Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον ιβ´
Barlaam et Ioasaph(Vincentius Bellovacensis, Speculum historiale,BNF Ms. fr. 51 - fol. 175)
Πρὸς ταῦτα ὁ Ἰωάσαφ εἶπε· Πῶς οὖν τις φυλάξει ἑαυτὸν μετὰ τὸ βάπτισμα καθαρὸν ἀπὸ πάσης ἁμαρτίας; κἂν γάρ ἐστιν, ὡς λέγεις, τοῖς πταίουσι μετάνοια, ἀλλ᾽ ἐν κόπωι καὶ πόνωι, κλαυθμῶι τε καὶ πένθει, ἅπερ οὐκ εὐκατόρθωτα τοῖς πολλοῖς εἶναί μοι δοκῶ· ἀλλὰ μᾶλλον ἤθελον εὑρεῖν ὁδὸν τοῦ φυλάττειν ἀκριβῶς τὰ προστάγματα τοῦ Θεοῦ καὶ μὴ ἐκκλίνειν ἀπ᾽ αὐτῶν, μηδέ, μετὰ τὴν συγχώρησιν τῶν προτέρων κακῶν, παροργίζειν αὖθις τὸν γλυκύτατον Δεσπότην καὶ Θεόν.Ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας ταῦτα, κύριέ μου βασιλεῦ· τοῦτο καὶ ἐμοὶ καταθύμιον ὑπάρχει· ἀλλ᾽ ἐργῶδές ἐστι καὶ κομιδῆι ἀδύνατον τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι. δυσκατόρθωτον οὖν καὶ λίαν ἄναντες δεδεμένον τοῖς τοῦ βίου πράγμασι καὶ ταῖς αὐτοῦ ἀσχολούμενον μερίμναις καὶ ταραχαῖς, πλούτωι τε καὶ τρυφῆι συζῶντα, ἀκλινῶς βαδίζειν τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καθαρὸν ἑαυτὸν ἐκ τούτων περισώσασθαι. φησὶ γὰρ ὁ Κύριος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῶι δουλεύειν καὶ μαμωνᾶι. γράφει δὲ καὶ ὁ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος, ἐν τῆι κατ᾽ αὐτὸν ἐπιστολῆι οὕτως· Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῶι κόσμωι· ἐάν τις ἀγαπᾶι τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῶι, ὅτι πᾶν τὸ ἐν τῶι κόσμωι, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.Ταῦτα οὖν οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν κατανοήσαντες, καὶ τοῦ Ἀποστόλου ἀκούσαντες, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἔσπευσαν μετὰ τὸ ἅγιον βάπτισμα ἄμωμον καὶ ἀκηλίδωτον τὸ τῆς ἀφθαρσίας διατηρῆσαι ἔνδυμα· ὅθεν οἱ μὲν αὐτῶν καὶ ἕτερον προσέθεντο βάπτισμα προσλαβέσθαι, τὸ δι᾽ αἵματός φημι καὶ διὰ μαρτυρίου· βάπτισμα γὰρ καὶ τοῦτο ὠνόμασται, καὶ πάνυ γε τιμιώτατον καὶ αἰδεσιμώτατον· δευτέροις γὰρ οὐ μολύνεται ἁμαρτίας μολυσμοῖς· ὅπερ καὶ ὁ Κύριος ἡμῶν ὑπὲρ ἡμῶν καταδεξάμενος βάπτισμα εἰκότως ἐκάλεσεν. ἐντεῦθεν αὐτοῦ μιμηταὶ καὶ ζηλωταὶ γενόμενοι, πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ καὶ μαθηταὶ καὶ ἀπόστολοι, ἔπειτα δὲ καὶ πᾶς ὁ τῶν ἁγίων μαρτύρων χορός, τοῖς θεραπευταῖς τῶν εἰδώλων βασιλεῦσι καὶ τυράννοις ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐκδόντες, πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, θηρίοις προσομιλήσαντες καὶ πυρὶ καὶ ξίφεσι, καί, τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες, τὸν δρόμον τετελεκότες καὶ τὴν πίστιν τετηρηκότες, τῶν τῆς δικαιοσύνης ἐπέτυχον βραβείων, τῶν Ἀγγέλων ὁμοδίαιτοι καὶ τοῦ Χριστοῦ συγκληρονόμοι γενόμενοι· ὧν ἡ ἀρετὴ τοσοῦτον ἔλαμψεν, ὡς εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον αὐτῶν ἐξελθεῖν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κατορθωμάτων αὐτῶν ἀστράψαι τὴν λαμπηδόνα. τούτων, οὐ τὰ ῥήματα μόνον καὶ τὰ ἔργα, ἀλλὰ καὶ αὐτὰ τὰ αἵματα καὶ τὰ ὀστᾶ πάσης ἁγιότητος πλήρη ὑπάρχουσι, δαίμονας μὲν κατὰ κράτος ἐλαύνοντα, ἀνιάτων δὲ νοσημάτων ἰάσεις τοῖς πίστει προσψαύουσι παρέχοντα· καὶ τὰ ἱμάτια δὲ καὶ εἴ τι ἄλλο τοῖς τιμίοις αὐτῶν προσήγγισε σώμασι, τῆι κτίσει πάσηι πάντοτέ ἐστιν αἰδέσιμα. περὶ ὧν πολύς ἐστιν ὁ λόγος κατὰ μέρος τὰς αὐτῶν ἀριστείας διηγήσασθαι.Ἐπεὶ δὲ οἱ μὲν ἀπηνεῖς ἐκεῖνοι καὶ θηριώδεις τύραννοι κακοὶ κακῶς ἀπώλοντο, καὶ ὁ διωγμὸς ἔπαυσε, βασιλεῖς δὲ πιστοὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευσαν, διαδεξάμενοι ἕτεροι καὶ μιμησάμενοι τὸν ζῆλον ἐκείνων καὶ τὸν θεῖον πόθον, λέγω δὲ τῶν μαρτύρων, καὶ τῶι αὐτῶι ἔρωτι τὰς ψυχὰς τρωθέντες, ἄριστα διεσκόπουν ἀρρύπαντον τὴν ψυχὴν καὶ τὸ σῶμα τῶι Κυρίωι παραστῆσαι, πάσας τὰς τῶν παθῶν περικόψαντες ἐνεργείας, καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐκκαθάραντες. ἐπεὶ δὲ οὐκ ἄλλως τοῦτο, ἀλλὰ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ κατορθοῦσθαι ἔγνωσαν, τὴν δὲ φυλακὴν τῶν ἐντολῶν καὶ τὴν ἐργασίαν τῶν ἀρετῶν δυσχερῶς ἐν μέσωι τῶν τοῦ κόσμου θορύβων προσγίνεσθαι κατενόησαν, ἄλλον τινὰ βίον ξένον καὶ ἐνηλλαγμένον ἑαυτοῖς ἐπετηδεύσαντο, καί, κατὰ τὴν θείαν φωνήν, πάντα καταλιπόντες, γονεῖς, τέκνα, φίλους, συγγενεῖς, πλοῦτον καὶ τρυφήν, καὶ πάντα τὰ ἐν τῶι κόσμωι μισήσαντες, πρὸς τὰς ἐρήμους, ὥσπερ τινὲς φυγάδες, ὤιχοντο, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, πάντων τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἑαυτοὺς μακρύναντες, καὶ αὐτοῦ δὲ τοῦ ἄρτου καὶ σκεπάσματος λίαν ἐνδεῶς ἔχοντες· δύο ταῦτα πραγματευσάμενοι, ἵνα, μὴ ὁρῶντες τὰς ὕλας τῶν παθῶν, προρρίζους αὐτῶν τὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς ἀνασπάσωσι, καί, τὰς αὐτῶν ἐξαλείψαντες μνήμας, ἔρωτα καὶ πόθον τῶν θείων καὶ οὐρανίων ἐν ἑαυτοῖς ἐμφυτεύσωσι· πρὸς τούτοις, ἵνα, διὰ τῆς κακοπαθείας τὸ σαρκίον ἐκδαπανήσαντες καὶ μάρτυρες τῆι προαιρέσει γενόμενοι, μὴ ἀποτύχωσι τῆς εὐκλείας τῶν δι᾽ αἵματος τελειωθέντων, ἀλλὰ μιμηταὶ καὶ αὐτοὶ τῶν τοῦ Χριστοῦ παθημάτων, ὅσον τὸ ἐπ᾽ αὐτοῖς, γενόμενοι, καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται. οὕτως οὖν ἄριστα διασκεψάμενοι, τὸν μονάδα καὶ ἡσύχιον μετῆλθον βίον, τινὲς μὲν αἴθριοι διακαρτερήσαντες, τῶι φλογμῶι τοῦ καύσωνος καὶ κρυμοῖς ἀγρίοις καὶ ὄμβροις καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι· οἱ δέ, καλύβας πηξάμενοι, ἢ σπηλαίοις καὶ ἄντροις ὑποκρυβέντες, διέζησαν. οὕτω δὲ τὴν ἀρετὴν μετερχόμενοι, πᾶσαν σαρκικὴν παράκλησιν καὶ ἀνάπαυσιν εἰς τέλος ἀπηρνήσαντο, λαχάνων ὠμῶν καὶ βοτανῶν, ἢ ἀκροδρύων, ἢ ἄρτου ξηροῦ καὶ πάνυ σκληροῦ στοιχήσαντες διαίτηι, μὴ τῆι ποιότητι μόνον ἀποταξάμενοι τῶν ἡδέων, ἀλλά, τῶι περιόντι τῆς ἐγκρατείας, καὶ πρὸς τὴν ποσότητα τὸ φιλότιμον ἑαυτῶν παρατείναντες. τοσοῦτον γὰρ καὶ αὐτῶν τῶν εὐτελῶν καὶ ἀναγκαιοτάτων μετελάμβανον βρωμάτων, ὅσον ἀποζῆν μόνον. οἱ μὲν γὰρ αὐτῶν, ὅλας τὰς τῆς ἑβδομάδος ἡμέρας ἄσιτοι διατελοῦντες, τῆι κυριακῆι τροφῆς μετελάμβανον· οἱ δὲ δὶς τῆς ἑβδομάδος ταύτης μεμνημένοι· ἄλλοι δὲ παρὰ μίαν, ἢ καὶ καθ᾽ ἑσπέραν, ἐσιτοῦντο ὅσον μόνον τροφῆς ἀπογεύεσθαι. εὐχαῖς τε καὶ ἀγρυπνίαις μικροῦ πρὸς τὸν τῶν ἀγγέλων παρημιλλήθησαν βίον, χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῆι κτήσει παντάπασι, πράσεις τε καὶ ἀγορασίας ἐπιλαθόμενοι εἶναι ὅλως ἐν ἀνθρώποις.Φθόνος δὲ καὶ ἔπαρσις, οἱ μάλιστα τοῖς ἀγαθοῖς ἔργοις ἀκολουθεῖν εἰωθότες, οὐκ ἔσχον χώραν ἐν αὐτοῖς. οὐδὲ γὰρ ὁ ἐλάττων ἐν τοῖς τῆς ἀσκήσεως ἱδρῶσι κατὰ τοῦ μᾶλλον διαλάμποντος βασκανίας λογισμὸν ὅλως ἐν ἑαυτῶι ὑπεδέχετο· οὐδ᾽ αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῆι ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα. ὁ γὰρ τὸ πλέον ἔχων εἰς ἀρετήν, οὐ πόνοις ἰδίοις, ἀλλὰ Θεοῦ δυνάμει, τὸ πᾶν ἐπιγράφων, ταπεινόφρονι γνώμηι ἔπειθεν ἑαυτὸν μηδὲν ὅλως ἐργάζεσθαι, ἀλλὰ καὶ πλειόνων ὀφειλέτην εἶναι, καθά φησιν ὁ Κύριος· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. οἱ δὲ πάλιν οὐδὲ ποιῆσαί ποτε τὰ διατεταγμένα ἔπειθον ἑαυτούς, ἀλλὰ πλείονα εἶναι τῶν ἤδη κατωρθωμένων τὰ ἐλλείποντα. καὶ ὁ ἐλαττούμενος πάλιν ἐν τῆι ἀσκήσει, διὰ σωματικὴν ἴσως ἀσθένειαν, ἐξευτέλιζε ταλανίζων ἑαυτόν, ῥαιθυμίαι γνώμης, οὐχὶ φύσεως ἀσθενείαι, τὸ ὑστέρημα λογιζόμενος. οὕτως οὖν ἄλλος ἄλλου καὶ πάντες ἁπάντων ἦσαν μετριώτεροι· κενοδοξίας δὲ πάθος ἢ ἀνθρωπαρεσκείας ποῦ ἐν ἐκείνοις; οἵτινες, τὴν οἰκουμένην φυγόντες, διὰ τοῦτο οἰκοῦσι τὴν ἔρημον, οὐκ ἀνθρώποις, ἀλλὰ Θεῶι τὰ κατορθώματα δεικνύναι βουλόμενοι, παρ᾽ οὗ καὶ τῶν κατορθωμάτων τὰς ἀμοιβὰς ἐλπίζουσι, καλῶς ἐπιστάμενοι ὅτι αἱ διὰ κενοδοξίαν ἐπιτελούμεναι ἀσκήσεις ἄμισθοι, δι᾽ ἔπαινον γὰρ ἀνθρώπων, καὶ οὐ διὰ τὸν Θεὸν γίνονται· ὅθεν καὶ διπλῶς οἱ τοιοῦτοι ἀδικοῦνται, τὸ σῶμα κατατήκοντες καὶ μισθὸν μὴ λαμβάνοντες. οἱ δὲ τῆς ἄνω δόξης ὀρεγόμενοι καὶ πρὸς ταύτην ἐπειγόμενοι πάσης τῆς ἐπιγείου καὶ ἀνθρωπίνης κατεφρόνησαν.Ἔχουσι δὲ τὰς οἰκήσεις οἱ μὲν ἐν παντελεῖ ἀναχωρήσει καὶ μονίαι τὸν ἀγῶνα διανύοντες, μακρύναντες ἑαυτοὺς τῆς τῶν ἀνθρώπων συναυλίας παρ᾽ ὅλον αὐτῶν τὸν τῆς ζωῆς χρόνον καὶ Θεῶι πλησιάσαντες· οἱ δέ, πόρρωθεν ἀλλήλων τὰς οἰκήσεις πηξάμενοι, ταῖς Κυριακαῖς εἰς ἐκκλησίαν μίαν φοιτῶσι, καὶ τῶν θείων μυστηρίων κοινωνοῦσι, τῆς ἀναιμάκτου φημὶ θυσίας, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ, ἃ τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν, φωτισμόν τε καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος ὁ Κύριος ἐδωρήσατο· καί, ἑστιῶντες ἀλλήλους γυμνασίαι τῶν θείων λόγων καὶ ταῖς ἠθικαῖς παραινέσεσι, τούς τε κρυπτοὺς τῶν ἀντιπάλων δημοσιεύοντες πολέμους, ὥστε μὴ ἁλῶναι τούτοις τινὰ τῆς πάλης ἀγνοοῦντα τὴν μέθοδον, οἴκαδε πάλιν ἕκαστος ἐπανέρχονται, τὸ τῆς ἀρετῆς μέλι τοῖς σίμβλοις τῶν καρδιῶν φιλοτίμως ἐναποτιθέντες, καὶ γεωργοῦντες καρπὸν γλυκύτατον καὶ τῆς ἐπουρανίου τραπέζης ἐπάξιον.Ἄλλοι δὲ κοινοβιακὸν μετέρχονται βίον· οἵτινες, πλήθη πολυάνθρωπα ἐπὶ τὸ αὐτὸ ἀθροισθέντες, ὑφ᾽ ἑνὶ ταξιάρχηι καὶ προεστῶτι, τῶι πάντων διαφορωτάτωι, ἑαυτοὺς ἔταξαν, πᾶν θέλημα ἑαυτῶν μαχαίραι τῆς ὑπακοῆς ἀποσφάξαντες· καὶ δούλους ὠνητοὺς ἑαυτοὺς ἑκουσίως λογισάμενοι, οὐκ ἔτι ἑαυτοῖς ζῶσιν, ἀλλ᾽ ὧι διὰ τὸν τοῦ Χριστοῦ πόθον ἑαυτοὺς καθυπέταξαν· οἰκειότερον δὲ μᾶλλον εἰπεῖν, ζῶσιν οὐκ ἔτι ἑαυτοῖς, ζῆι δὲ ἐν αὐτοῖς ὁ Χριστός, ὧι ἠκολούθησαν πάντα ἀπαρνησάμενοι. τοῦτο γάρ ἐστιν ἀναχώρησις, κόσμου ἑκούσιον μῖσος, καὶ ἄρνησις φύσεως πόθωι τῶν ὑπὲρ φύσιν. οὗτοι τοίνυν ὡς ἄγγελοι ἐπὶ τῆς γῆς πολιτεύονται, ψαλμοὺς καὶ ὕμνους ὁμοθυμαδὸν τῶι Κυρίωι ἄιδοντες, καὶ ὁμολογηταὶ τοῖς ἄθλοις τῆς ὑπακοῆς χρηματίζοντες· ἐφ᾽ οἷς καὶ τὸ δεσποτικὸν πληροῦται λόγιον. φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσωι αὐτῶν, οὐκ εἰς τοῦτο τὸ μέτρον τὴν ἐπὶ τῶι ὀνόματι αὐτοῦ συναγωγὴν περικλείσας, ἀλλὰ διὰ τῶν δύο ἢ τριῶν ἀδιόριστον τὸν ἀριθμὸν δηλώσας. εἴτε γὰρ ὀλίγοι, εἴτε πολλοὶ διὰ τὸ ἅγιον αὐτοῦ συναχθῶσιν ὄνομα, αὐτῶι διαπύρωι λατρεύοντες πόθωι, ἐκεῖ παρεῖναι τοῦτον πιστεύομεν ἐν μέσωι τῶν αὐτοῦ δούλων.Τούτοις τοῖς τύποις καὶ ταῖς τοιαύταις ἀγωγαῖς οἱ γήϊνοι καὶ χοϊκοὶ τὸν βίον ἐζήλωσαν τῶν οὐρανίων, ἐν νηστείαις καὶ εὐχαῖς καὶ ἀγρυπνίαις, ἐν δάκρυσι θερμοῖς καὶ ἀμετεωρίστωι πένθει, ἐν ξενιτείαι καὶ μνήμηι θανάτου, ἐν πραότητι καὶ ἀοργησίαι, ἐν σιωπῆι χειλέων, ἐν ἀκτημοσύνηι καὶ πτωχείαι, ἐν ἁγνείαι καὶ σωφροσύνηι, ἐν ταπεινόφρονι γνώμηι καὶ ἡσυχίαι, ἐν ἀγάπηι τελείαι πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, τὸν παρόντα ἐκτελέσαντες βίον καὶ ἄγγελοι τοῖς τρόποις γενόμενοι. ὅθεν Θεὸς θαύμασι καὶ σημείοις καὶ ποικίλαις δυνάμεσιν αὐτοὺς κατεκόσμησε, καὶ τὸν φθόγγον τῆς θαυμαστῆς αὐτῶν πολιτείας εἰς τὰ πέρατα διηχεῖσθαι τῆς οἰκουμένης πεποίηκε. καὶ εἴπερ σοι τὸν βίον ἑνὸς αὐτῶν ἐπὶ στόματος φέρων κατὰ μέρος διηγήσομαι, ὃς καὶ ἀρχηγὸς γεγενῆσθαι τῆς κατὰ μοναχοὺς πολιτείας λέγεται (Ἀντώνιος δὲ ὄνομα αὐτῶι), γνώσηι πάντως ἐκ τοῦ ἑνὸς δένδρου τῶν ὁμογενῶν καὶ ὁμοειδῶν καρπῶν τὴν γλυκύτητα, καὶ οἵαν ἐκεῖνος ἔθετο τῆς ἀσκήσεως ὑποβάθραν, οἵαν δὲ τὴν ὀροφὴν ἐπήξατο, καὶ ὁποίων ἠξιώθη παρὰ τοῦ Σωτῆρος τυχεῖν χαρισμάτων. πολλοὶ δὲ καὶ ἄλλοι μετ᾽ ἐκεῖνον τὸν ἴσον ἀγωνισάμενοι ἀγῶνα τῶν ὁμοίων ἔτυχον στεφάνων τε καὶ γερῶν.Μακάριοι οὗτοι καὶ τρισμακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες, καὶ διὰ τὴν ἀγάπην αὐτοῦ καταφρονήσαντες πάντων. ἐδάκρυσαν γὰρ πενθοῦντες ἡμέρας καὶ νυκτός, ἵνα τῆς ἀλήκτου τύχωσι παρακλήσεως· ἐταπείνωσαν ἑαυτοὺς ἑκουσίως, ἵν᾽ ἐκεῖ ὑψωθῶσι· κατέτηξαν τὰς ἑαυτῶν σάρκας πείνηι τε καὶ δίψηι καὶ ἀγρυπνίαι ἵν᾽ ἐκεῖ διαδέξηται αὐτοὺς ἡ τρυφὴ καὶ ἀγαλλίασις τοῦ παραδείσου· σκήνωμα γεγόνασι τοῦ ἁγίου Πνεύματος τῆι καθαρότητι τῆς καρδίας, καθὼς γέγραπται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ἐσταύρωσαν ἑαυτοὺς τῶι κόσμωι, ἵν᾽ ἐκ δεξιῶν τοῦ σταυρωθέντος σταθῶσι· περιεζώσαντο τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείαι, καὶ ἑτοίμους ἔσχον ἀεὶ τὰς λαμπάδας, προσδοκῶντες τὴν ἔλευσιν τοῦ ἀθανάτου νυμφίου. νοεροὺς γὰρ κτησάμενοι ὀφθαλμούς, προεώρων διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας· καὶ ἐσπούδασαν καμεῖν, ἵνα τῆς ἀϊδίου δόξης μὴ ἀποτύχωσι. γεγόνασιν ἀπαθεῖς ὥσπερ ἄγγελοι· καὶ νῦν μετ᾽ ἐκείνων χορεύουσιν, ὧν καὶ τὸν βίον ἐμιμήσαντο. μακάριοι οὗτοι καὶ τρισμακάριοι, ὅτι ἀπλανέσι τοῖς τοῦ νοὸς ὀφθαλμοῖς κατενόησαν τὴν τῶν παρόντων ματαιότητα, καὶ τῆς ἀνθρωπίνης εὐπραγίας τὸ ἄστατον καὶ ἀνώμαλον, καί, ταύτην ἀπαρνησάμενοι, τὰ αἰώνια ἑαυτοῖς ἐθησαύρισαν ἀγαθά, καὶ τῆς μηδέποτε διαπιπτούσης μήτε θανάτωι διακοπτομένης ἐπελάβοντο ζωῆς.Τούτους οὖν τοὺς θαυμασίους καὶ ὁσίους ἄνδρας καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἀνάξιοι μιμεῖσθαι σπουδάζομεν, οὐκ ἐφικνούμεθα δὲ τῶι ὕψει τῆς οὐρανοπολίτου αὐτῶν διαγωγῆς· ἀλλά, κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως, τὸν βίον αὐτῶν χαρακτηρίζομεν καὶ τὸ σχῆμα περιβεβλήμεθα, κἂν τῶν ἔργων διαμαρτάνωμεν, πρόξενον γὰρ ἀναμαρτησίας τὸ θεῖον ἐπάγγελμα τοῦτο καὶ συνεργὸν τῆς ἐκ τοῦ θείου βαπτίσματος δοθείσης ἡμῖν ἀφθαρσίας ἐπιστάμεθα. καί, τοῖς λόγοις ἑπόμενοι τῶν μακαρίων ἐκείνων, πάνυ καταγινώσκομεν τῶν φθαρτῶν τούτων καὶ ἐπικήρων τοῦ βίου πραγμάτων, ἐν οἷς οὐδὲν ἔστιν εὑρεῖν βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ ματαιότης ἐστὶ τὰ πάντα καὶ προαίρεσις πνεύματος, πολλὰς ἐν ἀτόμωι φέροντα τὰς μεταβολάς· ὀνείρων γὰρ καὶ σκιᾶς, καὶ αὔρας κατὰ τὸν ἀέρα πνεούσης, εἰσὶν ἀσθενέστερα· μικρὰ καὶ πρὸς ὀλίγον ἡ χάρις, καὶ οὐδὲ χάρις· ἀλλὰ πλάνη τις καὶ ἀπάτη τῆς τοῦ κόσμου κακίας, ὅνπερ μὴ ἀγαπᾶν ὅλως, μισεῖν δὲ μᾶλλον ἐκ καρδίας δεδιδάγμεθα. καὶ ἔστι γε κατὰ ἀλήθειαν μισητὸς οὗτος καὶ ἀπευκταῖος· ὅσα γὰρ δωρεῖται τοῖς φίλοις αὐτοῦ, μετ᾽ ὀργῆς αὖθις αὐτὰ ἀφαρπάζει, γυμνοὺς δὲ παντὸς ἀγαθοῦ καὶ αἰσχύνην ἠμφιεσμένους, φορτία τε περικειμένους βαρέα, τῆι αἰωνίαι παραπέμψει θλίψει· οὓς δ᾽ αὖ πάλιν ὑψοῖ, τῆι ἐσχάτηι θᾶττον ταπεινοῖ ταλαιπωρίαι, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ· τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δεινῶς τοὺς ἐπερειδομένους ἐπ᾽ αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ᾽ αὐτῶι πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται· ἐκείνων δὲ ἀγνωμονησάντων, ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείαι τινὶ πονηρᾶι παραδίδωσι· σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς, αὔριον προσαίτην καὶ οἰκοτρίβων οἰκότριβα. σήμερον στέφανον δόξης αὐτοῦ τῆι κορυφῆι ἐπιτίθησιν· αὔριον τὸ πρόσωπον τῆι γῆι καταράσσει. σήμερον κοσμεῖ τὸν τράχηλον αὐτοῦ λαμπραῖς ἀξιωμάτων τιμαῖς· αὔριον ταπεινοῖ σιδηροῖς κλοιοῖς δεσμούμενον. ποθητὸν πρὸς μικρὸν τοῖς πᾶσι τοῦτον ἐργάζεται, μισητὸν δὲ μετ᾽ ὀλίγον ἰσχυρῶς καὶ ἐβδελυγμένον. σήμερον εὐφραίνει, καὶ αὔριον θρήνοις αὐτὸν καὶ κοπετοῖς κατατήκει. ὁποῖον δὲ τούτων καὶ τὸ τέλος ἐπιτίθησιν ἄκουσον· οἰκήτορας γεέννης τοὺς ἠγαπηκότας αὐτὸν ἐλεεινῶς ἀπεργάζεται. τοιαύτην ἔχει γνώμην ἀεί, τοιαύτην πρόθεσιν ἀτεχνῶς. οὔτε τοὺς παρελθόντας θρηνεῖ, οὔτε τοὺς καταλειφθέντας οἰκτείρει. ἐκείνους γὰρ δεινῶς ἀπατήσας καὶ τοῖς ἄρκυσιν αὐτοῦ κατακλείσας, πρὸς τούτους αὖθις τὰ τῆς ἐπιστήμης μετενεγκεῖν πειρᾶται, μὴ θέλων τινὰ τῶν χαλεπῶν αὐτοῦ ἐκφυγεῖν παγίδων.Τοὺς μὲν οὖν τοιούτωι δουλεύοντας ἀπηνεῖ καὶ πονηρῶι δεσπότηι τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου φρενοβλαβῶς ἑαυτοὺς μακρύναντας, εἰς τὰ παρόντα δὲ κεχηνότας πράγματα καὶ τούτοις προστετηκότας, μηδόλως τῶν μελλόντων λαμβάνοντας ἔννοιαν, καὶ εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπειγομένους, τὰς δὲ ψυχὰς ἐῶντας λιμῶι κατατήκεσθαι καὶ μυρίοις ταλαιπωρεῖσθαι κακοῖς, ὁμοίους εἶναι δοκῶ ἀνδρὶ φεύγοντι ἀπὸ προσώπου μαινομένου μονοκέρωτος, ὅς, μὴ φέρων τὸν ἦχον τῆς αὐτοῦ βοῆς καὶ τὸν φοβερὸν αὐτοῦ μυκηθμόν, ἀλλ᾽ ἰσχυρῶς ἀποδιδράσκων τοῦ μὴ γενέσθαι τούτου κατάβρωμα, ἐν τῶι τρέχειν αὐτὸν ὀξέως μεγάλωι τινὶ περιπέπτωκε βόθρωι· ἐν δὲ τῶι ἐμπίπτειν αὐτῶι, τὰς χεῖρας ἐκτείνας, καὶ φυτοῦ τινος δραξάμενος, κραταιῶς τοῦτο κατέσχε, καὶ ἐπὶ βάσεώς τινος τοὺς πόδας στηρίξας, ἔδοξεν ἐν εἰρήνηι λοιπὸν εἶναι καὶ ἀσφαλείαι. βλέψας δὲ ὁρᾶι δύο μῦας, λευκὸν μὲν τὸν ἕνα, μέλανα δὲ τὸν ἕτερον, διεσθίοντας ἀπαύστως τὴν ῥίζαν τοῦ φυτοῦ, οὗ ἦν ἐξηρτημένος, καὶ ὅσον οὔπω ἐγγίζοντας ταύτην ἐκτεμεῖν. κατανοήσας δὲ τὸν πυθμένα τοῦ βόθρου, δράκοντα εἶδε φοβερὸν τῆι θέαι, πῦρ πνέοντα καὶ δριμύτατα βλοσυροῦντα, τὸ στόμα τε δεινῶς περιχάσκοντα καὶ καταπιεῖν αὐτὸν ἐπειγόμενον. ἀτενίσας δὲ αὖθις τῆι βάσει ἐκείνηι, ἐφ᾽ ἧι τοὺς πόδας εἶχεν ἐρηρεισμένους, τέσσαρας εἶδε κεφαλὰς ἀσπίδων τοῦ τοίχου προβεβληκυίας, ἐφ᾽ οὗ ἐπεστήρικτο. ἀναβλέψας δὲ τοὺς ὀφθαλμούς, ὁρᾶι ἐκ τῶν κλάδων τοῦ φυτοῦ ἐκείνου μικρὸν ἀποστάζον μέλι. ἐάσας οὖν διασκέψασθαι περὶ τῶν περιεχουσῶν αὐτῶι συμφορῶν, ὅπως ἔξωθεν μὲν ὁ μονόκερως δεινῶς ἐκμανεὶς ζητεῖ τοῦτον καταφαγεῖν, κάτωθεν δὲ ὁ πικρὸς δράκων κέχηνε καταπιεῖν, τὸ δὲ φυτὸν ὃ περιεδέδρακτο ὅσον οὔπω ἐκκόπτεσθαι ἔμελλε, τούς τε πόδας ἐπ᾽ ὀλισθηρᾶι καὶ ἀπίστωι βάσει ἐπεστήρικτο· τῶν τοσούτων οὖν καὶ τοιούτων φρικτῶν θεαμάτων ἀλογίστως ἐπιλαθόμενος, ὅλωι νοῒ μέλιτος ἐκείνου τοῦ μικροῦ γέγονε τῆς ἡδύτητος ἐκκρεμής.Αὕτη ἡ ὁμοίωσις τῶν τῆι ἀπάτηι τοῦ παρόντος προστετηκότων βίου, ἧσπερ τὴν σαφήνειαν αὐτίκα λέξω σοι. ὁ μὲν μονόκερως τύπος ἂν εἴη τοῦ θανάτου, τοῦ διώκοντος ἀεὶ καὶ καταλαβεῖν ἐπειγομένου τὸ Ἀδαμιαῖον γένος· ὁ δὲ βόθρος ὁ κόσμος ἐστὶ πλήρης ὑπάρχων παντοίων κακῶν καὶ θανατηφόρων παγίδων· τὸ φυτὸν δὲ τὸ ὑπὸ τῶν δύο μυῶν ἀπαύστως συγκοπτόμενον, ὃ περιεδέδρακτο, ὁ δίαυλος ὑπάρχει τῆς ἑκάστου ζωῆς, ὁ δαπανώμενος καὶ ἀναλισκόμενος διὰ τῶν ὡρῶν τοῦ ἡμερονυκτίου καὶ τῆι ἐκτομῆι κατὰ μικρὸν προσεγγίζων· αἱ δὲ τέσσαρες ἀσπίδες τὴν ἐπὶ τεσσάρων σφαλερῶν καὶ ἀστάτων στοιχείων σύστασιν τοῦ ἀνθρωπείου σώματος αἰνίττονται, ὧν ἀτακτούντων καὶ ταραττομένων ἡ τοῦ σώματος καταλύεται σύστασις· πρὸς τούτοις καὶ ὁ πυρώδης ἐκεῖνος καὶ ἀπηνὴς δράκων τὴν φοβερὰν εἰκονίζει τοῦ ἅιδου γαστέρα, τὴν μαιμάσσουσαν ὑποδέξασθαι τοὺς τὰ παρόντα τερπνὰ τῶν μελλόντων ἀγαθῶν προκρίνοντας. ὁ δὲ τοῦ μέλιτος σταλαγμὸς τὴν γλυκύτητα ἐμφαίνει τῶν τοῦ κόσμου ἡδέων, δι᾽ ἧς ἐκεῖνος ἀπατῶν τοὺς ἑαυτοῦ φίλους οὐκ ἐᾶι τῆς σφῶν προνοήσασθαι σωτηρίας. |