BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον ιδ´

 

Αὖθις οὖν ὁ Ἰωάσαφ, Εὖ σοι γένοιτο παρὰ Κυρίου τοῦ Θεοῦ, ὦ σοφώτατε τῶν ἀνθρώπων. εὔφρανας γάρ μου τὴν ψυχὴν τοῖς καταλλήλοις σου καὶ ἀρίστοις ῥήμασι. τοιγαροῦν ἀνατύπωσόν μοι καὶ ἔτι εἰκόνα τῆς ματαιότητος τοῦ κόσμου, καὶ πῶς ἄν τις ἐν εἰρήνηι καὶ ἀσφαλείαι τοῦτον διέλθοι.

Ἀναλαβὼν δὲ τὸν λόγον ὁ Βαρλαὰμ ἔφη, Ἄκουσον καὶ τούτου δὴ τοῦ προβλήματος ὁμοίωσιν. πόλιν τινὰ μεμάθηκα μεγάλην, ἧς οἱ πολῖται τοιαύτην ἐσχήκεσαν ἔκπαλαι συνήθειαν, τὸ ἐπιλαμβάνεσθαι ξένου τινὸς καὶ ἀγνώστου ἀνδρός, μηδὲν τῶν νόμων τῆς πόλεως καὶ παραδόσεων ὅλως ἐπισταμένου, καὶ τοῦτον βασιλέα καθιστᾶν ἑαυτοῖς, πάσης ἀπολαύοντα ἐξουσίας καὶ τῶν αὐτοῦ θελημάτων ἀκωλύτως ἐχόμενον, ἄχρι συμπληρώσεως ἐνιαυσιαίου χρόνου. εἶτ᾽, ἐξαίφνης ἐν πάσηι αὐτοῦ τυγχάνοντος ἀμεριμνίαι, τρυφῶντός τε καὶ σπαταλῶντος ἀδεῶς, καὶ συνδιαιωνίζειν αὐτῶι τὴν βασιλείαν εἰσαεὶ δοκοῦντος, ἐπεγειρόμενοι κατ᾽ αὐτοῦ, καὶ τὴν βασιλικὴν ἀφελόμενοι στολήν, γυμνόν τε ἀνὰ πᾶσαν θριαμβεύσαντες τὴν πόλιν, ἐξόριστον ἔπεμπον εἰς μακρὰν ἀπωικισμένην καὶ μεγάλην τινὰ νῆσον, ἐν ἧι, μήτε διατροφῆς εὐπορῶν μήτε ἐνδυμάτων, ἐν λιμῶι καὶ γυμνότητι δεινῶς κατετρύχετο, τῆς παρ᾽ ἐλπίδα δοθείσης αὐτῶι τρυφῆς καὶ θυμηδίας εἰς λύπην αὖθις καὶ παρ᾽ ἐλπίδα πᾶσαν καὶ προσδοκίαν μεταμειφθείσης. κατὰ τὸ παρακολουθῆσαν τοίνυν ἔθος τῶν πολιτῶν ἐκείνων, προεχειρίσθη τις ἀνὴρ εἰς τὴν βασιλείαν συνέσει πολλῆι τὸν λογισμὸν κατάκομον ἔχων, ὃς αὐτίκα μὴ συναρπασθεὶς τῆι ἐξαίφνης αὐτῶι προσπεσούσηι εὐθηνίαι, μηδὲ τῶν προβεβασιλευκότων καὶ ἀθλίως ἐκβληθέντων τὴν ἀμεριμνίαν ζηλώσας, ἐμμέριμνον εἶχε καὶ ἐναγώνιον τὴν ψυχὴν πῶς ἂν τὰ κατ᾽ αὐτὸν εὖ διάθοιτο. τῆι συχνῆι δὲ μελέτηι ἀκριβωσάμενος, ἔγνω διά τινος σοφωτάτου συμβούλου τὴν συνήθειαν τῶν πολιτῶν, καὶ τὸν τόπον τῆς διηνεκοῦς ἐξορίας· ὅπως τε χρὴ ἑαυτὸν ἀσφαλίσασθαι ἀπλανῶς ἐδιδάχθη. ταῦτ᾽ οὖν ὡς ἔγνω, καὶ ὅτι δεῖ αὐτὸν ὅσον οὔπω ἐκείνην καταλαμβάνειν τὴν νῆσον, τὴν δ᾽ ἐπίκτητον ταύτην καὶ ἀλλοτρίαν βασιλείαν ἀλλοτρίοις αὖθις καταλιμπάνειν, ἀνοίξας τοὺς θησαυροὺς αὐτοῦ ὧνπερ τέως ἀνειμένην εἶχε καὶ ἀκώλυτον τὴν χρῆσιν, καὶ λαβὼν χρημάτων πλῆθος, χρυσοῦ τε καὶ ἀργύρου καὶ λίθων τιμίων ἁδρότατον ὄγκον, πιστοτάτοις παραδοὺς οἰκέταις, εἰς ἐκείνην προέπεμψεν, εἰς ἣν ἔμελλεν ἀπάγεσθαι, νῆσον. συντελεσθέντος δὲ τοῦ ἐμπροθέσμου ἐνιαυτοῦ, στασιάσαντες οἱ πολῖται γυμνὸν αὐτόν, ὡς καὶ τοὺς πρὸ αὐτοῦ, τῆι ἐξορίαι παρέπεμψαν. οἱ μὲν οὖν λοιποὶ ἀνόητοι καὶ πρόσκαιροι βασιλεῖς δεινῶς ἐλίμωττον· ὁ δέ, τὸν πλοῦτον προαποθέμενος ἐκεῖνον, εὐθηνίαι διηνεκεῖ συζῶν καὶ τρυφὴν ἀδάπανον ἔχων, φόβον τε παντάπασιν ἀποσεισάμενος τῶν ἀτάκτων καὶ πονηρῶν πολιτῶν, τῆς σοφωτάτης ἑαυτὸν ἐμακάριζεν εὐβουλίας.

Πόλιν οὖν νόει μοι τὸν μάταιον τοῦτον καὶ ἀπατεῶνα κόσμον, πολίτας δὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῶν δαιμόνων, τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τοὺς δελεάζοντας ἡμᾶς τῶι λείωι τῆς ἡδονῆς, καὶ ὡς περὶ ἀφθάρτων ὑποτιθεμένους διανοεῖσθαι τῶν φθαρτῶν καὶ ἐπικήρων, ὡς ἅτε συνδιαιωνιζούσης ἡμῖν καὶ ἀθάνατα τῆς τούτων συνυπαρχούσης ἀπολαύσεως. οὕτως οὖν ἀπατηθέντων ἡμῶν καὶ μηδεμίαν περὶ τῶν μονίμων ἐκείνων καὶ αἰωνίων βουλευσαμένων, μήτε τι ταμιευσαμένων ἑαυτοῖς εἰς τὸν ἐκεῖθεν βίον, αἰφνίδιος ἡμῖν ἐφίσταται ὄλεθρος ὁ τοῦ θανάτου. τότε δὴ τότε γυμνοὺς ἡμᾶς τῶν ἐντεῦθεν οἱ πονηροὶ καὶ πικροὶ δεξάμενοι πολῖται τοῦ σκότους, ὡς ἐκείνοις τὸν ἅπαντα προσαναλώσαντας χρόνον, ἀπάγουσιν εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. σύμβουλον δὲ ἀγαθόν, τὸν τἀληθῆ πάντα γνωρίσαντα καὶ τὰ σωτήρια διδάξαντα ἐπιτηδεύματα τῶι συνετῶι καὶ σοφωτάτωι βασιλεῖ, τὴν ἐμὴν ὑπολάμβανε εὐτελῆ χθαμαλότητα, ὃς τὴν ἀγαθὴν ὁδὸν καὶ ἀπλανῆ ὑποδεῖξαί σοι ἥκω, τοῖς αἰωνίοις μὲν καὶ ἀτελευτήτοις ἐνάγων κἀκεῖσε πάντα συμβουλεύων ἀποθέσθαι, ἀπάγων δὲ τοῦ πλάνου κόσμου τούτου, ὅνπερ κἀγὼ δυστυχῶς ἐφίλουν, καὶ τῶν αὐτοῦ ἀντειχόμην τερπνῶν τε καὶ ἀπολαυστικῶν. κατανοήσας δὲ τοῖς ἀπλανέσι τοῦ νοὸς ὀφθαλμοῖς πῶς ἐν τούτοις πᾶς ὁ τῶν ἀνθρώπων κατατρίβεται βίος, τῶν μὲν παραγινομένων, τῶν δὲ ἀπαιρόντων, καὶ μηδενὸς ἔχοντος τὸ στάσιμόν τε καὶ βέβαιον, μήτε τῶν πλουτούντων ἐν τῶι πλούτωι, μήτε τῶν δυνατῶν ἐν τῆι ἰσχύϊ, μήτε τῶν σοφῶν ἐν τῆι σοφίαι, μηδ᾽ αὖ τῶν εὐημερούντων ἐν τῆι εὐημερίαι, μήτε τῶν τρυφώντων ἐν τῆι σπατάληι, μήτε τῶν ἀσφαλῶς δοκούντων βιοῦν ἐν τῆι ματαίαι αὐτῶν καὶ ἀδρανεστάτηι ἀσφαλείαι, μήτε ἐν ἄλλωι τινὶ τῶν ἐνταῦθα ἐπαινουμένων, ἀλλ᾽ ἔοικε τὸ πρᾶγμα χειμάρρων παρόδωι ἀμετρήτωι θαλάσσης ἐμπιπτόντων βυθῶι (ῥευστὰ γὰρ οὕτως εἰσὶ τὰ παρόντα πάντα καὶ πρόσκαιρα), συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαντα καὶ ὄνησις αὐτῶν οὐδεμία, ἀλλ᾽, ὥσπερ τὰ πρότερον πάντα λήθηι κέκρυπται, εἴτε δόξαν εἴποις, εἴτε βασιλείαν, εἴτε ἀξιωμάτων λαμπρότητας, εἴτε δυναστείας ὄγκον, εἴτε τυράννων θρασύτητα, εἴτε τι τῶν τοιούτων, οὕτως καὶ τὰ ἐνεστῶτα εἰς τοὺς ἑξῆς καὶ μετέπειτα χρόνους ἀμαυρωθήσεται. ὧνπερ κἀγὼ εἷς ὑπάρχων τῆι συνήθει πάντως ἀλλοιώσει ὑποπεσοῦμαι, καὶ καθὼς οἱ πρὸ ἐμοῦ δι᾽ αἰῶνος τέρπεσθαι τοῖς παροῦσιν οὐ συνεχωρήθησαν, οὕτως ἔσται καὶ ἐπ᾽ ἐμοί. κατεῖδον γὰρ οἷα τοὺς ἀνθρώπους ὁ τύραννος οὗτος καὶ ταραχώδης κατεργάζεται κόσμος, μετατιθεὶς αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, οὓς μὲν ἐκ πλούτου πρὸς πενίαν, οὓς δὲ ἐκ πενίας εἰς δόξαν, τούτους μὲν ὑπεξάγων τοῦ βίου, ἄλλους δὲ αὖθις ἀντεισάγων, τινὰς μὲν σοφοὺς καὶ συνετοὺς ἀποδοκιμάζων, ἀτίμους τε καὶ εὐτελεῖς τοὺς τιμίους καὶ περιφανεῖς ἐργαζόμενος, ἄλλους δὲ ἀσόφους τε καὶ ἀσυνέτους ἐπὶ θρόνου καθίζων δόξης, τιμίους τε τοὺς ἀτίμους καὶ ἀφανεῖς πᾶσι δεικνύων.

Καὶ ἔστιν ἰδεῖν τὸ τῶν ἀνθρώπων γένος μηδόλως κατὰ πρόσωπον τῆς αὐτοῦ ἀπηνοῦς τυραννίδος ἔχον στάσιν· ἀλλ᾽, ὡς ὅταν περιστερά, φεύγουσα ἀετὸν εἴτε ἱέρακα, τόπους ἐκ τόπων ἀμείβηι, νῦν μὲν τούτωι τῶι δένδρωι, αὖθις ἐκείνωι τῶι θάμνωι, εἶτ᾽ εὐθὺς τρώγλαις τῶν πετρῶν καὶ παντοίαις ἀκάνθαις ἑαυτὴν προσαράσσουσα, καὶ οὐδαμοῦ εὑρίσκουσα προσφύγιον ἀσφαλές, ἐν σάλωι καὶ ταλαντώσει ταλαιπωρεῖται διηνεκεῖ, οὕτως εἰσὶν οἱ τοῖς παροῦσιν ἐπτοημένοι, ὑφ᾽ ὁρμῆς μὲν ἀλογίστου ἀθλίως πονοῦντες, μηδόλως δέ τι ἔχοντες βέβαιον ἢ ἀσφαλές, μήτ᾽ ἐπιστάμενοι εἰς ὁποῖον καταντῶσι τέλος, καὶ ποῦ τούτους ὁ μάταιος ἄγει βίος, ὧι καθυπέταξαν ἑαυτοὺς λίαν δυστυχῶς καὶ ἀθλίως, πονηρὰ μὲν ἑλόμενοι ἀντὶ ἀγαθῶν, μετελθόντες δὲ κακίαν ἀντὶ χρηστότητος, ἢ τίς ὁ τὰς ψυχρὰς τῶν πολλῶν καὶ μοχθηρῶν αὐτῶν καμάτων διαδεξάμενος ἐπικαρπίας, εἴτε οἰκεῖος, εἴτε ἀλλότριος· καὶ πολλάκις οὐδὲ φίλος ὅλως ἢ γνωστός, ἀλλ᾽ ἐχθρὸς καὶ πολέμιος. 

Ταῦτα πάντα καὶ τὰ τούτοις ἑπόμενα διακρίνας ἐν τῶι τῆς ψυχῆς κριτηρίωι, ἐμίσησα τὸν σύμπαντά μου βίον τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆς πόνοις προστετηκώς. ἀποβαλλομένωι δέ μοι τῆς ψυχῆς τὴν τούτων προσπάθειαν καὶ ἀπορρίψαντι κατεφάνη τὰ τῶι ὄντι ἀγαθά, τὸ φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν αὐτοῦ τὸ θέλημα. τοῦτο γὰρ ἔγνων πάντων τῶν ἀγαθῶν κεφάλαιον ὑπάρχειν· τοῦτο καὶ ἀρχὴ σοφίας λέγεται καὶ σοφία τετελειωμένη· ζωὴ γάρ ἐστιν ἄλυπος καὶ ἀνεπηρέαστος τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. ἐπιστήσας οὖν μου τὸν λογισμὸν τῆι ἀπλανεστάτηι ὁδῶι τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ γνοὺς ἀκριβῶς μηδὲν ἐν αὐτῆι σκολιὸν ἢ στραγγαλιῶδες ὑπάρχειν, μήτε φαράγγων καὶ σκοπέλων ἀκανθῶν τε καὶ τριβόλων πεπληρωμένην, ἀλλ᾽ ὅλην λείαν καθεστηκέναι καὶ ὁμαλήν, τέρπουσαν μὲν τοὺς ὀφθαλμοὺς τῶν αὐτὴν ὁδευόντων ταῖς φανοτάταις θεωρίαις ὡραΐζουσαν δὲ τοὺς πόδας, καὶ ὑποδύουσαν τὴν ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης, τοῦ ἀσφαλῶς τε καὶ συντόμως βαδίζειν· ἥνπερ πάντων δικαίως προέκρινα, καὶ οἰκοδομεῖν ἠρξάμην τὴν πεσοῦσάν μου τῆς ψυχῆς καὶ φθαρεῖσαν οἰκίαν.

Οὕτως μου τὰ κατ᾽ ἐμαυτὸν διατιθεμένου καὶ τὸ σφαλερὸν τοῦ νοὸς ἐπανορθοῦντος, ῥημάτων ἀκήκοα σοφοῦ τινος διδασκάλου τοιαῦτά μοι ἐμβοῶντος· Ἐξέλθετε, ἔφη, πάντες οἱ ποθοῦντες σωθῆναι· ἀποχωρίσθητε τῆς ματαιότητος τοῦ κόσμου· παράγει γὰρ τὸ σχῆμα αὐτοῦ μικρὸν ὅσον, καὶ ἰδοὺ οὐκ ἔσται. ἐξέλθετε ἀμεταστρεπτί, μὴ προῖκα δὲ καὶ ἀμισθί, ἀλλ᾽ ἐφόδια φερόμενοι ζωῆς αἰωνίου· μακρὰν γὰρ μέλλετε βαδίζειν ὁδόν, πολλῶν ἔχουσαν χρείαν τῶν ἐντεῦθεν ἐφοδίων. καὶ καταλαμβάνετε τὸν αἰώνιον τόπον χώρας ἔχοντα δύο, πολλὰς ἐν ἑαυταῖς μονὰς ἐχούσας, ὧν τὴν μὲν μίαν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τὰς αὐτοῦ φυλάττουσιν ἐντολάς, παντοίων οὖσαν ἀγαθῶν πεπληρωμένην, ἧσπερ οἱ ἀξιωθέντες ἐν ἀφθαρσίαι ζήσονται διηνεκεῖ, τῆς ἀνωλέθρου ἀπολαύοντες ἀθανασίας, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἡ δὲ δευτέρα, σκότους οὖσα μεστὴ καὶ θλίψεως καὶ ὀδύνης, τῶι διαβόλωι ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐν ἧι βληθήσονται καὶ οἱ δι᾽ ἔργων πονηρῶν ἑαυτοῖς ταύτην προξενήσαντες, οἱ τῶν ἀφθάρτων καὶ αἰωνίων τὰ παρόντα ἀνταλλαξάμενοι καὶ ὅλους ἑαυτοὺς κατάβρωμα τοῦ αἰωνίου πυρὸς ποιησάμενοι.

Ταύτης ἐγὼ τῆς φωνῆς ἀκούσας καὶ τὸ ἀψευδὲς αὐτῆς ἐπιγνούς, ἐκεῖνο καταλαβεῖν τὸ κατάλυμα ἔργον ἐθέμην, τὸ πάσης μὲν ἀπηλλαγμένον ὀδύνης τε καὶ λύπης, τοσαύτης δὲ ἀσφαλείας καὶ τοιούτων ἀγαθῶν πλῆρες ὑπάρχον, ὧν ἡ γνῶσις νυνὶ μὲν ἐκ μέρους ἐστὶν ἐν ἐμοί, νηπίωι τε ὄντι τὴν πνευματικὴν ἡλικίαν καὶ ὡς δι᾽ ἐσόπτρων καὶ αἰνιγμάτων τὰ ἐκεῖθεν βλέποντι· ὅτε δὲ ἔλθηι τὸ τέλειον, καὶ ἐπιγνώσομαι πρόσωπον πρὸς πρόσωπον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. εὐχαριστῶ τοίνυν τῶι Θεῶι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῶι Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς ἀπλανῶς κατιδεῖν ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. καὶ καθάπερ οὖν ἐγώ, τῶν παρόντων ἐπιγνοὺς τὴν ματαιότητα, τέλειον αὐτὰ ἐμίσησα μῖσος, οὕτω δὴ καὶ σὲ γινώσκειν περὶ τούτων συμβουλεύω, ἵνα ὡς ἀλλοτρίοις διατεθῆις αὐτοῖς καὶ θᾶττον παρερχομένοις, ἀφελόμενος δ᾽ ἐντεῦθεν πάντα, θησαυρίσηις σεαυτῶι ἐν τῶι ἀφθάρτωι αἰῶνι θησαυρὸν ἀσύλητον, πλοῦτον ἀδαπάνητον, ἔνθα σε δεῖ ἀνυπερθέτως πορευθῆναι, ἵνα, ὅταν ἀπέλθηις, οὐχ ὑστερούμενος ἔσηι, ἀλλὰ πλούτωι βρίθων, καθάπερ σοι τὴν τούτων ἀνεθέμην ἀνωτέρω καταλληλοτάτην εἰκόνα.