BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον η´

 

Τούτων ὡς ἤκουσε τῶν ῥημάτων ὁ τοῦ βασιλέως υἱός, φῶς αὐτοῦ περιήστραψε τὴν ψυχήν· καὶ ἐξαναστὰς τοῦ θρόνου ἐκ περιχαρείας, καὶ περιπλακεὶς τῶι Βαρλαάμ, ἔφη· Τάχα οὗτός ἐστιν, ὡς ἐγὼ εἰκάζω, τιμιώτατε τῶν ἀνθρώπων, ὁ λίθος ἐκεῖνος ὁ ἀτίμητος, ὃν ἐν μυστηρίωι εἰκότως κατέχεις, μὴ παντὶ τῶι βουλομένωι τοῦτον δεικνύων, ἀλλ᾽ οἷς ἔρρωνται τὰ τῆς ψυχῆς αἰσθητήρια. ἰδοὺ γάρ, ὡς ταῦτα τὰ ῥήματα ἐδεξάμην ταῖς ἀκοαῖς, φῶς γλυκύτατον εἰσέδυ μου τῆι καρδίαι, καὶ τὸ βαρὺ ἐκεῖνο τῆς λύπης κάλυμμα, τὸ πολὺν ἤδη χρόνον περικείμενον τῆι καρδίαι μου, θᾶττον περιηρέθη. εἰ οὖν καλῶς εἰκάζω, ἀνάγγειλόν μοι· εἰ δὲ καὶ κρεῖττόν τι τῶν εἰρημένων γινώσκεις, μὴ ἀναβάλλου ἐξ αὐτῆς φανερῶσαί μοι.

Αὖθις οὖν ὁ Βαρλαὰμ ἀπεκρίνατο· Ναὶ μήν, κύριέ μου καὶ βασιλεῦ, τοῦτό ἐστι τὸ μέγα μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ἐπ᾽ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν τῶι γένει τῶν ἀνθρώπων, οὗ τὴν φανέρωσιν πάλαι τῆι τοῦ θείου Πνεύματος χάριτι προήγγειλαν πολλοὶ προφῆται καὶ δίκαιοι, πολυμερῶς καὶ πολυτρόπως μυηθέντες· καὶ μεγαλοφώνως καταγγείλαντες, καὶ πάντες τὴν ἐσομένην σωτηρίαν προορῶντες, ἐπόθουν θεάσασθαι ταύτην, καὶ οὐκ ἐθεάσαντο· ἀλλ᾽ ἐσχάτη γενεὰ αὕτη ἠξιώθη τὸ σωτήριον δέξασθαι. ὁ πιστεύσας οὖν καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 

Ὁ δὲ Ἰωάσαφ ἔφη· Πάντα τὰ εἰρημένα σοι ἀνενδοιάστως πιστεύω, καὶ ὃν καταγγέλλεις δοξάζω Θεόν. μόνον ἀπλανῶς μοι ταῦτα σαφήνισον, καὶ τί με δεῖ ποιεῖν ἀκριβῶς δίδαξον· ἀλλὰ καὶ τὸ βάπτισμα τί ἐστιν, ὃ τοὺς πιστεύοντας δέξασθαι ἔφης, κατ᾽ ἀκολουθίαν αὐτῶι πάντα μοι γνώρισον.

Ἐκεῖνος δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Τῆς ἁγίας ταύτης καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως ῥίζα ὥσπερ καὶ ἀσφαλὴς ὑποβάθρα ἡ τοῦ θείου βαπτίσματος ὑπάρχει χάρις, πάντων τῶν ἀπὸ γενέσεως ἁμαρτημάτων κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων μολυσμάτων. οὕτω γὰρ ὁ Σωτὴρ ἐνετείλατο δι᾽ ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος, καὶ εἰς τὸ ἀρχαῖον ἐπανάγεσθαι ἀξίωμα, δι᾽ ἐντεύξεως δηλαδὴ καὶ τῆς σωτηρίου ἐπικλήσεως, ἐπιφοιτῶντος τῶι ὕδατι τοῦ ἁγίου Πνεύματος. βαπτιζόμεθα τοίνυν, κατὰ τὸν λόγον τοῦ Κυρίου, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ οὕτως ἐνοικεῖ τοῦ ἁγίου Πνεύματος ἡ χάρις τῆι τοῦ βαπτισθέντος ψυχῆι, λαμπρύνουσα αὐτὴν καὶ θεοειδῆ ἀπεργαζομένη, καὶ τὸ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν αὐτῆι ἀνακαινίζουσα· καὶ λοιπὸν πάντα τὰ παλαιὰ τῆς κακίας ἔργα ἀπορρίψαντες, συνθήκην πρὸς Θεὸν δευτέρου βίου καὶ ἀρχὴν καθαρωτέρας πολιτείας ποιούμεθα, ὡς ἂν καὶ συγκληρονόμοι ἐσόμεθα τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων καὶ τῆς αἰωνίου σωτηρίας ἐπιλαβομένων. χωρὶς δὲ βαπτίσματος οὐκ ἔστι τῆς ἀγαθῆς ἐλπίδος ἐκείνης ἐπιτυχεῖν, κἂν πάντων τῶν εὐσεβῶν εὐσεβέστερός τις γένηται. οὕτω γὰρ ὁ ἐπὶ σωτηρίαι τοῦ γένους ἡμῶν ἐνανθρωπήσας Θεὸς Λόγος εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι᾽ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὸ πρὸ πάντων ἀξιῶ σε τῆι μὲν ψυχῆι δέξασθαι τὴν πίστιν, προσελθεῖν δὲ εὐθὺς καὶ τῶι βαπτίσματι πόθωι θερμοτάτωι καὶ μηδόλως πρὸς τοῦτο ἀναβάλλεσθαι· ἐπικίνδυνον γὰρ ἡ ἀναβολή, διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν. 

Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν εἶπε· Καὶ τίς ἡ ἀγαθὴ ἐλπὶς ἐκείνη, ἧς ἔφης χωρὶς βαπτίσματος μὴ ἐπιτυγχάνειν; τίς δέ ἐστιν ἥνπερ βασιλείαν τῶν οὐρανῶν ἀποκαλεῖς; πόθεν δὲ τὰ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ῥήματα σὺ ἀκήκοας; τίς δὲ ἡ τοῦ θανάτου ἄδηλος προθεσμία, περὶ ἧς μέριμνα πολλή, τῆι καρδίαι μου ἐνσκήψασα, ἐν λύπαις καὶ ὀδύναις δαπανᾶι μου τὰς σάρκας, καὶ αὐτῶν δὴ τῶν ὀστέων καθάπτεται; καὶ εἰ τεθνηξόμενοι εἰς τὸ μὴ ὂν διαλυθῶμεν οἱ ἄνθρωποι, ἢ ἔστιν ἄλλη τις βιοτὴ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν; ταῦτα καὶ τούτοις ἑπόμενα μαθεῖν ἐπεθύμουν.

Ὁ δὲ Βαρλαὰμ τοιαύτας τούτοις ἐδίδου τὰς ἀποκρίσεις· Ἡ μὲν ἀγαθὴ ἐλπίς, ἣν εἴρηκα, τῆς βασιλείας ἐστὶ τῶν οὐρανῶν· αὕτη δὲ γλώσσηι βροτείαι τὸ παράπαν ὑπάρχει ἀνέκφραστος· φησὶ γὰρ ἡ Γραφή· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ὅταν δὲ ἀξιωθῶμεν, τὸ παχὺ τοῦτο ἀποθέμενοι σαρκίον, τῆς μακαριότητος ἐκείνης ἐπιτυχεῖν, τότε αὐτός, ὁ καταξιώσας ἡμᾶς μὴ διαμαρτεῖν τῆς ἐλπίδος, διδάξει καὶ γνωριεῖ τῶν ἀγαθῶν ἐκείνων τὴν πάντα νοῦν ὑπερέχουσαν δόξαν, τὸ ἄφραστον φῶς, τὴν μὴ διακοπτομένην ζωήν, τὴν μετὰ ἀγγέλων διαγωγήν. εἰ γὰρ ἀξιωθῶμεν Θεῶι συγγενέσθαι καθ᾽ ὅσον ἐφικτὸν ἀνθρωπίνηι φύσει, πάντα εἰσόμεθα παρ᾽ αὐτοῦ ἃ νῦν οὐκ ἴσμεν. τοῦτο γὰρ ἐγώ, ἐκ τῆς τῶν θεοπνεύστων Γραφῶν μεμυημένος διδαχῆς, πάντων μάλιστα βασιλείαν οὐρανῶν τίθεμαι, τὸ πλησίον γενέσθαι τῆι θεωρίαι τῆς ἁγίας καὶ ζωαρχικῆς Τριάδος, καὶ τῶι ἀπροσίτωι φωτὶ αὐτῆς ἐλλαμφθῆναι, τρανότερόν τε καὶ καθαρώτερον καὶ ἀνακεκαλυμμένωι προσώπωι τὴν ἄρρητον αὐτῆς δόξαν κατοπτρίζεσθαι. εἰ δὲ μὴ δυνατὸν τὴν δόξαν ἐκείνην καὶ τὸ φῶς καὶ τὰ ἀπόρρητα ἀγαθὰ παραστῆσαι λόγωι, θαυμαστὸν οὐδέν· οὐκ ἂν γὰρ ἦσαν μεγάλα καὶ ἐξαίρετα, εἴ γε ἡμῖν, τοῖς ἐπιγείοις καὶ φθαρτοῖς καὶ τὸ βαρὺ τοῦτο καὶ ἐμπαθὲς σαρκίον περικειμένοις, τῶι λογισμῶι τε κατελαμβάνοντο καὶ τῶι λόγωι παριστῶντο. οὕτω μὲν οὖν δὴ περὶ τούτων εἰδὼς τῆι πίστει μόνηι, δέχου ἀνενδοιάστως μηδὲν πεπλασμένον ἔχειν, καὶ δι᾽ ἔργων ἀγαθῶν ἐπείχθητι τῆς ἀθανάτου βασιλείας ἐκείνης ἐπιλαβέσθαι, ἧσπερ ὅταν ἐπιτύχης, μαθήσηι τὸ τέλειον.

Περὶ ὧν δὲ ἠρώτησας, πῶς ἡμεῖς τοὺς λόγους τοῦ σαρκωθέντος Θεοῦ ἀκηκόαμεν, διὰ τῶν ἱερῶν Εὐαγγελίων ἴσθι πάντα τὰ τῆς θεανδρικῆς οἰκονομίας ἡμᾶς μεμαθηκέναι. οὕτω γὰρ ἡ ἁγία δέλτος ἐκείνη κέκληται, ὡς ἅτε ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν αἰώνιον καὶ ἁμαρτιῶν ἄφεσιν καὶ βασιλείαν οὐρανῶν τοῖς θνητοῖς ἡμῖν καὶ φθαρτοῖς καὶ ἐπιγείοις εὐαγγελιζομένη ἥνπερ γεγράφασιν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου, οὓς ἀνωτέρω εἴρηκα, ὅτι μαθητὰς καὶ ἀποστόλους ὁ Σωτὴρ ἡμῶν Χριστὸς ἐξελέξατο· καὶ παρέδωκαν ἡμῖν ἐγγράφως, μετὰ τὴν ἔνδοξον τοῦ Δεσπότου εἰς οὐρανοὺς ἄνοδον, τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας τάς τε διδασκαλίας αὐτοῦ καὶ τὰ θαύματα, κατὰ τὸ ἐγχωροῦν γραφῆι παραδοῦναι. οὕτω γὰρ πρὸς τῶι τέλει τοῦ λόγου ὁ ἐξαίρετος τῶν θείων ἐκείνων εὐαγγελιστῶν εἴρηκεν· Ἔστι, φησί, καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἓν οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. 

Ἐν τούτωι οὖν τῶι θειοτάτωι Εὐαγγελίωι ἐμφέρεται τῆς τε σαρκώσεως, τῆς τε ἀναδείξεως, τῶν τε θαυμάτων, τῶν τε πραγμάτων αὐτοῦ ἡ ἱστορία Πνεύματι Θεοῦ γεγραμμένη, ἔπειτα καὶ περὶ τοῦ ἀχράντου πάθους οὗπερ ὑπέμεινε δι᾽ ἡμᾶς ὁ Κύριος, τῆς τε ἁγίας καὶ τριημέρου ἐγέρσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, πρὸς δὲ καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς αὐτοῦ δευτέρας παρουσίας. μέλλει γὰρ πάλιν ὁ Υἱὸς τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, μετὰ δόξης ἀρρήτου καὶ πλήθους τῆς οὐρανίου στρατιᾶς, κρῖναι τὸ γένος ἡμῶν καὶ ἀποδοῦναι ἑκάστωι κατὰ τὰ ἔργα αὐτοῦ. τὸν γὰρ ἄνθρωπον ἐξ ἀρχῆς ὁ Θεὸς ἐκ γῆς διαπλάσας, καθὰ δὴ καὶ προλαβὼν εἶπόν σοι, ἐνεφύσησεν εἰς αὐτὸν πνοήν, ἥτις ψυχὴ λογική τε καὶ νοερὰ προσαγορεύεται· ἐπεὶ δὲ θάνατον κατεκρίθημεν, ἀποθνήσκομεν πάντες, καὶ οὐκ ἔστι τὸ ποτήριον τοῦτό τινα τῶν ἀνθρώπων παραδραμεῖν· ἔστι δὲ ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος. ἐκεῖνο μὲν οὖν τὸ ἐκ γῆς διαπλασθὲν σῶμα, χωρισθὲν τῆς ψυχῆς, εἰς γῆν ὑποστρέφει, ἐξ ἧσπερ καὶ ἐλήφθη, καὶ φθειρόμενον διαλύεται· ἡ δὲ ψυχή, ἀθάνατος οὖσα, πορεύεται ἔνθα κελεύει ὁ Δημιουργός, μᾶλλον δὲ καθὼς αὐτὴ προητοίμασεν ἑαυτῆι κατάλυμα ἔτι τῶι σαρκίωι συνοῦσα. καθὼς γάρ τις πολιτεύσηται ἐνταῦθα, μέλλει ἀπολαμβάνειν ἐκεῖθεν. 

Εἶτα μετὰ πλείστους χρόνους ἐλεύσεται Χριστὸς ὁ Θεὸς ἡμῶν κρῖναι τὸν κόσμον ἐν δόξηι φοβερᾶι καὶ ἀνεκδιηγήτωι, οὗ τῶι φόβωι αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων τρόμωι παρίστανται ἐνώπιον αὐτοῦ. τότε ἐν φωνῆι ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ἀναστήσονται οἱ νεκροί, καὶ παραστήσονται τῶι φοβερῶι αὐτοῦ θρόνωι. ἔστι δὲ ἡ ἀνάστασις συνάφεια πάλιν ψυχῆς τε καὶ σώματος. αὐτὸ οὖν τὸ σῶμα, τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον. καὶ μηδαμῶς σοι ἀπιστίας λογισμὸς περὶ τούτου ἐπέλθοι· οὐκ ἀδυνατεῖ γὰρ τῶι ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι αὐτό, εἶτα ἀποστραφὲν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, αὖθις ἀναστῆσαι. εἰ γὰρ ἐννοήσεις πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεός, ἱκανή σοι ἔσται αὕτη ἀπόδειξις. καὶ γὰρ γῆν λαβὼν ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρότερον· πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; ἀλλὰ καὶ νῦν κατανόησον ἐπὶ τῆς γεννήσεως τῆς ἡμετέρας· οὐ σπέρμα βραχὺ ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις;

Τῶι οὖν ταῦτα πάντα δημιουργήσαντι ἐκ μὴ ὄντων καὶ ἔτι δημιουργοῦντι οὐκ ἀδύνατον ἐκ γῆς τὰ νενεκρωμένα καὶ διαφθαρέντα σώματα ἀναστῆσαι, ἵνα ἕκαστος ἀπολάβηι κατὰ τὰ ἔργα αὐτοῦ· Ἐργασίας γάρ, φησίν, ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως. ἐπεὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ, εἰ μὴ ἀνάστασις ἦν; πολλοὶ γάρ, δίκαιοι ὄντες, πολλὰ ἐν τῶι παρόντι βίωι κακουχηθέντες καὶ τιμωρηθέντες βιαίως ἀνηιρέθησαν· ἔνιοι δέ, ἀσεβεῖς ὄντες καὶ παράνομοι, ἐν τρυφῆι καὶ εὐημερίαι τὴν παροῦσαν ζωὴν ἀνήλωσαν· ὁ δὲ Θεός, ἐπειδὴ ἀγαθός ἐστι καὶ δίκαιος, ὥρισεν ἡμέραν ἀναστάσεως καὶ ἐτάσεως, ἵνα, ἀπολαβοῦσα ἑκάστη ψυχὴ τὸ ἴδιον σῶμα, ὁ μὲν κακός, ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῆι, ὁ δὲ ἀγαθός, ἐνταῦθα τιμωρηθεὶς περὶ ὧν ἥμαρτεν, ἐκεῖ τῶν ἀγαθῶν κληρονόμος γένηται· 

Ἀκούσονται γάρ, φησὶν ὁ Κύριος, οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, ἡνίκα καὶ θρόνοι τεθήσονται, καὶ ὁ Παλαῖος τῶν ἡμερῶν καὶ πάντων Δημιουργὸς προκαθίσει, καὶ βίβλοι ἀνοιγήσονται πάντων ἡμῶν τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις ἐγγεγραμμένας ἔχουσαι, καὶ ποταμὸς πυρὸς ἕλκεται, καὶ πάντα τὰ κεκρυμμένα ἀνακαλύπτονται. οὐδεὶς ἐκεῖ συνήγορος, ἢ πιθανότης ῥημάτων, ἢ ψευδὴς ἀπολογία, ἢ πλούτου δυναστεία, ἢ ἀξιωμάτων ὄγκος, ἢ δώρων ἄφθονοι δόσεις, κλέψαι τὴν ὀρθὴν κρίσιν ἰσχύουσιν· ἀλλ᾽ ὁ ἀδέκαστος ἐκεῖνος καὶ ἀληθινὸς δικαστὴς ζυγοῖς δικαιοσύνης πάντα διακρινεῖ, καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα. καὶ πορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ζωὴν αἰώνιον, εἰς τὸ φῶς τὸ ἀνεκφράστου, μετὰ ἀγγέλων εὐφραινόμενοι, τῶν ἀπορρήτων ἀγαθῶν ἀπολαύοντες, καὶ τῆι ἁγίαι Τριάδι καθαρῶς παριστάμενοι· οἱ δὲ τὰ φαῦλα πράξαντες καὶ πάντες οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον, ἥτις γέεννα λέγεται καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, καὶ βρυγμὸς ὀδόντων, καὶ ἄλλα μυρία κολαστήρια, μᾶλλον δέ, τὸ πάντων χαλεπώτατον, τὸ ἀλλοτριωθῆναι ἀπὸ Θεοῦ καὶ ἀπερρῖφθαι τοῦ γλυκυτάτου προσώπου αὐτοῦ, καὶ τῆς δόξης ἐκείνης στερηθῆναι τῆς ἀνεκδιηγήτου, καὶ τὸ παραδειγματισθῆναι ἐπὶ πάσης τῆς κτίσεως, καὶ τὸ αἰσχυνθῆναι αἰσχύνην πέρας οὐκ ἔχουσαν. μετὰ γὰρ τὸ δοθῆναι τὴν φρικτὴν ἐκείνην ἀπόφασιν, πάντα ἄτρεπτα μενεῖ καὶ ἀναλλοίωτα, μήτε τῆς τῶν δικαίων φαιδρᾶς διαγωγῆς ἐχούσης τέλος, μήτε τῆς τῶν ἁμαρτωλῶν ταλαιπωρίας καὶ κολάσεως λαμβανούσης πέρας· οὔτε γὰρ κριτὴς μετ᾽ ἐκεῖνον ὑψηλότερος, οὔτε ἀπολογία δι᾽ ἔργων δευτέρων, οὐ προθεσμία μεταποιήσεως, οὐκ ἄλλη τις μέθοδος τοῖς κολαζομένοις, συνδιαιωνιζούσης αὐτοῖς τῆς τιμωρίας. 

Τούτων οὕτως ἐχόντων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβέσι πολιτείαις, ἵνα καταξιωθῶμεν ἐκφυγεῖν τὴν μέλλουσαν ἀπειλὴν καὶ σταθῆναι ἐκ δεξιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ; αὕτη γὰρ ἡ στάσις τῶν δικαίων· τοῖς δὲ ἁμαρτωλοῖς ἡ ἐξ εὐωνύμων ἀποκεκλήρωται παναθλία μερίς. ἐκεῖθεν δὲ τοὺς μὲν δικαίους εὐλογημένους ἀποκαλῶν ὁ Δεσπότης εἰς τὴν ἀτελεύτητον βασιλείαν εἰσάγει, τοὺς δὲ ἁμαρτωλούς, μετ᾽ ὀργῆς καὶ ἀρᾶς ἐκβαλὼν τοῦ προσώπου αὐτοῦ τοῦ ἡμέρου καὶ γαληνοῦ, τὸ πάντων πικρότατον ἅμα καὶ χαλεπώτατον, εἰς κόλασιν ἐκπέμπει αἰώνιον.