Proklos Diadochos
8. 2. 412 - 17. 4. 485 p. Chr. n.
Εἰς τὴν Πλάτονος θεολογίαν
Βιβλίον Αʹ
|
|
____________________________________________________________
|
|
α.Προοίμιον ἐν ὧι διώρισται τῆς πραγματείαςὁ σκοπός μετ' εὐφημίας τῆς τε αὐτοῦ τοῦ Πλάτωνος καὶτῶν ἀπ' αὐτοῦ διαδεξαμένων τὴν φιλοσοφίαν.
Ἅπασαν μὲν τὴν Πλάτωνος φιλοσοφίαν ὦ φίλων ἐμοὶ φίλτατε Περίκλεις καὶ τὴν ἀρχὴν ἐκλάμψαι νομίζω κατὰ τὴν τῶν κρειττόνων ἀγαθοειδῆ βούλησιν τὸν ἐν αὐτοῖς κεκρυμμένον νοῦν καὶ τὴν ἀλήθειαν τὴν ὁμοῦ τοῖς οὖσι συνυφεστῶσαν ταῖς περὶ γένεσιν στρεφομέναις ψυχαῖς καθ' ὅσον αὐταῖς θεμιτὸν τῶν οὕτως ὑπερφυῶν καὶ μεγάλων ἀγαθῶν μετέχειν ἐκφαίνουσαν καὶ πάλιν ὕστερον τελειωθῆναι καὶ ὥσπερ εἰς ἑαυτὴν ἀναχωρήσασαν καὶ τοῖς πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων καὶ τῆς τοῦ ὄντος θήρας ἀντιλαμβάνεσθαι σπευδόντων ἀφανῆ καταστᾶσαν αὖθις εἰς φῶς προελθεῖν· διαφερόντως δὲ οἶμαι τὴν περὶ αὐτῶν τῶν θείων μυσταγωγίαν ἐν ἁγνῶι βάθρωι καθαρῶς ἱδρυμένην καὶ παρ' αὐτοῖς τοῖς θεοῖς διαιωνίως ὑφεστηκυῖαν ἐκεῖθεν τοῖς κατὰ χρόνον αὐτῆς ἀπολαῦσαι δυναμένοις ἐκφανῆναι δι' ἑνὸς ἀνδρός ὃν οὐκ ἂν ἁμάρτοιμι τῶν ἀληθινῶν τελετῶν ἃς τελοῦνται χωρισθεῖσαι τῶν περὶ γῆν τόπων αἱ ψυχαί καὶ τῶν ὁλοκλήρων καὶ ἀτρεμῶν φασμάτων ὧν μεταλαμβάνουσιν αἱ τῆς εὐδαίμονος καὶ μακαρίας ζωῆς γνησίως ἀντεχόμεναι προηγεμόνα καὶ ἱεροφάντην ἀποκαλῶν· οὕτως δὲ σεμνῶς καὶ ἀπορρήτως ὑπ' αὐτοῦ τὴν πρώτην ἐκλάμψασαν οἷον ἁγίοις ἱεροῖς καὶ τῶν ἀδύτων ἐντὸς ἱδρυνθεῖσαν ἀσφαλῶς καὶ τοῖς πολλοῖς τῶν εἰσιόντων ἀγνοηθεῖσαν ἀσφαλῶς ἐν τακταῖς χρόνων περιόδοις ὑπὸ δή τινων ἱερέων ἀληθινῶν καὶ τὸν προσήκοντα τῆι μυσταγωγίαι βίον ἀνελομένων προελθεῖν μὲν ἐφ' ὅσον ἦν αὐτῆι δυνατόν ἅπαντα δὲ καταλάμψαι τὸν τόπον καὶ πανταχοῦ τῶν θείων φασμάτων ἐλλάμψεις καταστήσασθαι. Τούτους δὴ τοὺς τῆς Πλατωνικῆς ἐποπτείας ἐξηγητὰς καὶ τὰς παναγεστάτας ἡμῖν περὶ τῶν θείων ὑφηγήσεις ἀναπλώσαντας καὶ τῶι σφετέρωι καθηγεμόνι παραπλησίαν τὴν φύσιν λαχόντας εἶναι θείην ἂν ἔγωγε Πλωτῖνόν τε τὸν Αἰγύπτιον καὶ τοὺς ἀπὸ τούτου παραδεξαμένους τὴν θεωρίαν Ἀμέλιόν τε καὶ Πορφύριον καὶ τρίτους οἶμαι τοὺς ἀπὸ τούτων ὥσπερ ἀνδριάντας ἡμῖν ἀποτελεςθέντας Ἰάμβλιχόν τε καὶ Θεόδωρον καὶ εἰ δή τινες ἄλλοι μετὰ τούτους ἑπόμενοι τῶι θείωι τούτωι χορῶι περὶ τῶν τοῦ Πλάτωνος τὴν ἑαυτῶν διάνοιαν ἀνεβάκχευσαν παρ' ὧν τὸ γνησιώτατον καὶ καθαρώτατον τῆς ἀληθείας φῶς τοῖς τῆς ψυχῆς κόλποις ἀχράντως ὑποδεξάμενος ὁ μετὰ θεοὺς ἡμῖν τῶν καλῶν πάντων καὶ ἀγαθῶν ἡγεμών τῆς τε ἄλλης ἁπάσης ἡμᾶς μετόχους κατέστησε τοῦ Πλάτωνος φιλοσοφίας καὶ κοινωνοὺς ὧν ἐν ἀπορρήτοις παρὰ τῶν αὐτοῦ πρεσβυτέρων μετείληφε καὶ δὴ καὶ τῆς περὶ τῶν θείων μυςτικῆς ἀληθείας συγχορευτὰς ἀπέφηνε. Τούτωι μὲν οὖν εἰ μέλλοιμεν τὴν προσήκουσαν χάριν ἐκτίσειν τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὐδ' ἂν ὁ σύμπας ἐξαρκέσειε χρόνος. Εἰ δὲ δεῖ μὴ μόνον αὐτοὺς εἰληφέναι παρ' ἄλλων τὸ τῆς Πλατωνικῆς φιλοσοφίας ἐξαίρετον ἀγαθὸν ἀλλὰ καὶ τοῖς ὕστερον ἐσομένοις ὑπομνήματα καταλείπειν τῶν μακαρίων θεαμάτων ὧν αὐτοὶ καὶ θεαταὶ γενέσθαι φαμὲν καὶ ζηλωταὶ κατὰ δύναμιν ὑφ' ἡγεμόνι τῶι τῶν καθ' ἡμᾶς τελεωτάτωι καὶ εἰς ἄκρον ἥκοντι φιλοσοφίας τάχ' ἂν εἰκότως αὐτοὺς τοὺς θεοὺς παρακαλοῖμεν τὸ τῆς ἀληθείας φῶς ἀνάπτειν ἡμῶν ταῖς ψυχαῖς καὶ τοὺς τῶν κρειττόνων ὀπαδοὺς καὶ θεραπευτὰς κατιθύνειν τὸν ἡμέτερον νοῦν καὶ ποδηγετεῖν εἰς τὸ παντελὲς καὶ θεῖον καὶ ὑψηλὸν τέλος τῆς Πλατωνικῆς θεωρίας. Πανταχοῦ μὲν γάρ οἶμαι προσήκει τὸν καὶ κατὰ βραχὺ μετέχοντα σωφροσύνης ἀπὸ θεῶν ποιεῖσθαι τὰς ἀρχάς οὐχ ἥκιστα δὲ ἐν ταῖς περὶ τῶν θεῶν ἐξηγήσεσιν· οὔτε γὰρ νοῆσαι τὸ θεῖον ἄλλως δυνατὸν ἢ τῶι παρ' αὐτῶν φωτὶ τελεσθέντας οὔτε εἰς ἄλλους ἐξενεγκεῖν ἢ παρ' αὐτῶν κυβερνωμένους καὶ τῶν πολυειδῶν δοξασμάτων καὶ τῆς ἐν λόγοις φερομένης ποικιλίας ἐξηιρημένην φυλάττοντας τὴν τῶν θείων ὀνομάτων ἀνέλιξιν. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες καὶ τῶι Πλατωνικῶι Τιμαίωι παραινοῦντι πειθόμενοι προστησώμεθα τοὺς θεοὺς ἡγεμόνας τῆς περὶ αὐτῶν διδασκαλίας· οἱ δὲ ἀκούσαντες ἵλεώι τε καὶ εὐμενεῖς ἐλθόντες ἄγοιεν τὸν τῆς ψυχῆς ἡμῶν νοῦν καὶ περιάγοιεν εἰς τὴν τοῦ Πλάτωνος ἑστίαν καὶ τὸ ἄναντες τῆς θεωρίας ταύτης. Οὗ δὴ γενόμενοι σύμπασαν τὴν περὶ αὐτῶν ἀλήθειαν ὑποδεξόμεθα καὶ τέλος τὸ ἄριστον ἕξομεν τῆς ἐν ἡμῖν ὠδῖνος ἣν ἔχομεν περὶ τὰ θεῖα γνῶναί τι περὶ τούτων ποθοῦντες καὶ παρ' ἄλλων πυνθανόμενοι καὶ ἑαυτοὺς εἰς δύναμιν βασανίζοντες. |