Agathias
ca. 530 - ca. 580
Κύκλος τῶν νέωνἐπιγραμμάτων
Ἀγαθίουἐπιγράμματα
|
|
___________________________________________________
|
|
Συμποτικά
Anthologia Graeca 11, 57Ἀγαθίου σχολαστικοῦ
Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ ΒάκχωιΟἰνοπίων, ἔμπης δ' οὐκ ἀπέθηκε δέπας·ἀλλ' ἔτι διψώων ἰδίηι κατεμέμφετο χειρὶὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένη. | |
5 | οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ' ἀπ' ἀριθμοῦτὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ' ἄρα θεῖος Ὅμηροςτείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.
Anthologia Graeca 11, 64Ἀγαθίου σχολαστικοῦ
Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχουἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.ἤδη δ' ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοικισσύβια γλυκερῶν νήχεθ' ὑπὲρ ῥοθίων, |
5 | οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη,θερμῶν Νηϊάδων οὐ μάλα δευόμενοι.ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθημαρμαρυγῆις κάλλους νᾶμα κατηγλάϊσεν.πάντων δ' ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων |
10 | ἦεν, ὃς οὐ Βάκχωι δάμνατο καὶ Παφίηι.τλήμονες, ἀλλ' ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν·τῆς δ' ἄρ' ὑπ' ἐλπωρῆι μοῦνον ἐπαιζόμεθα. |