Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον ς´
Ἐγένετο γὰρ κατ᾽ ἐκεῖνον τὸν καιρὸν μοναχός τις, σοφὸς τὰ θεῖα, βίωι τε καὶ λόγωι κοσμούμενος, καὶ εἰς ἄκρον πᾶσαν μοναχικὴν μετελθὼν πολιτείαν· ὅθεν μὲν ὁρμώμενος καὶ ἐκ ποίου γένους οὐκ ἔχω λέγειν, ἐν πανερήμωι δέ τινι τῆς Σενααρίτιδος γῆς τὰς οἰκήσεις ποιούμενος, καὶ τῆς ἱερωσύνης τετελειωμένος τῆι χάριτι. Βαρλαὰμ ἦν ὄνομα τούτωι τῶι γέροντι. οὗτος οὖν ἀποκαλύψει τινὶ θεόθεν αὐτῶι γενομένηι γνοὺς τὰ κατὰ τὸν υἱὸν τοῦ βασιλέως, ἐξελθὼν τῆς ἐρήμου, πρὸς τὴν οἰκουμένην κατῆλθε. καί, ἀμείψας τὸ ἑαυτοῦ σχῆμα, ἱμάτιά τε κοσμικὰ ἀμφιασάμενος, καὶ νηὸς ἐπιβάς, ἀφίκετο εἰς τὰ τῶν Ἰνδῶν βασίλεια, καὶ ἐμπόρου ὑποδὺς προσωπεῖον, τὴν πόλιν καταλαμβάνει, ἔνθα δὴ ὁ τοῦ βασιλέως υἱὸς τὸ παλάτιον εἶχε. καί, ἡμέρας διατρίψας ἐκεῖσε πολλάς, ἠκριβολογήσατο τὰ κατ᾽ αὐτὸν καὶ τίνες οἱ τούτωι πλησιάζοντες. μαθὼν οὖν τὸν ἀνωτέρω ῥηθέντα παιδαγωγὸν πάντων αὐτῶι μᾶλλον οἰκειότατον εἶναι, προσελθὼν αὐτῶι κατ᾽ ἰδίαν, ἔφη·Γινώσκειν σε βούλομαι, κύριέ μου, ὅτι ἔμπορος ἐγὼ ἐκ μακρᾶς ἐλήλυθα χώρας, καὶ ὑπάρχει μοι λίθος τίμιος, ὧι παρόμοιος πώποτε οὐχ εὑρέθη. καὶ οὐδενὶ μέχρι τοῦ νῦν τοῦτον ἐφανέρωσα· σοὶ δὲ κατάδηλον ἤδη ποιῶ, συνετόν τε καὶ νουνεχῆ βλέπων σε ἄνδρα, ὡς ἂν εἰσαγάγηις με πρὸς τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐπιδώσω τοῦτον αὐτῶι. πάντων γὰρ τῶν καλῶν ἀσυγκρίτως ὑπερέχει· δύναται καὶ τυφλοῖς τῆι καρδίαι φῶς δωρεῖσθαι σοφίας, κωφῶν δὲ ὦτα ἀνοίγειν, ἀλάλοις τε φωνὴν διδόναι, καὶ ῥῶσιν τοῖς νοσοῦσι παρέχειν· τοὺς ἄφρονας σοφίζει, δαίμονας διώκει, καὶ πᾶν ὅ τι καλὸν καὶ ἐράσμιον ἀφθόνως χορηγεῖ τῶι κεκτημένωι αὐτόν. λέγει πρὸς αὐτὸν ὁ παιδαγωγός· Ὁρῶ σε ἄνθρωπον σταθεροῦ καὶ βεβηκότος φρονήματος· τὰ δὲ ῥήματά σου ἄμετρά σε καυχᾶσθαι ἐμφαίνουσι. λίθους γὰρ καὶ μαργαρίτας πολυτελεῖς καὶ πολυτίμους πῶς ἄν σοι διηγησαίμην ὅσους ἑώρακα; ἔχοντας δὲ τοιαύτας ἃς εἴρηκας δυνάμεις οὔτε εἶδον, οὔτε ἤκουσα. ὅμως ὑπόδειξόν μοι αὐτόν, καί, εἴ ἐστι κατὰ τὸ ῥῆμά σου, θᾶττον εἰσάγω τοῦτον πρὸς τὸν τοῦ βασιλέως υἱόν, καὶ τιμὰς ὅτι μεγίστας καὶ δωρεὰς λήψηι παρ᾽ αὐτοῦ. πρινὴ δὲ βεβαιωθῆναί με τῆι ἀψευδεῖ τῶν ὀφθαλμῶν ὁράσει, ἀδύνατόν μοι τῶι ἐμῶι δεσπότηι καὶ βασιλεῖ περὶ πράγματος ἀφανοῦς ταῦτα δὴ τὰ ὑπέρογκα ἀπαγγεῖλαι. ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας μήτε ἑωρακέναι πώποτε μήτε ἀκηκοέναι τοιαύτας δυνάμεις καὶ ἐνεργείας· ὁ γὰρ πρὸς σέ μου λόγος οὐ περί του τυχόντος ἐστὶ πράγματος, ἀλλὰ θαυμαστοῦ τινὸς καὶ μεγάλου. ὅτι δὲ ἐζήτησας τοῦτον θεάσασθαι, ἄκουσον τῶν ἐμῶν ῥημάτων.Ὁ λίθος οὗτος ὁ πολύτιμος μετὰ τῶν προειρημένων ἐνεργειῶν καὶ δυνάμεων, ἔτι καὶ ταύτην κέκτηται τὴν ἰσχύν· οὐ δύναται θεάσασθαι αὐτὸν ἐκ τοῦ προχείρου ὁ μὴ ἔχων ἐρρωμένην μὲν τὴν ὅρασιν καὶ ὑγιαίνουσαν, ἁγνὸν δὲ τὸ σῶμα καὶ πάντη ἀμόλυντον. εἰ γάρ τις, μὴ τὰ δύο ταῦτα καλὰ ἔχων, προπετῶς ἐμβλέψειε τῶι τιμίωι λίθωι τούτωι, καὶ αὐτὴν δήπου ἣν ἔχει ὀπτικὴν δύναμιν καὶ τὰς φρένας προσαπολέσειεν. ἐγὼ δὲ, οὐκ ἀμύητος τῆς ἰατρικῆς ἐπιστήμης ὑπάρχων, καθορῶ σου τοὺς ὀφθαλμοὺς μὴ ὑγιῶς ἔχοντας, καὶ δέδοικα μὴ καὶ ἧς ἔχεις ὁράσεως στέρησιν προξενήσω. ἀλλὰ τὸν υἱὸν τοῦ βασιλέως ἀκήκοα βίον μὲν ἔχειν σώφρονα, τοὺς ὀφθαλμοὺς δὲ ὡραίους καὶ ὑγιῶς ὁρῶντας· τούτου χάριν ἐκείνωι ὑποδεῖξαι τὸν θησαυρὸν τοῦτον τεθάρρηκα. σὺ οὖν μὴ ἀμελῶς περὶ τούτου διατεθῆις, μηδὲ πράγματος τοιούτου τὸν κύριόν σου ἀποστερήσηις. ὁ δὲ πρὸς αὐτόν, Καὶ εἰ ταῦτα, φησίν, οὕτως ἔχει, μή μοι τὸν λίθον ὑποδείξηις· ἐν ἁμαρτίαις γὰρ πολλαῖς ὁ βίος μου ἐρρύπωται· οὐχ ὑγιῶς δὲ καὶ τὴν ὅρασιν, καθὼς εἶπας, κέκτημαι. ἀλλ᾽ ἐγώ, τοῖς σοῖς πεισθεὶς ῥήμασι, γνωρίσαι ταῦτα τῶι κυρίωι μου καὶ βασιλεῖ οὐκ ὀκνήσω. εἶπε ταῦτα, καὶ εἰσελθὼν κατὰ μέρος πάντα τῶι υἱῶι τοῦ βασιλέως ἀπήγγειλεν. ἐκεῖνος δέ, ὡς ἤκουσε τὰ τοῦ παιδαγωγοῦ ῥήματα, χαρᾶς τινὸς καὶ θυμηδίας πνευματικῆς ἤισθετο, τῆι αὐτοῦ ἐμπνευσάσης καρδίαι, καί, ἔνθους ὥσπερ γενόμενος τὴν ψυχήν, ἐκέλευσε θᾶττον εἰσαγαγεῖν τὸν ἄνδρα.Ὡς οὖν εἰσῆλθεν ὁ Βαρλαάμ, καὶ δέδωκεν αὐτῶι τὴν πρέπουσαν εἰρήνην, ἐπέτρεψεν αὐτὸν καθεσθῆναι, καί, τοῦ παιδαγωγοῦ ὑποχωρήσαντος, λέγει ὁ Ἰωάσαφ τῶι γέροντι· Ὑπόδειξον μοι τὸν πολύτιμον λίθον, περὶ οὗ μεγάλα τινὰ καὶ θαυμαστὰ λέγειν σε ὁ ἐμὸς παιδαγωγὸς διηγήσατο. ὁ δὲ Βαρλαὰμ οὕτως ἀπήρξατο τῆς πρὸς αὐτὸν διαλέξεως· Οὐ δίκαιον ἐστιν, ὦ βασιλεῦ, ψευδῶς τι καὶ ἀπερισκέπτως πρὸς τὸ ὑπερέχον τῆς σῆς δόξης λέγειν με· πάντα γὰρ τὰ δηλωθέντα σοι παρ᾽ ἐμοῦ ἀληθῆ εἰσι καὶ ἀναμφίλεκτα. ἀλλ᾽, εἰ μὴ πρότερον δοκιμὴν τῆς σῆς λάβω φρονήσεως, οὐ θέμις τὸ μυστήριον φανερῶσαί σοι. φησὶ γὰρ ὁ ἐμὸς Δεσπότης· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῶι σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσε παρὰ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐβλάστησε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καί, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἑκατοστεύοντα. εἰ μὲν οὖν γῆν εὕρω ἐν τῆι καρδίαι σου καρποφόρον καὶ ἀγαθήν, οὐκ ὀκνήσω τὸν θεῖον σπόρον ἐμφυτεῦσαί σοι καὶ φανερῶσαι τὸ μέγα μυστήριον· εἰ δὲ πετρώδης αὕτη καὶ ἀκανθώδης ἐστί, καὶ ὁδὸς πατουμένη τῶι βουλομένωι παντί, κρεῖττον μηδόλως τοῦτον δὴ τὸν σωτήριον καταβαλεῖν σπόρον καὶ εἰς διαρπαγὴν αὐτὸν θεῖναι τοῖς πετεινοῖς καὶ θηρίοις, ὧν ἔμπροσθεν ὅλως μὴ βαλεῖν τοὺς μαργαρίτας ἐντέταλμαι. ἀλλὰ πέπεισμαι περὶ σοῦ τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, ὅτι καὶ τὸν λίθον ὄψει τὸν ἀτίμητον, καὶ τῆι αἴγληι τοῦ φωτὸς αὐτοῦ φῶς καὶ αὐτὸς ἀξιωθήσηι γενέσθαι, καὶ καρπὸν ἐνέγκηις ἑκατοστεύοντα. διὰ σὲ γὰρ ἔργον ἐθέμην καὶ μακρὰν διήνυσα ὁδόν, τοῦ ὑποδεῖξαί σοι ἃ οὐχ ἑώρακας πώποτε καὶ διδάξαι ἃ οὐκ ἀκήκοας.Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Ἐγὼ μέν, πρεσβύτα τίμιε, πόθωι τινὶ καὶ ἔρωτι ἀκατασχετῶι ζητῶ λόγον ἀκοῦσαι καινόν τινα καὶ ἀγαθόν, καὶ πῦρ ἔνδοθεν ἐν τῆι καρδίαι μου ἐκκέκαυται δεινῶς φλέγον με καὶ παρορμῶν μαθεῖν ἀναγκαίας τινὰς συζητήσεις· οὐκ ἔτυχον δὲ μέχρι τοῦ νῦν ἀνθρώπου δυναμένου πληροφορῆσαί με περὶ τούτων. εἰ δὲ τύχω σοφοῦ τινος καὶ ἐπιστήμονος, καὶ ἀκούσω λόγον σωτηρίας, οὔτε πετεινοῖς, ὡς οἶμαι, τοῦτον ἐκδώσω, οὔτε θηρίοις, οὔτε μὴν πετρώδης φανήσομαι, ὡς ἔφης, οὔτε ἀκανθώδης, ἀλλὰ καὶ εὐγνωμόνως δέξομαι καὶ εἰδημόνως τηρήσω. σὺ δέ, εἴ τι τοιοῦτον ἐπίστασαι, μὴ διακρύψηις ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἀνάγγειλόν μοι. ὡς γὰρ ἤκουσα ἐκ μακρᾶς ἀφικέσθαι σε γῆς, ἥσθη μου ἡ ψυχή, καὶ εὔελπις ἐγενόμην διὰ σοῦ τοῦ ποθουμένου ἐπιτυχεῖν. διὰ τοῦτο καὶ θᾶττον εἰσήγαγόν σε πρός με καὶ προσηνῶς ἐδεξάμην, ὥσπερ τινὰ τῶν συνήθων μοι καὶ ἡλικιωτῶν, εἴπερ οὐ ψευσθήσομαι τῆς ἐλπίδος. καὶ ὁ Βαρλαὰμ ἔφη· Καλῶς ἐποίησας τοῦτο καὶ ἀξίως τῆς σῆς βασιλικῆς μεγαλοπρεπείας, ὅτι μὴ τῆι φαινομένηι προσέσχες εὐτελείαι, ἀλλὰ τῆς κεκρυμμένης ἐγένου ἐλπίδος.Ἦν γάρ τις βασιλεὺς μέγας καὶ ἔνδοξος, καὶ ἐγένετο, διερχομένου αὐτοῦ ἐφ᾽ ἅρματος χρυσοκολλήτου καὶ τῆς βασιλεῖ πρεπούσης δορυφορίας, ὑπαντῆσαι δύο ἄνδρας, διερρωγότα μὲν ἠμφιεσμένους καὶ ῥερυπωμένα, ἐκτετηκότας δὲ τὰ πρόσωπα καὶ λίαν κατωχριωμένους· ἦν δὲ γινώσκων τούτους ὁ βασιλεὺς τῶι ὑπωπιασμῶι τοῦ σώματος καὶ τοῖς τῆς ἀσκήσεως ἱδρῶσι τὸ σαρκίον ἐκδεδαπανηκότας. ὡς οὖν εἶδεν αὐτούς, καταπηδήσας εὐθὺς τοῦ ἅρματος καὶ ἐπὶ τὴν γῆν πεσών, προσεκύνησε, καὶ ἀναστὰς περιεπλάκη αὐτοῖς προσφιλέστατα κατασπαζόμενος. οἱ δὲ μεγιστᾶνες αὐτοῦ καὶ ἄρχοντες ἐδυσχέραναν ἐπὶ τούτωι, ἀνάξια τῆς βασιλικῆς δόξης πεποιηκέναι αὐτὸν νομίζοντες· μὴ τολμῶντες δὲ κατὰ πρόσωπον ἐλέγχειν, τὸν γνήσιον αὐτοῦ ἀδελφὸν ἔλεγον λαλῆσαι τῶι βασιλεῖ, μὴ τὸ ὕψος τοῦ διαδήματος οὑτωσὶ καθυβρίζειν. τοῦ δὲ εἰπόντος ταῦτα τῶι ἀδελφῶι καὶ καταμεμψαμένου τὴν ἄκαιρον αὐτοῦ σμικρολογίαν, δέδωκεν αὐτῶι ἀπόκρισιν ὁ βασιλεύς, ἣν οὐ συνῆκεν ὁ ἀδελφὸς αὐτοῦ.Ἔθος γὰρ ἦν ἐκείνωι τῶι βασιλεῖ, ὅταν ἀπόφασιν θανάτου κατά τινος ἐδίδου, κήρυκα εἰς τὴν αὐτοῦ θύραν ἀποστέλλειν μετὰ σάλπιγγος τεταγμένης εἰς τοῦτο· καὶ τῆι φωνῆι τῆς σάλπιγγος ἐκείνης ἤισθοντο πάντες θανάτου ἔνοχον ἐκεῖνον ὑπάρχειν. ἑσπέρας οὖν καταλαβούσης, ἀπέστειλεν ὁ βασιλεὺς τὴν σάλπιγγα τοῦ θανάτου σαλπίζειν ἐπὶ τῆι θύραι τοῦ οἴκου τοῦ ἀδελφοῦ αὐτοῦ. ὡς οὖν ἤκουσεν ἐκεῖνος τὴν σάλπιγγα τοῦ θανάτου, ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας καὶ διέθετο τὰ κατ᾽ αὐτὸν ὅλην τὴν νύκτα· ἅμα δὲ πρωΐ, ἀμφιασάμενος μέλανα καὶ πενθήρη, μετὰ γυναικὸς καὶ τέκνων ἀπέρχεται εἰς τὴν θύραν τοῦ παλατίου κλαίων καὶ ὀδυρόμενος. εἰσαγαγὼν δὲ αὐτὸν ὁ βασιλεύς, καὶ οὕτως ἰδὼν ὀλοφυρόμενον, ἔφη· Ὦ ἀσύνετε καὶ ἄφρον, εἰ σὺ οὕτως ἐδειλίασας τὸν κήρυκα τοῦ ὁμοτίμου σου ἀδελφοῦ, πρὸς ὃν οὐδὲν ὅλως ἑαυτὸν ἡμαρτηκέναι γινώσκεις, πῶς ἐμοὶ μέμψιν ἐπήγαγες ἐν ταπεινώσει ἀσπασαμένωι τοὺς κήρυκας τοῦ Θεοῦ μου, τοὺς εὐηχέστερον σάλπιγγος μηνύοντάς μοι τὸν θάνατον καὶ τὴν φοβερὰν τοῦ Δεσπότου ὑπάντησιν, ὧι πολλὰ καὶ μεγάλα ἐμαυτὸν ἡμαρτηκέναι ἐπίσταμαι; ἰδοὺ τοίνυν τὴν σὴν ἐλέγχων ἄνοιαν τούτωι δὴ τῶι τρόπωι ἐχρησάμην, ὥσπερ οὖν καὶ τοὺς ὑποθεμένους σου τὴν κατ᾽ ἐμοῦ μέμψιν θᾶττον ἀνοηταίνειν ἐλέγξω. καὶ οὕτω θεραπεύσας τὸν ἀδελφὸν αὐτοῦ καὶ ὠφελήσας οἴκαδε ἀπέστειλεν.Ἐκέλευσε δὲ γενέσθαι ἐκ ξύλων βαλάντια τέσσαρα. καὶ τὰ μὲν δύο περικαλύψας πάντοθεν χρυσίωι, καὶ ὀστᾶ νεκρῶν ὀδωδότα βαλὼν ἐν αὐτοῖς, χρυσαῖς περόναις κατησφαλίσατο· τὰ δὲ ἄλλα πίσσηι καταχρίσας καὶ ἀσφαλτώσας, ἐπλήρωσε λίθων τιμίων καὶ μαργαρίτων πολυτίμων καὶ πάσης μυρεψικῆς εὐωδίας. σχοινίοις τε τριχίνοις ταῦτα περισφίγξας, ἐκάλεσε τοὺς μεμψαμένους αὐτῶι μεγιστᾶνας ἐπὶ τῆι τῶν ἀνδρῶν ἐκείνων συναντήσει, καὶ προέθετο αὐτοῖς τὰ τέσσαρα βαλάντια, τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια. οἱ δὲ τὰ μὲν δύο τὰ κεχρυσωμένα τιμῆς ὅτι πλείστης εἶναι διωρίζοντο. ἔξεστι γάρ, φησίν, ἐν αὐτοῖς βασιλικὰ διαδήματα καὶ ζώνας ἀποκεῖσθαι· τὰ δὲ τῆι πίσσηι κατακεχρισμένα καὶ τῆι ἀσφάλτωι εὐτελοῦς τινὸς καὶ οἰκτροῦ τιμήματος ὑπάρχει. ὁ δὲ βασιλεὺς ἔφη πρὸς αὐτούς· Οἶδα κἀγὼ τοιαῦτα λέγειν ὑμᾶς· τοῖς αἰσθητοῖς γὰρ ὀφθαλμοῖς τὴν αἰσθητὴν ὄψιν κατανοεῖτε· καὶ μὴν οὐχ οὕτως δεῖ ποιεῖν. ἀλλὰ τοῖς ἔνδον ὄμμασι τὴν ἐντὸς ἀποκειμένην χρὴ βλέπειν εἴτε τιμὴν εἴτε ἀτιμίαν. καὶ ἐκέλευσεν ἀνοιγῆναι τὰ κεχρυσωμένα βαλάντια. διανοιχθέντων δέ, δεινή τις ἔπνευσε δυσωδία καὶ ἀηδεστάτη ὡράθη θέα.Φησὶν οὖν ὁ βασιλεύς· Οὗτος ὁ τύπος τῶν τὰ λαμπρὰ μὲν καὶ ἔνδοξα ἠμφιεσμένων, πολλῆι δόξηι καὶ δυναστείαι σοβαρευομένων, καὶ ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων. εἶτα καὶ τὰ πεπισσωμένα καὶ κατησφαλτωμένα κελεύσας ἀνακαλυφθῆναι, πάντας εὔφρανε τοὺς παρόντας τῆι τῶν ἐν αὐτοῖς ἀποκειμένων φαιδρότητι καὶ εὐωδίαι. ἔφη δὲ πρὸς αὐτούς· Οἴδατε τίνι ὅμοια ταῦτα; τοῖς ταπεινοῖς ἐκείνοις καὶ εὐτελῆ περικειμένοις ἐνδύματα, ὧν ὑμεῖς τὸ ἐκτὸς ὁρῶντες σχῆμα, ὕβριν ἡγήσασθε τὴν ἐμὴν κατὰ πρόσωπον αὐτῶν ἐπὶ γῆς προσκύνησιν· ἐγὼ δέ, τοῖς νοεροῖς ὄμμασι τὸ τίμιον αὐτῶν καὶ περικαλλὲς κατανοήσας τῶν ψυχῶν, ἐνεδοξάσθην μὲν τῆι τούτων προσψαύσει, παντὸς δὲ στεφάνου καὶ πάσης βασιλικῆς ἁλουργίδος τιμιωτέρους αὐτοὺς ἡγησάμην. οὕτως οὖν αὐτοὺς ἤισχυνε, καὶ ἐδίδαξε μὴ τοῖς φαινομένοις πλανᾶσθαι, ἀλλὰ τοῖς νοουμένοις προσέχειν. κατ᾽ ἐκεῖνον τοίνυν τὸν εὐσεβῆ καὶ σοφὸν βασιλέα καὶ σὺ πεποίηκας, τῆι ἀγαθῆι ἐλπίδι προσδεξάμενός με, ἧς οὐ ψευσθήσηι, ὡς ἔγωγε οἶμαι. εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωασάφ.Ταῦτα μὲν δὴ πάντα καλῶς εἶπας καὶ εὐαρμόστως· ἀλλ᾽ ἐκεῖνο θέλω μαθεῖν, τίς ἐστιν ὁ σὸς Δεσπότης, ὃν κατ᾽ ἀρχὰς τοῦ λόγου περὶ τοῦ σπορέως ἐκείνου εἰρηκέναι ἔλεγες. |