BIBLIOTHECA AUGUSTANA

 

Cosmas Indicopleustes

floruit 550 p. Chr. n.

 

Χριστιανικὴ Τοπογραφία

 

Λόγος ιβʹ

 

___________________________________________________

 

 

 

ΛΟΓΟΣ ΙΒʹ

 

Ἔτι ἕτερος λόγος σημαίνων ὅτι πολλοὶ τῶν ἔξωθεν ἀρχαίων συγγραφέων μαρτυροῦσι τῆι ἀρχαιότητι τῶν θείων Γραφῶν τῶν διὰ Μωϋσέως καὶ τῶν προφητῶν εἰρημένων, καὶ ὅτι ὕστερον πάντων οἱ Ἕλληνες φαίνονται μεμαθηκότες καὶ γράμματα καὶ περὶ τῶν θείων Γραφῶν, ἐρριζωμένην ἔχοντες τὴν ἀπιστίαν.

 

ιβ.1

Ἐν τοῖς χαλδαϊκοῖς γράμμασι Βηρώσου καὶ ἑτέρων τινῶν γέγραπται οὕτως ὅτι δέκα βασιλεῖς ἐβασίλευσαν παρ᾽ αὐτοῖς ἐτῶν μυριάδας δισχιλίας διακοσίας τεσσαράκοντα δύο. Ἐπὶ δὲ τοῦ δεκάτου βασιλέως Ξισούθρου, παρ᾽ αὐτῶν οὕτω καλουμένου, γενέσθαι ἔφησαν μέγαν κατακλυσμόν· ἐμβάντα δὲ εἰς πλοῖον τὸν Ξίσουθρον σὺν τῆι γαμετῆι καὶ τοῖς συγγενέσι καὶ τοῖς ἀλόγοις, χρηματισθέντα ὑπὸ θεῶν καὶ διασωθέντα λέγουσιν ἐπὶ τὰ ὄρη τῆς Ἀρμενίας καὶ μετὰ τὸν κατακλυσμὸν θύσαντα θυσίας εὐχαριστηρίους τοῖς θεοῖς, πάντα σχεδὸν μεταπλάσαντες τὰ Μωϋσέως. Δισχιλίας διακοσίας τεσσαράκοντα δύο γὰρ καὶ προσέτι δέκα γενεὰς ἔμειναν ἐν τῆι πέραν γῆι οἱ ἄνθρωποι, καὶ ἐπὶ τοῦ δεκάτου, λέγω δὴ τοῦ Νῶε, γενομένου τοῦ κατακλυσμοῦ μετέβησαν διὰ τῆς κιβωτοῦ· τοῦτον γὰρ τὸν Νῶε αὐτοὶ καλοῦσι Ξίσουθρον. Τὰς ἡμέρας δὲ εἰς ἔτη μεταπλάσαντες δῆλοί εἰσιν, ἤγουν τὰ ἔτη μυριοπλάσαντες, δισχιλίας διακοσίας τεσσαράκοντα δύο μυριάδας ἐτῶν ζήσαντας τοὺς δέκα βασιλεῖς εἶπον, οὕσπερ ὁ Μωϋσῆς ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ τοῦ Νῶε δισχιλίας διακοσίας τεσσαράκοντα δύο ἔτη ἠρίθμησεν.

ιβ.2

Ὁμοίως Τίμαιος, ὁ φιλόσοφος, οὕτω καὶ αὐτὸς δια γράφει τὴν γῆν ταύτην κυκλουμένην ὑπὸ τοῦ Ὠκεανοῦ, καὶ τὸν Ὠκεανὸν ὑπὸ τῆς πέραν γῆς. Ἀτλαντίδα γὰρ νῆσόν τινα ὑποτίθεται ὑπὸ τὴν δύσιν ἔξω εἰς τὸν Ὠκεανὸν ἐπὶ τὰς Γαδείρους μεγάλην καὶ ἄφατον, καὶ τὰ κατοικοῦντα ἐν αὐτῆι ἔθνη μισθωσαμένους δέκα βασιλεῖς ἐκ τῆς πέραν γῆς ἐλθόντας καὶ πολεμήσαντας Εὐρώπην καὶ τὴν Ἀσίαν, καὶ μετέπειτα ὑπὸ τῶν Ἀθηναίων ἡττηθέντας, καὶ αὐτὴν δὲ τὴν νῆσον ὑπὸ Θεοῦ καταποντωθεῖσαν λέγει. Τοῦτον δὲ καὶ Πλάτων καὶ Ἀριστοτέλης ἐπαινοῦσι, καὶ Πρόκλος ὑπομνηματίζει, καὶ οὗτος τὰ ὅμοια ἡμῖν λέγει μεταπλάσας τὸν λόγον καὶ ἀντὶ τῆς ἀνατολῆς τὴν δύσιν εἰπών, ἔτι δὲ καὶ αὐτὸς τῶν δέκα γενεῶν μνησθεὶς καὶ τῆς πέραν τοῦ Ὠκεανοῦ γῆς. Καὶ ἁπλῶς εἰπεῖν, εὔδηλοί εἰσι πάντες ἐκ τοῦ Μωϋσέως λαμβάνοντες καὶ ὡς ἴδια ἐκτιθέμενοι.

ιβ.3

Οἱ τὰ Χαλδαϊκὰ γὰρ συγγραψάμενοι, ὡς ἀρχαιότεροι καὶ ἀνατολικώτεροι, ἐμνήσθησαν ἐν τοῖς ἑαυτῶν συγγράμμασι τοῦ τε κατακλυσμοῦ καὶ τῆς πυργοποιΐας, ὁρῶντες αὐταῖς ὄψεσι τὸν πύργον καὶ τὴν κατασκευὴν αὐτοῦ, ὡς διὰ τὸν κατακλυσμὸν δῆθεν ἐπινοήσαντες αὐτοῖς καταφυγὴν καὶ σωτηρίαν ἐποίησαν ἑαυτοῖς οἱ τότε ἄνθρωποι. Ἀναγνόντες δὲ καὶ Μωϋσέα οἱ μετέπειτα καὶ εὑρόντες ἀπὸ Ἀδὰμ δέκατον ὄντα τὸν Νῶε, ἐφ᾽ οὗπερ γέγονε κατακλυσμός, ἀνεπλάσαντο καὶ αὐτοὶ δέκα βασιλεῖς παρ᾽ αὐτοῖς βασιλεύσαντας ἐτῶν μυριάδας δισχιλίας διακοσίας τεσσαράκοντα δύο, ὥσπερ εἴρηται πρόσθεν, ὧν ἐστιν ὁ πρῶτος Ἄλωρος, τουτέστιν Ἀδάμ, ὁ δεύτερος Ἀλάαπρος, Σήθ, ὁ τρίτος Ἀλμηδών, Ἐνώς,ὁ τέταρτος Ἀμμέων, Καϊνᾶν, ὁ πέμπτος Ἀμμεγάλαρος, Μαλελεήλ, ὁ ἕκτος Δαόνος ποιμήν, Ἰάρεδ, ὁ ἕβδομος Εὐεδώραγχος, Ἐνώχ, ὁ ὄγδοος Ἀμεμψίναγχος, Μαθουσάλα, ὁ ἔνατος Ὀτιόρτης, Λάμεχ, ὁ δέκατος Ξίσουθρος, Νῶε. Ἐπὶ τούτου γενέσθαι λέγουσι τὸν μέγαν κατακλυσμὸν κατὰ τὸν Μωϋσέα.

ιβ.4

Οἱ δὲ τὰ Αἰγυπτιακὰ συγγραψάμενοι, τουτέστι Μανεθὼν καὶ Χαιρήμων καὶ Ἀπολλώνιος ὁ Μόλων καὶ Λυσίμαχος καὶ Ἀπίων ὁ Γραμματικός, μέμνηνται Μωϋσέως καὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς Αἰγύπτου. Ὡς Αἰγύπτιοι γὰρ καὶ Αἰγυπτιακὰ ἀναγραφόμενοι ἁρμοδίως καὶ αὐτοὶ τὰ ἐπὶ τῶν τόπων γενόμενα διηγοῦνται, οἵτινες καὶ διασύρουσι Μωϋσέα ὡς στασιάσαντα καὶ πλῆθος τῶν ἀγυρτῶν καὶ λελωβημένων ἀναστατώσαντα καὶ ἐκβαλόντα τῆς Αἰγύπτου, καὶ ἀπελθόντας εἰς τὸ Σίναιον ὄρος καὶ εἰς Ἱεροσόλυμα καὶ κληθέντας Ἰουδαίους.

ιβ.5

Καὶ ἁπλῶς εἰπεῖν, Χαλδαῖοι καὶ Αἰγύπτιοι τρόπον τινά, ὡς ἀρχαιότεροι τῶν Ἑλλήνων, μαρτυροῦσι τῆι θείαι Γραφῆι, ὅτι καὶ ὁ κατακλυσμὸς γέγονεν ὁ ἐπὶ τοῦ Νῶε καὶ πυργοποιΐα καὶ ἡ ἔξοδος ἡ ἀπ᾽ Αἰγύπτου τῶν υἱῶν Ἰσραήλ. Ἕλληνες δὲ μεταγενέστεροι τυγχάνοντες καὶ ὀψέ ποτε συγγράφειν μεμαθηκότες, καὶ τῆς ἀνατολῆς μακράν που περὶ τὴν δύσιν ἀπωικισμένοι, τῆς τε Ἰουδαίας καὶ Αἰγύπτου πορρώτερον διάγοντες, τὰ τοιαῦτα ἠγνόησαν μήτε ὄψει μήτε ἀκοῆι αὐτὰ παραλαβόντες. Διὸ καὶ ἕως τοῦ παρόντος ἀπιστοῦσι τῆι θείαι Γραφῆι, Παλαιᾶι τε καὶ Καινῆι Διαθήκηι, μύθους ἡγούμενοι τὰ κατ᾽ αὐτήν.

ιβ.6

Οἱ Χαλδαῖοι δὲ καὶ οἱ Μῆδοι καὶ οἱ Πέρσαι ἐπιστάμενοι πλέον τι ἐκ τῆς πυργοποιΐας καὶ τοῦ κατακλυσμοῦ καὶ τῶν συμβεβηκότων ἐπὶ Ἐζεκίου καὶ Ἰωνᾶ καὶ τῆς αἰχμαλωσίας, τῶν τοῦ τε Δανιὴλ καὶ τῶν τριῶν παίδων, ἐπαιδεύθησαν αὐτοῖς ἐκ μέρους τοῖς γράμμασιν· ὁμοίως καὶ οἱ Αἰγύπτιοι ἐπαιδεύθησαν διὰ τῶν κατὰ τὸν Ἰωσὴφ καὶ Μωϋσέα καὶ τοῦ λαοῦ τῶν Ἰσραηλιτῶν, ἑτοιμότερα ταῦτα τὰ ἔθνη γενόμενα εἰς ὑποδοχὴν τοῦ χριστιανισμοῦ.

ιβ.7

Ἐπίστευσαν μέντοι καὶ Ἕλληνες ὕστερον διὰ τῶν ἀποστόλων θεωροῦντες τὰ ὑπ᾽ αὐτῶν γινόμενα θαύματα· ὕστερον δὲ πάλιν τῶν σημείων παυσαμένων καὶ τοῦ χρόνου διαδραμόντος, πολλοὺς μὲν εὑρήσεις Ἕλληνας πεπιστευκότας καὶ βαπτισθέντας, ἀπιστοῦντας δὲ καὶ ἀγνοοῦντας τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην, τουτέστι τὴν θείαν Γραφήν, ὡς μὴ ἔχοντας ἔκπαλαι εἰς βάθος ῥίζαν θεοσεβείας καὶ θεμέλιον πίστεως. Διὸ οὐδὲ ἐν ταῖς συγγραφαῖς ἑαυτῶν ὡς πρῶτοι ἐμνήσθησαν οἱ Χαλδαῖοι καὶ οἱ Αἰγύπτιοι περί τε τοῦ κατακλυσμοῦ καὶ πυργοποιΐας καὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς ἐξ Αἰγύπτου καὶ τοῦ πρώτου συγγραφέως Μωϋσέως, ἀνωτέρους δὲ καὶ σοφωτέρους καὶ πρώτους πάντων ἑαυτοὺς ἡγούμενοι, ἐκ τοῦ τύφου τοῦ αὐτοῖς περικειμένου τὰ πολλὰ ἀγνοήσαντες· διὸ καλῶς τις τῶν Αἰγυπτίων, Σολομῶν δ᾽ οὗτος, τῶι Πλάτωνι ἔλεγεν· Ἕλληνες ἀεὶ παῖδες, γέρων δ᾽ Ἕλλην οὐκ ἔστιν, οὐδ᾽ ἔτι παρ᾽ ὑμῖν χρόνωι πολιὸν μάθημα.

ιβ.8

Ἀλλὰ καί τινες, τουτέστι Δῖος καὶ Μένανδρος, οἵτινες τὰ Τυρίων ἀρχαῖα μετέφρασαν εἰς τὴν ἑλληνίδα φωνήν, εἰς τὰς ἑαυτῶν συγγραφὰς μαρτυροῦσι τῶι Σολομῶνι καὶ τοῖς Ἰουδαίοις· καὶ ἔτι σχεδὸν εἰπεῖν, πᾶσα ἡ Αἰθιοπία καὶ τὰ νότια μέρη μαρτυροῦσι τῆι θείαι Γραφῆι, Ἕλληνες δὲ μόνοι παρ᾽ ἑαυτοῖς σοφοὶ τὴν ἰδίαν ἀγνοοῦντες σωτηρίαν· μόνος δὲ Τίμαιος ὁ προγεγραμμένος, οὐκ οἶδα πόθεν λαβών, τάχα δὲ ἐκ τῶν Χαλδαϊκῶν, μετέπλασε τοὺς δέκα βασιλεῖς ἐκ τῆς πέραν γῆς ἐλθόντας εἰς τὴν νῆσον τὴν Ἀτλαντίδα, ἣν λέγει καταποντωθεῖσαν, καὶ μισθωσαμένους τὰ οἰκοῦντα ἐν αὐτῆι ἔθνη καὶ ἐλθόντας ἐν τῆι γῆι ταύτηι καὶ πολεμήσαντας Εὐρώπην καὶ τὴν Ἀσίαν, ὅπερ σαφέστατόν ἐστι πλάσμα· μὴ δυνάμενος γὰρ δεῖξαι τὴν νῆσον καταποντωθεῖσαν αὐτὴν εἶπεν ὑπὸ Θεοῦ.

ιβ.9

Ἀλλ᾽ οὔ γε οἱ προειρημένοι Ἕλληνες, οἱ ἐπὶ σοφίαι θαυμαζόμενοι, ὀψὲ δέ ποτε καὶ γράμματα μεμαθηκότες καὶ νόμων ἀξιωθέντες, ἐνόμισαν ἑαυτοὺς μόνους τὴν σοφίαν ἐξωμβρηκέναι. Λυκοῦργοι γὰρ καὶ Σόλωνες καὶ Ζάλευκος ὁ τῶν Λοκρῶν καὶ πάντες οἱ λοιποὶ ὡς χθὲς καὶ πρώην πρὸς ἐκεῖνον τὸν Μωϋσέα παραβαλλόμενοι φαίνονται γεγονότες, ὅπου γε μηδὲ αὐτὸ τοὔνομα πάλαι ἐγινώσκετο τοῦ νόμου παρὰ τοῖς Ἕλλησι· καὶ μάρτυς Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως αὐτῶι χρησάμενος. Οὐδὲν γὰρ ἦν κατὰ τοῦτον, ἀλλὰ γνώμαις ἀρίσταις πλήθη διωικεῖτο καὶ προστάγμασι τῶν βασιλέων· ἀφ᾽ οὗ καὶ μέχρι πολλοῦ διέμειναν ἔθεσιν ἀγράφοις χρώμενοι καὶ πολλὰ τούτων ἀεὶ πρὸς τὸ συντυγχάνον μετατιθέντες.

ιβ.10

Λακεδαιμόνιοι μὲν γὰρ καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις· Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες ἃ μὲν χρὴ πράττειν ἢ μὴ προσέταττον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρησαν· οὗτοι δὲ κἀκεῖνοι κατὰ βραχὺ εἰς προκοπὴν σταθερῶν νόμων καὶ βεβαίων ἐληλυθότες οὐ μὴν ἐξ ἀρχῆς, ὡς ὁ πάλαι Μωϋσῆς καὶ γραμμάτων πεῖραν καὶ νόμου σταθεροῦ τὸ ἴδιον ἐξεπαίδευσεν ἔθνος, λόγωι καὶ ἔργωι πρῶτος ἐνδεικνύμενος τοῦ νόμου καὶ τῶν γραμμάτων τὸ βέβαιον, ἄχρις οὗ χρόνωι πολλῶι τὸ ἔθνος ἐπὶ τὸν προκηρυττόμενον Δεσπότην Χριστὸν καὶ τὴν τούτου διδασκαλίαν ὡδήγησε τῆι βεβαιότητι τοῦ νόμου ὁδηγούμενόν τε καὶ φρουρούμενον.

ιβ.11

Φοίνικες οὖν τῶι ἔθνει γειτνιῶντες καὶ ἐξ αὐτῶν μαθόντες γράμματα καὶ ἀναγραφὰς τῶν Ἑλλήνων ἀρχαιοτέρας ἀνεγράψαντο καὶ Ἕλληνας μαθεῖν γράμματα παρεσκεύασαν· Κάδμος γὰρ ἀπὸ Τύρου τὰ γράμματα λαβὼν εἰς Ἑλλάδα μετήνεγκε. Μὴ οὖν τὰς ὀφρῦς Ἕλληνες ἀνατεινάτωσαν ὥς τι καινὸν τῶι βίωι πρῶτοι ἐφευρηκότες, παρ᾽ ἑτέρων καὶ τὰ γράμματα καὶ τοὺς νόμους καὶ τὴν ὑπόνοιαν τῆς σφαίρας καὶ τὴν ἀστρονομίαν καὶ ἀστρολογίαν ἐρανισάμενοι.

ιβ.12

Ὀψὲ γάρ ποτε φανέντες ἐν βίωι τὸν κόσμον ἀΐδιον ἐδόξασαν· παρ᾽ ἑτέρων τὸν οὐρανὸν σφαῖραν ὑπονοεῖν διδαχθέντες, ὡς αὐτοὶ πρῶτοι τοῦτο δοξάσαντες τὸν κανόνα τῆς ἀστρονομίας ὡς ἴδιον ἐξέθεντο· παρ᾽ ἑτέρων τὰ γράμματα διδαχθέντες, συγγραφεῖς ἀρχαίους καὶ πρώτους ἑαυτοὺς ὑποτίθενται· παρ᾽ ἑτέρων διδαχθέντες νομοθετεῖν, νομοθέτας ἀρχαίους καὶ δικαιάρχους ἑαυτοὺς ἀνεζωγράφησαν· πλατύτητα γλώττης καὶ κάλλος λόγου παρὰ τοῦ δοτῆρος Θεοῦ κομισάμενοι, τῶι δοτῆρι Θεῶι ἀχαριστοῦντες τοῖς αὐτοῦ λόγοις ἀπειθοῦσι· πάντα παρὰ Θεοῦ καὶ τῶν πρὸ αὐτῶν κομισάμενοι τοὺς πάντας ἀθετοῦσι καὶ ὡς ἴδια σοβαρῶς σφετερίζονται.

ιβ.13

Μαχόμενοι γὰρ τοῖς θείοις λόγοις τοῖς λέγουσιν «ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν» ἀντιβοῶσιν οἱ βέλτιστοι λέγοντες· Οὐκ ἔστιν οὕτως, σφαιροειδὴς γάρ ἐστι, καὶ τοῦτο πρόδηλον ἐκ τῶν προλεγομένων παρ᾽ ἡμῶν ἐκλείψεων· ἔτι δὲ ἀνάστασιν νεκρῶν ἀκούοντες κηρυττομένην ἐν αὐτοῖς, ἀδυνατοῦν τοῦτο γενέσθαι· τὸν ὑπὸ μυρίων γὰρ σωμάτων ἐκ διαδοχῆς δαπανηθέντα, πῶς ἐνδέχεται ἀναστῆναι; Καὶ ἁπλῶς εἰπεῖν, κατασοφίζονται τοῦ δοτῆρος τῆς γλώττης, ἀνατρέπειν ἐπιχειροῦντες τὰ δόγματα τῆς αὐτοῦ Ἐκκλησίας.

ιβ.14

Καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν αὐτοῖς γενέσθαι ἀγαθουργῶν καὶ προνοῶν, καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας τετρακόσια καὶ προσέτι ἐπὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου, μετὰ τὸν πόλεμον τὸν Τρωϊκόν, ὅτε καὶ διέπρεψαν οἱ Ἕλληνες, ἐφανέρωσεν αὐτοῖς τινα γνωρίσματα τῆς αὐτοῦ ἀγαθότητος, οἷόν τι λέγω Ἀλέξανδρος ὁ Μακεδὼν παρερχόμενος τὰ Ἱεροσόλυμα, πολεμῆσαι τὸν Δαρεῖον ἀπερχόμενος, συναντήσαντι τῶι ἀρχιερεῖ τῶν Ἰουδαίων μεθ᾽ οὗ σχήματος ἐφόρει, τοῦ ἀρχιερατικοῦ λέγω, κατελθὼν αὐτὸς ἀπὸ τοῦ ἵππου ἀσμένως ἠσπάσατο· τῶν δὲ ἰδίων μεμψαμένων αὐτῶι καὶ εἰπόντων· Διατί οὕτω πεποίηκας; Αὐτὸς ἀπολογούμενος ἔφη· Ἐξ ἀρχῆς ἐν τῆι Μακεδονίαι ἐξερχομένου μου τοιούτωι σχήματι φορῶν ὤφθη μοί τις κατ᾽ ὄναρ, ὃς ἔλεγεν· Ἔξελθε καὶ νικᾶις· ὅθεν λοιπὸν καὶ αὐτὸς θυσίας ἔθυσε τῶι Θεῶι καὶ πολλὰ δῶρα προσήνεγκεν εἰς τὸν ναὸν καὶ τῆι χώραι τῶν Ἰουδαίων πολλὰ ἐχαρίσατο.

ιβ.15

Μετέπειτα Πτολεμαῖος, ὁ ἐπίκλην Φιλάδελφος, περιεργασάμενος καὶ μαθὼν παρὰ Τρύφωνος τοῦ Φαληρέως περὶ τῶν ἰουδαϊκῶν βιβλίων, σπουδαίως ζητήσας παρὰ τῶι ἀρχιερεῖ Ἐλεαζάρωι, ἀποστείλας δῶρα πολλὰ καὶ τῶι ναῶι καὶ τῶι ἀρχιερεῖ, ταύτας ἐδέξατο σὺν ἑβδομήκοντα πρεσβυτέροις, οἵτινες καὶ ἀπὸ τῆς ἑβραΐδος γλώττης μετέφρασαν εἰς τὴν Ἑλλήνων γλῶτταν καὶ ἐν τῆι ἰδίαι βιβλιοθήκηι ἀνέθηκαν. Ἦν δὲ καὶ τοῦτο θείας προνοίας ἔργον, ἵνα πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας προητοιμασμένον ἦι καὶ μὴ ὕστερον γινόμενον ἐπὶ τῶν ἀποστόλων ὕποπτον γένηται τοῖς πολλοῖς, ὡς πρὸς τὸ κεχαρισμένον ἑαυτοῖς ἑρμηνεύσαντες τὰ παρὰ τῶν προφητῶν πάλαι εἰρημένα περί τε τοῦ Χριστοῦ καὶ τῆς κλήσεως τῶν ἐθνῶν.

ιβ.16

Ὁ Φύσκων πάλιν Πτολεμαῖος νικήσας τοὺς Ἰουδαίους καὶ βουλόμενος αὐτοὺς ἐνταῦθα τῆι Ἀλεξανδρείαι ἀπολέσαι διὰ τῶν ἐλεφάντων, καὶ παραδόξως τοῦ Θεοῦ ἀντιστρέψαντος ἐπὶ τὴν αὐτοῦ στρατιὰν τὸν θυμὸν τῶν θηρίων, σέβειν τὸν ἐν αὐτοῖς Θεὸν ἐδιδάσκετο, τιμαῖς γεραίρων καὶ θυσίαις καὶ προσφοραῖς ἀναθημάτων τοῦ λοιποῦ αὐτὸν τὸν ὄντως ὄντα Θεὸν καὶ τὸν αὐτοῦ λαόν, τουτέστι τοὺς Ἰουδαίους. Καὶ ἕτεροι τῶν τῆς μακεδονικῆς ἀρχῆς γενόμενοι βασιλεῖς συμμάχους τοῖς ἰδίοις προσεκαλοῦντο· ἄλλοι δὲ καὶ πολεμεῖν αὐτοῖς προηιρημένοι καὶ ἐπὶ ἱκανὸν χρόνον δουλωσάμενοι, ὕστερον τὴν τοῦ Θεοῦ ῥοπὴν ἑώρων ἐνεργοῦσαν ἐν αὐτοῖς καὶ ὡς πρὸς βοήθειαν αὐτῶν διεγειρομένην καὶ ἑαυτοὺς νικωμένους ὑπ᾽ αὐτῶν, ὑπὸ ἐλαχιστῶν καὶ εὐαριθμήτων ἀνδρῶν.

ιβ.17

Καὶ ἁπλῶς εἰπεῖν, διὰ τῶν πολέμων καὶ τῶν παραδόξων καὶ τῶν ἐνυπνίων καὶ τῶν βιβλίων προεγυμνάζοντο διδασκόμενοι τὸν ὄντως ὄντα Θεόν, τοῦτον ὃν Ἰουδαῖοι σέβονται, ἵνα καὶ αὐτοὶ ἑτοιμότεροι γένωνται πρὸς ὑποδοχὴν τοῦ χριστιανισμοῦ, ὥστε καὶ ἐπὶ τῶν καιρῶν τῆς ἐπιδημίας τοῦ Δεσπότου Χριστοῦ διὰ τῶν ἀποστόλων πολλὰ τῆς Ἑλλάδος ἔθνη θεωροῦντα τὰ σημεῖα τῆι πίστει τοῦ Χριστοῦ συμβέβηκεν, ὁμολογοῦντα τὴν ἀνάστασιν αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον. Νυνὶ δὲ χρόνου πολλοῦ διαδραμόντος καὶ τῶν σημείων παυσαμένων, ὥσπερ λήθην τινὰ ἔλαβον ἐκείνης τῆς πίστεως καὶ ἐπὶ τὴν προτέραν ἀνέδραμον δεισιδαιμονίαν, ἀδύνατον εἶναι λέγοντες ἀνάστασιν ἐκ νεκρῶν ἔσεσθαι ἀνθρώπων καὶ ἄνοδον ἐν τῶι οὐρανῶι.

ιβ.18

Διὰ τοῦτο καὶ βάπτισμα μὲν αὐτοὺς εὑρίσκεις ἔχοντας καὶ τὸ σφαιρικὸν σχῆμα ἔχειν τὸν οὐρανὸν δοξάζοντας πρὸς τὸ τὴν ἀνάστασιν τῶν σωμάτων ἀθετηθῆναι καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐν τῶι οὐρανῶι. Ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον παρ᾽ Ἕλλησι καὶ μόνοις εὑρήσει τις φιλοσοφουμένους, τοὺς λόγους καὶ τὰς ἐκλείψεις ὡς ἐπὶ σφαιρικοῦ σχήματος προβαλλομένους ὡς θεῖόν τι μάθημα, εἰς ὃ καὶ ἀπατῶνται καὶ ἀπατῶσι. Διὸ καὶ ἡμεῖς ἐπὶ τὰ σχήματα καὶ τοὺς τόπους τοῦ παντὸς κόσμου καὶ τῶν ἄστρων τὴν περιφορὰν ὁρμήσαντες καὶ ἀντιστρατευσάμενοι πρὸς αὐτοὺς ἐκ τῶν θείων Γραφῶν κατεγράψαμεν, δεικνύναι σπεύδοντες διὰ τούτων πάντων καὶ ...