Cosmas Indicopleustes
floruit 550 p. Chr. n.
Χριστιανικὴ Τοπογραφία
Πρόλογος
|
|
___________________________________________________
|
|
Αὕτη ἡ βίβλιος Χριστιανικὴ Τοπογραφία περιεκτικὴ παντὸς τοῦ κόσμου παρ᾽ ἡμῶν ὠνομασμένη. Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τῆς μιᾶς τρισυποστάτου καὶ προσκυνητῆς Θεότητος, τῆς ὁμοουσίου καὶ ζωαρχικῆς Τριάδος τοῦ ἑνὸς Θεοῦ, παρ᾽ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν εἰς ἡμᾶς κάτεισιν, ἀνοίγω τὰ μογιλάλα καὶ βραδύγλωσσα χείλη, ὁ ἁμαρτωλὸς καὶ τάλας ἐγώ, πεποιθὼς ἐπ᾽ αὐτῶι, ὡς, διὰ τὴν τῶν αἰτησάντων τὸν λόγον ταπείνωσιν καὶ τῶν ἀκουόντων ὠφέλειαν, δώσει πνεῦμα σοφίας καὶ λόγον ἐν ἀνοίξει τοῦ στόματος μου, ὁ τῆς χάριτος Κύριος καὶ πάντων τῶν ἀγαθῶν Ταμίας, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πρόλογος
| |
1 | Πρῶτον μὲν πάντων παρακαλῶ τοὺς μέλλοντας ἐντυγχάνειν τῆιδε τῆι βίβλωι, ἵνα μετὰ πάσης προσοχῆς καὶ ἐπιμελείας τὴν ἀνάγνωσιν ποιήσωνται, καὶ μὴ παρέργως αὐτὴν διαδραμεῖν, ἀλλὰ καὶ τοὺς τόπους καὶ τὰ σχήματα καὶ τὰς ἐγκειμένας ἱστορίας μετὰ πάσης σπουδῆς φιλοπόνως ἀπομάξοιντο, καὶ μετὰ τὸ τέλος δὲ τῆς βίβλου ἐγκυψάτωσαν καὶ τῶι τόμωι τῶι παρ᾽ ἡμῶν γενομένωι πρὸς τὸν φιλόχριστον Κωνσταντῖνον, ἐν ὧιπερ καταγέγραπται πλατυτέρως πᾶσα ἡ γῆ, ἥ τε πέραν τοῦ Ὠκεανοῦ καὶ αὕτη, καὶ πᾶσαι αἱ χῶραι, ἔτι τε καὶ τὰ νότια μέρη τὰ ἀπὸ Ἀλεξανδρείας ἕως τοῦ νοτιαίου Ὠκεανοῦ, λέγω δὴ ὁ Νεῖλος ποταμὸς καὶ αἱ παρακείμεναι χῶραι καὶ τὰ ἔθνη τῆς τε Αἰγύπτου πάσης καὶ Αἰθιοπίας, ἔτι τε καὶ ὁ Ἀράβιος κόλπος καὶ αἱ παρακείμεναι χῶραι καὶ ἔθνη ἕως πάλιν τοῦ αὐτοῦ Ὠκεανοῦ, ὁμοίως καὶ ἡ μέση γῆ τοῦ τε ποταμοῦ καὶ τοῦ κόλπου καὶ αἱ πόλεις καὶ αἱ χῶραι καὶ τὰ ἔθνη τὰ ἐν αὐτῆι, πρὸς τὸ δεῖξαι τὰ παρ᾽ ἡμῶν μὲν λεγόμενα ἀληθῆ, τὰ δὲ τῶν ἐναντίων ψευδῆ, δι᾽ οὓς καὶ ἡ βίβλος καὶ αἱ καταγραφαὶ γεγόνασιν αἱ ἐγκείμεναι, περί τε μεγέθους ἡλίου λέγω καὶ τῆς διακεκαυμένης καὶ διαβοωμένης αὐτῶν ἀοικήτου γῆς, ὡς πλάσματα καὶ μύθους ἐρευγομένων. |
2 | Ζητησάτωσαν δὲ πάλιν τὸν σκάριφον τοῦ παντὸς καὶ τῆς ἀστρώιας κινήσεως, τὸν παρ᾽ ἡμῶν γενόμενον κατὰ μίμησιν τῆς ὀργανικῆς τῶν ἔξωθεν σφαίρας, καὶ τὸν περὶ αὐτοῦ λόγον πρὸς τὸν θεοφιλέστατον διάκονον Ὁμόλογον ἀποσταλέντα, καὶ ἐγκυψάτωσαν, ὅστις τε σὺν Θεῶι ἱκανὸς ὑπάρχει, μάλιστα σὺν ταύτηι τῆι βίβλωι καὶ τῶι τόμωι ἐκ βάθρων ἀνελεῖν τῶν ἑλληνικῶν ὑποθέσεων τὴν πλάνην. Ταῦτα γάρ τις τὰ τρία χριστιανὸς ὑπάρχων καὶ κτώμενος καὶ τῆι θείαι χάριτι περὶ τὴν θείαν Γραφὴν ἐπιμελῶς κινούμενος ῥαιδίως ἐλέγχει τῶν μυθολόγων τὴν ἄνοιαν. Συνίστησι γὰρ δι᾽ αὐτοῦ τοῦ σχήματος καὶ τῆς τοῦ κόσμου κατασκευῆς καὶ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων τὴν θείαν Γραφὴν ἀληθεστάτην οὖσαν καὶ τῶν χριστιανῶν τὸ κήρυγμα. Ἔρρωσθε, χριστιανοὶ ἐν Κυρίωι. |