BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον κ´

 

θεν μοι ταύτης ἐργάτης διηγήσατό τις, ὅτι Μετὰ τὸ προσλαβέσθαι με τὴν θείαν θεωρίαν ἐν ἕξει βεβαιοτάτηι καὶ τῆι ταύτης μελέτηι ποιωθῆναι τὴν ψυχήν, βουληθείς ποτε ἀπόπειραν αὐτῆς ποιήσασθαι, κατέσχον τὸν νοῦν μου, μὴ συγχωρήσας τῆι κατ᾽ ἔθος ἐπιβαλεῖν μελέτηι· καὶ ἔγνων αὐτὸν ἀνιώμενον καὶ δυσφοροῦντα καὶ πρὸς αὐτὴν ἀσχέτωι ἐπειγόμενον πόθωι, μηδόλως δὲ πρὸς ἐναντίαν τινὰ ἐνθύμησιν ἀποκλῖναι ἰσχύοντα· ἡνίκα δὲ μικρὸν ἐνέδωκα τὰς ἡνίας, ὀξυδρόμως εὐθὺς ἀνέδραμε πρὸς τὴν ἑαυτοῦ ἐργασίαν, καθά φησιν ὁ Προφήτης· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. ἀποδέδεικται οὖν ἐκ πάντων τούτων, ὡς ἐφ᾽ ἡμῖν ἐστιν ἡ κτῆσις τῆς ἀρετῆς, καὶ ἡμεῖς ταύτης κύριοι καθεστήκαμεν εἴτε θελήσομεν αὐτῆς ἀνθέξεσθαι, εἴτε τὴν ἁμαρτίαν προκρῖναι. οἱ μὲν οὖν δουλωθέντες τῆι κακίαι δυσαποσπάστως αὐτῆς ἔχουσι, καθὰ δὴ προλαβὼν εἶπον. 

Σὺ δὲ λοιπὸν ἐλευθερωθεὶς ταύτης διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τὸν Χριστὸν ἐνδεδυμένος τῆι τοῦ θείου Πνεύματος χάριτι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον, καὶ μηδόλως ἔτι τοῖς πάθεσι θύραν ἀνοίξηις· ἀλλὰ τῆι εὐωδίαι καὶ λαμπρότητι τῶν ἀρετῶν κοσμήσας σου τὴν ψυχήν, ναὸν αὐτὴν ποίησον τῆς ἁγίας Τριάδος, τῆι ταύτης θεωρίαι πάσας σου τὰς τοῦ νοὸς δυνάμεις ἀπασχολήσας. εἰ γὰρ βασιλεῖ τις ἐπιγείωι συνδιάγων καὶ διαλεγόμενος μακαριστὸς πᾶσι δείκνυται, ὁ Θεῶι διαλέγεσθαι καὶ συνεῖναι τῶι νοῒ καταξιωθεὶς πόσης ἀπολαύσεται μακαριότητος; αὐτὸν οὖν ἐνοπτρίζου πάντοτε, καὶ αὐτῶι προσομίλει. πῶς δὲ προσομιλήσεις Θεῶι; τῆι διὰ προσευχῆς καὶ δεήσεως πρὸς αὐτὸν ἐγγύτητι. ὁ γὰρ πόθωι θερμοτάτωι καὶ καρδίαι κεκαθαρμένηι προσευχόμενος, πάντων μὲν τῶν ὑλικῶν καὶ χαμαιζήλων μακρύνας τὸν νοῦν, ὡς ἐνώπιος δὲ ἐνωπίωι παριστάμενος τῶι Θεῶι, φόβωι τε καὶ τρόμωι τὰς δεήσεις αὐτῶι προσάγων, ὁ τοιοῦτος ὁμιλεῖ αὐτῶι καὶ πρόσωπον πρὸς πρόσωπον αὐτῶι διαλέγεται.

Πάρεστι γὰρ πανταχοῦ ὁ ἀγαθὸς ἡμῶν Δεσπότης ἐπακούων τῶν εἰλικρινῶς καὶ καθαρῶς προσερχομένων αὐτῶι, καθάπερ φησὶν ὁ Προφήτης· Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. καὶ διὰ τοῦτο οἱ Πατέρες τὴν προσευχὴν ἕνωσιν ἀνθρώπου πρὸς Θεὸν ὁρίζονται, καὶ ἔργον ἀγγέλων ταύτην καλοῦσι, καὶ τῆς μελλούσης εὐφροσύνης προοίμιον. ἐπεὶ γὰρ βασιλείαν οὐρανῶν τὴν ἐγγύτητα καὶ θεωρίαν τῆς Ἁγίας Τριάδος πλέον πάντων τίθενται, πρὸς τοῦτο δὲ καὶ ἡ τῆς εὐχῆς προσεδρεία τὸν νοῦν χειραγωγεῖ, εἰκότως προοίμιον καὶ οἱονεὶ προεικόνισμα ἐκείνης τῆς μακαριότητος κέκληται αὕτη. οὐ πᾶσα δὲ εὐχὴ οὑτωσὶ καθέστηκεν, ἀλλ᾽ ἡ τῆς προσηγορίας ταύτης ὄντως ἀξία, ἡ Θεὸν ἔχουσα διδάσκαλον, τὸν διδόντα εὐχὴν τῶι εὐχομένωι, ἡ πάντων τῶν ἐπὶ γῆς ὑπεραρθεῖσα καὶ τῶι Δεσπότηι Θεῶι ἀμέσως ἐντυγχάνουσα.

Ταύτην σεαυτῶι περιποιοῦ, καὶ εἰς ταύτην ἀγωνίζου τὴν προκοπήν· ἱκανὴ γὰρ ὑπάρχει ἐκ γῆς εἰς οὐρανοὺς ἀνυψῶσαί σε. οὐκ ἀπαρασκεύως δὲ καὶ ὡς ἔτυχε προκόψεις ἐν ταύτηι· ἀλλά, πάντων τῶν παθῶν τὴν ψυχὴν προκαθάρας, καὶ πάσης πονηρᾶς ἐνθυμήσεως ταύτην ἀποσμήξας ὡς καθαρὸν καὶ νεόσμηκτον ἔσοπτρον, πάσης τε μνησικακίας καὶ μήνιδος σεαυτὸν μακρύνας, ἥτις πλέον πάντων τὰς ἡμετέρας εὐχὰς πρὸς Θεὸν ἀνάγεσθαι κωλύει, πᾶσί τε τοῖς ἡμαρτηκόσι σοι ἀπὸ καρδίας ἀφεὶς τὰ πλημμελήματα, καὶ ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων τὴν εὐχὴν πτερώσας, προσάγαγε τῶι Θεῶι μετὰ θερμῶν δακρύων. οὕτως εὐχόμενος δυνήσηι εἰπεῖν ὡς ὁ μακάριος Δαυΐδ· οὗτος γὰρ βασιλεὺς ὢν καὶ μυρίαις ἑλκόμενος φροντίσι, πάντων δὲ τῶν παθῶν τὴν ψυχὴν αὐτοῦ καθαρίσας, ἔλεγε πρὸς τὸν Θεόν· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· ἑπτάκις τῆς ἡμέρας ἤινεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης· ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα· ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.

Οὕτως βοῶντός σου ὁ Θεὸς ἐπακούσεται· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. εἰ τοιαύτην οὖν κτήσηι εὐχήν, μακάριος ἔσηι· ἀμήχανον γὰρ ἄνθρωπον, μετὰ τοιαύτης προθυμίας εὐχόμενον καὶ παρακαλοῦντα τὸν Θεόν, μὴ καθ᾽ ἑκάστην προκόπτειν ἐν τῶι ἀγαθῶι καὶ πασῶν ὑπερίπτασθαι τῶν τοῦ ἐχθροῦ παγίδων. ὁ γὰρ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καθάπερ τις τῶν ἁγίων ἔφησε, Καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν Δεσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἰδίων ἁμαρτημάτων ἀναμνησθείς, καὶ περὶ τῆς συγχωρήσεως τούτων διαλεχθείς, καὶ δάκρυσι θερμοτάτοις δεηθεὶς ἵλεω γενέσθαι αὐτῶι τὸν φιλάνθρωπον, ἀπὸ τῆς ἐν τοῖς λόγοις καὶ διαλογισμοῖς τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται, καὶ Θεῶι συνόμιλος ἀξιοῦται κληθῆναι· οὗπερ τί γένοιτ᾽ ἂν μακαριώτερον ἢ ὑψηλότερον; ἀξιώσαι σε οὖν Κύριος τῆς τοιαύτης ἐπιτυχεῖν μακαριότητος.

Ἰδοὺ γάρ σοι τὴν ὁδὸν ὑπέδειξα τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ οὐδὲν ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαί σοι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. καὶ ἐγὼ μὲν ἤδη τὴν πρὸς σέ μου διακονίαν τετέλεκα· λοιπὸν αὐτὸς ἀναζωσάμενος τὴν ὀσφὺν τῆς διανοίας σου, κατὰ τὸν καλέσαντά σε ἅγιον, καὶ αὐτὸς ἅγιος ἐν πάσηι ἀναστροφῆι γενοῦ· Ἅγιοι γὰρ γίνεσθε, διότι ἐγὼ ἅγιός εἰμι, λέγει Κύριος. γράφει δὲ καὶ ὁ κορυφαιότατος τῶν ἀποστόλων· Εἰ Πατέρα, φησίν, ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβωι τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίωι ἢ χρυσίωι, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίωι αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ. 

Ταῦτα οὖν πάντα ἐν καρδίαι τιθέμενος, μέμνησο ἀδιαλείπτως, πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ τὸν φόβον τοῦ Θεοῦ καὶ τὸ φρικῶδες αὐτοῦ κριτήριον, τὴν φαιδρότητά τε τῶν δικαίων ἣν μέλλουσιν ἐν ἐκείνωι ἀπολαβεῖν τῶι αἰῶνι, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῶι σκότει τῶι βαθυτάτωι, τὴν ἀσθένειάν τε καὶ ματαιότητα τῶν παρόντων καὶ τὸ τῶν μελλόντων ἀτελεύτητον, ὅτι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. ταῦτα μελέτα διὰ παντός· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ σοῦ, φωτίζουσά σε καὶ συνετίζουσα καὶ εἰς τὴν ὁδὸν ἄγουσα τῆς σωτηρίας, καὶ πᾶν θέλημα πονηρὸν πόρρω διώκουσα τοῦ νοός σου, σφραγίζουσα δὲ τὴν ψυχήν σου τῶι τοῦ σταυροῦ σημείωι, ἵνα μηδέν σοι πλησιάσηι τῶν τοῦ πονηροῦ σκανδάλων, ἀλλ᾽ ἀξιωθῆις ἐν πάσηι τελειότητι τῶν ἀρετῶν τῆς μελλούσης ἐπιτυχεῖν ἀτελευτήτου καὶ ἀδιαδόχου βασιλείας, καὶ τῶι φωτὶ περιλαμφθῆναι τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος, τῆς ἐν Πατρὶ καὶ Υἱῶι καὶ ἁγίωι Πνεύματι δοξαζομένης.