. φησὶ δὲ καὶ διὰ τοῦ προφήτου· Ζῶ ἐγώ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, ὡς τὸ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν· ἀποστροφῆι ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; ἀνομία γὰρ ἀνόμου οὐ μὴ κακώσηι αὐτόν· ἐν ἧι ἂν ἡμέραι ἀποστρέψηι ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσηι δικαιοσύνην, καὶ ἐν προστάγματι ζωῆς διαπορεύσηται, ζωῆι ζήσεται καὶ οὐ μὴ ἀποθάνηι· πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθῶσιν· ὅτι κρῖμα δικαιοσύνης ἐποίησεν, ἐν αὐτῆι ζήσεται. καὶ αὖθις, Λούσασθε, δι᾽ ἑτέρου βοᾶι προφήτου, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· καὶ δεῦτε καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. τοιούτων οὖν προκειμένων ἐπαγγελιῶν παρὰ τοῦ Θεοῦ τοῖς ἐπιστρέφουσι, μὴ μέλλε, ὦ ἄνθρωπε, μηδὲ ἀναβάλλου· ἀλλὰ πρόσελθε πρὸς Χριστὸν τὸν φιλάνθρωπον Θεὸν ἡμῶν, καὶ φωτίσθητι, καὶ τὸ πρόσωπόν σου οὐ μὴ καταισχυνθῆι. ἅμα γὰρ τῶι καταδῦναί σε τῆι κολυμβήθραι τοῦ θείου βαπτίσματος, ὅλον τὸ αἶσχος τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὅλος ὁ φόρτος τῶν πολλῶν ἁμαρτημάτων ἐνθάπτεται τῶι ὕδατι καὶ εἰς τὸ μὴ ὂν χωρεῖ, νέος δὲ σὺ ἐκεῖθεν καὶ παντὸς ῥύπου καθαρὸς ἀνέρχηι, μηδένα σπίλον ἢ ῥυτίδα ἁμαρτίας ἐπιφερόμενος, καὶ λοιπὸν ἐπὶ σοί ἐστι τὸ διαφυλάξαι ἑαυτῶι τὴν ἐκεῖθέν σοι προσγινομένην κάθαρσιν διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. 

Ὁ μὲν οὖν Θευδᾶς, τούτοις κατηχηθεὶς τοῖς ῥήμασιν, ἔξεισιν εὐθέως, καὶ τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν ἄντρον, καὶ τὰς ἑαυτοῦ λαβὼν μαγικὰς βίβλους, ὡς κακίας πάσης ἀπαρχάς, ὡς ὀργίων δαιμονικῶν θησαυρούς, πυρὶ κατέκαυσεν. αὐτὸς δὲ τὸ σπήλαιον καταλαμβάνει τοῦ ἱεροῦ ἀνδρὸς ἐκείνου, πρὸς ὃν καὶ ὁ Ναχὼρ ἀπεληλύθει, καὶ τὰ κατ᾽ αὐτὸν διηγεῖται πάντα, κόνιν μὲν ἐπὶ κεφαλῆς καταχεάμενος, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, καθεξῆς δὲ τῶι γέροντι τὰς μυσαρὰς αὐτοῦ διηγούμενος πράξεις. ἐκεῖνος δέ, περὶ τὸ σῶσαι ψυχὴν καὶ τῆς τοῦ δολίου δράκοντος ἐξαρπάσαι φάρυγγος εὐτεχνότατος ὤν, κατεπάιδει αὐτὸν ῥήμασι σωτηρίοις, ἐγγυᾶται τὴν ἄφεσιν, ἵλεων ὑπισχνεῖται τὸν δικαστήν. εἶτα κατηχήσας καὶ νηστεύειν ἐπὶ πολλὰς ἐντειλάμενος ἡμέρας, τῶι θείωι καθαίρει βαπτίσματι. καὶ ἦν ὁ ἄνθρωπος μετανοῶν γνησίως πάσας αὐτοῦ τὰς ἡμέρας, ἐφ᾽ οἷς ἐπλημμέλησε, δάκρυσί τε καὶ στεναγμοῖς τὸν Θεὸν ἐξιλεούμενος.