BIBLIOTHECA AUGUSTANA

 

Georgios Pisides

ca. 580 - ca. 634

 

Ἡ στρατεία Περσικά

 

Facsimile: Internet Archive

 

____________________________________________________________

 

 

 

Βιβλιον γ´

 

200

Πρὶν ἢ γὰρ ἡ νὺξ τὴν μέσην τομὴν λάβοι,
πάντας μὲν αὐτῶν τοὺς κεκρυμμένους δόλους
ταῖς σαῖς μερίμναις ἐξ ἔθους ἀπίστασο,
τάξας δὲ θείως τὸν στρατὸν καὶ ῥυθμίσας
πρὸς τὴν μάχην ἐξῆγες αὐτούς, ἡνίκα

205

τὸ φῶς ἀνίσχων τοὺς ἐναντίους πάλιν
ὁ σεπτὸς αὐτοῖς ἐσκότιζεν ἥλιος.
καὶ δὴ προπέμπεις εὐαρίθμητον μέρος
τοῦ σοῦ στρατοῦ, κράτιστε, τούτους ὁπλίσας
οὐ τοῖς ὅπλοις τοσοῦτον ὡς εὐβουλίαις.

210

ἐπεὶ γὰρ ἐξήλαυνον ὥσπερ εἰς μάχην,
τὸν πλαστὸν αὖθις σχηματίζονται φόβον,
ἐψευσμένως φεύγοντες. οἱ δὲ βάρβαροι,
τῆς ἐκλογῆς ἐκεῖνο τὸ στερρὸν νέφος,
ἐκ τῶν ἀδήλων ἐκπεσόντες αὐλάκων

215

ἤλαυνον αὐτοὺς τῶι δοκεῖν πεφευγότας.
αὐτὸς δὲ τούτοις ἀντεπεξάγεις τάχος
τοὺς σοὺς ἀρίστους, καὶ παρ᾽ ἐλπίδας τότε
ἀπροσδοκήτωι προσραγέντες συντάσει
τὰ νῶτα τοῖς σοῖς οἰκέταις ἀπέστρεφον.

220

ὦ νοῦς διαρκὴς καὶ τομωτάτη φύσις
καὶ πῦρ λογισμῶν ἐν βάθει διατρέχον.
ὅμως τὸ πῦρ μὲν καὶ μελαίνει καὶ φλέγει·
ὁ σὸς δὲ νοῦς, κράτιστε, λευκαίνει τὸ πᾶν,
θάλπει δὲ πάντας τῆι πυρώσει μὴ φλέγων.

225

ὁ βάρβαρος δὲ τὸν κεκρυμμένον δόλον
εὑρὼν ἑαυτῶι βόθρον ἐκ τοὐναντίου,
ὅλους προπηδᾶν τοῖς τραπεῖσι συμμάχους
ἐκ τῶν ἑαυτοῦ ταγμάτων ἐπέτρεπεν·
ἐπεὶ δὲ καὐτοὺς εἶδεν ἐπτοημένους,

230

καὶ συντόνως πίπτοντας ἀσχέτωι φόβωι,
πρῶτον μὲν αὐτοῦ δυσσεβεῖ τοὺς προστάτας
καὶ θᾶττον ἠτίμωσε τοὺς τιμωμένους,
ὕδωρ κενώσας καὶ τὸ πῦρ κατασβέσας.
καπνοῦ δὲ πολλὰς συγχύσεις ποιούμενος

235

κλέπτει τὸ φεύγειν καὶ σχεδιάζει τὸν γνόφον,
καὶ νύκτα ποιεῖ καινοτομῶν τὴν ἡμέραν.
εὑρών τε κρημνοὺς καὶ στενὰς διεξόδους
λοξάς τε πετρῶν ἐξοχὰς καὶ δυσβάτους,
ὠθεῖ καλύψας τῶι γνόφωι τὰ τάγματα

240

καὶ τὰς ἐκείνων δυστυχεῖς συνοικίας
πρὸς ἄκρον ὕψος κατάρροπον βάθος.
ἐντεῦθεν αὐτοῖς συμφορῶν πολυτρόπων
συμπτωμάτων τε καὶ φόνων καὶ κλασμάτων
κίνδυνος ηὐτρέπιστο συντριβῆς γέμων.

245

καὶ πού τις αὐτῶν ἐξ ἀνάγκης ηὔξατο
ἐλθεῖν κατ᾽ αὐτοῦ συντομώτερον ξίφος·
ἄλλος δὲ νώτοις ἱππικοῖς ἐφιζάνων
μετέωρος ἤρθη τῆι βίαι τοῦ σφίγματος.
πολλοῖς δὲ τεῖχος τὰς καμηλείους τότε

250

πλευρὰς κατεσκεύζεν ἡ περίστασις.
κρημνούς τε πάντες ἀγρίων αἰγῶν δίκην
φυγῆς ἀνεξίχνευον ἐκπηδήματα.
ἡ σὴ πᾶσα τοῦ στρατοῦ συνοικία
βλέποντες εὐφραίνοντο τῆι θείαι κρίσει

255

τὰ τῆς παραδόξου θαύματα στρατηγίας·
βολὴ γὰρ οὐκ ἦν ἐπτερωμένου βέλους
ἐν τῆι μεταξὺ τῶν στρατῶν διαστάσει,
καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε
πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους,

260

ἐν αἷς τὸ πλῆθος ἐκχυθὲν τῶν βαρβάρων
πυγνῶς ἐνεστρέφοντο μὴ κινούμενοι.
ἀλλ᾽ οἱ μὲν ἦσαν ἐν τοσαύτηι φροντίδων
ζάληι διαρρέοντες ὡς τὰ κύματα,
ἃ ταῖς ἑαυτῶν ἐκδρομαῖς ὠθούμενα

265

τὰ μὲν πρὸς ὕψος ἐκ βάθους ἀνέρχεται,
τὰ δὲ προπίπτει καὶ πάλιν κοιλαίνεται·
οὕτως ἐκείνων τῶν ἀτάκτων ταγμάτων
ἐν τοῖς ἀνύδροις κυματουμένων λίθοις,
τὰ μὲν πρὸς ὕψος ἐκ βάθους ἀνήρχετο,

270

τὰ δὲ πρὸς αὐτὰ τῶν κάτω τὰ τέρματα
πίπτοντα πυκνὰς συγχύσεις εἰργάζετο.
οὕτως ἕκαστος ἀφρόνως ἐδυστύχει,
ὁ δὲ προπίπτων ἦν ἐπίφθονος μόνον·
πᾶς γὰρ παρ᾽ αὐτοῖς εὐτυχὴς ἐκρίνετο,

275

ὃς πρὸς τὸ θνήισκειν εὑρέθη τομώτερος.
ἡμῖν δὲ πᾶσα καὶ γαλήνη καὶ χάρις,
τέρψις δὲ μᾶλλον ἢ φόβος προσήρχετο.
καὶ πᾶς πρὸς ὕψος τῶι θεῶι τῶν κτισμάτων
τὰς χεῖρας ἐξέτεινε σὺν τῆι καρδάι,

280

καὶ τῶι στρατηγῶι συντόνως ἐπηύχετο.