Elias
floruit 550 p. Chr. n.
Ἐξήγησις τῶν δέκα κατηγοριῶντῆς φιλοσοφίας
|
|
____________________________________________________________
|
|
Προοίμιον
Τῶν Ἀριστοτελικῶν ἀρχόμενοι λόγων εὐθὺς ἐκ θυρῶν φίλα τῶι Ἀριστοτέλει διαπραξώμεθα καὶ τὴν φίλην αὐτῶι συντομίαν συνόψει συντομωτάτηι περιβάλωμεν· σύνοψις γὰρ καὶ συντομία φίλαι τῶι Ἀριστοτέλει, Πυθαγορείωι κατ' ἀλήθειαν γεγονότι καὶ τὴν Πυθαγόρου σιωπὴν εἰς τὴν γείτονα βραχυλογίαν μεταγαγόντι. δέκα δέ τισι κεφαλαίοις περικλείομεν τὴν αὐτοῦ φιλοσοφίαν. καὶ πρῶτόν ἐστι τῶν δέκα διὰ τί οὕτως ὠνομάσθη ἡ Ἀριστοτέλους φιλοσοφία, Περιπατητική. ἀλλ' ἐπειδὴ τοῦτο μερικὸν καὶ ἀφιλόσοφον (φιλοκαθόλου γὰρ ὁ φιλόσοφος), τὰ καθόλου ζητείσθω διὰ τίνας καὶ πόσας αἰτίας ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων πολλῶν ὄντων, χιλίων τὸν ἀριθμόν, ὥς φησι Πτολεμαῖος ὁ Φιλάδελφος ἀναγραφὴν αὐτῶν ποιησάμενος καὶ τὸν βίον αὐτοῦ καὶ τὴν διάθεσιν. τρίτον πόθεν δεῖ ἄρχεσθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. τέταρτον τί τὸ τέλος αὐτῶν. καὶ ἐπειδὴ ὅπου ἀρχὴ καὶ τέλος, ἔστι τι καὶ μεταξύ, πέμπτον ζητείσθω τίς ἡ μεταξὺ ὁδός. ἕκτον ποῖον δεῖ εἶναι τὸν ἀκροατὴν κατὰ ζωὴν καὶ γνῶσιν. ἕβδομον ποῖον δεῖ εἶναι τὸν ἐξηγητήν· μηδὲ γὰρ οὗτος ἐκφευγέτω τὴν βάσανον διὰ τὸ ἀξίωμα τοῦ ἐξηγητοῦ, ἀλλ' εὐθύνας διδότω ὁποῖός ἐστιν. ὄγδοον τί τὸ εἶδος τῆς φράσεως αὐτοῦ. ἔνατον διὰ τί ἀσάφειαν ἐπετήδευσεν· οὐδὲ γὰρ ἦν φύσει τοιοῦτος, ὡς δηλοῦσιν αἱ ἐπιστολαὶ αὐτοῦ σαφεῖς οὖσαι καὶ οἱ τόποι καὶ τὰ Μετέωρα πάνυ σαφῆ ὄντα. δέκατον κεφάλαιον πόσα καὶ τίνα δεῖ προλαμβάνειν παντὸς Ἀριστοτελικοῦ βιβλίου.Ταῦτα πάντα τοῦ Πρόκλου λέγοντος δεῖν προλαμβάνειν ἀρχομένους τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐν τῆι συναναγνώσει (σύνταγμα δὲ τούτου Πρόκλειον), καὶ τὴν αἰτίαν μὴ προστιθέντος, φέρε ἡμεῖς ἐκ διαιρέσεως τινος [108] προσθῶμεν καὶ τὴν αἰτίαν. ἡ δὲ διαίρεσις πρόεισιν οὕτως περιέχουσα· ἡ Ἀριστοτέλους φιλοσοφία καὶ ὀνομάζεται καὶ ὑφέστηκε. καὶ ἐπειδὴ ὀνομάζεται, ζητοῦμεν πρῶιον διὰ τί οὕτως ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις καὶ διὰ τί Περιπατητικὴ ἡ τοῦ Ἀριστοτέλους ἐκλήθη φιλοσοφία. ἐπειδὴ δὲ ὑφέστηκεν, ἢ καθ' ἑαυτὴν ὑφέστηκε νόμωι τέχνης καὶ ἐπιστήμης ἢ πρὸς ἡμᾶς ὡς διδακτή. ἐπειδὴ οὖν καθ' ἑαυτὴν ὑφέστηκεν, ἢ ἀπὸ τῶν τελείων ἐπὶ τὰ ἀτελῆ καὶ μερικώτερα χωρεῖ ἢ ἀπὸ τῶν ἀτελῶν ἐπὶ τὰ τέλεια, καὶ ζητοπῦμεν τίς ἡ ἀρχή, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. καὶ οὕτως μὲν εἰ καθ' ἑαυτήν. εἰ δὲ πρὸς ἡμᾶς, ζητοῦμεν τίς ὁ ἀκροατὴς καὶ τίς ὁ ἐξηγητής. ἐπειδὴ δὲ διαιρέσεως συνταγμάτων ἐμνήσθημεν, ἐν δὲ τοῖς συντάγμασίν ἐστι καὶ λέξις καὶ διάνοια διὰ μὲν τὴν λέξιν ζητοῦμεν τί τὸ εἶδος τῆς φράσεως καὶ διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσε, διὰ δὲ τὴν διάνοιαν πόσα καὶ ποῖα δεῖ προλαμβάνειν κεφάλαια τῶν Ἀριστοτέλους συνταγμάτων. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.Πρῶτον κεφάλαιον ἦν τῶν περικλειόντων τὴν Ἀριστοτέλους φιλοσοφίαν τὸ ζητῆσαι κατὰ πόσους καὶ τίνας τρόπους ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις. καὶ δεῖ εἰδέναι ὅτι κατὰ ἑπτὰ τρόπους· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναικοὶ δι' Ἀρίστιππον τὸν Κυρηναῖον. ἀλλ' ἐπειδὴ οὐκ ἀκριβῶς δυνάμεθα παρακολουθεῖν τοῖς λεγομένοις, εἰ μὴ πρῶτον γνῶμεν τί ἐστιν αἵρεσις, φέρε πρότερον περὶ αὐτῆς εἴπωμεν. αἵρεσίς ἐστι ἀνδρῶν ἀστείων δόξα πρὸς μὲν ἑαυτοὺς συμφωνούντων πρὸς δὲ ἄλλους διαφωνούντων. καὶ καλῶς εἶπεν «ἀνδρῶν» καὶ οὐκ ἀνδρός· ἑνὸς γὰρ ἀνδρὸς δόξα αἵρεσιν οὐ ποιεῖ· θέσις γὰρ τότε γίνεται, ὡς ἡ Ἡρακλείτου ὅτι πάντα κινεῖται, ἡ Παρμενίδου ὅτι ἓν τὸ ὂν καὶ ἀκίνητον, ἡ Ἀντισθένους ὅτι οὐκ ἔστιν ἄντιλέγειν· θέσις γάρ ἐστι παράδοξος ὑπόληψις ἑνὸς τῶν κατὰ φιλοσοφίαν γνωρίμων. τὸ δὲ «ἀστείων» καὶ αὐτὸ καλῶς πρόσκειται, ἵν' ὦσιν ἀξιόλογοι καὶ ἐπιστήμονες· ἐὰν γὰρ ὦσιν εἰκαιολόγοι καὶ ἀγελαῖοι, οὐ ποιοῦσιν οὐδὲ τέχνην οὐδὲ ἐπιστήμην. «πρὸς ἑαυτοὺς συμφωνούντων καὶ πρὸς ἄλλους διαφωνούτων»· ἐὰν γὰρ καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἄλλους συμφωνῶσιν, οὐ ποιοῦσιν αἵρεσιν ἀλλὰ τὸ ἀντικείμενον τῆι αἱρέσει, τοῦτ' ἔστι κοινὴν ἔννοιαν· χαρακτηρίζει γὰρ τὴν αἵρεσιν συμφωνία μετὰ διαφωνίας, καὶ οὐκ ἐν τοῖς τυχοῦσιν ἀνθρώποις ἀλλ' ἐν ἀστείοις καὶ ἀξιολόγοις. καὶ ταῦτα μὲν περὶ τῆς αἱρέσεως. δεῖ δὲ εἰδέναι ὅτι κατὰ ἑπτὰ τρόπους ὀνομάζοντι αἱ κατὰ φιλοσοφίαν αἱρέσεις· ἢ γὰρ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί, ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς Κυρηναϊκοὶ δι' Ἀρίστιππον ἢ [109] Ἐρετριεῖς διὰ Μενέδημον τὸν Ἐρετριέα ἢ Μεγαρικοὶ διὰ Τερψίωνα καὶ Εὐκλείδην τοὺς Μεγαρεῖς, ὅθεν καὶ Μεγαρικὴ φιλοσοφία, ἢ Ἠλιακοὶ διὰ Φαίδωνα τὸν ἀπὸ τῆς Ἤλιδος. καὶ οὕτω μὲν ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατριοος.Ἤ ἀπὸ τοῦ τόπου, ἐν ὦι τὰς διατριβὰς ἐποιοῦντο, ὡς οἱ Στωικοὶ διὰ τὴν ἐν τῆι Ἀττικῆι ποικίλην στοάν, ἐν ἧι ἐπαίδευε χηνῶν ὁ Κιττιεύς, οὐχ ὁ Ἐλεάτης ὁ καὶ Παρμενίδειος ὁ ἀμφοτερόγλωσσος, περὶ οὗ εἴρηται
ἀμφοτερογλώττοιο μέγα σθένος οὐκ ἀλαπαδνὸνΖήνωνος.
ἀμφοτερόγλωσσος δ' ἐκλήθη οὐχ ὅτι διαλεκτικὸς ἦν, ὡς ὁ Κιττιεύς, καὶ τὰ αὐτὰ ἀνεσκεύαζε καὶ κατεσκεύαζεν, ἀλλ' ὅτι τῆι ζωῆι διαλεκτικὸς ἦν ἄλλα μὲν λέγων ἄλλα δὲ φρονῶν· ἐρωτηθεὶς γὰρ οὗτός ποτε ὑπό του τυράννου τίνες εἰσὶν οἱ μάλιστα ἐπιβουλεύοντες τῆι τυραννίδι αὐτοῦ, τοὺς δορυφόρους ἔδειξεν· ὁ δὲ πεισθεὶς καὶ ἀνελὼν αὐτοὺς διεφθάρη· ἀγαθὸν γὰρ ἐνόμισε τὸ ψεύσασθαι διὰ τὴν τοῦ τυράννου ἀναίρεσιν. καὶ τῶι οἰκείωι διδασκάλωι ποτὲ Παρμενίδηι ἓν λέγοντι τὸ ὂν καὶ τὸ εἶδος, ἐκ τῆς ἐνεργείας πολλὰ τὰ ὄντα, συντίθησιν ἐκ τεσσαράκοντα ἐπιχειρημάτων ὅτι ἓν τὸ ὄν, ἀγαθὸν νομίσας τῶι οἰκείωι συμμαχεῖν διδασκάλωι. καί ποτε πάλιν τῶι αὐτῶι συνηγορῶν διδασκάλωι ἀκίνητον λέγοντι τὸ ὄν, διὰ πέντε ἐπιχειρημάτων κατασκευάζει ὅτι ἀκίνητον τὸ ὄν· οἷς ἀντειπεῖν μὴ δυνηθεὶς Ἀντισθένης ὁ Κυνικὸς ἀναστὰς ἐβάδισε, νομίσας ἰσχυροτέραν εἶναι πάσης τῆς διὰ λόγων ἀντιλογίας τὴν διὰ τῆς ἐνεργείας ἀπόδειξιν. οὕτω μὲν καὶ ἀπὸ τοῦ τόπου τῆς συνουσίας.Ἤ ἀπὸ τῆς ἐν τοῖς φιλοσόφοις ἐπικρίσεως, ὡς οἱ ἐφεκτικοί· οὗτοι γὰρ ἀκαταληψίαν δοξάζοντες ἐπεῖχον τὰς λύσεις τῶν προτάσεων. ἐκλήθη δὲ καὶ τρίπους ἡ αἵρεσις αὐτῶν, ἐπειδὴ τριπλᾶς ἐποιοῦντο τὰς ἀποκρίσεις· ἐρωτώμενοι γὰρ ὅ τι ἡ ψυχή, θνητὴ ἢ ἀθάνατος, ἔλεγον ὅτι ἢ θνητὴ ἢ ἀθάνατος ἢ ἀμφότερα ἢ οὐδέτερον. ἐκλήθη δὲ καὶ ἀπορηματικὴ διὰ τὸ ἀπορεῖν μόνον καὶ μὴ ἐπιλύεσθαι. οὗτοι δὲ ἀντίκεινται τοῖς Πρωταγορείοις· οἱ γὰρ Πρωταγόρειοι τἀληθὲς ἐπρέσβευον, λέγοντες ὅτι τὸ δοκοῦν ἑκάστωι ἀληθές ἐστιν. ἐλέγχει δὲ ὁ Πλατῶν ἰδία ἑκατέρους, τοὺς μὲν ἐφεκτικοὺς ἐν τῶι Θεαιτήτωι λέγων πρὸς αὐτοὺς οὕτως· ὅτι «κατειληφότες λέγετε μὴ [110] εἶναι κατάληψιν ἢ μὴ κατειληφότες; καὶ εἰ μὲν κατειληφότες, ἰδοὺ ἔστι κατάληψις· εἰ δὲ μὴ κατειληφότες, οὐ πειθόμεθα ὑμῖν μὴ κατειληφόσιν ὅτι ἔστιν ἀκαταληψία». τοὺς τοὺς δὲ Πρωταγορείου ἐλέγχει ἐν τῶι Πρωταγόραι διαλόγωι λέγων οὕτως· ὅτι «ἡμεῖς, ὧ Πρωταγόρα, λέγοντές σε δοξάζειν κακῶς ἀληθεύομεν ἢ ψευδόμεθα; εἰ μὲν γὰρ ἀληθεύομεν, σὺ ψεύδηι, καὶ ἰδοὺ ἔστι τὸ ψεῦδος· εἰ δὲ ψευδόμεθα σοὺ ἀληθεύοντος, ἰδοὺ πάλιν ἔστι τὸ ψεῦδος. ψεύδηι οὖν, κἄν τε ἀληθεύηις κἄν τε ψεύδηι». καὶ ἐπάγει λέγων ὅτι Πρωταγόρας ψεύδεται, κἄν τε ἀληθεύηι κἄν τε ψεύδηται. ὁ δὲ Ἀριστοτέλης δι' ἑνὸς καὶ τοῦ αὐτοῦ ἐπιχειρήματος ἐλέγχει διὰ τὸ ἀξίωμα τῆς ἀντιφάσεως· εἰ γὰρ οἱ μὲν πάντηι ψευδῆ δοξάζουσιν οἱ δὲ πάντηι ἀληθῆ, ἀντίφασις τὸ τοιοῦτον, οὐδέποτε δὲ ἡ ἀντίφασις συναληθεύει· οὐδὲ γὰρ πάντως ἀληθῆ οὐδὲ πάντως ψευδῆ. ταύτης δὲ τῆς αἱρέσεως ἐνόμισάν τινες καὶ τὸν Πλάτωνα εἶναι διὰ τὸ κεχρῆσθαι διστακτικοῖς προσρήμασι, λέγοντα «δοκῶ μοι» καὶ «ἴσως» καὶ «τάχα» καὶ «ὑπολαμβάνω». ἀλλὰ ταῦτα μὲν ὁ Πλάτων δι' ἀκρίβειαν ἔλεγεν, οὔτε δὲ ὁ ἀκριβὴς πάντως ἐφεκτικὸς οὔτε ὁ ἐφεκτικὸς ἀκριβής. πλὴν οὐκ ἐφεκτικὸς ὁ Πλατῶν· ἔστι γὰρ πολλαχοῦ ἀκοῦσαι αὐτοῦ λέγοντος καὶ ἀποφαινομένου, ὅπηι ἔλεγεν ὡς κατὰ τὸν ποιητήν, ἐν μὲν τῶι Φαιδρῶι ὅτι ἡ ψυχὴ πᾶσα ἀθάνατος καὶ ἐν τῶι Φαίδωνι ὅτι ἀδαμαντίνοις δεῖ δεσμοῖς τὴν δόξαν ταύτην ἔχοντα περὶ τῆς ἀθανασίας τῆς ψυχῆς εἰς Ἅιδου ἰέναι, κἀν τοῖς Νόμοις ὅτι ἀληθέστερα τὰ νῦν λεγόμενα τοῦ τὴν Κρήτην νῆσον εἶναι (ἐν Κρήτηι γὰρ τὰς διατριβὰς ἐποιεῖτο· οὐ γὰρ ἠξίου ἔτι σκηνὰς τῶν αὑτοῦ διαλόγων ποιεῖσθαι τὰς Ἀθήνας διὰ τὰ συμβάντα ἐπὶ Σωκράτει), καὶ ἐν τῆι Πολιτείαι φησὶν ὅτι μισθωσώμεθα κήρυκα Στέντορος μεγαλοφωνότερον, ὅστις ἀναβὰς ἐφ' ὑψηλοῦ βήματος ἀναβοήσει ὡς ὁ μὲν δίκαιος εὐδαίμων, καὶ εἰ λάθηι πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο ἄδικος νομιζόμενος μαστιγοῖτο, ὁ δὲ ἄδικος ἄθλιος, καὶ εἰ λάθηι πάντας ἀνθρώπους τοιοῦτος ὢν καὶ διὰ τοῦτο δίκαιος νομιζόμενος τιμῶιτο ὑπὸ πάντων. ἐπεξέτεινα δ' ἂν τὰς χρήσεις τοῦ Πλάτωνος κατασκευαζούσας ὅτι οὐκ ἦν ἐφεκτικός, εἰ μὴ ὅτι πρόλογος νῦν Ἀριστοτελικῶν πρόκειται, οὐχὶ δὲ Πλατωνικῶν. [111]Πέμπτος τρόπος ἦν τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱφέσεων ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι. Κυνικοὶ δὲ ἐκλήθησαν διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ τὸ ἀδιάφορον τοῦ ζώιου, ἐπειδὴ καὶ αὐτοὶ ἀδιαφορίαι ἐπετήδευον ὡς οἱ κύνες δημοσίαι ἐσθίειν καὶ ἀφροδισιάζεθαι καὶ ἀνυπόδετοι περιπατεῖν καὶ ἐν πίθοις καὶ ἐν τριόδοις καθεύδειν. τοῦτο δὲ ἐποίουν τοῦ φύσει καλοῦ ὀρεγόμενοι· ἔλεγον γὰρ ὅτι εἰ ἀγαθόν ἐστι, δεῖ κοινῆι καὶ ἰδίαι πράττεσθαι, εἰ δὲ οὐκ ἔστιν ἀγαθόν, οὔτε κοινῆι οὔτε ἰδίαι αὐτὸ διαπρακτέον· οὐ γὰρ ἦν παρ' αὐτοῖς
ἀλλὰ τὸ μὲν φάσθαι τὸ δὲ ἐγκεκρυμμένον εἶναι,
ἀλλ' ἦν παρ' αὐτοῖς τὸ
εἰπὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδια ἔμπης.
αὕτη πρώτη αἰτία. δευτέρα αἰτία, ὅτι ἀναιδὲς ζῶιον ὁ κύων, ἐπετήδευον δὲ καὶ αὐτοὶ τὴν ἀναίδειαν, οὐ τὴν χείρονα τῆς αἰδοῦς ἀλλὰ τὴν κρείττονα· διττὴ γὰρ ἡ ἀναίδεια ἡ μὲν χείρων τῆς αἰδοῦς ἡ δὲ κρείττων,
ἥ τ' ἄνδρας μέγα σίνεται ἡ δ' ὀνίνησι.
ταύτην οὖν τὴν ἀναίδειαν ἐπετήδευον τὴν κρείττονα αἰδοῦς, οἷον ὑλακτοῦντες κατὰ τῶν ἀλλοτρίων τῆς αὑτῶν φιλοσοφίας. τρίτη αἰτία, ὅτι φρουρητικὸν ζῶιον ὁ κύων· ἐφρούρουν δὲ καὶ αὐτοὶ τὰ δόγματα τῆς φιλοσοφίας διὰ τῶν ἀποδείξεων καὶ μέγα ἐφρόνουν ἐπὶ τούτωι· φαίη γὰρ ἂν ἡ τύχη πρὸς Ἀντισθένην τὸν προστάτην τῆς αἱρέσεως ταύτης οὕτως
ἐννέα δὴ προέηκα τανυγλώχινας ὀ·ιστούς,τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα,
ὅτι, φησί, τοσαύτας αὐτῶι συμφορὰς ἐπήγαγον, καὶ οὐκ ἠδυνήθην αὐτοῦ καταβαλεῖν τὸ φρόνημα. αὕτη καὶ ἡ τρίτη αἰτία. τετάρτη δὲ ὅτι διακριτικὸν ζῶιον ὁ κύων γνώσει καὶ ἀγνοίαι τὸ φίλον καὶ τὸ ἀλλότριον ὁρίζον· ὃν γὰρ γινώσκει, νομίζει φίλον εἶναι, καὶ εἰ ῥόπαλον ἐπιφέροιτο, ὃν δ' ἀγνοεῖ, ἐχθρόν, καὶ εἰ δέλεαρ ἐπιφερόμενος εἴη· οὕτως οὖν καὶ οὗτοι τοὺς μὲν ἐπιτηδείους πρὸς φιλοσοφίαν φίλους ἐνόμιζον καὶ εὐμενῶς ἐδέχοντο, τοὺς δὲ ἀνεπιτηδείους ἀπήλαυνον δίκην κυνῶν κατ' αὐτῶν ὑλακτοῦντες. διὸ καὶ ὁ Πλατῶν ἐν τῶι Γοργίαι φησὶν ὅτι ἔχει τινὰ σοφίαν ὁ κύων διακρίνειν φίλον ἀπὸ ἐχθροῦ. καὶ τὸ διακρίνειν δὲ ἀλήθειαν καὶ ψεῦδος μόνου φιλοσόφου. οὕτως καὶ ὁ πέμπτος τρόπος.Ἔκτος δὲ τρόπος ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί· τέλος γὰρ τῶν ὄντων τὴν ἡδονὴν ἔλεγον· ὧν τῆς φιλοσοφίας κατῆρξεν Ἐπίκουρος, ὧι [112] συνήκμασεν ὁ Μένανδρος. οὗτοι δὲ οἱ Ἐπικούρειοι καὶ μέχρι τῶν οὐρανίων ἵστων τὴν πρόνοιαν, ἵνα μὴ πράγματα σχῆι τό θεῖον περιεργαζόμενον τὰ τῆιδε. μέμνηται δὲ τῆς δόξης ταύτης καὶ Μένανδρος ἐν τοῖς Ἐπιτρέπουσιν, ἥνικα φησιν
οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν,ὡς ἀγαθόν τε καὶ κακὸν καθ' ἡμέραννέμειν ἑκάστωι σμικρὸν ἦν;
οὗτοι ἔλεγον τέλος εἶναι τὴν ἡδονήν, οὐ τὴν αἰσχρὰν δῆθεν τὴν δι' ἀφροδισίων καὶ ἄλλων ἡδυπαθειῶν, ἀλλὰ τὴν ἀσχολίαν τῶν παθῶν καὶ καταστηματικήν, τὴν καθιστῶσαν τὴν ψυχὴν ὥστε μὴ πάσχειν αἰσχρόν τι πάθος· οὐδὲ γὰρ ἡδονὴ τέλος τῆς φύσεως· οὐδὲ γὰρ διὰ τοῦτο ἐνεργεῖ ἡ φύσις, ἵνα ἡδώμεθα, ἀλλὰ συνέπλεξεν ἡδονὴν τῆι ἐνεργεία οἷον δελεάσασα καὶ γοητεύσασα ἡμᾶς δι' αὐτῆς πρὸς τὸ ἐπίμοχθον τῶν ἐνεργειῶν· ἐπίμοχθον γὰρ μὴ πεινῶντα ἐσθίειν καὶ μὴ διψῶντα πίνειν. ἡ ἡδονὴ οὖν οὐκ ἔστι τέλος, ἀλλ' ἕπεται ἤτοι συμπλέκεται τῆι κατὰ φύσιν ἐνεργείαι, ὥσπερ ἡ σκιὰ τῶι ἐν φωτὶ βαδίζοντι. οὕτως καὶ ὁ ἕκτος τρόπος.Ἕβδομος τρόπος τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ὁ ὀνομασθεὶς ἀπό τινος συμβεβηκότος, ὡς οἱ Περιπατητικοὶ ἀπὸ τοῦ Πλάτωνος κατὰ περίπατον τὰς συνουσίας ποιουμένου διὰ τὸ ἅμα τῆι ψυχῆι τὸ σῶμα γυμνάζειν. καὶ τῶν ἀνθρωπίνων ἀναχωρήσαντος διαδέχεται τὴν σχολὴν αὐτοῦ Σπεύσιππος ὁ υἱὸς τῆς Πρωτώνης ἀδελφῆς τοῦ Πλάτωνος· οὐκ ἐτύγχανε γὰρ τηνικαῦτα παρὼν ὁ Ἀριστοτέλης· μετασταλεὶς γὰρ ἦν ὑπὸ Φιλίππου ἐν Μακεδονίαι ἐπὶ τῶι παιδεῦσαι τὸν υἱὸν αὐτοῦ Ἀλέξανδρον, ὃν παραλαβὼν οὕτως ἐπιμελῶς ἐπαίδευσε τὴν βασιλικὴν ἐπιστήμην ὡς ἐπιλέγειν τὸν Ἀλέξανδρον, ἡνίκα μηδένα ὠφέλησεν, ὅτι «σήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ εὐεργέτησα». καί ποτε τοῦ Ἀριστοτέλος εἰπόντος ὅτι ἄπειροι κόσμοι κατὰ Δημόκριτον, ἐπιδακρῦσαί φασι τὸν Ἀλέξανδρον, ὅτι οὐδ' ἑνὸς ὅλου κόσμου ἠδυνήθη ἐπικρατῆσαι. ἐκεῖθεν δὲ ὑποστρέψας ὁ Ἀριστοτέλης διαδέχεται τὴν σχολὴν τοῦ Σπευσίππου σὺν Ξενοκράτει, καὶ ἀμφότεροι ἐλέγοντο Περιπατητικοὶ τοῖς τόποις διαφέροντες· οἱ μὲν γὰρ ἐκαλοῦντο Λύκειοι Περιπατητικοί, ὡς οἱ Ἀριστοτελικοί, οἱ δὲ ἄλλοι Ἀκαδημαϊκοὶ Περιπατητικοί, ὡς οἱ τοῦ Ξενοκράτους. τῶι χρόνωι δέ, οἷ συμβαίνει, ἐξέλιπε <τῶν> μὲν τὸ ὄνομα τοῦ τόπου καὶ ἐκαλοῦντο Περιπατητικοὶ χωρὶς τοῦ [113] Λύκειοι. τῶν δὲ Ξενοκρατείων τὸ τῆς ἐνεργείας ὄνομα ἐξέλιπε καὶ ἐκαλοῦντο Ἀκαδημαϊκοὶ. Περιπατητικοὶ οὖν ἐκαλοῦντο, οὐχ ὅτι κατὰ περίπατον ἐξηγοῦντο, ἀλλ' ὅτι διεδέξαντο τὴν σχολὴν τοὐ Πλάτωνος, διὰ μέσου Σπευσίππου, κατὰ περίπατον ποιουμένου τὰς ἐξηγήσεις.Οὗτοί εἰσιν οἱ ἑπτὰ τρόποι τῆς ἐπωνυμίας τῶν κατὰ φιλοσοφίαν αἱρέσεων. προσθῶμεν δὲ καὶ ἡμεῖς καὶ τὴν αἰτίαν τοῦ εἶναι ἑπτὰ μόνον τοὺς τρόπους καὶ μήτε πλείονας μήτε ἐλάττονας. δεῖ εἰδέναι ὅτι ὠνομάσθησαν αἱ κατὰ φιλοσοφίαν αἱρέσεις ἢ ἀπὸ τύχης, ὡς Περιπατητικοί, ἢ ἀπὸ διανοίας, ἢ ἀπὸ περιστατικοῦ ἢ ἀπὸ προηγουμένου, καὶ ἀπὸ περιστατικοῦ ἢ ὀνόματος ἢ τόπου. καὶ εἰ μὲν ὀνόματος, ὡς Πλατωνικοί, εἰ δὲ τόπου, ἢ χωριστοῦ ἢ ἀχωρίστου. καὶ εἰ μὲν ἀχωρίστου, ποιεῖ τὴν τῆς πατρίδος ἐπωνυμίαν, εἰ δὲ χωριστοῦ, ποιεῖ τὴν ἀπὸ τόπου ἐπωνυμίαν. ἀπὸ δὲ προηγουμένου ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ Ἡδονικοί, ἢ ἀπὸ τῆς πρὸ τέλους κατασκευῆς, καὶ ταύτης ἢ γνωστικῆς ἢ ζωτικῆς. καὶ εἰ μὲν γνωστικῆς, ποιεῖ τοὺς ἐφεκτικούς, εἰ δὲ ζωτικῆς, ποιεῖ τοὺς Κυνικούς. ταῦτα καὶ περὶ τῆς αἰτίας τῶν ἐπωνυμιῶν.Δεύτερον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ εἰπεῖν τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων χιλίων ὄντων τὸν ἀριθμόν, ὡς Ἀνδρόνικος παραδίδωσιν ὁ † ποίτου ἑνδέκατος γενόμενος διάδοχος. τῶν τοίνυν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν εἰσι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ μεταξύ. μερικὰ δὲ λέγονται οὐχ ἁπλῶς τὰ πρὸς ἕνα γεγραμμένα δυνατὸν γὰρ καὶ καθολικὸν πρᾶγμα πρὸς ἕνα γράψαι· οὕτω γοῦν ἡ Περὶ κόσμου πραγματεία καθολικὴ οὖσα προσπεφώνηται Ἀλεξάνδρωι τῶι βασιλεῖ), ἀλλὰ μερικὰ λέγω ὅσα περὶ ἑνὸς καὶ μερικοῦ καὶ πρὸς ἕνα, ὥσπερ αἱ ἐπιστολαὶ αὐτοῦ· αἱ γὰρ ἐπιστολαὶ πρὸς ἕνα εἰσὶ γεγραμμέναι, ἃς ἐν ὀκτὼ βιβλίοις συνήγαγεν Ἀρτέμων τις μετὰ Ἀριστοτέλην γενόμενος. καὶ καθόλου δὲ λέγονται ὅσα περὶ πάντων τῶν μονοειδῶν διαλαμβάνει, ὡς ἡ Φυσικὴ ἀκρόασις φυσικῶν πάντων καὶ ἡ Περὶ οὐρανοῦ καὶ τὸ Περὶ γενέσεως καὶ φθορᾶς καὶ τὰ Μετέωρα πάντων τῶν ἐν τῶι μεταρσίωι τόπωι ἱσταμένων. τὰ δὲ μεταξὺ ὅσα μήτε ἑο περὶ πάντων μήτε περὶ ἑνὸς ἀλλὰ περὶ πλειόνων διαλέγεται, ὡς ἡ ἱστορία. διττὴ δὲ αὕτη, ἡ μὲν πολιτικὴ ὡς αἱ Πολιτεῖαι, ἃς ἱστόρησεν ἐκ τοῦ πολλὴν γῆν περιελθεῖν ἅμα Ἀλεξάνδρωι τῶι βασιλεῖ, ἃς ἐκδέδωκε κατὰ στοιχεῖον διακοσίας πεντήκοντα οὔσας τὸν ἀριθμόν, ἡ δὲ φυσικὴ ὡς ἡ Περὶ φυτῶν καὶ ζώιων ἱστορία. [114] .Τῶν δὲ καθόλου τὰ μέν εἰσιν ὑπομνηματικὰ τὰ δὲ συνταγματικά. καὶ ὑπομνηματικὰ μὲν λέγονται ἐν οἷς μόνα τὰ κεφάλαια ἀπεγράφησαν δίχα προοιμίων καὶ ἐπιλόγων καὶ τῆς πρεπούσης ἐκδόσεσιν ἀπαγγελίας. τὸ δὲ τοῦ ὑπομνήματος ὄνομα παρὰ Πλάτωνι κεῖται ἐν τῆι Ἐπινομίδι συνόψει οὔσηι τῶν νόμων· φησὶ γὰρ ἐκεῖ περὶ τῶν νόμων ἀνεκδότων μεινάντων «ὡς ἄρα φθάνουσί τινες ὑπομνήματα αὐτῶν εἰληφότες». διὸ οὐδὲ δεῖ ἐκ τῶν ὑπομνηματικῶν πιστοῦσθαι τὰς Ἀριστοτέλους δόξας ὡς διόρθωσιν ὑπομεινάντων. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ τὰ δὲ ποικίλα, μονοειδῆ μὲν ὡς ἐνομίσθη τὸ Περὶ ἑρμηνείας ὑπομνηματικὸν διὰ τὴν ἀσάφειαν, πρὶν γράψαι τὸν φιλόσοφον Ἀμμώνιον εἰς αὐτὸ ὑπόμνημα καὶ δεῖξαι ὅτι καὶ προοίμιον ἔχει καὶ ἐπιλόγους καὶ τὴν πρέπουσαν τῆι ἐκδόσει ἀπαγγελίαν, τὰ δὲ ποικίλα ὡς τὰ πρὸς εὐκαίριον αὐτῶι γεγραμμένα ἑβδομήκοντα βιβλία Περὶ συμμίκτων ζητῆι μάτων χωρὶς προοιμίων καὶ ἐπιλόγου καὶ τῆς διαιρέσεως.Τῶν δὲ συνταγματικῶν τὰ μέν εἰσιν αὐτοπρόσωπα, ἃ καὶ ἀκροαματικὰ λέγονται, τὰ δὲ διαλογικά, ἃ καὶ ἐξωτερικὰ λέγονται. καὶ ὡς μὲν αὐτοπρόσωπα ἀντίκεινται τοῖς διαλογικοῖς, ὡς δὲ ἀκροαματικὰ ἀντίκεινται τοῖς ἐξωτερικοῖς· πάντας γὰρ ἀνθρώπους ὠφελεῖν βουλόμενος ὁ Ἀριστοτέλης ἔγραψε καὶ πρὸς τοὺς ἐπιτηδείους τῆς φιλοσοφίας ἐξ οἰκείου προσώπου διὸ καὶ ἀκροαματικὰ λέγονται, ὡς δέον αὐτῶν πάντως ἀκροάσασθαι· ὅθεν καὶ Φυσικὴ ἀκρόασις, ἐπειδὴ εὐδοκιμεῖν δοκεῖ ὁ Ἀριστοτέλης μάλιστα ἐν αὐτῆι καὶ δέον αὐτῆς πάντως ἀκροάσασθαι τοὺς ἔχοντας ἐπὶ φιλοσοφίαν), ἔγραψε δὲ καὶ πρὸς τοὺς ἀνεπιτηδείους πρὸς φιλοσοφίαν τὰ διαλογικά καὶ ἐν μὲν τοῖς ἀκροαματικοῖς ἃτε δὴ πρὸς ἄνδρας μέλλοντας φιλοσοφεῖν διαλεγόμενος <ἀνροαματικοῖς ἐν δὲ τοῖς διαλογικοῖς> πιθανοῖς κέχρηται λόγοις. κατασκευάζων δὲ τὴν ἀθανασίαν τῆς ψυχῆς κἀν τοῖς ἀκροαματικοῖς δι' ἀναγκαστικῶν λόγων κατασκευάζει, ἐν δὲ τοῖς διαλογικοῖς διὰ πιθανῶν εἰκότων· φησὶ γὰρ ἐν τοῖς Περὶ ψυχῆς ἀκροαματικοῖς ὅτι ἡ ψυχὴ ἄφθαρτος· εἰ γὰρ ἦν φθαρτή, ἔδει μάλιστα αὐτὴν φθείρεσθαι ὑπὸ τῆς ἐν τῶι γήραι ἀμαυρώσεως· τότε δὲ ἀκμάζει τοῦ σώματος παρακμάσαντος, ὥσπερ οὖν παρακμάζει ὅτε τὸ σῶμα ἀκμάζει· τὸ δὲ ὅτε δεῖ φθείρεσθαι ἀκμάζον ἄφθαρτον· ἡ ψυχὴ ἄρα ἄφθαρτός ἐστι. καὶ οὕτως μὲν ἐν τοῖς ἀκροαματικοῖς. ἐν δὲ τοῖς διαλογικοῖς φησιν οὕτως· ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπειδὴ αὐτοφυῶς [115] πάντες οἱ ἄνθρωποι καὶ σπένδομεν χοὰς τοῖς κατοιχομένοις καὶ ὄμνυμεν κατ' αὐτῶν, οὐδεὶς δὲ τῶι μηδαμῆι μηδαμῶς ὄντι σπένδει ποτὲ ἢ ὄμνυσι κατ' αὐτοῦ. ὁ δὲ Ἀλέξανδρος ἄλλην διαφορὰν λέγει τῶν ἀκροαματικῶν πρὸς τὰ διαλογικά, ὅτι ἐν μὲν τοῖς ἀκροαματικοῖς τὰ δοκοῦντα αὐτῶι λέγει καὶ τὰ ἀληθῆ, ἐν δὲ τοῖς διαλογικοῖς τὰ ἄλλοις δοκοῦντα, τὰ ψευδῆ. ἀλλ', ὦ Ἀλέξανοδρε, ἔστιν εἰπεῖν πρὸς αὐτόν, ὅτι οὐκ ἔστιν τοῦτο φιλοσόφου· τὸ γὰρ ψεῦδος μὲν ἑλέσθαι, ἀφανίσαι δὲ τὸ ἀληθές, οὐχὶ θεμιτόν·
ἐχθρὸς γάρ μοι κεῖνος ἀνὴρ ὁμῶς Ἀίδαο πύληισιν,ὅς χ' ἕτερον μὲν κεύθηι ἐνὶ φρεσὶν ἄλλο δ' ἐνίσπηι.
τοῦτο δὲ εἶπεν ὁ Ἀλέξανδρος, ἐπειδὴ τὴν λογικὴν ψυχὴν βούλεται φθαρτὴν εἶναι, ὁ δὲ Ἀριστοτέλης ἐν τοῖς διαλογικοῖς μάλιστα δοκεῖ κηρύττειν τὴν ἀθανασίαν τῆς ψυχῆς· ἵνα οὖν μὴ σχῆι ἐλέγχοντα τὸν Ἀριστοτέλην, διὰ τοῦτο εἶπε τὴν τοιαύτην διαφοράν. ἐν οἷς ἡ πρᾶξις.Ἡ διαίρεσις τῶν αὐτοπροσώπων κατὰ τὴν διαίρεσιν γίνεται τῆς φιλοσοφίας προστιθεμένου τοῦ λογικοῦ ἤτοι ὀργανικοῦ· τῆς γὰρ φιλοσοφίας εἰς δύο διαιρουμένης τὰ αὐτοπρόσωπα εἰς τρία διαιρεῖται· τούτων γὰρ τὰ μέν εἰσι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ λογικὰ ἤτοι ὀργανικά. καὶ ἕκαστον τούτων εἰς τρία διαιρεῖται· τὰ γὰρ θεωρητικὰ εἰς τρία διαιροῦνται, εἰς φυσιολογικὸν μαθηματικὸν θεολογικόν, τὰ δὲ πρακτικὰ εἰς ἠθικὰ οἰκονομικὰ πολιτικά, τὰ δὲ λογικὰ εἰς τὰ πρὸ τῆς μεθόδου εἰς αὐτὴν τὴν μέθοδον καὶ εἰς τὰ ὑποδυόμενα τὴν μέθοδον. τὰ οὖν φυσικὰ τοῦ Ἀριστοτέλους ἢ περὶ τῶν σωματικῶν ἐστιν ἢ περὶ τῶν ἀσωμάτων. καὶ εἰ μὲν περὶ ἀσωμάτων, ἢ περὶ τῶν χειρόνων τῶν σωμάτων ἢ περὶ τῶν κρειττόνων. καὶ εἰ μὲν περὶ τῶν κρειττόνων τῶν σωμάτων, ὡς ἡ Περὶ τῆς ψυχῆς αὐτοῦ πραγματεία ἡ γὰρ ψυχὴ κρείττων τοῦ σώματος πέφυκεν εἶναι), εἰ δὲ περὶ χειρόνων τοῦ σώματος, ὡς τὰ Περὶ τῶν χρωμάτων αὐτοῦ ζητήματα· τὰ γὰρ χρώματα χείρω τῶν σωμάτων καθέστηκε, καθότι ἐν αὐτοῖς ἔχει τὸ εἶναι. ἡ δὲ περὶ τὰ σώματα αὐτοῦ φυσιολογία ἢ περὶ τὰ ὑπὲρ τὴν σελήνην, ὡς τὰ οὐράνια σώματα καὶ ἡ περὶ τούτων ζήτησις, περὶ γαλαξίου περὶ ἄστρων περὶ ἡλίου καὶ σελήνης, ἢ περὶ τῶν ὑπὸ σελήνην, καὶ τούτων ἢ περὶ τὰ καθόλου τῆς τῶν σωμάτων φύσεως, ὡς τὰ Περὶ γενέσεως καὶ φθορᾶς ζητήματα, ἢ περὶ τῶν μερικῶν. καὶ εἰ μὲν μερικῶν, ἢ ἐμψύχων ἢ ἀψύχων. καὶ εἰ μὲν ἐμψύχων, ἡ αἰσθητικῶν ἢ ἀναισθήτων. καὶ εἰ μὲν περὶ ἀναισθήτων ἐμψύχων, ὡς τὰ Περὶ φυτῶν αὐτοῦ ζητήματα, εἰ δὲ αἰσθητικῶν, καὶ τούτων πάλιν ἢ περὶ τῶν καθόλου, ὡς αἱ Περὶ τῶν ζώιων αὐτοῦ ἱστορίαι, ἔνθα διαλέγεται περὶ τῶν ἐν τοῖς ζώιοις παθημάτων, περὶ γήρους καὶ [116] νεότητος, περὶ αὐξήσεως καὶ μειώσεως ταῦτα γὰρ καθόλου εἰσὶ καὶ πᾶσι τοῖς ζώιοις ὑπάρχει), ἢ αὖ κατ' ἰδίαν, ὡς Περὶ τῆς καθ' ὕπνον μαντικῆς· αὕτη γὰρ μόνοις τοῖς ἀνθρώποις ὑπάρχει. εἰ δὲ πάλιν περὶ τῶν ὑπὸ σελήνην αὐτοῦ φυσιολογικῶν ζητημάτων, τὰ μὲν ὑπὲρ τὴν γῆν ἐστι τὰ δὲ ἐν τῆι γῆι τὰ δὲ ὑπὸ τὴν γῆν· καὶ εἰ μὲν ὑπὲρ τὴν γῆν, ὡς τὰ Μετεωρολογικὰ αὐτοῦ, ἔνθα διαλέγεται περὶ τῆς καπνώδους ἀτμίδος καὶ αὐχμηρώδους, περὶ βροντῆς τε καὶ ἀστραπῆς καὶ νεφῶν καὶ περὶ τῶν διαιττόντων κομητῶν, δαλῶν τε καὶ αἰγῶν καὶ τῶν ἄλλων εἰδῶν, εἰ δὲ ἐν τῆι γῆ, ὡς ἡ Περὶ θαλασσῶν καὶ ποταμῶν καὶ πηγῶν πραγματεία, εἰ δὲ περὶ τῶν ὑπὸ τὴν γῆν, ὡς ἡ Περὶ τῶν σεισμῶν καὶ χασμάτων αὐτοῦ ζήτησις. καὶ ταῦτα μὲν περὶ τῆς φυσιολογικῆς τοῦ Ἀριστοτέλους. τὰ δὲ μαθηματικὰ αὐτοῦ ὡς τὰ Ὀπτικὰ καὶ Μηχανικὰ αὐτῶι βιβλία γεγραμμένα, θεολογικὰ δὲ ὡς τὰ Μετὰ τὰ φυσικὰ περὶ ἀρχῆς ζητήματα. αὕτη μὲν ἡ διαίρεσις τῶν θεωρητικῶν.Τῶν δὲ πρακτικῶν τὰ μέν εἰσιν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά. ἠθικὰ μὲν ὡς τὰ Εὐδήμεια καὶ Νικομάχεια τά τε μικρὰ καὶ τὰ μεγάλα· τὰ μὲν γὰρ τῶι πατρὶ προσφωνεῖ Νικομάχωι καὶ λέγοντι Νικομάχεια μεγάλα, τὰ δὲ τῶι υἱῶι ὁμωνύμωι τῶι πατρὶ καὶ λέγονται Νικομάχεια μικρά. πολιτικὰ δὲ ὡς τὸ Πολιτικὸν σύνταγμα, ἐν ὧι διδάσκει πῶς δεῖ πολιτεύεσθαι. κἀν τῶι δευτέρωι λόγωι τοῦ Πολιτικοῦ ἀντιλέγει τῆι Πολιτείαι Πλάτωνος ἅτε ὁμοστοίχωι οὔσηι τῆι πολιτείαι· ἐν γὰρ ταῖς Πολιτείαις οὐ διδάσκει πῶς δεῖ πολιτεύεσθαι, ἀλλὰ πῶς οἱ πρὸ αὐτοῦ ἐπολιτεύσαντο ἄνθρωποι. ἀλλὰ μὴν καὶ οἰκονομικά εἰσιν αὐτῶι γεγραμμένα βιβλία, ὡς τὸ οἰκονομικὸν σύνταγμα καὶ Περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός, ἐν ὧι λέγει ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι τὸν εὖ ἔχοντα οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα καὶ ὡς εἴρηται ἡμῖν ἐν τοῖς τῆς Πορφυρίου Εἰσαγωγῆς προλεγομένοις. αὕτη καὶ ἡ τοῦ πρακτικοῦ διαίρεσις.Το δὲ λογικὸν καὶ αὐτὸ εἰς τρία διαιρεῖται, εἰς τὰ πρὸ τῆς ἀποδείξεως ἤγουν μεθόδου καὶ εἰς αὐτὴν τὴν ἀπόδειξιν καὶ εἰς τὰ ὑποδυόμενα τὴν ἀπόδειξιν. καὶ τὰ μὲν πρὸ τῆς μεθόδου καὶ τῆς ἀποδείξεως εἰσιν αἵ τε Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας καὶ τὰ Πρότερα ἀναλυτικά, τὰ δὲ αὐτὴν τὴν μέθοδον τῆς ἀποδείξεως διδάσκοντά εἰσι τὰ Δεύτερα ἀναλυτικά, τὰ δὲ ὑποδυόμενα αὐτὴν τὴν ἀπόδειξίν εἰσι τὰ τοπικά, αἱ «Ρητορικαὶ τέχναι, οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ τὸ Περὶ ποιητικῆς· πέντε γάρ εἰσιν εἴδη τῶν συλλογισμῶν, [117] ἀποδεικτικὸς διαλεκτικὸς ῥητορικὸς σοφιστικὸς ποιητικός. καὶ εἰκότως, ἐπειδὴ καὶ αἱ προτάσεις ὅθεν λαμβάνονται πέντε εἰσίν· ἢ γὰρ πάντηι ἀληθεῖς εἰσιν αἱ προτάσεις καὶ ποιοῦσι τὸν ἀποδεικτικόν. ἢ πάντηι ψευδεῖς καὶ ποιοῦσι τὸν ποιητικὸν τὸν μυθώδη, ἢ πῆι μὲν ἀληθεῖς πῆι δὲ ψευδεῖς, καὶ τοῦτο τριχῶς· ἢ γὰρ μᾶλλον ἀληθεύει ἧττον δὲ ψεύδεται καὶ ποιεῖ τὸν διαλεκτικὸν συλλογισμόν, ἡ πλέον ἔχει τὸ ψεῦδος τοῦ ἀληθοῦς καὶ ποιεῖ τὸν σοφιστικόν, ἢ ἐπίσης ἔχει τὸ ἀληθὲς τῶι ψεύδει καὶ ποιεῖ τὸν ῥητορικόν. ὅθεν καὶ στάσεις παρὰ μόνοις τοῖς ῥήτορσι διὰ τὸ ἐξισάζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἣν γὰρ ἐκτελεῖ χρείαν ἡ στάθμη τῶι τέκτονι διακρίνουσα τὰ εὐθέα ἀπὸ τῶν καμπύλων καὶ παρὰ τοῖς οἰκοδόμοις τὸ βαρύλλιον διακρῖνον τὰ ὀρθὰ ἀπὸ τῶν κεκλιμένων, οὓτω ἡ λογικὴ ὄργανον οὖσα τῆς φιλοσοφίας διακρίνει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἵνα μὴ ψευδῆ δοξάσωμεν μηδὲ κακὰ διαπραξώμεθα. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.Ἐπειδὴ πολλὰ ὄντα τὰ Ἀριστοτελικὰ βιβλία ἔγνωμεν διὰ ἰῆς διαιρέσεως καὶ διὰ τοῦτο οὐκ ἴσμεν τί μὲν πρῶτον τί δὲ μετέπειτα τί δὲ ὑστάτιον μεταχειρισώμεθα, φέρε τρία τινὰ ζητήσωμεν, τίς ἡ ἀρχὴ τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τί τὸ τέλος, τίς ἡ μεταξὺ ὁδός. ταῦτα δὲ ζητοῦμεν οὐ μόνον διὰ τὸ πλῆθος αὐτῶν ἀλλὰ καὶ διὰ τὴν διαφωνίαν τῶν ἀρχαίων· οἱ μὲν γὰρ ἔλεγον ὅτι δεῖ ἀπὸ τῆς φυσικῆς ἄρξασθαι, οἱ δὲ ἀπὸ τῆς λογικῆς, ἄλλοι δὲ ἀπὸ τῆς ἠθικῆς, ἕτεροι δὲ ἀπὸ τῆς μαθηματικῆς· Βοηθὸς γὰρ ὁ Σιδώνιος ἀπὸ τῆς φυσικῆς λέγει, Ἀνδρόνικος δὲ ὁ Ῥόδιος ὁ Περιπατητικὸς ὁ ἑνδέκατος διάδοχος τῆς Ἀριστοτέλους σχολῆς ἀπὸ τῆς λογικῆς ἔλεγε, τῶν δὲ Πλατωνικῶν οἷ μὲν ἀπὸ τῆς ἠθικῆς οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν. καὶ πάντες τὰς οἰκείας δόξας κατεσκεύαζον· οἱ γὰρ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι ἔλεγον ὅτι δεῖ πρότερον κοσμῆσαι τὰ ἠθικὰ προκαθάραντας τὴν ψυχὴν ἀπὸ τῶν μοχθηρῶν ἠθῶν, ἵνα καθαρὰ οὖσα καθαρᾶι προσομιλήσηι τῆι φιλοσοφίαι· «μὴ καθαρὸν γὰρ καθαρῶν ἐφάπτεσθαι οὐχὶ θεμιτόν» κατὰ τὴν Πλάτωνος φωνήν, ὡς καὶ οἱ ἰατρικοί φασι «τὰ ῥῆ καθαρὰ τῶν σωμάτων ὁκόσα ἄν θρέψηις, μᾶλλον ἂν βλάψοις ὕλην ὑποβάλλων τῆι κακοχυμίαι», καὶ ὡς οὐκ ἔστιν ὄψει λημώσηι ἢ φλεγμαινούσηι ἀκριβολογήσασθαι τὰ ὁρατά, οὕτω καὶ ὁ τοῖς μοχθηροῖς δόγμασι προκατειλημμένος τὴν ψυχὴν ἐπιχειρῶν διδάσκειν μείζονας ἀρχὰς αὐτῆι ψευδοδοξίας [118] παρέχει, καὶ ἀπαίδευτος οὐχ ὁ μηδὲν εἰδὼς ἀλλ' ὁ τὸν ἐν αὑτῶι παῖδα μὴ καταστείλας· ἔστι γὰρ παῖς ἐν ἡμῖν καὶ γέρουσιν οὖσι, τοῦτ' ἔστιν ἡ ἄλογος ψυχή, ἣν δεῖ παιδεύειν· ὅθεν καὶ παιδεία εἴρηται ἡ ἀναγωγὴ ὡς τοῦ ὲν ἡμῖν παιδὸς οὖσα καταστολή, καὶ πεπαιδευμένος παρὰ Πλάτωνι οὐχ ὁ πολλὰ εἰδὼς καὶ ῥέων χρήσεις ἀλλ' ὁ τὸν ἐν αὑτῶι παῖδα κατεσταλμένον ἔχων· διό φησιν αὐτὸς ὅτι «φιλόσοφον ἐγὼ καλῶ τὸν εὖ ζῶντα, κἂν μήτε γράμματα μήτε νεῖν ἐπίσταται», τὰ περισπούδαστα τοῖς Ἀθηναίοις, γράμματα μὲν διὰ τὴν σοφίαν, νεῖν δὲ διὰ τὸ ναυμαχεῖν. οὕτως μὲν οὗτοι.Οἱ δὲ ἀπὸ τῆς φυσικῆς λέγοντες <δεῖν> ἄρχεσθαι ἔλεγον ὅτι τὰ μαλακώτερά εἰσιν ὡς σύντροφα ἐκ παίδων ψηλαφώμενα ὑφ' ἡμῶν, οἷον σάρκες φλέβες νεῦρα, καὶ ὅτι οἱ ἰατροὶ ἀρχόμενοι τῆς θεραπείας ἀπὸ τῶν μαλακωτέρων ἄρχονται φαρμάκων, ὅτι μάλιστα δοκεῖ Ἀριστοτέλης εὐδοκιμεῖν ἐν ταῖς φυσικαῖς αὐτοῦ πραγματείαις. οὕτως καὶ οὗτοι. οἱ δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῶν μαθηματικῶν ἄρχεσθαί φασιν ὅτι δεῖ ταῦτα πρῶτον ἀναγινώσκειν διὰ τὸ θάρρος τῶν ἀποδείξεων (ταῦτα γὰρ κυρίως μανθάνομεν, τὰ δὲ εἰκάζομεν ἤπερ μανθάνομεν), καὶ ὅτι ἐν τούτοις διδασκόμεθα πῶς δεῖ μανθάνειν, ὅτι γραμμικαῖς ἀνάγκαις, οὐκ ἀξιοπιστίαι προσώπων ἀναπαυούμενοι, καὶ διὰ Πλάτωνα ἐπιγράψαντα πρὸ τοῦ μουσείου «ἀγεωμέτρητος μηδεὶς εἰσίτω.»Οί δὲ λέγοντες ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι ἔφασκον ὅτι ὄργανον ἡ λογικὴ καὶ δεῖ πρῶτον εἰδέναι τὸ ὄργανον καὶ εἶθ' οὕτως ποῦ δεῖ χρήσασθαι τῶι ὀργάνωι· οὕτω γὰρ καὶ ἐπὶ βαναύσων τεχνῶν ἔχει· ὁ γὰρ φοιτήσας εἰς τέκτονα πρῶτον μανθάνει τὰ ὄργανα, οἷον τρύπανον τέρετρον, καὶ εἶθ' οὕτως ἄρχεται αὐτῆς τῆς τεκτονικῆς. οὕτως μὲν οὖν καὶ οὗτοι. φέρε δὲ ἡμεῖς εἴπωμεν τἀληθὲς πόθεν δεῖ ἄρχεσθαι. ἔδει τοίνυν ἄρχεσθαι ἡμᾶς ἀπὸ τῆς ἠθικῆς διὰ τοὺς λέγοντας δεῖν ἀπὸ τῆς ἠθικῆς ἄρχεσθαι· τούτων γὰρ δριμύτερον οὐδὲν ἔχομεν. ἀλλ' ἐπειδὴ διδασκόμεθα τὰ ἤθη οὐκ ἐκ συνηθείας καθάπερ τὰ πληγῆι νεμόμενα ζῶια, δεῖν ἄρχεσθαι ἀπὸ τῆς λογικῆς, μηδὲ οὕτως ἀμελήσαντας τῶν ἠθῶν ἀλλ' ἁμωσγέπως αὖ κοσμήσαντας διὰ παραινέσεων ἐγγράφων ἢ ἀγράφων, οἷαί εἰσιν αἰ Ἰσοκράτους, ἵν' ἕτοιμον εὕροι ὁ λόγος τὸ ὅ τι ἀκριβῶς ἐπαγιώθη ἐν αὐτῶι· ἰστέον γὰρ ὅτι τῆς φιλοσοφίας εἰς τὸ θεωρητικὸν καὶ τὸ πρακτικὸν διαιρουμένης καὶ τοῦ μὲν θεωρητικοῦ περὶ τὸ ἐν λόγοις ἀληθὲς καὶ ψεῦδος καταγινομένου τοῦ δὲ πρακτικοῦ περὶ τὸ ἐν πράξει ἀγαθὸν καὶ κακόν, παρῆλθεν ὁ συλλογισμὸς ὄργανον κοσκίνου δίκην οἷον ἐκλογῆς καὶ ἀπεκλογῆς, ἵν' ἐν μὲν [119] θεωρίαι ἐκλέξηται τὸ ἀληθὲς ἐν δὲ πράξει τὸ ἀγαθόν, ἀπεκλέξηται δὲ καὶ τὸ ψεῦδος καὶ τὸ κακόν, ἵνα μήτε ψευδῆ δοξάσωμεν μήτε κακὰ διαπραξώμεθα. καὶ εἰ ἦν ἐν τοῖς Πλάτωνος χρόνοις ἡ διαλεκτική, οὐκ ἄν ἐπέγραψεν ὁ Πλατῶν πρὸ τοῦ οἰκείου μουσείου «ἀγεωμέτρητος μηδεὶς εἰσίτω», ὁπότε καὶ οὗτος ἐνεδείξατο τὴν δύναμιν αὐτῆς ἐν τῶι Σοφιστῆι λέγων «γύμναζε σαυτὸν διὰ τῆς καλουμένης παρὰ πολλοῖς ἀδολεσχίας, ἕως ἔτι νέος εἶ, ἐπεὶ διαφεύξεταί σε τάληθές», ἀδολεσχίαν καλέσας τὴν ἀποστασίαν τῶν πραγμάτων ἤγουν τὴν λογικήν· καὶ γὰρ Ἀριστοτέλης ἐν ἰῆι λογικὴ ἀντὶ τῶν πραγμάτων εἰσφέρει ταῦτα τὰ στοιχεῖα, ἄλφα βῆτα γάμμα, καὶ διὰ τούτων διδάσκει τὰς συμπλοκὰς τῶν συλλογισμῶν· διὸ συνεχῶς αὐτοῖς χρώμενος ἐν τῆι λογικῆι οἷον ἀδολεσχίαν τινὰ ποιεῖ ἑκάστοτε τὰ αὐτὰ λέγων. ταῦτα καὶ ἡμεῖς καὶ πόθεν δεῖ ἄρχεσθαι εἴπωμεν. ἐν οἷς ἡ πρᾶξις.Ἐπειδὴ ἔδειξεν ἡμῖν ὁ λόγος ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι προκοσμήσαντας τὰ ἤθη, ἵνα καθαροὶ ὄντες καθαρᾶι προσομιλήσωμεν τῆι φιλοφίαι, ἔτι δὲ τῆς φιλοσοφίας διαιρουμένης εἴς τε τὸ θεωρητικὸν καὶ πρακτικὸν ἡ λογικὴ οἷα κόσκινόν τι οὖσα, ὡς προείπομεν, ἐκλέγεται ἀπὸ μὲν τοῦ θεωρητικοῦ τὸ ἀληθὲς ἀπὸ δὲ τοῦ πρακτικοῦ τὸ ἀγαθόν, ἀπεκλέγεται δὲ καὶ τὸ ψεῦδος τοῦ θεωρητικοῦ καὶ τὸ κακὸν πάλιν τοῦ πρακτικοῦ, ἵνα μήτε ψευδῆ δοξάσωμεν μήτε κακὰ διαπραξώμεθα, ἔχοντες τὴν λογικὴν διακρίνουσαν, ἤγουν τὴν ἀπόδειξιν, ἥτις ἐστὶ τῶι ὄντι τὸ Ἐρμαϊκὸν μῶλυ, ἧιτινι ὁπλισάμενοι οὐ θέλγονται ὑπὸ τῶν Σειρήνων τῶν ἑτεροδόξων αἱρέσεων τῆς φιλοσοφίας, ὥσπερ ὁ Ὀδυσσεύς, τῶν ἑταίρων αὐτοῦ συωθέντων ὑπὸ τοῦ τῆς Κίρκης φαρμάκου, ὁ δὲ τῆι ἀποδείξει μὴ ὁπλισάμενος γίνεται ὗς Βοιωτία· συνήγαγεν οὖν ὁ λόγος ὅτι δεῖ ἀπὸ τῆς λογικῆς ἄρχεσθαι τὰ ἤθη πρότερον κοσμήσαντας.Καὶ ἐπειδὴ συνεχῶς περὶ τῆς ἀρχῆς ἐζητοῦμεν, ἡ δὲ ἀρχὴ πάντως τέλους ἐστὶν ἀρχή, φέρε περὶ τοῦ τέλους ζητήσωμεν, ἐπειδὴ καὶ τέταρτον κεφάλαιον ἦν τῶν προτεθέντων ζητῆσαι τί τὸ τέλος, καὶ ὅτι γινώσκοντες τί τὸ τέλος προθυμότεροι γινόμεθα. οἱ δὲ μὴ γινώσκοντες τὸ τέλος τυφλοῖς ἐοίκασι βαδίζουσι καὶ φερομένοις οἷ μὴ δεῖ. τέλος τοίνυν τῆς Ἀριστοτελικῆς φιλοσοφίας τὸ γνῶναι ὅτι πάντων μία ἐστὶν ἀρχή· ἀποδεκτέον γὰρ μᾶλλον ἐπὶ θεοῦ τὸ εἰρημένον ἤπερ ἐπὶ βασιλέως, ὡς παρὰ τῶι ποιητῆι
οὐκ ἀγαθὸν πολυκοιρανίη. [120]
ὅτι δὲ μία πάντων ἀρχὴ δείκνυσιν ὁ Ἀριστοτέλης ἐν τῆι Μετὰ τὰ φυσικὰ θεολογῶν οὕτως· ἡ ἀρχὴ ἢ μία ἢ πολλαί· καὶ εἰ μὲν μία, ἔχομεν τὸ ζητούμενον, εἰ δὲ πολλαί, ἢ τεταγμέναι ἡ ἄτακτοι. ἀλλ' εἰ μὲν ἄτακτοι, ἀτακτότερα τὰ ἐξ αὐτῶν καὶ οὐκέτι κόσμος ὁ κόσμος ἀλλ' ἀκοσμία, καὶ ἔσται τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν μὴ ὄντος. εἰ δὲ τεταγμέναι, ἢ ὑφ' ἑαυτῶν ἐτάχθησαν ἢ ἔξωθεν ὑπό τινος αἰτίας· ἀλλ' εἰ μὲν ὑφ' ἑαυτῶν, ἔχουσί τι κοινὸν τὸ συνάπτον αὐτὰς κἀκεῖνο ἡ ἀρχή, εἰ δὲ ὑπ' ἔξωθέν τινος αἰτίας, πάλιν ἢ μιᾶς ἢ πλειόνων. καὶ εἰ μὲν μιᾶς, ἐντεῦθεν μία ἐστὶν ἡ ἀρχή, εἰ δὲ πλειόνων, ἢ τεταγμένων ἡ ἀτάκτων. οὐ παύσομαι τὰ αὐτὰ πολλάκις ἀνακυκλῶν καὶ ἐπ' ἀπείρωι, τοῦ ἀπείρου δὲ μὴ ὄντος, μία ἄρα τοῦ παντὸς ἡ ἀρχή. ἣ καὶ ἄλλως· ὅτι ἡ ἀρχὴ ἢ μία ἢ πολλαί. καὶ εἰ μὲν πολλαί, ἡ τὰ αὐτὰ παράγουσιν ἢ ἕτερα. καὶ εἰ μὲν τὰ αὐτά, περίεργος ἡ μία τῆς ἄλλης πάντα παραγούσης καὶ περιττὴ ἡ μία, εἰ δὲ ἕτερα, ἀτελὴς ἑκατέρα· λείπει γὰρ τῆιδε τὰ παραγόμενα ὑπὸ τῆσδε. οὐδὲν δὲ τὸ θεῖον ἀτελὲς οὐδέποτε· μία ἄρα τοῦ παντὸς ἀρχή. καὶ ταύτην βούλεται ποιητικὴν εἶναι οὐρανίων καὶ τῶν ὑπὸ τὴν σελήνην· εἰ γὰρ καὶ ἅμα θεὸς ἅμα κόσμος, ἀλλ' οὖν κατ' αἰτίαν προυπάρχει ὁ θεὸς τοῦ κόσμου, καὶ οὐκ ἐκ τοῦ αὐτομάτου ὁ κόσμος ἀλλὰ τὸν θεὸν ἔχει αἴτιον, ὥσπερ καὶ ὁ ἥλιος τοῦ οἰκείου φωτὸς προυπάρχει κατ' αἰτίαν. εἰ δέ τις ἐρεῖ ὅτι πολλαὶ ἀρχαὶ κατὰ Ἀριστοτέλην (ὅσα γὰρ τὰ κύκλωι κινούμενα, τοσαῦτα καὶ ἀκίνητα· λέγει γὰρ ταῖς ἑπτὰ σφαίραις ἑπτὰ νοῦς ἐφεστάναι καὶ κινεῖν, αὐτοὺς δὲ ἀκινήτους εἶναι), ἀλλὰ καὶ οὕτως μία ἀρχή· ἐξηρτημένοι γάρ εἰσι πάντες οἱ ὑποβεβηκότες νόες τοῦ ἑνὸς τοῦ κινοῦντος τὴν ἀπλανῆ. εἰ δὲ ἐρεῖς «καὶ διὰ τί τὸν νοῦν λέγει τὴν πρωτίστην ἀρχὴν καὶ μὴ τὸ ἀγαθόν, ὡς ὁ Πλάτων;», ἐπίστασο ὅτι καὶ μετὰ τὰ φυσιολογικὰ θεολογῶν εὐθὺς ἐν τῆι Μετὰ τὰ φυσικὰ πραγματείαι εὐλόγως τὸν νοῦν φυσικωτέραν ἀρχὴν εἶπεν, ἐπεὶ οἶδε καὶ αὐτὸς τὸ ἀγαθὸν τὴν μίαν τοῦ ὄντος ἀρχήν, ὡς δηλοῖ τὸ προοίμιον τῆς Ἠθικῆς αὐτοῦ πραγματείας ἔχον οὕτως «πᾶσα τέχνη καὶ πᾶσα μέθοδος ἔτι δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ.» διὸ καὶ καλῶς ἀπεφήναντο τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. ἰστέον δὲ ὅτι ἀεὶ θεολογῶν ὁ Ἀριστοτέλης φυσιολογεῖ (εἰ γὰρ καὶ περὶ κινούμενα [121] ἡ φυσιολογία περὶ δὲ ἀκίνητα ἡ θεολογία, ἀλλ' οὖν τὰ ἀκίνητα, φημί, τῶν διὰ κινήσεως εἰσιν αἴτια), ὥσπερ ἀνάπαλιν ὁ Πλατῶν ἀεὶ φυσιολογῶν θεολογεῖ, πανταχοῦ παρεγκυκλῶν τὸ δόγμα τῶν ἰδεῶν. ἐν οἷς καὶ τὸ τέταρτον κεφάλαιον.Πέμπτον δὲ κεφάλαιον ἦν, ἐν ὧι ἐζητοῦμεν τίνες αἱ μεταξὺ ὁδοί. δεῖ δὲ εἰδέναι ὅτι πέντε εἰσὶ βαθμοὶ τῆς φιλοσοφίας, λογικὴ ἠθικὴ φυσικὴ μαθηματικὴ θεολογία. ἄκρα μὲν ἐν τούτοις δύο, λογικὴ καὶ θεολογία, μέσα δὲ τὰ λοιπά. καὶ τούτων τὰ μὲν περιρραντηρίοις καὶ θειώσεσιν ἔοικε, τὰ δὲ προτελείοις καὶ αὐταῖς ταῖς μυήσεσι· περιρραντηρίοις μὲν γὰρ καὶ θειώσεσιν ἔοικεν ἡ ἠθικὴ ἀποκαθαίρουσα τὴν ψυχὴν τῶν μοχθηρῶν δογμάτων, ἵνα τεταγμένη οὖσα καθαρὰ ἦι καὶ καθαρᾶι προσομιλήσηι τῆι φιλοσοφίαι (ἡ γὰρ τάξις πρὸς τῶι ἑνί, ἡ δὲ ἀταξία πρὸς ἰῶι πλήθει), προτελείοις δὲ ἔοικεν ἡ φυσική· εἰ γὰρ καὶ ἀκίνητα ζητοῦμεν ἐν τῆι θεολογίαι κινούμενα δὲ ἐν τῆι φυσιολογίαι, ἀλλ' οὖν κινήσεως αἴτια τὰ θεῖα καὶ ἐκ τῶν κινουμένων εἰς ἔννοιαν ἐρχόμεθα τῶν νοητῶν· τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν. αὐτοῖς δὲ τοῖς τελείοις ἔοικεν ἡ μαθηματικὴ ὥσπερ κλῖμάξ τις καὶ γέφυρα διαβιβάζουσα ἡμᾶς ἀπὸ τῶν πάντηι ἐνύλων ἐπὶ τὰ πάντηι ἄυλα. τοῦτο δὲ πάντως ὅλον τέμενος ἡ Ἀριστοτέλους φιλοσοφία, ἡ δὲ λογικὴ τριγχοῦ δίκην φρουρεῖ τὰ ἐν αὐτῆι θεωρήματα.Ἐν τῆι παρούσηι πράξει ζητήσωμεν τὸ ἕκτον καὶ ἕβδομον κεφάλαιον· ἥκομεν γὰρ ὑμᾶς τε καὶ ἡμᾶς ἐξετάσοντες. ζητείσθω δὲ ἐν τῶι ἕκτωι κεφαλαίωι ὁποῖον δεῖ εἶναι τὸν ἀκροατὴν τῶι τε βίωι καὶ τῆι γνώσει, ἐν δὲ τῶι ἑβδόμωι ὁποῖον δεῖ καὶ τὸν ἐξηγητήν. ἔστω τοίνυν ὁ μὲν ἀκροατὴς κατὰ ζωὴν τεταγμένος καὶ μικρὸς κόσμος, ἵνα διὰ μὲν τῆς ἐν αὐτῶι τάξεως τὴν μίαν τοῦ παντὸς ἀρχὴν γνῶι (ἡ γὰρ τάξις πρὸς τῶι ἑνὶ ἡ δὲ ἀταξία πρὸς τῶι πλήθει), διὰ δὲ τοῦ ἐν αὐτῶι μικροῦ κόσμου τὸν ὅλον κόσμον ἐπιγνῶι. ἔσται δὲ μικρὸς κόσμος, εἰ ὥσπερ ἐν τῶι κόσμωι τὰ κρείττονα τῶν χειρόνων ἄρχει· αἰσχρὸν γὰρ ἀνδρί τινι ἢ μορίωι κρατεῖσθαι ὑπὸ τοῦ χείρονος, ὥς φησιν ὁ Πλατῶν, διὸ κρατείτω μὲν ὁ λόγος τοῦ θυμοῦ ὁ θυμὸς δὲ τῆς ἐπιθυμίας· κοσμεῖ γὰρ τὸν μὲν λόγον φρόνησις τὸν ἀνδρεία τὴν δὲ ἐπιθυμίαν ἡ σωφροσύνη· τούτου γε εὖ ἔχοντος καὶ ἰδιοπραγοῦντος ἐπιφαίνεται ἡ δικαιοσύνη, οὐκ ἐν τῶιδε τῶι μορίωι οὖσα τῆς ψυχῆς ἢ τῶιδε ἀλλ' οἷον ἁρμονία τις οὖσα τούτων καὶ τὸ ἐπιγινόμενον εἶδος. τοιοῦτος μὲν ἔστω κατὰ ζωήν. κατὰ δὲ γνῶσιν ἔστω ἀκριβὴς μὴ ἐπαναπαυόμενος [122] τῆι ἀξιοπιστίαι τῶν προσώπων· ὁ γὰρ τοιοῦτος μὴ πιστεύων ὡς ἔτυχε τοῖς παλαιοῖς ἄλλωι τρόπωι πιστεύει· πιστεύει γὰρ Σωκράτει λέγοντι «καὶ Σωκράτους μὲν ὀλίγον φροντιστέον τῆς ἀληθείας δὲ πολύ᾿ καὶ Ἀριστοτέλει λέγοντι ἐν τῆι Ἠθικῆι «φίλος μὲν ὁ ἀνήρ, φίλη δὲ καὶ ἡ ἀλήθεια· ἀμφοῖν δὲ φίλοιν ὄντοιν αἱρετέον μᾶλλον τὸ ἀληθές». καὶ δι' ἄλλην δὲ αἰτίαν ἔστω ἀκριβής, ἐπειδὴ ἐκ τοῦ αὐτοῦ πάθους γίνεται μισολογία καὶ μισανθρωπία, ὥς φησιν ὁ Πλατῶν ἐν τῶι Φαίδωνι, ἐκ τοῦ ῥαιδίως πιστεύειν ἢ ἤθεσιν ἢ λόγοις· καὶ οἱ εἰσοικισάμενοι γάρ τινας ὡς χρηστὰ ἤθη ἔχοντας ἐπ' αὐτοφώρωι καταλαβόντες ὅτι φαῦλοί εἰσι τοῦ λοιποῦ μισάνθρωποι γεγόνασι, καὶ οἱ πιστεύσαντες λόγοις τισὶν ὡς ἀρραγέσι τελευταῖον δὲ ὁρῶντες αὐτοὺς ὑπὸ τῶν διαλεκτικῶν ταραττομένους τοῦ λοιποῦ μισόλογοι ἐγένοντο. ἵνα οὗν μήτε μισόλογοι γενώμεθα μήτε μισάνθρωποι, δέον ἡμᾶς τοὺς ἀκροατὰς ἀκριβεῖς εἶναι καὶ μὴ ἀνέχεσθαι τῶν ἀποτάδην λόγων, ἀλλ' ἐκδιδόναι ἑαυτοὺς τοῖς κατὰ πεῦσιν καὶ ἀπόκρισιν λόγοις διὰ Σωκράτην λέγοντα πάλιν ὅτι ἱεῖ μὴ σὺ σεαυτοῦ λέγοντος ἀκούσηις, ἄλλωι λέγοντι μὴ πιστεύσηις᾿, τοῦτ' ἔστιν εἰ μὴ σὺ ὁ δεδωκὼς τὰς προτάσεις καὶ ἐξ ἀνάγκης τὸ συμπέρασμα δεδωκώς, ἄλλωι μὴ πιστεύσηις· ὅ γε τὸ σπέρμα δεδωκὼς τοῦ φῦναι τὸ κακὸν αἴτιός ἐστι. ἔστι δὲ εἰπεῖν πρὸς τοὺς ἔξωθεν ἐπιχειροῦντας λέγειν τὸ συμπέρασμα ἄλλου δεδωκότος τὰς προτάσεις «πῶς ἄν σύ μοι λέξειας ἅ με χρὴ λέγειν;», καὶ πρὸς τὸν δεδωκότα τὰς προτάσεις ἀγανακτοῦντα δὲ ἐπὶ τῶι συμπεράσματι ὅτι «σοῦ ταῦτα, οὐκ ἐμοῦ κλύεις». δεῖ αὐτὸν μὴ εἶναι δύσεριν καὶ φιλόνεικον· «ὁ γὰρ τοῖς ἐναργέσι μαχόμενος», φησὶν ὁ Ἀριστοτέλης, «αἰσθήσεως ἢ κολάσεως δεῖται· εἰ γὰρ εἰδὼς ἀντέλεγε τῆι ἀληθείαι, κολάσεως, εἰ δὲ ἀγνοῶν, αἰσθήσεως». τοιοῦτος μὲν ὁ ἀκροατής.Ὁ δὲ ἐξηγητὴς ἔστω ἅμα ἐξηγητὴς καὶ ἐπιστήμων. ἔστι δὲ ἐξηγητοῦ μὲν ἔργον ἡ ἀνάπτυξις τῶν ἀσαφῶν ἐν τῆι λέξει, ἐπιστήμονος δὲ ἡ κρίσις τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, ἤτοι ἀνεμίων καὶ γονίμων. δεῖ αὐτὸν μὴ συμμεταβάλλεσθαι οἷς ἂν ἐξηγῆται δίκην τῶν ἐν σκηνῆι ὄντων καὶ διάφορα πρόσωπα ὑποδυομένων διὰ τὸ μιμεῖσθαι διάφορα ἤθη, καὶ Ἀριστοτελικόν μὲν γίνεσθαι τὰ τοῦ Ἀριστοτέλους ἐξηγούμενον καὶ λέγειν ὅτι οὐκ ἐγένετο φιλόσοφος τοιοῦτος, Πλατωνικὰ δὲ ἐξηγούμενον Πλατωνικὸν γίνεσθαι καὶ λέγειν ὅτι οὐκ ἐγένετο κατὰ Πλάτωνα φιλόσοφος. δεῖ αὐτὸν μὴ ἐκ παντὸς τρόπου βιάζεσθαι καὶ λέγειν ὅτι πάντως ἀληθεύει ὁ ἀρχαῖος ὃν ἐξηγεῖται, ἀλλὰ πανταχοῦ ἐπιλέγειν «φίλος ὁ ἀνήρ, φίλη δὲ καὶ ἡ ἀλήθεια, ἀμφοῖν [123] δὲ φίλοιν προκειμένοιν φιλαιτέρα ἡ ἀλήθεια». δεῖ αὐτὸν μὴ συμπάσχειν αἱρέσει τινί, ὃ πέπονθεν Ἰάμβλιχος· οὗτος γὰρ προσπάσχων τῶι Πλάτωνι συνδίδωσι τῶι Ἀριστοτέλει ὅτι οὐκ ἀντιλέγει τῶι Πλάτωνι διὰ τὰς ἰδέας. δεῖ αὐτὸν μὴ ἀντιπάσχειν αἱρέσει, ὥσπερ Ἀλέξανδρος· οὗτος γὰρ ἀντιπάσχων τῆι ἀθανασίαι τῆς ψυχῆς τῆς λογικῆς τὰς εἰρημένας ῥήσεις ἐν τῶι ἀθάνατος ἡ ψυχὴ πειρᾶται πάσαν στροφὴν περιστρέφειν. δεῖ αὐτὸν πάντα εἰδέναι τὰ Ἀριστοτέλους, ἵνα σύμφωνον δείξας τὸν Ἀριστοτέλην ἑαυτῶι τὰ Ἀριστοτέλους διὰ τῶν Ἀριστοτέλους ἐξηγήσηται. δεῖ αὐτὸν πάντα εἰδέναι τὰ Πλάτωνος, ἵνα σύμφωνον ἑαυτῶι τὸν Πλάτωνα ἀποδείξηι τὰ Ἀριστοτέλους τῶν Πλάτωνος εἰσαγωγὴν ποιούμενος. ἐν οἷς ἡ πρᾶξις.Ὄγδοον κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι τί τὸ εἶδος τῆς Ἀριστοτέλους ἀπαγγελίας. οὐχ ἓν τοίνυν τοῦτο, ἀλλὰ διάφορον, εἰ μηδ' ἄν εἴποι τις ἄλλωι τρόπωι ἓν τῶι πανταχοῦ πρόσφορον εἶναι αὐτὸ τοῖς ὑποκειμένοις πράγμασιν· ὡς γὰρ πρόσφορον δοκεῖ ἓν εἶναι· παντοίων γὰρ πραγμάτων ἁψάμενος ὁ Ἀριστοτέλης παναρμόνιον εἶδος λόγων ἐπετήδευσε, συμμεταμορφῶν ἀεὶ τοὺς λόγους τοῖς πράγμασι. διὸ ἐν μὲν τοῖς μερικοῖς, φημὶ δὲ ταῖς ἐπιστολαῖς, ἐστὶ σύντομος, κοινὸς ἅμα καὶ ἴδιος, κοινὸς μέν, ἐπειδὴ οὐδὲν διαφέρει ἐπιστολιμαῖος χαρακτὴρ τῆς κοινῆς διαλέκτου ἢ τῶι ἔγγραφον εἶναι καὶ πρὸς ἀπόντας, ἴδιος δέ, ἵνα μὴ εἰς ἰδιωτισμὸν ἐμπέσωμεν. διὸ καὶ ὁ Ἑρμογένης ἐν τῆι Ἑητορικῆι τέχνηι φησὶ «τὰ κοινὰ καινῶς καὶ τὰ καινὰ κοινῶς»· τὰ γὰρ κοινότερα ἐνθυμήματα δεῖ ξενοπρεπέσι λέξεσι φράζειν, ἵνα μὴ καταφρονῶνται διὰ τὸ χαμαίζηλον τῆς λέξεως, τὰ δὲ καινὰ πάλιν καὶ ξενοπρεπέστερα τῶν ἐνθυμημάτων δεῖ κοινοτέραις λέξεσι φράζειν, ἵνα βαθέα ὄντα νοῆται. ἀλλὰ καὶ δριμύς ἐστιν· ὅτι γὰρ δριμύς, δηλοῖ αὐτοῦ μία ἐπιστολή· μετὰ γὰρ θάνατον Σωκράτους ὑπεξελθὼν Ἀθηνῶν καὶ διατρίβων ἐν Χαλκίδι ἀνεκαλεῖτο ὑπὸ Ἀθηναίων ἐπανελθεῖν, καὶ μὴ πεισθεὶς ἀντέγραψεν οὓτως «οὐ μὴ ἐάσω Ἀθηναίους δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν, παρ' οἷς
ὄχνη ἐπ' ὄχνηι γηράσκει, σῦκον δ' ἐπὶ σύκωι».
διὰ δὲ τοῦ «σῦκον δ' ἐπὶ σύκωι» ἠινίξατο τοὺς συκοφάντας πολλοὺς ὄντας Ἀθήνησι καὶ ἀεὶ δεχομένους αὑτοὺς καὶ μηδέποτε λήγοντας. [124]Ἐν δὲ τοῖς μεταξύ, φημὶ δὲ ταῖς διτταῖς ἱστορίαις, ἀκριβὴς καὶ διηρθρωμένος, ὅπερ μάλιστα ἁρμόζει τῆι ἱστορίαι· οὐ γὰρ ἔστιν ὡς ἐπὶ τῶν ἄλλων ἔξωθεν ἐπιχειρῆσαι, οὕτω καὶ ἐπὶ τῆς ἱστορίας. ἐν δὲ τοῖς καθόλου ἐν μὲν τοῖς διαλογικοῖς, τοῖς καὶ ἐξωτερικοῖς, σαφὴς ὡς πρὸς τοὺς ἔξω φιλοσοφίας διαλεγόμενος, ὡς δὲ ἐν διαλεκτικοῖς ποικίλος ταῖς μιμήσεσιν, Ἀφροδίτης [ὄνομα] γέμων καὶ χαρίτων ἀνάμεστος. ἐν δὲ τοῖς καθόλου τοῖς αὐτοπροσώποις, τοῖς καὶ ἀκροαματικοῖς, κατὰ μὲν τὴν λέξιν ἀσαφής· γίνεται δὲ ἡ ἀσάφεια διὰ τοὐ ὀνοματοποιεῖν, ὡς ὅταν λέγηι κατηγορίας οὐ τὰς ἐπὶ ἐγκλήμασι δίκας, ὡς ἔθος, ἀλλὰ τὰ γενικώτατα, ὡς ἔθος ἔχει ἀεὶ κατηγορεῖσθαι καὶ μηδέποτε ὑποκεῖσθαι, καὶ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν, ὡς ἡνίκα λέγει * *, ἢ πάλιν τόπον, ὡς ἡνίκα λέγει οὐ τὸ πέρας τοῦ περιέχοντος καθ' ὃ περιέχεται τὸ περιεχόμενον, ὡς ὡρίσατο ἐν τοῖς Φυσικοῖς, ἀλλὰ τὸ ἐπιχείρημα τὸ πολλῶν ἐπιχειρημάτων περιεκτικόν, καὶ ἑρμηνείαν, ὡς ἡνίκα λέγει τὴν ἀκαλλώπιστον λέξιν ἐν τῶι Περὶ ἑρμηνείας. ἀλλὰ καὶ ἄλλως ἀσαφής ἐστιν· ἀπορῶν γὰρ οὐκ εὐθὺς τὴν λύσιν τίθησι παράλληλον, ἀλλ' ἐπισυνάπτει δευτέραν καὶ τρίτην ἀπορίαν καὶ οὕτω διὰ τῆς λύσεως τῆς τρίτης ἀπορίας λύει τὴν πρώτην ἀπορίαν. ἐν δὲ τῆι διανοίαι οὐκ ἐξίσταται τοῦ φαινομένου· διὸ δυσωπεῖ ἀεὶ καὶ καταναγκάζει τοὺς ἀκροατὰς ἐκ τῆς ἐναργείας τῶν φαινομένων. καὶ τὰ δειχθέντα αὐτῶι διὰ τοῦ λόγου ἐπισφραγίζει διὰ τῆς τῶν παλαιῶν μαρτυρίας, ὅτι οὕτω δοκεῖ καὶ Ἡρακλείτωι καὶ Ἐμπεδοκλεῖ. καὶ τὰ ὑπὲρ φύσιν ζητῶν πιστοῦται αὐτὰ ἐκ τῶν κατὰ φύσιν· διὸ ἀεὶ ὁ Ἀριστοτέλης θεολογῶν φυσιολογεῖ, ὥσπερ ἀνάπαλιν ὁ Πλατῶν ἀεὶ φυσιολογῶν θεολογεῖ, παντελῶς παρεγκυκλῶν τὸ δόγμα τῶν ἰδεῶν. ἐν οἷς καὶ ἡ παρσῦσα θεωρία.Ἔνατον κεφάλαιον ἦν τῶν προτεθέντων τὸ ζητῆσαι διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν ὁ Ἀριστοτέλης· οὐ γὰρ φύσει ἦν ἀσαφὴς καί τι δι' ἀσθένειαν ἀπαγγελτικὴν τοῦτο ἐποίει (πολλαχοῦ γὰρ σαφῶς ἀπαγγέλλει, οἷον ἐν τοῖς μερικοῖς πᾶσι καὶ ἐν τοῖς μεταξύ, καὶ τῶν καθόλου ἐν τοῖς διαλογικοῖς πᾶσι καὶ τῶν αὐτοπροσώπων ἔν τισιν, οἷον ἐν τοῖς Μετεώροις καὶ τοῖς τόποις καὶ τοῖς Σοφιστικοῖς ἐλέγχοις), ἀλλὰ φύσει ὢν σαφὴς ἐπετήδευσε τὴν ἀσάφειαν. ἐπιτηδεύει δὲ αὐτὴν διὰ τρεῖς αἰτίας· ἢ γὰρ κρύψεως χάριν ἡ δοκιμασίας ἢ γυμνασίας· ὅπερ γὰρ τοῖς ποιηταῖς [125] οἱ μῦθοι καὶ τοῖς ἱερεῦσι τὰ παραπετάσματα, τοῦτο τῶι Ἀριστοτέλει ἡ ἀσάφεια μονονουχὶ ἐπάγοντι τὸ Ὀρφικὸν ἐκεῖνο
ἀείδω ξυνετοῖσι, θύρας δ' ἐπίθεσθε βεβήλοις.
καὶ τὸ ὅμοιον τούτωι
κακοφραδέων δὲ βεβήλωνοὔατα λαχνήεντα περισκεπέτωσαν ἀράχναι,
καὶ τὸ Καλλιμάχειον ἐκεῖνο
τὸν κάλαθον κατιόντα χαμαὶ δέρκεσθε γυναῖκες,μηδ' ἀπὸ τοῦ τέγεος μηδ' ὑψόθεν αὐγάσσησθε,
[καὶ Ἀριστοτέλης ἐγκαλούμενος ὑπὸ Ἀλεξάνδρου ἐπὶ τῆι ἐκδόσει τῶν αὑτοῦ συγγραμμάτων «καὶ ἐκδέδοται» φησὶ «καὶ οὐκ ἐκδέδοται», αἰνιττόμενος τὴν ἀσάφειαν, ὡς καί τις τῶν Πυθαγορείων ἐκδοὺς τὸ μονόβιβλον τὸ Περὶ τῶν ἀλόγων γραμμάτων ναυαγίωι περιέπεσεν ὡς τὰ ἀπόρρητα ἐξορχησάμενος] καὶ ὅ φησιν ὁ Πλατῶν διὰ τὴν ἀσάφειαν, «ἵν' εἰ ἡ δέλτος τι πάθηι ἢ ἐν γῆι ἡ ἐν θαλάσσηι, ὁ ἀναγνοὺς μὴ γνῶι», οὕτω μὲν κρύψεως χάριν. ἢ δοκιμάσεως τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων, ἵνα οἱ μὲν ἀνεπιτήδειοι πρὸς φιλοσοφίαν κατανωτίσωνται, (πρὸς οὗς ἔστιν εἰπεῖν
πῆι φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλωι;),
οἱ δ' ἐπιτήδειοι πρὸς φιλοσοφίαν ἑτοιμότεροι γένωνται, μανθάνοντες ὡς πλείονος ἐπιμελείας δέονται τὰ μαθήματα, πρὸς οὓς ἔστιν εἰπεῖν τὸ Πλατωνικὸν ἐν τῆι ἐπινομίδι εἰρημένον οὕτως· «εἴτε χαλεπὰ εἴτε ῥάιδια, ταύτηι ἰτέον, ταῦτα <τὰ> μαθήματα, αὕτη ἡ ὁδός· ἀμελεῖν δὲ οὐ δεῖ». οὕτω καὶ οἱ ἀετοὶ κρίνουσι τὴν γνησιότητα καὶ τὴν νοθείαν τῶν νεοττίων· ἱστῶντες γὰρ τὰ νεόττια ἀντικρὺ τοῦ ἡλίου, ὅσα μὲν ἀσκαρδαμυκτὶ δύνανται ἀντωπῆσαι πρὸς τὰς αὐγὰς τοῦ ἡλίου, ἐπανάγοντες εἰς τὴν καλιὰν ὡς γνήσια ἐκτρέφουσιν, ὅσα δὲ μὴ δυνηθῶσιν ἀντωπῆσαι πρὸς τὰς αὐγὰς τοῦ ἡλίου, ὡς νόθα ἀποβάλλονται· ὡς γὰρ δῖος καὶ βασιλικὸς ὁ ἀετὸς τὴν βασιλικωτέραν τῶν αἰσθήσεων ἠκριβωμένην ἔχει, φημὶ δὲ τὴν ὄψιν. ὅτι δὲ βασιλικὸς ὁ ἀετός, δηλοῖ τὸ μὴ θέλειν αὐτὸν θνησιμαῖον ἐσθίειν ποτέ. οὕτω καὶ οἱ Κελτοὶ τῶι ᾿Ρήνωι ποταμῶι κρίνουσι τὰ γνήσια τέκνα καὶ τὴν νοθείαν τῶν βρεφῶν· ἐμβάλλοντες γὰρ εἰς ἀσπίδα τὰ βρέφη ἀφιᾶσιν ἐν τοῖς ὕδασι, [126] καὶ ὅσα μὲν αὐτῶν περισωθῶσιν ἐκ τοῦ ὕδατος, γνήσια νομίζοντες ἐκτρέφουσιν, ὅσα δὲ κατακλυσθῶσιν ἐκ τοῦ ῥεύματος τοῦ ποταμοῦ, ὡς νόθα ἡγοῦνται ἀπόλλυσθαι. οἱ δὲ Πυθαγόρειοι καὶ τοὺς ἐπιτηδείους καὶ τοὺς ἀνεπιτηδείους πρὸς τὴν αὑτῶν φιλοσοφίαν δι' ὀνειράτων προεγίνωσκον· ἀνέκρινον γὰρ αὐτοὺς μετὰ τὸ πολλὰ εὔξασθαι ποῖα εἶδον ὀνείρατα, καὶ ὅσους μὲν ἐνόμισαν ἐπιτηδείους εἶναι, εἰσεδέχοντο ἐν τῆι σχολῆι ἤγουν ἐν τῶι ὁμακοίωι, τοὺς δὲ ἀνεπιτηδείους ἀπεβάλλοντο μετὰ πάσης τῆς περιουσίας, καὶ τοῦ λοιποῦ κενοτάφιον ποιήσαντες ὡς περὶ ἀποιχομένων ἤγουν τεθενώτων διελέγοντο. ὅθεν καί τις τοῦτο παθὼν ἐξ αὐτῶν Χειλέων ὁ Λακεδαιμόνιος πῦρ ὑφῆψε τῆι σχολῆι καὶ πολλοὺς ἔφθειρεν. ὁ δὲ Πλατῶν διὰ τῆς μέθης ἔκρινε τὴν γνησιότητα τῶν ἐπιτηδείων καὶ μή, ἄμεινον ποιῶν τοῦ Πυθαγόρου, διότι τοῖς ὀνείρασιν ἔστι πολλὰ προσθεῖναι καὶ ἀφελεῖν, μεθυσθέντες δὲ πάντα ἀτρεκῶς ἐξαγγέλλομεν, ἃ πρώην πολλοῖς ἐκρύπτομεν περιβολαιοις. οὐτῶ μὲν καὶ δοκιμασίας χάριν ἡ γυμνασίας· οὐτῶ γοῦν ὁ Πλατῶν τὴν χαλεπότητα τῶν δογμάτων ἐπετήδευσε γυμνασίας χάριν. οὕτω καὶ ὁ Ἀπόλλων τὸ λοξὸν τῶν μαντευμάτων ἐπετήδευσε· πείρας γὰρ χάριν τῶι Κροίσωι δέδωκεν ἀσαφῆ χρησμὸν
Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει·
ἄδηλον γὰρ ἢ τὴν ἰδίαν ἢ τὴν τῶν ὑπεναντίων· διὸ ἀπατηθεὶς ἐπεστράτευσε καὶ κατόπιν ἔπραξε. καὶ τοῖς Ἀθηναίοις χρησμὸς ἐδόθη
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς·
ἐδήλου γὰρ ὡς διὰ τριήρων δεῖ αὐτοὺς ναυμαχῆσαι· τοῦτο ἐδήλου τὸ ξύλινον τεῖχος. τοῦτο δὲ ὑπέλαβε Θεμιστοκλῆς ὡς δεινότατος ξυνιέναι. καὶ τοῖς Σαλαμινίοις ἐδόθη χρησμὸς λέγων
ὦ θεία Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν·
ἄδηλον δὲ ποίων γυναικῶν, τῶν ἰδίων ἢ τῶν ὑπεναντίων. καὶ συνελόντι φάναι, ὃ τοῖς ποιηταῖς οἱ μῦθοι καὶ τοῖς ἱερεῦσι τὰ παραπετάσματα, τοῦτο τῶι Ἀριστοτέλει ἡ κατὰ λέξιν ἀσάφεια, κρύψεως χάριν. πάλιν ὃ τοῖς ἀετοῖς ὁ ἥλιος καὶ τοῖς Κελτοῖς ὁ «Ρῆνος, τοῖς Πυθαγορείοις τὰ ὀνείρατα, τῶι Πλάτωνι [127] ἡ χαλεπότης τῶν δογμάτων, ἡ μέθη, τοῦτο τῶι Ἀριστοτέλει ἡ κατὰ λέξιν ἀσάφεια, δοκιμασίας χάριν * * *Δέκατον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι πόσα καὶ τίνα κεφάλαια δεῖ προλαμβάνειν ἐπὶ παντὸς Ἀριστοτελικοῦ συγγράμματος. ἓξ τοίνυν κεφάλαια δεῖ προλαμβάνειν, τὸν σκοπὸν τὸ χρήσιμον καὶ τὰ ἑξῆς. ζητητέον δὲ τὸν σκοπὸν καὶ ὅτε κηρύττεται ὑπὸ τῆς ἐπιγραφῆς, ἐπειδὴ πάντα πρὸς τὸν σκοπὸν ἀφορᾶι, ὥς φησι καὶ ὁ Πλατῶν «ὦ παῖ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι. τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἢ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη». κηρύττεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἐπιγραφῆς, ὡς ἐν τῶι Περὶ ψυχῆς κἀν τῶι Περὶ οὐρανοῦ κἀν τῶι Περὶ γενέσεως καὶ φθορᾶς. μάλιστα δὲ ζητητέον τὸν σκοπόν, ὅτε μὴ ὑπὸ τῆς ἐπιγραφῆς κηρύττεται, ὅτε πάνυ ἀσαφής ἐστιν ἡ ἐπιγραφὴ καὶ ἀπεξενωμένη, ὡς αἱ Κατηγορίαι καὶ τὸ Περὶ ἑρμηνείας. τὸ δὲ χρήσιμον ζητητέον διὰ τὸ συντονωτέρους γενέσθαι τοὺς ἀκροατὰς οἷον δέλεαρ ὁρῶντας προσγινόμενον τὸ ἐξ αὐτοῦ κέρδος πρὸς ἐρωτικὴν διάθεσιν. μάλιστα δὲ τὸ χρήσιμον ζητητέον διὰ τὰ δοκοῦντα μάτην γεγράφθαι βιβλία, ὡς οἱ Τόποι τὰ αὐτὰ ἀνασκευάζοντες καὶ κατακευάζοντες, ἢ ἐπὶ κακῶι, ὡς οἱ Σοφιστικοὶ ἔλεγχοι τρόπους ἀπάτης διδάσκοντες. ὑπὲρ ὧν ἔστιν εἰπεῖν ὅτι καὶ οἱ τόποι ἐπὶ καλῶι ἐγράφησαν· γυμνασίας γὰρ χάριν, ἵνα θλιβομένη ἡ ψυχὴ ἐκ τῶν ἐφ' ἑκάτερα ἐπιχειρημάτων ἀπογεννήσηι τὸ τῆς ἀληθείας φῶς, δίκην τῶν πυρεκβόλων λίθων τῶν παρατριβομένων ἀλλήλοις καὶ πῦρ ἀφιέντων ἢ φῶς. ἀλλ' οὐδὲ οἱ Σοφιστικοὶ ἔλεγχοι ἐπὶ κακῶι, εἰ καὶ τρόπους ἀπάτης διδάσκουσιν· οὐ γὰρ ἵν' ἀπατήσωμεν ἀλλ' ἵνα μὴ ἀπατηθῶμεν. οὕτω γὰρ οἱ ἰατροὶ διδάσκουσι τὰ δηλητήρια οὐ διὰ χρῆσιν ἀλλὰ διὰ φυγήν. τὴν δὲ αἰτίαν τῆς ἐπιγραφῆς ζητητέον, καὶ ὅτε κηρύττει τὸν σκοπόν, μάλιστα δὲ ζητητέον τὴν ἐπιγραφήν, ὅτε ἀσαφής ἐστιν, ὅτε ὀνοματοποιεῖ ὁ Ἀριστοτέλης, ὡς ἐν Κατηγορίαις καὶ ἐν τῶι Περὶ ἑρμηνείας· καὶ γὰρ ὅταν λέγηι Κατηγορίας, οὐ τὰς ἐπ' ἐγκλήμασι δίκας, ὡς ἔθος, φησίν, ἀλλὰ τὰ γενικώτατα ὡς ἔθος ἔχοντα ἀεὶ κατηγορεῖσθαι καὶ μηδέποτε ὑποκεῖσθαι, καὶ πάλιν περὶ τόπων, οὐ τὸ πέρας τοῦ περιέχοντος καθ' ὃ περιέχεται τὸ περιεχόμενον, ὡς λέγομεν περιέχεσθαι τὸν οἶνον ὑπὸ τῆς τοῦ κεραμίου ἔνδοθεν ἐπιφανείας, ἀλλὰ κανόνα τὸν πολλῶν κανόνων περιεκτικόν. καὶ πάλιν τὸ Περὶ ἑρμηνείας λέγων οὐ τὴν κατὰ λέξιν ἑρμηνείαν λέγει, ἀλλὰ τὰς τῆς ψυχῆς ἐννοίας. [128] </p>Ἐφ᾿ οἷς ζητητέον καὶ τὸ γνήσιον διὰ τὰς γινομένας νοθείας· νοθεύονται γὰρ τὰ βιβλία πενταχῶς· ἡ γὰρ δι' εὐγνωμοσύνην μαθητῶν τὰ οἰκεῖα συγγράμματα τοῖς οἰκείοις διδασκάλοις ἀνατιθέντων, ὡς τὰ Πυθαγόρου καὶ Σωκράτους ἐπιγραφόμενα βιβλία μὴ ὄντα Σωκράτους ἢ Πυθαγόρου ἀλλὰ Σωκρατικῶν καὶ Πυθαγορικῶν. ἢ διὰ φιλοτιμίαν βασιλικήν· Ἰοβάτους γὰρ τοῦ Λιβύων βασιλέως συναγαγόντος τὰ Πυθαγόρου καὶ Πτολεμαίου τὰ Ἀριστοτέλους. τινὲς καπηλείας χάριν τὰ τυχόντα συγγράμματα λαμβάνοντες ἐκέδρουν καὶ ἔσηπον διὰ παραθέσεως νέων πυρῶν, ἵνα σχοῖεν δῆθεν τὴν ἐκ τοῦ χρόνου ἀξιοπιστίαν. ἢ δι' ὁμωνυμίαν συγγραφέων ἡ συγγραμμάτων ἢ ὑπομνημάτων· καὶ συγγραφέων μέν, ὅτι οὐ μόνος Ἀριστοτέλης ὁ Σταγειρίτης οὕτως ἐκαλεῖτο ἀλλὰ καὶ ἄλλοι Ἀριστοτέλεις ἐγένοντο ἐπὶ αὐτοῦ, ὡς ὁ παιδοτρίβης καὶ ἐπίκλην Μῦθος, καὶ μετὰ ταῦτα, ὡς ὁ διδάσκαλος Ἀλέξανδρος· ἔδει γὰρ αὐτὸν οἷον δεύτερον ὄνια Ἀριστοτέλην. πάντων οὖν τούτων συγγραψαμένων * * νομίζονται τοῦ Σταγειρίτου εἶναι. * * * ἀλλὰ καὶ δι' ὁμωνυμίαν ὑπομνημάτων γίνεται ἀπάτη, τοῦ Ἀλεξάνδρου μὴ μόνον τὰ Ἀριστοτέλους ὑπομνηματίσαντος βιβλία τοῦ Σταγειρίτου ἀλλὰ καὶ τῶν ἄλλων, καὶ νομίζονται πάντα τὰ τοιαῦτα ὑπομνήματα εἰς τὰ τοῦ Σταγειρίτου γεγράφθαι διὰ τὸ ἐπίσημον τοῦ ἀνδρός. [ἢ διὰ τὸ ἐκλογὰς εἶναι ἐνομίσθησαν τοῦ αὐτοῦ εἶναι τοῦ ποιήσαντος τὰς ἐκλογὰς καὶ οὐχὶ τῶν πρωτοτύπων συγγραφέων. ἢ δι' ὀφρὺν κτήσεως ξενοπρεπῶν βιβλίων τινὲς ἄσημοι ὄντες συγγραφεῖς διὰ τὸ δόξαι ξενοπρεπεῖς εἶναι καὶ τοιαῦτα ἔχειν βιβλία ἐπέγραφον ὀνόματα συγγραφέως ἐνδόξου.] οὕτω μὲν τὸ γνήσιον. τὴν δὲ τάξιν ζητητέον οὐ πρὸς τὰ ἀνομοιοειδῆ, ἥτις εἴρηται ἡμῖν, ὅτε ἐλέγομεν ὅτι δεῖ τὴν λογικὴν προηγεῖσθαι καὶ μετὰ ταύτην τὴν ἠθικὴν καὶ οὕτως ἐφεξῆς, ὡς εἴρηται, ἀλλὰ πρὸς τὰ ὁμοιοειδῆ τάξιν ζητητέον, λογικοῦ ὄντος τοὐ βιβλίου, ποίαν τάξιν ἔχει πρὸς τὰ λογικά, ἢ πρὸς τὰ φυσικὰ τὸ φυσικόν. τὴν δὲ εἰς τὰ μόρια διαίρεσιν ζητητέον ὡς ἀνατομῆς τάξιν ἔχουσαν· ὥσπερ γὰρ ἡ ἀνατομὴ τῶν ἐν βάθει μορίων ἀνάπτυξιν ποιουμένη τὴν ἑκάστου χρείαν παρίστησιν, οὕτω καὶ ἡ εἰς τὰ μόρια διαίρεσις τῶν Ἀριστοτέολους [129] συγγραμμάτων ἀρίστη. τὸ δὲ τίς ὁ τρόπος τῆς διδασκαλίας οὐ ζητοῦμεν, ὡς καὶ αὐτοῦ ἀνωτέρω εἰρημένου, ὅτε ἐζητοῦμεν τί τὸ εἶδος τῆς φράσεως τοῦ Ἀριστοτέλους. ταῦτα ἔχει καὶ ἡ παροῦσα πρᾶξις.Ἐπειδὴ κατὰ τὸν Παιανιέα πᾶς λόγος, ἂν ἀπῆι τὰ ἔργα, μάταιόν τι νομίζεται καὶ κενόν, φέρε ἔργωι προλάβωμεν τοῦ βιβλίου τῶν Κατηγοριῶν τὰ εἰωθότα ζητεῖσθαι ἐπὶ ἑκάστου Ἀριστοτελικοῦ βιβλίου, τὸν σκοπόν, τὸ χρήσιμον καὶ τὰ ἑξῆς. οὐχ εἷς τοίνυν ἔδοξεν εἶναι ὁ σκοπὸς τῶν κατηγοριῶν, ἀλλὰ πλείους· ὅσα γὰρ τὰ ὄντα, τοσοῦτο φέρονται καὶ σκοποί. τριττὰ δὲ τὰ ὄντα, φωναί, νοήματα καὶ πράγματα. οἱ μὲν οὖν περὶ φωνῶν εἰρήκασι τὸν σκοπόν, ὡς Ἀλέξανδρος καὶ Εὐστάθιος, οἱ δὲ περὶ νοημάτων, ὡς Πορφύριος, οἱ δὲ περὶ πραγμάτων, ὡς Ἑρμῖνος· πάντες μὲν γὰρ συνεφώνησαν περὶ τῶν δέκα κατηγοριῶν εἶναι τὸν σκοπόν, ἀλλ' οἱ μὲν ὡς ἐκφωνουμένων μόνον, οἱ δὲ ὡς ὑφεστωσῶν, οἱ δὲ ὡς νοουμένων. καὶ οὐκ εστιν εἰπεῖν ὅτι ὀνόματι μὲν τρεῖς οἱ σκοποὶ, ἔργωι δὲ εἷς· οὐδὲ γὰρ ἀκολουθεῖ ταῦτα ἀλλήλοις· οὐ γὰρ ὅπου φωναί, καὶ νοήματα πάντως, διὰ τὰς ἀσήμους φωνάς, οὐδὲ ὅπου νοήματα, ἐκεῖ καὶ πράγματα, διὰ τόν τραγέλαφον καὶ ἱπποκένταυρον νοήματα ὄντα ἀνύπαρκτα. ἀλλὰ καὶ κατὰ τὰς αἰτίας διαφέρουσι· νοῦ μὲν γὰρ τὰ νοήματα, θεοῦ δὲ τὸ παράγειν τὰ πράγματα,. ψυχῆς δὲ τὰς φωνάς. οὐχ εἷς ἄρα κατ' αὐτοὺς ὁ σκοπὸς ἀλλὰ πλείους, καὶ πάντοτε τούτοις ἕλκουσι καὶ ἀνθέλκουσι τὸν Ἀριστοτέλην πρὸς κατασκευὴν τῆς ἰδίας δόξης· οἱ μὲν γὰρ λέγοντες ὅτι περὶ φωνῶν μόνον, ἐκ τῆς ἐπιγραφῆς κατασκευάζουσιν, ὅτι Κατηγορίαι ἐπιγέγραπται τὸ βιβλίον, κατηγορία δέ ἐστι τὸ κατά τινος ἀγορεύεσθαι ἤγουν λέγεσθαι, τὸ δὲ γέγεσθαι φωνή ἐστι· περὶ φωνῶν ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν. καὶ ὅτι κατακέχρηται τῶι λέγεται «ὁμώνυμα λέγεται» «συνώνυμα δὲ λέγεται» <λέγων>, τὸ δὲ λέγεται φωνή· περὶ φωνῶν ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν, καὶ πάλιν ἐκ τοῦ διελεῖν αὐτὸν τὰ λεγόμενα εἰς δύο· φησὶ γὰρ ὅτι «τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς», καὶ τὰ μὲν ἄνευ συμπλοκῆς εἰς δέκα διεῖλε κατηγορίας· αἱ οὖν κατηγορίαι περὶ φωνῶν εἰσιν ὡς ἐκ τῶν λεγομένων ἔχουσαι τὸ εἶναι· τὸ γὰρ λέγεται φωνῆς πρόσρημα. οἱ δὲ λέγοντες ὅτι περὶ πραγμάτων ὁ σκοπὸς τῶν Κατηγοριῶν κατασκευάζουσιν οὕτως· ὅτι τοῖς ἑαυτῶν ἑάλωτε πτεροῖς κατὰ τὴν παροιμίαν· ἃ γὰρ λέγετε κατασκευάζοντες ὅτι περὶ φωνῶν, τὰ αὐτά φαμεν πρὸς κατασκευὴν ὅτι περὶ πραγμάτων· φατὲ ὅτι Κατηγορίαι ἐπιγέγραπται, τὸ δὲ κατηγορεῖσθαι καὶ [130] λέγεσθαι κατά τινος φωνῆς ἴδιον σημαντικῆς πράγματος· περὶ πραγμάτων ἄρα ὁ σκοπός. εἰ δὲ λέγετε ὅτι κατακέχρηται τῶι λέγεται, καὶ τῶι τί ἐστιν «οὐσία ἐστί λέγων καὶ «δεύτεραι οὐσίαι εἰσί λέγων· περὶ πραγμάτων ἄρα ὁ σκοπός. εἰ δὲ πάλιν λέγετε ὅτι διαιρεῖ τὰ λεγόμενα εἰς τὰ συμπεπλεγμένα καὶ εἰς τὰ ἄνευ συμπλοκῆς καὶ ἐξ αὐτῶν κατάγει τὰς κατηγορίας, τοῦτο ἡμῖν συνάιδει· τὰ λεγόμενα γὰρ διεῖλεν, οὐ τὰ λέγοντα· τὰ δὲ λεγόμενα πράγματά εἰσι· περὶ πραγμάτων ἄρα ὁ σκοπὸς τῶν Κατηγοριῶν. οἱ δὲ λέγοντες ὅτι περὶ νοημάτων φασὶ πρὸς τοὺς πρώτους ὅτι νικᾶσθε ἡμῖν ἀμφότεροι, καὶ οἱ λέγοντες περὶ πραγμάτων μόνων εἶναι τὸν σκοπὸν καὶ οἱ λέγοντες περὶ φωνῶν, ἵνα τὰ μέσα τούτων ἀναφανῆι τὰ νοήματα, ὡς καὶ ἐξαγγέλλοντα καὶ ἐξαγγελλόμενα· ἐξαγγέλλουσι γὰρ μόναι αἱ φωναί, ἐξαγγέλλονται δὲ μόνα τὰ πράγματα, τὰ δὲ νοήματα καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται.Τούτων οὕτω μαχομένων ὀψέ ποτε ἐπιγενόμενος ὁ Ἰάμβλιχος ἔλυσε τοὺς ἄνδρας τῆς τε πρὸς ἀλλήλους στάσεως καὶ τῆς πρὸς τὸν Ἀριστοτέλην, λέγων οὕτως· μάχεσθε, ὦ ἄνδρες, μὴ μαχόμενοι καὶ ἀληθεύετε μὴ ἀληθεύσντες καὶ ψεύδεσθε μὴ ψευδόμενοι· ὅμοιον γὰρ πάσχετε, ὥσπερ ἄν εἴ τινες ἄνδρες ἐθέλοιεν ὁρίσασθαι τὸν ἄνθρωπον καὶ ὁ μὲν εἴποι αὐτὸν ζῶιον μόνον ὁ δὲ λογικὸν ὁ δὲ θνητὸν ὁ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν, μηδεὶς δὲ τὸ ὅλον ἑνῶσαι δυνηθῆι ὅτι ζῶιον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὕτως οὖν καὶ ὑμεῖς ὁ μὲν περὶ φωνῶν λέγει μόνον ὁ δὲ περὶ πραγμάτων ὁ δὲ περὶ νοημάτων, ἐνὸν πάντα μῖξαι καὶ εἰπεῖν ὅτι καὶ περὶ φωνῶν καὶ περὶ νοημάτων καὶ περὶ πραγμάτων· ἐρωτάσθωσαν γὰρ οἱ λέγοντες περὶ φωνῶν μόνον ὃτι «ποίων φωνῶν; ἆρα τῶν ἀσήμων; οὐ δήπου (γραμματικῶν γὰρ αὗται), ἀλλὰ τῶν σημαινουσῶν πράγματα· οὐκ ἄρα περὶ φωνῶν μόνον ἀλλὰ περὶ τῶν σημαινουσῶν πράγματα». οἱ δὲ περὶ πραγμάτων μόνον λέγοντες ἐρωτάσθωσαν καὶ αὐτοί· «πῶς διδάσκει ὁ φιλόσοφος τὰ πράγματα; δακτύλωι χρώμενος; οὐ δήπου· μερικὸν γὰρ δήπου τοῦτο καὶ ἀφιλόσοφον· φιλοκαθόλου γὰρ οἱ φιλόσοφοι, τὰ δὲ καθόλου οὐκ ἐνδέχεται χωρὶς λόγου διδάξαι οὐδὲ τῶι δακτύλωι· ὁ· * * ἄρα † χρήματα πράγματα διδάσκει ἐξ ἀνάγκης». [131] οἱ δὲ περὶ νοημάτων λέγοντες εἶναι τὸν σκοπὸν ἐρωτάσθωσαν· «περὶ ποίων νοημάτων; τῶν διακένων καὶ μὴ ἐποχουμένων τοῖς πράγμασιν, ἢ τῶν ἐποχουμένων τοῖς πράγμασιν; οὐ δήπου περὶ τῶν μὴ ἐποχουμένων, ἐπεὶ οὐκέτι ἡ φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ἀλλὰ τῶν μὴ ὄντων, ἀλλὰ περὶ τῶν ἐποχουμένων· οὐκ ἄρα περὶ νοημάτων μόνον ἀλλὰ καὶ περὶ πραγμάτων». εἰ δὲ περὶ πραγμάτων, ἐξ ἀνάγκης καὶ περὶ φωνῶν διαλέγεται· εἰ ἄρα περὶ νοημάτων καὶ πραγμάτων, ἐξ ἀνάγκης καὶ περὶ φωνῶν διαλέγεται· οὐκέτι οὖν περὶ φωνῶν μόνον ἢ περὶ πραγμάτων ἢ περὶ νοημάτων, ἀλλὰ περὶ φωνῶν καὶ περὶ πραγμάτων διὰ μέσων νοημάτων· ἑκάστηι γὰρ μονάδι ἡ λοιπὴ δυὰς ἕπεται. ἀλλ' ὅσον ἐκ τούτων τρεῖς δόξουσιν εἶναι οἱ σκοποί, ὅπερ οὐδ' αὐτῶι Ἰαμβλίχωι δοκεῖ· ἐν γὰρ τοῖς σκοποῖς τῶν Πλάτωνος διαλόγων παντὸς βιβλίου ἕνα βούλεται εἶναι τὸν σκοπόν. οὕτως οὖν εἴπωμεν· ὁ σκοπὸς τοῦ βιβλίου τῶν Κατηγοριῶν περὶ φωνῶν ἐστι σημαινουσῶν πράγματα διὰ μέσου νοημάτων.Ἀλλ᾿ ἐπειδὴ τὸ «Σωκράτης περιπατεῖ» καὶ ἀπλῶς πᾶσα πρότασις φωνή ἐστι σημαντικὴ πράγματος διὰ μέσου νοήματος, περὶ δὲ τῶν προτάσεων ἐν τῶι Περὶ ἑρμηνείας διαλαμβάνει, εἴπωμεν ἄλλως τὸν σκοπόν· ὁ σκοπὸς τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου. ἁπλῶν νοημάτων. ἀλλ' ἐπειδὴ καὶ τὸ ὄνομα καθ' αὑτὸ καὶ τὸ ῥῆμα φωναί εἰσιν ἁπλαῖ ἀπλᾶ σημαίνουσαι πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, περὶ δὲ ὀνόματος καὶ ῥήματος ἐνταῦθα οὐ ζητεῖ ἀλλ' ἐν τῶι Περὶ ἑρμηνείας, εἴπωμεν ἄλλως τὸν σκοπόν· ὁ σκοπὸς τοῦ βιβλίου τῶν Κατηγοριῶν περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν τῶν σημαινουσῶν ἀπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων· πάλαι γὰρ συνελθόντες οἱ ὀνοματοθέται ὠνόμασαν τὸ μὲν ἄνθρωπον τὸ δὲ τυχὸν ἵππον τὸ δὲ τρέχει τὸ δὲ νικᾶι, μὴ προσδιορισάμενοι ποῖα σημαίνει χρόνον καὶ ποῖα οὕ. καλοῦνται ταῦτα τῆς πρώτης θέσεως τῶι ἁπλῶς οὕτως ὀνομάσαι τὰ πράγματα. ὕστερον δὲ ἐπιγενόμενοι ἕτεροι ὅσα μὲν εὗρον προσσημαίνοντα χρόνον, ῥῆμα ἐκάλεσαν, ὅσα δὲ οὐ προσσημαίνοντα χρόνον, ὄνομα. αἱ Κατηγορίαι οὖν τὰ περὶ τῆς πρώτης θέσεως ζητοῦσιν, ὡς εἴρηται, καὶ οὐ περὶ τῶν τῆς δευτέρας θέσεως, τοῦτ' ἔστιν ὀνομάτων καὶ ῥημάτων. ἀλλ' ἐπειδὴ καὶ τὰ ὀνόματα τῆς πρώτης θέσεως ἄπειρά εἰσι τὰ κατὰ μέρος, αἱ δὲ κατηγορίαι ὡρισμέναι εἰσί (δέκα γὰρ τὸν ἀριθμόν), εἴπωμεν οὕτως· ὅτι ὁ σκοπὸς τοὐ [132] βιβλίου τῶν Κατηγοριῶν διαλαμβάνει περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν τῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων, καὶ τούτων οὐκ εἰδικωτάτων οὐκ ἀτόμων οὐ μερικῶν οὐχ ὑπαλλήλων, ἀλλὰ γενικωτάτων. ἐν οἷς θεῶι καὶ ἡ παροῦσα πρᾶξις.Δεύτερον οὖν κεφάλαιον τὸ χρήσιμον. οὐ χρήσιμος ἡ παροῦσα πραγματεία, τολμῶ λέγειν. πρὸς φιλοσοφίαν, ἀλλὰ χρήσιμος ὡς αὐτὴ ἡ φιλοσοφία· καὶ ἡ φιλοσοφία γὰρ γνῶσίς ἐστι πάντων τῶν ὄντων καὶ τὸ παρὸν βιβλίον πάντα τὰ ὄντα περιέχει· ὑπὸ γὰρ τὰς δέκα κατηγορίας πάντα τὰ ὄντα ἀνάγεται. καὶ δι' ἀποφάσεως τὸ χρήσιμον ῥητέον τοῦ παρόντος βιβλίου οὕτως· εἰ μὴ ἦν ἡ. πρώτη θέσις τῶν ἁπλῶν φωνῶν, ἡ δευτέρα οὐκ ἂν ἦν· εἰ μὴ ἦν ἡ δευτέρα θέσις, ὀνόματα καὶ ῥήματα οὐκ ἄν ἦσαν· τούτων δὲ μὴ ὄντων πρότασις οὐκ ἦν· προτάσεως δὲ μὴ οὔσης συλλογισμὸς οὐκ ἦν· συλλογισμοῦ μὴ ὄντος ἀπόδειξις οὐκ ἦν· ἀποδείξεως μὴ οὕσης ἀπέλειπον ἄν τὰ ὄργανα τὰ διακριτικά, ἐν μὲν θεωρίαι διάκρισις τῶν ἀληθῶν καὶ τῶν ψευδῶν καὶ ἡ ἐκλογὴ μὲν τῶν ἀληθῶν ἀπεκλογὴ δὲ τῶν ψευδῶν, ἐν δὲ πράξει διάκρισις ἀγαθοῦ ἀπὸ κακοῦ καὶ ἡ ἐκλογὴ μὲν τῶν ἀγαθῶν ἀπεκλογὴ δὲ τῶν κακῶν· εἰ μὴ ἦν τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν, ἡ φιλοσοφία οὐκ ἦν· εἰ μὴ ἡ φιλοσοφία ἦν, τὸ εὐδαιμονεῖν οὐκ ἦν. καὶ ἔχεις διὰ τοῦ δι' ἀποφάσεως χρησίμου καὶ τὴν τάξιν, ὅτι δεῖ προηγεῖσθαι τὸ παρὸν βιβλίον παντὸς ἄλλου λογικοῦ βιβλίου, ἐπειδὴ καὶ ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν πάντων προηγεῖται.Ἐφ᾿ οἷς εἴπωμεν καὶ τὴν αἰτίαν τῆς ἐπιγραφῆς. ἓξ τοίνυν ἐπιγραφαὶ φέρονται τοῦ παρόντος βιβλίου· οἱ μὲν γὰρ ἐπέγραψαν Κατηγορίαι, ὡς αὐτὸς ὁ Ἀριστοτέλης, οἱ δὲ Περὶ τῶν κατηγοριῶν, ὥς τινες ἑταῖροι τοῦ Ἀριστοτέλους, οἱ δὲ Περὶ <τῶν> δέκα γενῶν * * τοῦ ὄντος, ὡς Πλωτῖνος ταῖς κατηγορίαις, οἱ δὲ Πρὸ τῶν τόπων, ὡς Ἀρχύτας ὁ Ταραντῖνος, οἱ δὲ Περὶ τῶν καθόλου λόγων, ὡς Ἄδραστος ὁ Ἀφροδισιεὺς ὁ Περιπατητικός. νικᾶ δὲ πάσας ἡ τοῦ Ἀριστοτέλους· ὁ γὰρ ἐπιγράφων ὅτι Κατηγορίαι ἐνδείκνυται ὅτι οἱ λόγοι δι' οἰκείαν ἰσχὺν ἴσχυσαν γενέσθαι ὅπερ τὰ πράγματα. οὕτω καὶ Ἀριστείδης χάριν μαρτυρῶν τῶν Ὑπὲρ τῶν τεττάρων ἐπέγραψε τοὺς λόγους οὕτω· Κίμων, Μιλτιάδης, Περικλῆς, Θεμιστοκλῆς. καὶ ὁ Πλατῶν δὲ ἐπιγράφει οὕτως· Γοργίας, Φαίδων, Φαιδρὸς. οἱ δὲ ἐπιγράφοντες Περὶ τῶν κατηγοριῶν ἢ ὁ * * Περὶ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν [133] καθόλου λόγων ἐνδείκνυνται ὅτι οἱ λόγοι δι' οἰκείαν ἀσθένειαν κατόπιν ἐγένοντο τῶν πραγμάτων καὶ οὐκ ἴσχυσαν γενέσθαι ὡς αὐτὰ τὰ πράγματα. νικᾶι δὲ καὶ τὴν Πρὸ τῶν τόπων ἐπιγραφήν· εἰ γὰρ καὶ ἐξὸν τὴν τάξιν ἐπιγραφὴν ποιῆσαι, ὡς ἐν τῆι Μετὰ τὰ φυσικά, ἀλλ' ἐκεῖ εὐλόγως· καὶ μόναις γὰρ ἕπεται ταῖς Φυσικαῖς καὶ μόνα, τὸ δὲ παρὸν βιβλίον οὐ μόνων προηγεῖται τῶν τόπων ἀλλὰ καὶ ἄλλων. οἶδε δὲ πάσας τἀς ἐπιγραφὰς ὁ Ἀριστοτέλης ἐπιγράφειν, Κατηγορίαι, τόποι, ἀλλὰ καὶ τὴν Περὶ οὐρανοῦ καὶ κόσμου. αὕτη καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς.Ἐφ᾿ οἷς εἴπωμεν τὸ γνήσιον. γνήσιον τοίνυν ἐκ τοῦ παλαιοῦ τὸ παρὸν βιβλίον ἀπὸ τῆς φράσεως καὶ τῆς δεινότητος τῶν ἐνθυμημάτων καὶ ἐκ τοῦ ὀνομαστὶ μεμνῆσθαι α·ὐτὸν τοῦ παρόντος βιβλίου ἐν ἄλλοις αὑτοῦ βιβλίοις καὶ λέγειν ὅτι «ὡς εἴρηται ἐν Κατηγορίαις», καὶ ἐκ τοῦ κατὰ ζῆλον αὐτοῦ γράψαι τοὺς ἑταίρους αὐτοῦ ὁμώνυμα βιβλία καὶ χρήσασθαι τῆι «περὶ» πρπιέσει, καὶ ἐκ τοῦ εὐθύνας δεδωκέναι αὐτὸ τοῖς Ἀττικοῖς ἐξηγηταῖς· τεσσαράκοντα γὰρ βιβλίων εὑρεθέντων ἐν παλαιαῖς βιβλιοθήκαις τῶν Ἀναλυτικῶν καὶ δύο τῶν Κατηγοριῶν τέσσαρα μόνα τῶν Ἀναλυτικῶν ἐκκρίνουσι καὶ τῶν Κατηγοριῶν ἕν, καὶ εἰ μὴ γνήσιον ἦν τὸ παρὸν σύγγραμμα, ἀκέφαλος ἦν πᾶσα ἡ λογικὴ πραγματεία· Συριανὸς μὲν γάρ ὁ φιλόσοφος ἐπέγραψε τῶι Φαίδωνι νοθευομένωι ὑπό τινος Παναιτίου·
εἴ με Πλατῶν οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες·Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω.ἀλλὰ νόθον μ' ἐτέλεσσε Παναίτιος, ὅς ῥ' ἐτάλασσεκαὶ ψυχὴν θνητὴν καί με νόθον τελέσαι.
ἐγὼ δέ, φησὶν ὁ ἡμέτερος διδάσκαλος, ἐπιγράφω ταῖς Κατηγορίαις
εἰ μὴ Ἀριστοτέλους γενόμην, ἢ διπλόος οὗτος,ἢ σοφίην ἀκάρηνον ἐδείματο νόσφιν ἐμεῖο.
οὕτως καὶ τὸ γνήσιον.Ἐφ᾿ οἷς εἴπωμεν τὴν εἰς τὰ μόρια διαίρεσιν. εἰς τρία τοίνυν διαιρεῖται τὸ παρὸν βιβλίον, <εἰς τὰ πρὸ τῶν κατηγοριῶν>, εἰς τὰς κατηγορίας, [134] τουτ᾿ εστιν εἰς αὐτοὺς τοὺς αγωνας, καὶ εἰς τὰ χρησιμα πρὸς τὰς κατηγορίας· τὸ πρῶτον γὰρ καὶ τὸ τελευταῖον τμῆμα χρήσιμα διδάσκει πρὸς τὰς κατηγορίας, πλὴν οὐ τὰ αὐτά· ἐν μὲν γὰρ τῶι πρώτωι τμήματι ἐκεῖνα τὰ χρήσιμα διδάσκει, ὧν οὐδεμίαν ἔχομεν πρόσκλησιν ἐκ τῆς συνθείς, περὶ ὁμωνύμων, περὶ ὑποκειμένου, περὶ κατηγορουμένου· ἐν δὲ τῶι τελευταίωι τμήματι ἐκεῖνα τῶν χρησίμων διδάσκει, ἃ καὶ ἐκ τῆς συνηθείας γινώσκομεν, περὶ προτέρου, περὶ τοῦ ἅμα, περὶ τοὐ ἔχειν, περὶ κινήσεως. οὐκ ἠβουλήθη δὲ πάντα τὰ χρήσιμα ἐν ἑνὶ μέρει εἰπεῖν, ἵνα μὴ τὰ προτέλεια μείζονα ποιήσηι τῶν ἀγώνων. καὶ ἡμεῖς οὖν ἵνα μὴ τὰ προοίμια μείζονα ποιήσωμεν, τῶν μὲν προοιμίων ἅλις, ἐπ' αὐτοὺς δὲ τοὺς ἀγῶνας λοιπὸν χωρήσωμεν καὶ τὴν ἐξήγησιν τῆς λέξεως. ἐν οἷς καὶ τὰ προλεγόμενα τῶν Κατηγοριῶν. |