BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον ις´

 

Λέγει δὲ ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα· Εἰσὶν οὖν καὶ ἕτεροί τινες νῦν οἱ κατὰ ταῦτα κηρύττοντες ὥσπερ σύ; ἢ μόνος εἶ σήμερον ὁ ταῦτα διδάσκων καὶ οὕτως μισητὸν τὸν παρόντα βίον διηγούμενος;

Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐν τῆι καθ᾽ ὑμᾶς δυστυχεστάτηι χώραι ταύτηι οὐδένα γινώσκω. ἡ γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα. ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ἄιδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτωι λόγωι, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος. μία δέ ἐστιν ἡ ἀλήθεια, ἡ κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῆι καθολικῆι Ἐκκλησίαι τῆι ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι.

Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Οὐδὲν οὖν τούτων ὁ ἐμὸς μεμάθηκε πατήρ;

Καί φησιν ὁ γέρων· Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε· βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος.

Ἀλλ᾽ ἤθελον, φησὶν ὁ Ἰωάσαφ, κἀκεῖνον ταῦτα μυηθῆναι. Ὁ δὲ γέρων· Τὰ παρὰ ἀνθρώποις, εἶπεν, ἀδύνατα, παρὰ τῶι Θεῶι πάντα δυνατά ἐστι. τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπωι θαυμασίωι γεννήτωρ τοῦ σοῦ χρηματίσεις γεννήτορος; Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι πάνυ καλῶς τὴν ἑαυτοῦ οἰκονομοῦντα βασιλείαν. πράως τε καὶ ἠπίως τῶι ὑπ᾽ αὐτὸν κεχρημένον λαῶι, ἐν τούτωι δὲ μόνωι σφαλλόμενον, τῶι μὴ πλουτεῖν τὸν τῆς θεογνωσίας φωτισμόν, ἀλλὰ τῆι πλάνηι τῶν εἰδώλων κατέχεσθαι. εἶχε δέ τινα σύμβουλον ἀγαθὸν καὶ παντοίως κεκοσμημένον τῆι τε πρὸς τὸν Θεὸν εὐσεβείαι καὶ τῆι λοιπῆι πάσηι ἐναρέτωι σοφίαι· ὅς, ἀχθόμενος καὶ δυσχεραίνων ἐπὶ τῆι πλάνηι τοῦ βασιλέως καὶ βουλόμενος αὐτὸν περὶ τούτου ἐλέγξαι, ἀνεχαιτίζετο τῆς ὁρμῆς, δεδοικὼς μὴ κακῶν πρόξενος ἑαυτῶι τε καὶ τοῖς αὑτοῦ ἑταίροις γένοιτο καὶ τὴν γινομένην δι᾽ αὐτοῦ πολλῶν ὠφέλειαν περικόψειεν. ἐζήτει δὲ ὅμως καιρὸν εὔθετον τοῦ ἑλκύσαι αὐτὸν πρὸς τὸ ἀγαθόν. φησὶν οὖν ἐν μιᾶι νυκτὶ πρὸς αὐτὸν ὁ βασιλεύς· Δεῦρο δή, ἐξέλθωμεν καὶ ἐμπεριπατήσωμεν τὴν πόλιν, εἴ πού τι τῶν ὠφελούντων ὀψόμεθα. ἐμπεριπατούντων δὲ αὐτῶν τὴν πόλιν, εἶδον φωτὸς αὐγὴν ἀπό τινος τρυμαλιᾶς λάμπουσαν· καί. ταύτηι τοὺς ὀφθαλμοὺς ἐπιβαλόντες, βλέπουσιν ὑπόγειόν τι ἀντρῶδες οἴκημα, ἐν ὧι προὐκαθέζετο ἀνὴρ ἐσχάτηι συζῶν πενίαι καὶ εὐτελῆ τινα περικείμενος ῥάκια. παρίστατο δὲ ἡ γυνὴ αὐτοῦ οἶνον κιρνῶσα. τοῦ δὲ ἀνδρὸς τὴν κύλικα ἐπὶ χεῖρας λαβόντος, λιγυρὸν ἄιδουσα μέλος ἐκείνη τέρψιν αὐτῶι ἐνεποίει ὀρχουμένη καὶ τὸν ἄνδρα ἐγκωμίοις καταθέλγουσα. οἱ περὶ τὸν βασιλέα τοίνυν, ἐπὶ ὥραν ἱκανὴν ταῦτα κατανοοῦντες, ἐθαύμαζον ὅτι, τοιαύτηι πιεζόμενοι πενίαι ὡς μήτε οἴκου εὐπορεῖν μήτ᾽ ἐσθῆτος, οὕτως εὐθύμως τὸν βίον διῆγον· καί φησιν ὁ βασιλεὺς τῶι πρωτοσυμβούλωι αὐτοῦ· Ὦ τοῦ θαύματος, φίλε, ὅτι ἐμοί τε καὶ σοὶ οὐδὲ οὕτως ὁ καθ᾽ ἡμᾶς ποτε ἤρεσε βίος, τοσαύτηι δόξηι καὶ τρυφῆι περ διαλάμπων, ὡς ἡ εὐτελῆς αὕτη καὶ ταλαίπωρος ζωὴ τούτους δὴ τοὺς ἀνοήτους τέρπει, καὶ ἡδύνει λεῖος αὐτοῖς καὶ προσηνὴς ὁ τραχὺς οὗτος καὶ ἀπευκταῖος βίος καταφαινόμενος. εὐκαίρου δὲ δραξάμενος ὁ πρωτοσύμβουλος ὥρας, ἔφη· Ἀλλὰ σοί γε, βασιλεῦ, πῶς ἡ τούτων φαίνεται βιοτή; Πάντων, φησὶν ὁ βασιλεύς, ὧν πώποτε ἑώρακα ἀηδεστάτη καὶ δυστυχεστάτη, βδελυκτή τε καὶ ἀποτρόπαιος. τότε λέγει πρὸς αὐτὸν ὁ πρωτοσύμβουλος, Οὕτω, οὖν, εὖ ἴσθι, βασιλεῦ, καὶ πολλῶι χαλεπώτερος ὁ καθ᾽ ἡμᾶς λελόγισται βίος τοῖς ἐπόπταις καὶ μύσταις τῆς ἀϊδίου δόξης ἐκείνης καὶ τῶν πάντα νοῦν ὑπερβαινόντων ἀγαθῶν· αἵ τε χρυσῶι καταστίλβουσαι οἰκίαι καὶ τὰ λαμπρὰ ταῦτα ἐνδύματα, καὶ ἡ λοιπὴ τοῦ βίου τούτου τρυφή, σκυβάλων τε καὶ ἀμαυρῶν εἰσιν ἀηδέστερα τοῖς ὀφθαλμοῖς τῶν εἰδότων τὰ ἀνεκδιήγητα κάλλη τῶν ἐν οὐρανοῖς ἀχειροτεύκτων σκηνωματῶν, τῆς θεοϋφάντου τε στολῆς καὶ τῶν ἀφθάρτων διαδημάτων, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ὁ πάντων Δημιουργὸς καὶ Κύριος. ὃν τρόπον γὰρ ἀνοηταίνειν ἡμῖν οὗτοι ἐλογίσθησαν, πολλῶι πλέον ἡμεῖς, οἱ τῶι κόσμωι περιπλανώμενοι καὶ αὐταρεσκοῦντες ἐν τῆι ψευδομένηι ταύτηι δόξηι καὶ ἀνοήτωι τρυφῆι, θρήνων ἐσμὲν ἄξιοι καὶ δακρύων ἐν ὀφθαλμοῖς τῶν γευσαμένων τῆς γλυκύτητος τῶν ἀγαθῶν ἐκείνων. 

Ὁ δὲ βασιλεὺς τούτων ἀκούσας, καὶ ἐννεὸς ὥσπερ γενόμενος, ἔφη· Τίνες οὖν ἐκεῖνοί εἰσιν οἱ κρείττονα τῆς καθ᾽ ἡμᾶς κεκτημένοι ζωήν; Πάντες, φησὶν ὁ πρωτοσύμβουλος, οἱ τὰ αἰώνια προτιμήσαντες τῶν προσκαίρων. αὖθις οὖν τοῦ βασιλέως μαθεῖν ζητοῦντος τίνα τὰ αἰώνια, φησὶν ὁ ἀνήρ· Βασιλεία ἀδιάδοχος, καὶ ζωὴ μὴ ὑποκειμένη θανάτωι, καὶ πλοῦτος μηδέποτε ὑφορώμενος πενίαν, χαρά τε καὶ εὐφροσύνη πάσης ἀμέτοχος λύπης καὶ ἀχθηδόνος, καὶ εἰρήνη διηνεκὴς ἐλευθέρα πάσης ἔχθρας καὶ φιλονεικίας. τούτων οἱ καταξιωθέντες ἀπολαύειν μακάριοι, καὶ τοῦτο πολλάκις· ἄλυπον γὰρ καὶ ἄμοχθον ζήσουσιν εἰς αἰῶνας ζωήν, πάντων τῶν ἡδέων καὶ τερπνῶν τῆς τοῦ Θεοῦ βασιλείας ἀμογητὶ ἀπολαύοντες, καὶ τῶι Χριστῶι ἀτελεύτητα συμβασιλεύοντες. καί, Τίς ἄξιος τούτων ἐπιτυχεῖν; εἰπόντος τοῦ βασιλέως, ἐκεῖνος ἀπεκρίνατο· Πάντες οἱ τῆς ἐκεῖσε ἀπαγούσης ὁδοῦ δραξάμενοι· ἀκώλυτος γὰρ ἡ εἴσοδος τοῖς θελήσασι μόνον. ὁ δὲ βασιλεύς· Καὶ τίς, φησίν, ἡ ἐκεῖσε φέρουσα τρίβος; πρὸς ὃν ἔφη ὁ λαμπρὸς τὴν ψυχὴν ἐκεῖνος· Τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν Θεόν, καὶ Ἰησοῦν Χριστὸν τὸν μονογενῆ αὐτοῦ Υἱὸν καὶ τὸ Ἅγιον καὶ ζωοποιὸν Πνεῦμα.

Ὁ τοίνυν βασιλεύς, τῆς ἁλουργίδος σύνεσιν ἔχων ἀξίαν, ἔφη πρὸς αὐτόν· Καὶ τί τὸ κωλῦσάν σε μέχρι τοῦ νῦν μὴ γνωρίσαι μοι περὶ τούτων; οὐκ ἀναβολῆς γὰρ καὶ ὑπερθέσεως ἄξιά μοι δοκεῖ ὑπάρχειν ταῦτα, εἴ γε ἀληθῆ τυγχάνει· εἰ δὲ ἀμφίβολά ἐστιν, ἐμπόνως δεῖ ζητῆσαι μέχρις ὅτου τὸ ἀναμφίλεκτον εὕροιμι. Οὐκ ἀμελείαι, φησὶν ὁ ἀνήρ, ἢ ῥαιθυμίαι συνεχόμενος, περὶ τούτων ὤκνησά σοι γνωρίσαι, ἀληθῆ περ ὄντα καὶ πάντη ἀναμφίλεκτα, ἀλλὰ τὸ ὑπερέχον αἰδούμενος τῆς σῆς δόξης, μή ποτε ὀχληρότερός σοι φανείην· εἰ οὖν προστάσσεις τῶι σῶι οἰκέτηι ὑπομιμνήσκειν σοι εἰς τὸ ἑξῆς περὶ τούτων τῶι σῶι ἔσομαι καθυπηρετῶν προστάγματι. Ναί, φησὶν ὁ βασιλεύς, μὴ καθ᾽ ἡμέραν μόνον, ἀλλὰ καὶ ἐφ᾽ ἑκάστης ὥρας τὴν τούτων μνήμην διηνεκῶς ἀνακαίνιζε· οὐκ ἀμελῶς γὰρ χρὴ τούτοις προσέχειν, ἀλλὰ καὶ λίαν θερμῶς καὶ σπουδαίως.

Ἀκηκόαμεν οὖν, φησὶν ὁ Βαρλαάμ, εὐσεβῶς τὸν βασιλέα τοῦτον ζῆσαι τὸ ἑξῆς, καὶ ἀκυμάντως τὸν παρόντα διανύσαντα βίον, τῆς μελλούσης μὴ ἀποτυχεῖν μακαριότητος. εἰ τοίνυν καὶ τῶι σῶι πατρὶ τοιαῦτά τις ἐν ἐπιτηδείωι προσυπομνήσει καιρῶι, τάχα συνήσει καὶ γνώσεται ὅσοις συνεσχέθη κακοῖς, καὶ τούτων ἐκκλίνας ἐκλέξεται τὸ ἀγαθόν· ἐπεὶ τό γε νῦν ἔχον τυφλός ἐστι, μυωπάζων, τοῦ ἀληθινοῦ φωτὸς ἑαυτὸν ἀποστερήσας, αὐτομολῶν δὲ πρὸς τὸ τῆς ἀσεβείας σκότος. 

Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Τὰ μὲν τοῦ ἐμοῦ πατρὸς ἄγοιτο Κύριος καθὼς κελεύει· αὐτῶι γάρ, καθὰ δὴ καὶ εἶπας, πάντα δυνατὰ καθέστηκε τὰ παρὰ ἀνθρώποις ἀδύνατα· ἐγὼ δέ, διὰ τῶν σῶν ἀνυπερβλήτων ῥημάτων, τῆς τῶν παρόντων καταγνοὺς ματαιότητος, ἀποστῆναι μὲν τούτων πάντη διανενόημαι, καὶ μετὰ σοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι, ἵνα μὴ διὰ τῶν προσκαίρων τούτων καὶ ῥευστῶν τῆς τῶν αἰωνίων καὶ ἀφθάρτων ἐκπέσω ἀπολαύσεως.

Πρὸς ὃν ὁ γέρων ἀπεκρίνατο· Εἰ τοῦτο ποιήσεις, ὅμοιος ἔσηι νεανίσκωι τινὶ φρονιμωτάτωι, περὶ οὗ ἀκήκοα πλουσίων γεγονέναι καὶ ἐνδόξων γονέων· ὧιτινι ὁ πατὴρ μνηστευσάμενος τὴν θυγατέρα τινὸς τῶν εὐγενείαι καὶ πλούτωι διαφερόντων λίαν ὡραιοτάτην, κοινολογησάμενος δὲ πρὸς τὸν παῖδα περὶ τοῦ γάμου, καὶ ὅπως ἦν αὐτῶι μελετώμενα ἀπαγγείλας, ἀκούσας ἐκεῖνος, καὶ ὡς ἀπηχές τι καὶ ἄτοπον ἀποσεισάμενος τὸ πρᾶγμα, φυγὰς ὤιχετο καταλιπὼν τὸν πατέρα. πορευόμενος δὲ ξενίζεται ἐν οἰκίαι γηραιοῦ τινος πένητος, τοῦ καύσωνος τῆς ἡμέρας ἑαυτὸν διαναπαύων.

Ἡ δὲ θυγάτηρ τοῦ πένητος, μονογενὴς οὖσα καὶ παρθένος, καθεζομένη πρὸ τῶν θυρῶν, εἰργάζετο μὲν ταῖς χερσί, τῶι δὲ στόματι ἀσιγήτως τὸν Θεὸν εὐλόγει εὐχαριστοῦσα αὐτῶι ἐκ βαθέων ψυχῆς· τῶν ταύτης δὲ ὕμνων ἀκούσας ὁ νέος ἔφη· Τί σου, γύναι, τὸ ἐπιτήδευμα; χάριν δὲ τίνος, οὕτω περ οὖσα εὐτελὴς καὶ πτωχή, ὡς ἐπί τισι μεγάλοις δωρήμασιν εὐχαριστεῖς, τὸν δοτῆρα ὑμνοῦσα; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Οὐκ οἶσθα ὅτι, καθάπερ φάρμακον μικρὸν ἐκ μεγάλων νοσημάτων πολλάκις ῥύεται τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὸ ἐπὶ τοῖς μικροῖς εὐχαριστεῖν τῶι Θεῶι μεγάλων πρόξενον γίνεται; ἐγὼ τοίνυν, θυγάτηρ οὖσα γέροντος πτωχοῦ, εὐχαριστῶ ἐπὶ τοῖς μικροῖς τούτοις καὶ εὐλογῶ τὸν Θεόν, εἰδυῖα ὡς ὁ ταῦτα δοὺς καὶ μείζονα δύναται δοῦναι. καὶ ταῦτα μὲν περὶ τῶν ἔξωθεν καὶ οὐχ ἡμετέρων, ἐξ ὧν οὔτε τοῖς πολλὰ κεκτημένοις τι προσγίνεται κέρδος (ἵνα μὴ εἴπω ὅτι καὶ ζημία πολλάκις), οὔτε τοῖς ἐλάττονα λαβοῦσιν ἐπέρχεται βλάβη, τὴν αὐτὴν ἀμφοτέρων ὁδευόντων ὁδὸν καὶ πρὸς τὸ αὐτὸ ἐπειγομένων τέλος· ἐν δὲ τοῖς ἀναγκαιοτάτοις καὶ καιριωτάτοις πολλῶν ἀπήλαυσα καὶ μεγίστων τοῦ Δεσπότου μου δωρημάτων, οὐμενοῦν ἐχόντων ἀριθμὸν ἢ εἰκασμῶι ὑποπιπτόντων. κατ᾽ εἰκόνα γὰρ Θεοῦ γεγένημαι καὶ τῆς αὐτοῦ γνώσεως ἠξίωμαι, καὶ λόγωι παρὰ πάντα τὰ ζῶια κεκόσμημαι, καὶ ἐκ θανάτου πρὸς τὴν ζωὴν ἀνακέκλημαι διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τῶν αὐτοῦ μετέχειν μυστηρίων ἐξουσίαν ἔλαβον, καὶ ἡ τοῦ παραδείσου θύρα ἀνέωικται, ἀκώλυτον, εἴπερ θελήσω, παρέχουσά μοι τὴν εἴσοδον. τῶν τοσούτων οὖν καὶ τοιούτων δωρημάτων, ὧν ἐπίσης μετέχουσι πλούσιοί τε καὶ πένητες, ἀξίως εὐχαριστῆσαι πάντη μοι ἀδύνατον, εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν οὐ προσάξω τῶι δωρησαμένωι, ποίαν ἕξω ἀπολογίαν;

Ὁ δὲ νεώτερος τὴν πολλὴν αὐτῆς ὑπερθαυμάσας σύνεσιν, τὸν αὐτῆς προσκαλεσάμενος πατέρα. Δός μοι, φησί, τὴν θυγατέρα σου· ἠγάπησα γὰρ τὴν σύνεσιν αὐτῆς καὶ εὐσέβειαν. ὁ δὲ γέρων ἔφη· Οὐκ ἔξεστί σοι ταύτην λαβεῖν τὴν πένητος θυγατέρα, πλουσίων ὄντι γονέων. αὖθις δὲ ὁ νέος, Ναί, φησί, ταύτην λήψομαι, εἴπερ οὐκ ἀπαγορεύεις· θυγάτηρ γάρ μοι μεμνήστευται εὐγενῶν καὶ πλουσίων, καὶ ταύτην ἀποσεισάμενος φυγῆι ἐχρησάμην· τῆς δὲ σῆς θυγατρὸς διὰ τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν νουνεχῆ σύνεσιν ἐρασθείς, συναφθῆναι αὐτῆι προτεθύμημαι. ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφησεν· Οὐ δύναμαί σοι ταύτην δοῦναι τοῦ ἀπαγαγεῖν ἐν τῶι οἴκωι τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν· μονογενὴς γάρ μοί ἐστιν. Ἀλλ᾽ ἐγώ, φησὶν ὁ νεανίσκος, παρ᾽ ὑμῖν μενῶ, καὶ τὴν ὑμῶν ἀναδέξομαι πολιτείαν. εἶτα καὶ τὴν λαμπρὰν ἀποθέμενος ἐσθῆτα, τὰ τοῦ γέροντος αἰτησάμενος περιεβάλλετο. πολλὰ δὲ ἐκεῖνος ἐκπειράσας αὐτὸν καὶ ποικίλως τὸν αὐτοῦ δοκιμάσας λογισμόν, ὡς ἔγνω σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας καὶ ὡς οὐκ ἔρωτι ἀφροσύνης κατεχόμενος αἰτεῖται τὴν αὐτοῦ θυγατέρα, ἀλλ᾽ ἔρωτι εὐσεβείας εἵλετο πενιχρῶς ζῆν, ταύτην προκρίνας τῆς αὐτοῦ δόξης καὶ εὐγενείας, κρατήσας αὐτὸν τῆς χειρός, εἰσήγαγεν εἰς τὸ ἑαυτοῦ ταμιεῖον, καὶ ὑπέδειξε πλοῦτον πολὺν ἀποκείμενον αὐτῶι καὶ χρημάτων ἀναρίθμητον ὄγκον, ὅσον οὐ τεθέατο πώποτε ὁ νεανίσκος. καί φησι πρὸς αὐτόν· Τέκνον, ταῦτα πάντα σοι δίδωμι, ἀνθ᾽ ὧν ἡιρετίσω τῆς ἐμῆς θυγατρὸς ἀνὴρ γενέσθαι, γενέσθαι δὲ καὶ κληρονόμος τῆς ἐμῆς οὐσίας. ἥνπερ κληρονομίαν κατασχὼν ἐκεῖνος πάντας ὑπερῆρε τοὺς ἐνδόξους τῆς γῆς καὶ πλουσίους.