Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον ι´
Ὁ δὲ Ἰωάσαφ, κατανύξεως πολλῆς ἐπὶ τούτοις πληρωθείς, σύνδακρυς ὅλος ἦν. καὶ φησὶ πρὸς τὸν γέροντα· Πάντα μοι σαφῶς ἐγνώρισας, καὶ ἀσφαλῶς διεξῆλθες τὴν φρικτὴν ταύτην καὶ θαυμαστὴν διήγησιν. τούτων οὖν προκειμένων ἡμῖν, τί χρὴ ποιεῖν, τοῦ ἐκφυγεῖν τὰς ἡτοιμασμένας τοῖς ἁμαρτωλοῖς κολάσεις, καὶ ἀξιωθῆναι τῆς χαρᾶς τῶν δικαίων;Καὶ ὁ Βαρλαὰμ ἀπεκρίνατο· Γέγραπται ὅτι διδάσκοντός ποτε τοῦ Πέτρου τὸν λαόν, ὃς καὶ κορυφαῖος ἐκλήθη τῶν ἀποστόλων, κατενύγησαν τῆι καρδίαι, καθάπερ καὶ σὺ σήμερον, καί, εἰπόντων αὐτῶν· Τί ποιήσομεν; ὁ Πέτρος ἔφη πρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. ἰδοὺ οὖν καὶ ἐπὶ σὲ ἐξέχεε τὸ πλούσιον ἔλεος αὐτοῦ, καὶ προσεκαλέσατό σε, τὸν μακρὰν αὐτοῦ τῆι γνώμηι ὑπάρχοντα καὶ ἀλλοτρίοις λατρεύοντα οὐ θεοῖς, ἀλλὰ δαίμοσιν ὀλεθρίοις καὶ ξοάνοις κωφοῖς καὶ ἀναισθήτοις. διὸ καὶ πρὸ πάντων πρόσελθε τῶι κεκληκότι, παρ᾽ οὗ λήψηι τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῆ τὴν γνῶσιν. εἰ δὲ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίαι Θεοῦ κρίσει ἀπόκληρος ἔσηι, τῶι μὴ θελῆσαι μὴ θεληθείς· οὕτω γὰρ καὶ ὁ αὐτὸς ἀπόστολος Πέτρος πρός τινα τῶν μαθητῶν λελάληκεν. ἐγὼ δὲ πιστεύω ὅτι καὶ ὑπήκουσας τῆς κλήσεως, καὶ ἔτι τρανότερον ὑπακούσας ἀρεῖς τὸν σταυρὸν καὶ ἀκολουθήσεις τῶι καλοῦντί σε Θεῶι καὶ Δεσπότηι, ὃς προσκαλεῖταί σε ἀπὸ θανάτου εἰς ζωὴν καὶ ἀπὸ σκότους εἰς φῶς. τῶι ὄντι γὰρ ἡ τοῦ Θεοῦ ἄγνοια σκότος ἐστὶ καὶ θάνατος ψυχῆς, καὶ τὸ δουλεύειν εἰδώλοις ἐπ᾽ ὀλέθρωι τῆς φύσεως πάσης μοι δοκεῖ εἶναι ἀναισθησίας καὶ ἀφροσύνης ἐπέκεινα.Οὓς τίνι ὁμοιώσω, καὶ ποταπήν σοι εἰκόνα τῆς τούτων ἀβελτηρίας παραστήσω; ἀλλά σοι παραθήσω ὑπόδειγμα παρά τινος ἀνδρὸς σοφωτάτου λεχθὲν πρός με.Ἔλεγε γὰρ ὅτι Ὅμοιοί εἰσιν οἱ τῶν εἰδώλων προσκυνηταὶ ἀνθρώπωι ἰξευτῆι, ὃς κατέσχεν ἓν τῶν σμικροτάτων στρουθίων· ἀηδόνα τοῦτο καλοῦσι. λαβὼν δὲ μάχαιραν τοῦ σφάξαι αὐτὸ καὶ φαγεῖν, ἐδόθη τῆι ἀηδόνι φωνὴ ἔναρθρος. καί φησι πρὸς τὸν ἰξευτήν· Τί σοι ὄφελος, ἄνθρωπε, τῆς ἐμῆς σφαγῆς; οὐ δυνήσηι γὰρ δι᾽ ἐμοῦ τὴν σὴν ἐμπλῆσαι γαστέρα. ἀλλ᾽ εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, δώσω σοι ἐντολὰς τρεῖς, ἃς φυλάττων μεγάλα παρ᾽ ὅλην σου τὴν ζωὴν ὠφεληθήσηι. ὁ δέ, θαμβηθεὶς τῆι ταύτης λαλιᾶι, ἐπηγγείλατο, εἰ καινόν τι παρ᾽ αὐτῆς ἀκούσειε, θᾶττον ἐλευθερῶσαι τῆς κατοχῆς. ἐπιστραφεῖσα δὲ ἡ ἀηδὼν λέγει τῶι ἀνθρώπωι· Μηδέποτέ τινος τῶν ἀνεφίκτων ἐπιχειρήσηις ἐφικέσθαι, καὶ μὴ μεταμελοῦ ἐπὶ πράγματι παρελθόντι, καὶ ἄπιστον ῥῆμα πώποτε μὴ πιστεύσηις. ταύτας δὴ τὰς τρεῖς ἐντολὰς φύλαττε, καὶ εὖ σοι γένηται. ἀγάμενος δὲ ὁ ἀνὴρ τὸ εὐσύνοπτον καὶ συνετὸν τῶν ῥημάτων, λύσας αὐτὴν τῶν δεσμῶν κατὰ τοῦ ἀέρος ἐξαπέστειλεν. ἡ οὖν ἀηδὼν θέλουσα μαθεῖν εἰ ἐπέγνω ὁ ἀνὴρ τῶν λεχθέντων αὐτῶι ῥημάτων τὴν δύναμιν καὶ εἰ ἐκαρπώσατό τινα ὠφέλειαν, λέγει πρὸς αὐτὸν ἱπταμένη ἐν τῶι ἀέρι· Φεῦ σου τῆς ἀβουλίας, ἄνθρωπε, ὁποῖον θησαυρὸν σήμερον ἀπώλεσας· ὑπάρχει γὰρ ἐν τοῖς ἐγκάτοις μου μαργαρίτης, ὑπερέχων τῶι μεγέθει στρουθοκαμήλου ὠόν. ὡς οὖν ἤκουσε ταῦτα ὁ ἰξευτής, συνεχύθη τῆι λύπηι μεταμελόμενος ὅτι ἐξέφυγεν ἡ ἀηδὼν ἐκείνη τὰς χεῖρας αὐτοῦ· καί, πειρώμενος αὖθις κατασχεῖν αὐτήν, εἶπε· Δεῦρο ἐν τῶι οἴκωι μου, καί, φιλοφρονησάμενός σε καλῶς, ἐντίμως ἐξαποστελῶ. ἡ δὲ ἀηδὼν ἔφη αὐτῶι· Νῦν ἔγνων ἰσχυρῶς ἀνοηταίνειν σε· δεξάμενος γὰρ τὰ λεχθέντα σοι προθύμως καὶ ἡδέως ἀκούσας, οὐδεμίαν ἐξ αὐτῶν ὠφέλειαν ἐπεκτήσω. εἶπόν σοι μὴ μεταμελεῖσθαι ἐπὶ πράγματι παρελθόντι· καὶ ἰδοὺ συνεχύθης τῆι λύπηι ὅτι σου τὰς χεῖρας ἐξέφυγον, μεταμελόμενος ἐπὶ πράγματι παρελθόντι. ἐνετειλάμην σοι μὴ ἐπιχειρεῖν τῶν ἀνεφίκτων ἐφικέσθαι, καὶ πειρᾶι κατασχεῖν με, μὴ δυνάμενος τῆς ἐμῆς ἐφικέσθαι πορείας. πρὸς τούτοις δὲ καὶ ἄπιστον ῥῆμα μὴ πιστεύειν σοι διεστειλάμην· ἀλλ᾽ ἰδοὺ ἐπίστευσας ὑπάρχειν ἐν τοῖς ἐγκάτοις μου μαργαρίτην ὑπερβαίνοντα τὸ μέτρον τῆς ἡλικίας μου, καὶ οὐκ ἐφρόνησας συνιέναι ὅτι ὅλη ἐγὼ οὐκ ἐφικνοῦμαι τῶι μεγέθει τῶν τοῦ στρουθοκαμήλου ὠῶν, καὶ πῶς μαργαρίτην τοιοῦτον ἐχώρησα ἐν ἐμοί;Οὕτως οὖν ἀνοηταίνουσι καὶ οἱ πεποιθότες ἐπὶ τοῖς εἰδώλοις· εἰργάσαντο γὰρ ταῦτα ταῖς χερσὶν αὐτῶν, καὶ προσκυνοῦσιν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, λέγοντες· Οὗτοι οἱ πλαστουργοὶ ἡμῶν. πῶς οὖν πλαστουργοὺς τοὺς ὑπ᾽ αὐτῶν δημιουργηθέντας καὶ διαπλασθέντας νομίζουσιν; ἀλλὰ καὶ τηροῦντες αὐτὰ ἐν ἀσφαλείαι, τοῦ μὴ ὑπὸ κλεπτῶν συληθῆναι, φύλακας ἀποκαλοῦνται τῆς σφῶν σωτηρίας· καὶ τοί γε πόσης ταῦτα ἀφροσύνης, καὶ τὸ μὴ γινώσκειν ὅτι, οὐκ ἐξαρκοῦντες ἑαυτοὺς φυλάσσειν καὶ βοηθεῖν, πῶς ἄλλοις γένοιντο φύλακες καὶ σωτῆρες; τί γάρ, φησίν, ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κατακενοῦσι χρήματα, στήλας τοῖς δαίμοσι καὶ ἀγάλματα ἐγεῖραι, καὶ φληναφοῦσιν ἀγαθῶν παρόχους αὐτοὺς ὑπάρχειν, αἰτοῦντες παρ᾽ αὐτῶν λαβεῖν ἅπερ οὔτε πώποτε ἐκτήσαντο, οὔτε μὴν ἔτι κτήσονται. διὸ γέγραπται· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς· οἵτινες, φησί, μισθωσάμενοι χρυσοχόον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτοῖς. αἴρουσιν αὐτὰ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτὰ ἐπὶ τοῦ τόπου, μενεῖ ἐν αὐτῶι, οὐ μὴ κινηθῆι. καὶ ὃς ἂν βοήσηι πρὸς αὐτά, οὐ μὴ εἰσακούσηι αὐτοῦ, ἀπὸ κακῶν οὐ μὴ σώσηι αὐτόν. Διὸ αἰσχύνθητε αἰσχύνην αἰώνιον, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς ἐστὲ θεοὶ ἡμῶν. Ἔθυσαν γάρ, φησί, δαιμονίοις καὶ οὐ Θεῶι, θεοῖς οἷς οὐκ ἤιδεισαν οἱ πατέρες αὐτῶν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστὶ καὶ οὐκ ἔστι πίστις ἐν αὐτοῖς.Ἐκ ταύτης οὖν τῆς πονηρᾶς γενεᾶς καὶ ἀπίστου προσκαλεῖταί σε Κύριος, λέγων σοι· Ἔξελθε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητι, καὶ ἀκαθάρτου μὴ ἅψηι, ἀλλὰ σώθητι ἐκ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης· ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· ἡ γὰρ πολυαρχία τῶν παρ᾽ ὑμῖν θεῶν καὶ ἄτακτον καὶ στασιῶδες καὶ παντελῶς ἀνύπαρκτον. ἡμῖν δὲ οὐχ οὕτως ἐστίν, οὐδὲ πολλοὶ θεοὶ καὶ κύριοι· ἀλλ᾽ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεὶς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος ἁπάσης τῆς κτίσεως καὶ πάντων τῶν αἰώνων, ὅτι ἐν αὐτῶι ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι· Τὰ πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ὧι τὰ πάντα, τὸν Κύριον καὶ ζωοποιόν, Θεὸν καὶ θεοποιοῦν, Πνεῦμα ἀγαθόν, Πνεῦμα εὐθές, Πνεῦμα παράκλητον, Πνεῦμα υἱοθεσίας. τούτων Θεὸς μὲν ἕκαστον καθ᾽ ἑαυτὸ θεωρούμενον· ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς δὲ Θεὸς ἐν τρισί, μία φύσις, μία βασιλεία, μία δύναμις, μία δόξα, μία οὐσία, διαιρετὴ ταῖς ὑποστάσεσι καὶ μόνον. εἷς γὰρ ὁ Πατήρ, ὧι καὶ ἴδιον ἡ ἀγεννησία· εἷς δὲ ὁ μονογενὴς Υἱός, καὶ ἴδιον αὐτῶι ἡ γέννησις· ἓν δὲ τὸ Ἅγιον Πνεῦμα, καὶ ἴδιον αὐτῶι ἡ ἐκπόρευσις. οὕτω γὰρ ἡμεῖς, ἐκ φωτὸς τοῦ Πατρὸς φῶς περιλαμφθέντες τὸν Υἱὸν ἐν φωτὶ τῶι Ἁγίωι Πνεύματι, μίαν δοξάζομεν θεότητα ἐν τρισὶν ὑποστάσεσι· καὶ αὐτός ἐστιν ἀληθινὸς καὶ μόνος Θεός, ὁ ἐν Τριάδι γινωσκόμενος, ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.Τούτου τῆι χάριτι τὰ κατὰ σὲ γνοὺς κἀγὼ ἀπεστάλην διδάξαι σε ἃ μεμάθηκα καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. εἰ οὖν πιστεύσεις καὶ βαπτισθῆις, σωθήσηι· εἰ δὲ ἀπιστήσεις, κατακριθήσηι. ταῦτα γὰρ ἃ σήμερον ὁρᾶις καὶ οἷς σεμνύνηι, ἥ τε δόξα καὶ τρυφὴ καὶ ὁ πλοῦτος καὶ πᾶσα ἡ τοῦ βίου ἀπάτη, ὅσον οὔπω παρέρχεται, ἐκβαλοῦσι δέ σε καὶ μὴ βουλόμενον ἐντεῦθεν. καὶ τὸ μὲν σῶμα κατακλεισθήσεται σμικροτάτωι μνήματι μονώτατον καταλειφθέν, πάσης τε ἀποστερηθὲν φίλων καὶ συγγενῶν ἑταιρείας· οἰχήσεται δὲ τὰ τερπνὰ τοῦ κόσμου, καὶ πολλὴ ἀηδία καὶ δυσώδης φθορά, ἀντὶ τῆς νυνὶ καλλονῆς καὶ εὐοσμίας, περιχυθήσεται· τὴν δὲ ψυχήν σου βαλοῦσιν ἐν τοῖς καταχθονίοις τῆς γῆς, ἐν τῆι καταδίκηι τοῦ ἅιδου, ἕως τῆς τελευταίας ἀναστάσεως, ἡνίκα πάλιν ἀπολαβοῦσα ἡ ψυχὴ τὸ ἑαυτῆς σῶμα ἐκριφθήσεται ἐκ προσώπου Κυρίου, καὶ παραδοθήσεται πυρὶ γεέννης ἀτελεύτητα φλογιζούσης. ταῦτά σοι συμβήσεται καὶ πολλῶι τούτων χείρονα, εἰ ἐμμείνηις τῆι ἀπιστίαι.Εἰ δὲ προθύμως ὑπακούσεις τῶι καλοῦντί σε εἰς σωτηρίαν, καί, προσδραμὼν αὐτῶι πόθωι καὶ χαρᾶι, τῶι φωτὶ αὐτοῦ σημειωθήσηι, καὶ ἀμεταστρεπτὶ αὐτῶι ἀκολουθήσεις, πάντα μὲν ἀπαρνησάμενος, αὐτῶι μόνωι κεκολλημένος, ὁποίας τεύξηι ἀσφαλείας καὶ εὐφροσύνης ἄκουσον· Ἐὰν κάθηι, ἄφοβος ἔσηι· ἐὰν δὲ καθεύδηις, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσηι πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς τῶν ἀσεβῶν δαιμόνων ἐπερχομένας· ἀλλὰ πορεύσηι πεποιθὼς ὡς λέων, καὶ ζήσηι μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεταί σε· ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσηι, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· ἐγὼ γάρ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μνησθῶ· σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου, ἵνα δικαιωθῆις. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι σου ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. |