Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον κς´
Τούτων ἀκούσας ὁ βασιλεὺς τῶν ῥημάτων, καὶ τὸ στερέμνιον καὶ ἀνένδοτον ἰδὼν τοῦ παιδὸς μήτε κολακείαις εἴκοντος μήτε λόγων πειθοῖ, μὴ τιμωριῶν ἀπειλαῖς, ἐθαύμαζε μὲν ἐπὶ τῆι πιθανότητι τοῦ λόγου καὶ ταῖς ἀναντιρρήτοις ἀποκρίσεσιν, ἠλέγχετο δὲ ὑπὸ τοῦ συνειδότος, ἀληθῆ λέγειν αὐτὸν καὶ δίκαια ὑποδεικνύοντος· ἀλλ᾽ ἀνθείλκετο ὑπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῶν ἐν ἕξει βεβαιωθέντων ἐν αὐτῶι παθῶν, ὑφ᾽ ὧν ὡς ἐν κημῶι κατείχετο καὶ χαλινῶι, τῶι φωτὶ μὴ συγχωρούμενος προσβλέψαι τῆς ἀληθείας. ὅθεν πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, εἴχετο τοῦ πάλαι σκοποῦ, τὴν προμελετηθεῖσαν αὐτῶι μετὰ τοῦ Ἀραχῆ σκῆψιν εἰς ἔργον ἀγαγεῖν βουλόμενος. καί φησι τῶι παιδί; Ἔδει μέν σε, ὦ τέκνον, τοῖς ἐμοῖς ἁπλῶς εἴκειν ἐν πᾶσι προστάγμασιν· ἀλλ᾽ ἐπεί, σκληρὸς ὢν καὶ ἀπειθής, ἰσχυρῶς οὕτως ἀντέστης μοι, τὴν ἰδίαν ἐνιστάμενος γνώμην κυριωτέραν πάντων ποιήσασθαι, δεῦρο δὴ τῆι ματαίαι ἐνστάσει χαίρειν ἄμφω εἰπόντες, πειθοῖ πολιτευσώμεθα. καὶ ἐπεὶ ὁ σὲ ἀπατήσας Βαρλαὰμ σιδηροδέσμιος παρ᾽ ἐμοὶ τυγχάνει, ἐκκλησιάσας ἐκκλησίαν μεγάλην, καὶ πάντας ἡμετέρους τε καὶ Γαλιλαίους ἐπὶ τὸ αὐτὸ συγκαλέσας, κήρυκάς τε διαρρήδην βοᾶν θεσπίσας τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι, ἀλλ᾽ ἀφόβως πάντας συνεισελθεῖν, κοινῆι διασκεψώμεθα γνώμηι. καὶ ἤ, πείσαντες, ὑμεῖς μετὰ τοῦ ὑμετέρου Βαρλαὰμ τεύξεσθε ὧν ἐσπουδάκατε· ἤ, πεισθέντες, σὺν ἑκουσίαι τῆι γνώμηι τοῖς προστάγμασί μου ὑπείκειν προθυμηθείητε.Ὁ δὲ φρόνιμος τῶι ὄντι καὶ ἐχέφρων νεανίας, διὰ τοῦ θεόθεν αὐτῶι ἐμφανισθέντος ὁράματος τὴν τοῦ βασιλέως προδεδιδαγμένος σκαιωρίαν, ἔφη· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω, καὶ ἔστω καθὼς ἐκέλευσας· αὐτὸς γὰρ ὁ ἀγαθὸς Θεὸς καὶ Δεσπότης δώιη τῆς εὐθείας μὴ πλανηθῆναι ἡμᾶς· ἐπ᾽ αὐτῶι γὰρ πέποιθεν ἡ ψυχή μου, καὶ αὐτὸς ἐλεήσει με. τότε δὴ τότε κελεύει ὁ βασιλεὺς πάντας ἀθροίζεσθαι εἰδωλολάτρας τε καὶ Χριστιανούς, γραμμάτων μὲν πανταχοῦ διαπεφοιτηκότων, κηρύκων τε ἀνὰ πάσας τὰς κωμοπόλεις βοώντων τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι ὥστε ἀδόκητόν τι ὑποστῆναι, ἀλλ᾽ ἀδεῶς πάντας καθ᾽ ἑταιρείαν καὶ συγγένειαν ἐπὶ τὸ αὐτὸ συνελθεῖν ἐπὶ φιλαλήθει καὶ οὐ βεβιασμένηι συζητήσει, μετὰ τοῦ ἐξάρχου καὶ καθηγεμόνος αὐτῶν μελλούσηι γενέσθαι Βαρλαάμ. ὡσαύτως δὲ καὶ τοὺς μύστας καὶ νεωκόρους τῶν εἰδώλων καὶ σοφοὺς τῶν Χαλδαίων καὶ Ἰνδῶν, τοὺς κατὰ πᾶσαν τὴν ὑπ᾽ αὐτὸν ἀρχὴν ὄντας, συνεκαλέσατο, καί τινας οἰωνοσκόπους καὶ γόητας καὶ μάντεις, ὅπως ἂν Χριστιανῶν περιγένοιντο.Καὶ δὴ συνῆλθον πρὸς τὸν βασιλέα πλῆθος πολὺ τῆς μυσαρᾶς αὐτοῦ θρησκείας· Χριστιανῶν δὲ εἷς εὑρέθη μόνος εἰς βοήθειαν ἐλθὼν τοῦ νομιζομένου Βαρλαάμ, ὀνόματι Βαραχίας. οἱ μὲν γὰρ τῶν πιστῶν θανόντες ἦσαν ὑπὸ τῆς τῶν κατὰ πόλιν ἀρχόντων μανίας κατασφαγέντες· οἱ δὲ ἐν ὄρεσιν ἀπεκρύπτοντο καὶ σπηλαίοις τῶι φόβωι τῶν ἐπικειμένων δεινῶν. ἄλλοι δὲ ἐδεδοίκεισαν τὴν ἀπειλὴν τοῦ βασιλέως, καὶ οὐκ ἐτόλμων ἑαυτοὺς εἰς φῶς ἀγαγεῖν· ἀλλὰ νυκτερινοὶ ἦσαν θεοσεβεῖς, ἐν τῶι λεληθότι τῶι Χριστῶι λατρεύοντες καὶ μηδαμῶς παρρησιαζόμενοι. ἐκεῖνος δὲ μόνος, γενναῖος ὢν τὴν ψυχήν, εἰς συναγωνισμὸν ἦλθε τῆς ἀληθείας.Προκαθίσας τοίνυν ὁ βασιλεὺς ἐπὶ βήματος ὑψηλοῦ τε καὶ μετεώρου, συνεδριάζειν αὐτῶι τὸν υἱὸν ἐκέλευσεν. ὁ δέ, τῆι πρὸς τὸν πατέρα εὐλαβείαι καὶ τιμῆι τοῦτο μὴ θελήσας ποιῆσαι, ἐπὶ τῆς γῆς πλησίον αὐτοῦ ἐκάθισε. παρέστησαν τοίνυν οἱ ἐπιστήμονες τῆς μωρανθείσης παρὰ τοῦ Θεοῦ σοφίας, ὧν ἐπλανήθη ἡ ἀσύνετος καρδία, καθώς φησιν ὁ Ἀπόστολος· Δοκοῦντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι θνητῶν ἀνθρώπων καὶ τετραπόδων καὶ ἑρπετῶν. οὗτοι συνῆλθον συνᾶραι λόγον πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ τοὺς περὶ αὐτόν, καὶ ἐπληροῦτο ἐπ᾽ αὐτοῖς τὸ τῆς παροιμίας, ὅτι πρὸς λέοντα δορκὰς μάχης ἥπτετο. ὁ μὲν γὰρ τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, καὶ ἐν τῆι σκιᾶι ἤλπισε τῶν αὐτοῦ πτερύγων· οἱ δὲ τοῖς ἄρχουσιν ἐπεποίθεσαν τοῦ αἰῶνος τούτου τοῖς καταργουμένοις, καὶ τῶι κοσμοκράτορι τοῦ σκότους, ὧι καθυπέταξαν ἑαυτοὺς ἐλεεινῶς καὶ ἀθλίως.Ἄγεται τοίνυν ὁ Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος· καὶ οἱ μὲν περὶ τὸν βασιλέα τοῦ τοιούτου εἴχοντο σκοποῦ· ἑτέρα δὲ πάλιν ἡ σοφὴ πρόνοια ἄνωθεν ὠικονόμει. παρισταμένων γὰρ τούτων ἁπάντων φησὶν ὁ βασιλεὺς τοῖς ῥήτορσιν αὐτοῦ καὶ φιλοσόφοις, μᾶλλον δὲ τοῖς λεωπλάνοις καὶ ἀσυνέτοις τὴν καρδίαν· Ἰδοὺ δὴ ἀγὼν ὑμῖν πρόκειται καὶ ἀγώνων ὁ μέγιστος. δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν· ἢ τὰ ἡμέτερα κρατύναντας, καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῶι ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παρ᾽ ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι· ἢ ἡττηθέντας σὺν πάσηι αἰσχύνηι κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῶι δήμωι δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῆι τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδουλώσω δουλείαι.Τούτων οὕτως εἰρημένων τῶι βασιλεῖ, ὁ υἱὸς αὐτοῦ ἔφη· Κρῖμα δίκαιον σήμερον ἔκρινας, ὦ βασιλεῦ· κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῶι ἐμῶι διδασκάλωι. καὶ ἐπιστραφεὶς λέγει τῶι Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι· Οἶδας, ὦ Βαρλαάμ, ἐν τίνι με δόξηι εὕρηκας καὶ τρυφῆι· καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρώιων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστωι δὲ λατρεῦσαι Θεῶι, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις ἅ μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσηι ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσηι, ἐγὼ δὲ τῆι σῆι ἐμμενῶ διδαχῆι καὶ τῶι Χριστῶι λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς· εἰ δέ, ἡττηθεὶς εἴτε δόλωι εἴτε ἀληθείαι, αἰσχύνης μοι σήμερον πρόξενος γένηι, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας, κυσί τε βορὰν ταῦτα σὺν τῶι λοιπῶι σου σώματι παραδούς, ἵνα παιδευθῶσι πάντες διὰ σοῦ μὴ πλανᾶν υἱοὺς βασιλέων.Τούτων ἀκούσας ὁ Ναχὼρ τῶν ῥημάτων, σκυθρωπὸς ἦν λίαν καὶ κατηφής, ὁρῶν ἑαυτὸν ἐμπίπτοντα τῶι βόθρωι ὧι εἰργάσατο καὶ τῆι παγίδι ἧι ἔκρυψε συλλαμβανόμενον, καὶ τὴν ῥομφαίαν αὐτοῦ εἰς καρδίαν αὐτοῦ κατανοῶν εἰσδυομένην. Συλλογισάμενος οὖν καθ᾽ ἑαυτόν, τῶι τοῦ βασιλέως υἱῶι μᾶλλον ἔγνω προστεθῆναι καὶ τὰ ἐκείνου κρατῦναι, τοῦ διαφυγεῖν τὸν ἐπηρτημένον αὐτῶι κίνδυνον, ὡς ἐκείνου εὐλόγως δυναμένου τιμωρήσασθαι αὐτόν, εἴπερ παραπικραίνων εὑρεθείη. τὸ δὲ πᾶν τῆς θείας ἦν προνοίας σοφῶς διὰ τῶν ἐναντίων τὰ ἡμέτερα βεβαιούσης. ὡς γὰρ εἰς λόγους ἦλθον ἀλλήλοις οἱ μύσται τῶν εἰδώλων καὶ ὁ Ναχώρ, καθάπερ τις ἄλλος Βαλαὰμ ὃς ἐπὶ τοῦ Βαλάκ ποτε, ἐπαράσασθαι τὸν Ἰσραὴλ προθέμενος, πολυειδέσιν αὐτὸν εὐλόγησεν εὐλογίαις, οὕτως καὶ ὁ Ναχὼρ ἰσχυρῶς τοῖς ἀσόφοις καὶ ἀσυνέτοις σοφοῖς ἀντικαθίστατο.Καθεζομένου γὰρ τοῦ βασιλέως ἐπὶ τοῦ θρόνου, συνεδριάζοντος καὶ τοῦ υἱοῦ, καθάπερ ἔφημεν, παρεστώτων δὲ τῶν ὥσπερ ῥομφαίαν τὰς γλώσσας ἀκονησάντων ἐπὶ καθαιρέσει τῆς ἀληθείας ἀσόφων ῥητόρων, οἵ, τὸ τοῦ Ἠσαΐου, κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν, συνελθόντων δὲ ἀπείρων λαῶν εἰς θέαν τοῦ ἀγῶνος ὥστε μαθεῖν ὁπότερον μέρος τὴν νίκην ἀποίσεται, λέγει τῶι Ναχὼρ εἷς τῶν ῥητόρων, ὁ τῶν σὺν αὐτῶι πάντων διαφορώτατος· σὺ εἶ ὁ ἀναισχύντως οὕτως καὶ ἰταμῶς εἰς τοὺς θεοὺς ἡμῶν ἐξυβρίζων Βαρλαάμ, καὶ τὸν φίλτατον υἱὸν τοῦ βασιλέως τοιαύτηι περιβαλὼν τῆι πλάνηι καὶ τῶι ἐσταυρωμένωι διδάξας λατρεύειν; καὶ ὁ Ναχώρ· Ἐγώ εἰμι, ἀπεκρίνατο, ἐγώ εἰμι Βαρλαάμ, ὁ τοὺς θεούς σου μὲν ἐξουθενῶν, καθὼς εἴρηκας, τὸν υἱὸν δὲ τοῦ βασιλέως οὐ πλάνηι περιβαλών, ἀλλὰ πλάνης ἀπαλλάξας καὶ τῶι ἀληθινῶι προσοικειωσάμενος Θεῶι. καὶ ὁ ῥήτωρ· Τῶν μεγάλων, φησί, καὶ θαυμασίων ἀνδρῶν τῶν πᾶσαν σοφίας ἐπιστήμην ἐξευρηκότων θεοὺς ὑψηλοὺς καὶ ἀθανάτους ἐκείνους ὀνομαζόντων, καὶ πάντων τῶν ἐπὶ γῆς βασιλέων καὶ ἐνδόξων αὐτοῖς προσκυνούντων καὶ σεβομένων, πῶς αὐτὸς γλῶσσαν κατ᾽ αὐτῶν κινεῖς, καὶ ὅλως ἀποθρασύνεσθαι τὰ τοιαῦτα τολμᾶις; Τίς δὲ ἡ ἀπόδειξις μὴ τούτους εἶναι θεούς, ἀλλὰ τὸν ἐσταυρωμένον; ὑπολαβὼν δὲ ὁ Ναχὼρ τὸν μὲν ῥήτορα ἐκεῖνον οὐδόλως ἀποκρίσεως ἠξίωσε· κατασείσας δὲ τῆι χειρὶ τὸ πλῆθος σιγᾶν, ἀνοίξας τὸ στόμα αὐτοῦ, καθάπερ ὁ τοῦ Βαλαὰμ ὄνος, ἃ οὐ προέθετο εἰπεῖν ταῦτα λελάληκε· καί φησι πρὸς τὸν βασιλέα· |