BIBLIOTHECA AUGUSTANA

 

Kolluthos

floruit 500 p. Chr. n.

 

Ἁρπαγὴ Ἑλένης

 

___________________________________________________

 

 

 

Ἁρπαγὴ Ἑλένης (Museo Guarnacci, Volterra, ca. 150 a. Chr. n.)

 

Νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,

αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν

πολλάκι πατρώιηισιν ἐπὶ ψαμάθοισι λιποῦσαι

ἐς χορὸν Ἰδαίηισιν ἐπεντύνασθε χορείαις,

5

δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος

εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,

ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων

ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν

ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνηι

10

βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,

ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;

τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης

Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι

Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης

15

καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις

καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.

 

ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων

νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων

Ζηνὸς ἐφημοσύνηισιν ἐωινοχόει Γανυμήδης·

20

πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη

αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,

Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·

ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος

24

Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·

39

χρυσείοις δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι

40

βότρυς ἀκερσεκόμης ζεφύρωι στυφελίζετο χαίτης.

25

τὸν δὲ μεθʼ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.

οὐδʼ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη

ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.

30

καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,

τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.

καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα

ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.

οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος

35

Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.

οἷος δʼ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων

ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,

τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου

μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας

38

οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.

41

ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο

πόρτις ἐρημαίηισιν ἐνὶ ξυλόχοισιν ἀλᾶται

φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·

τοῖα βαρυζήλοισιν Ἔρις πληγῆισι δαμεῖσα

45

πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.

πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα

ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης

οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·

ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,

50

ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων

οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.

ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,

Ἡφαίστωι δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,

καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.

55

καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,

εἴ ποτε δειμαίνοντες ἀναθρώισκοιεν ἰωήν·

ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς

Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.

ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·

60

ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα

μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.

χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν

ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.

Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῆι

65

ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·

πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα

μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·

Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.

Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας

70

τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·

 

εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις

παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,

Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,

κείνωι μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων

75

κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.

ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην

κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.

 

ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·

αὐτὰρ ὁ πατρώιηισιν ἐφημοσύνηισι πιθήσας

80

εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.

πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.

Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην

λαὶ περόνην θυόεντα διαστήσασα κομάων

χρυσῶι μὲν πλοκάμους, χρυσῶι δʼ ἐστέψατο χαίτην.

85

τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·

 

ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.

σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·

δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.

Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,

90

φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·

καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·

μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων

κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.

ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς

95

ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;

κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,

κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι

πολλάκις ὠδίνουσι καὶ οὐ θνήισκουσι γυναῖκες.

 

τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.

100

οἱ δʼ ἄρα μητρώιης ἐρατῆς ἀίοντες ἐφετμῆς

φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνηι.

 

ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,

ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην

κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.

105

ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῆισιν ἀναύρου

νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,

νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·

καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης

ἐκκρεμὲς ἠιώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,

110

ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,

τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,

ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·

πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων

καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·

115

ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων

Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·

οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,

μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,

Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.

120

ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,

κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.

 

ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης

τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.

δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·

125

καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας

μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.

τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·

 

γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας

δεῦρο θεμιστεύσειας ἐπουρανίηισι δικάζων·

130

δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς

φαιδροτέρηι τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.

 

τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας

ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.

δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν

135

χρυσῶι δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης

καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.

χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα

τοῖον Ἀλεξάνδρωι μυθήσατο μῦθον Ἀθήνη·

 

δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας

140

καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην

ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.

φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·

δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,

μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.

145

πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.

 

ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.

τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·

 

εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσηις,

πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.

150

ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;

κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.

οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·

ὠκύμοροι θνήισκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.

 

τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.

155

ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα

κόλπον, ἀνηιώρησε καὶ οὐκ ἠιδέσσατο Κύπρις.

χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων

στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.

τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·

 

160

δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν

ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.

ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτηι;

ἀγλαΐηι πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.

ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,

165

ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·

νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων

 

οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,

ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείηι,

φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.

170

χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν

Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·

 

εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.

ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.

φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν

175

ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι

σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.

οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·

οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,

οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.

180

οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,

ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,

ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου

πατρώιων ἀλόχευτον ἀνεβλάστησε καρήνων.

οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις

185

καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,

ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.

ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι

τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,

κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;

 

190

τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,

ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς

Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·

ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,

Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην

195

ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.

ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης

ἤριπον ἀρχεκάκοιο περιφροσύνηισι Φερέκλου,

ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι

νῆας Ἀλεξάνδρωι δρυτόμωι τεκτήνατο χαλκῶι.

200

αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,

νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.

 

ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον

καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην

πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν

205

ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,

τῶι δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.

κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα

οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῶι

εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,

210

ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.

τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας

Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,

αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο

Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον

215

καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,

ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην

δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,

ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.

τῶι δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων

220

ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,

Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.

ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου

Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,

κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.

225

ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην

γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.

οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης

δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,

καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες

230

πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.

αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο

ὤιχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,

μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,

μὴ πλοκάμων κυνέηισιν ἐπιβρίσαντες ἐθείρας

235

ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.

ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων

δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς

ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς

χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,

240

ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος

οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,

ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας

δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ

κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων

245

οὐκ ἐκάη Ζεφύρωι ζηλήμονι παῖδα φυλάσσων.

γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι

ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,

ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.

 

ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις

250

ἵστατο θεσπεσίηισιν ἀγαλλόμενος χαρίτεσσιν.

οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·

ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,

καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐηισι προσώπων.

ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα

255

ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν

καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων

ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου

καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης

ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς

260

ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης

κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,

ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—

πολλάκι δʼ ἀγλαΐηισιν ἐυγλήνοισι προσώπων

παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·

265

ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην

πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῆισι καρήνου.

ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·

 

ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.

ἀγλαΐην μὲν ἔοικας ἀριζήλωι βασιλῆι,

270

ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.

πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·

οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,

—Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν

οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·

275

οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,

ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,

ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.

 

τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·

αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·

280

εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,

Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·

εἴ τινά που πολύολβον ἐνὶ Τροίηι βασιλῆα

ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·

ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.

285

εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,

εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,

ὧι καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν

πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·

ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,

290

τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.

αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·

καὶ γὰρ ἀκηχεμένηισιν ἐπουρανίηισι δικάζων

Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ἤινεσα μορφήν,

ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,

295

νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,

ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,

ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.

δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·

μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξηις.

300

οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;

οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·

οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,

καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν

ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.

 

305

ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν

δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.

ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·

 

ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης

τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;

310

ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι

καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,

ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων

πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.

ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.

315

ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.

οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσηι·

 

τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.

νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,

ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ

320

ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,

τὴν μὲν ἀληθείης — κεράων ἀπελάμπετο κόσμος —

ἔνθεν ἀναθρώισκουσι θεῶν νημερτέες ὀμφαί,

τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.

αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν

325

ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,

κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίηι Κυθερείης

φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.

Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην

ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,

330

πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,

ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·

 

παῖδες, πῆ με λιποῦσα πολύστονον ὤιχετο μήτηρ,

ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα

ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;

 

335

ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.

ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν

Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·

τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,

νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.

340

οὐχ ὁράαις; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,

πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.

ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων

ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου

ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα

345

ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,

ἢ χρόα πατρώιοιο λοεσσομένη ποταμοῖο

ὤιχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.

 

τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·

οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους

350

ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;

ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·

ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.

μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;

πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ

355

θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην

ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης

σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;

ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην

δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων

360

σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕληι.

μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις

νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;

ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης

νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.

 

365

ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν

ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη

ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε

ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.

ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι

370

πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.

ἡ μὲν ἀλητεύουσα δολοφροσύνηισιν ὀνείρων

μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη

ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·

 

χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα

375

κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.

ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;

οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;

τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·

 

τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσηι·

380

ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.

 

ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην

ὀξυτέρηι πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῆι·

 

ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,

εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάωι·

385

χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν

ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.

 

ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,

μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.

καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης

390

Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.

πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην

Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.

Τροίη δʼ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα

δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.