Musaios
floruit 550 p. Chr. n.
Ἡρὼ καὶ Λέανδρος
Textus:Musaios, Hero und Leander,ed. H. Färber, München: Heimeran, 1961Versio digitalis: Slaven Skoko (1977 - 2004)Fons: Bibliotheca Graeca (Agelos Perdikouris)(iota subscriptum - conventioscribendi mediaevalis - conversumest in iota adscriptum)
|
|
___________________________________________________
|
|
Hero et Leander (Domenico Feti 1622-23, Kunsthistorisches Museum Wien)
Εἰπέ, θεά, κρυφίων ἐπιμάρτυρα λύχνον Ἐρώτωνκαὶ νύχιον πλωτῆρα θαλασσοπόρων ὑμεναίωνκαὶ γάμον ἀχλυόεντα, τὸν οὐκ ἴδεν ἄφθιτος Ἠώς,καὶ Σηστὸν καὶ Ἄβυδον, ὅπηι γάμον ἔννυχον Ἡροῦς | |
5 | νηχόμενόν τε Λέανδρον ὁμοῦ καὶ λύχνον ἀκούω,λύχνον ἀπαγγέλλοντα διακτορίην Ἀφροδίτης,Ἡροῦς νυκτιγάμοιο γαμοστόλον ἀγγελιώτην,λύχνον, Ἔρωτος ἄγαλμα· τὸν ὤφελεν αἰθέριος Ζεὺςἐννύχιον μετ᾽ ἄεθλον ἄγειν ἐς ὁμήγυριν ἄστρων |
10 | καί μιν ἐπικλῆσαι νυμφοστόλον ἄστρον Ἐρώτων,ὅττι πέλεν συνέριθος ἐρωμανέων ὀδυνάων,ἀγγελίην δ᾽ ἐφύλαξεν ἀκοιμήτων ὑμεναίων,πρὶν χαλεπαῖς πνοιῆισιν ἀήμεναι ἐχθρὸν ἀήτην.ἀλλ᾽ ἄγε μοι μέλποντι μίαν συνάειδε τελευτὴν |
15 | λύχνου σβεννυμένοιο καὶ ὀλλυμένοιο Λεάνδρου.Σηστὸς ἔην καὶ Ἄβυδος ἐναντίον ἐγγύθι πόντου.γείτονές εἰσι πόληες. Ἔρως δ᾽ ἑὰ τόξα τιταίνωνἀμφοτέραις πολίεσσιν ἕνα ξύνωσεν ὀιστόνἠίθεον φλέξας καὶ παρθένον. οὔνομα δ᾽ αὐτῶν |
20 | ἱμερόεις τε Λέανδρος ἔην καὶ παρθένος Ἡρώ.ἡ μὲν Σηστὸν ἔναιεν, ὁ δὲ πτολίεθρον ἀβύδου,ἀμφοτέρων πολίων περικαλλέες ἀστέρες ἄμφω,εἴκελοι ἀλλήλοισι. σὺ δ᾽, εἴ ποτε κεῖθι περήσεις,δίζεό μοί τινα πύργον, ὅπηι ποτὲ Σηστιὰς Ἡρὼ |
25 | ἵστατο λύχνον ἔχουσα καὶ ἡγεμόνευε Λεάνδρωι·δίζεο δ᾽ ἀρχαίης ἁλιηχέα πορθμὸν Ἀβύδουεἰσέτι που κλαίοντα μόρον καὶ ἔρωτα Λεάνδρου.Ἀλλὰ πόθεν Λείανδρος Ἀβυδόθι δώματα ναίωνἩροῦς εἰς πόθον ἦλθε, πόθωι δ᾽ ἐνέδησε καὶ αὐτήν; |
30 | Ἡρὼ μὲν χαρίεσσα διοτρεφὲς αἷμα λαχοῦσαΚύπριδος ἦν ἱέρεια· γάμων δ᾽ ἀδίδακτος ἐοῦσαπύργον ἀπὸ προγόνων παρὰ γείτονι ναῖε θαλάσσηι,ἄλλη Κύπρις ἄνασσα. σαοφροσύνηι δὲ καὶ αἰδοῖοὐδέποτ᾽ ἀγρομένηισι συνωμίλησε γυναιξὶν |
35 | οὐδὲ χορὸν χαρίεντα μετήλυθεν ἥλικος ἥβηςμῶμον ἀλευομένη ζηλήμονα θηλυτεράων,– καὶ γὰρ ἐπ᾽ ἀγλαΐηι ζηλήμονές εἰσι γυναῖκες –ἀλλ᾽ αἰεὶ Κυθέρειαν ἱλασκομένη Ἀφροδίτηνπολλάκι καὶ τὸν Ἔρωτα παρηγορέεσκε θυηλαῖς |
40 | μητρὶ σὺν οὐρανίηι φλογερὴν τρομέουσα φαρέτρην.ἀλλ᾽ οὐδ᾽ ὧς ἀλέεινε πυριπνείοντας ὀιστούς.Δὴ γὰρ Κυπριδίη πανδήμιος ἦλθεν ἑορτή,τὴν ἀνὰ Σηστὸν ἄγουσιν Ἀδώνιδι καὶ Κυθερείηι.πασσυδίηι δ᾽ ἔσπευδον ἐς ἱερὸν ἦμαρ ἱκέσθαι, |
45 | ὅσσοι ναιετάασκον ἁλιστεφέων σφυρὰ νήσων,οἱ μὲν ἀφ᾽ Αἱμονίης, οἱ δ᾽ εἰναλίης ἀπὸ Κύπρου·οὐδὲ γυνή τις ἔμιμνεν ἀνὰ πτολίεθρα Κυθήρων,οὐ Λιβάνου θυόεντος ἐνὶ πτερύγεσσι χορεύων,οὐδὲ περικτιόνων τις ἐλείπετο τῆμος ἑορτῆς, |
50 | οὐ Φρυγίης ναέτης, οὐ γείτονος ἀστὸς Ἀβύδου,οὐδέ τις ἠιθέων φιλοπάρθενος. ἦ γὰρ ἐκεῖνοιαἰὲν ὁμαρτήσαντες, ὅπηι φάτις ἐστὶν ἑορτῆς,οὐ τόσον ἀθανάτοισιν ἄγειν σπεύδουσι θυηλάς,ὅσσον ἀγειρομένων διὰ κάλλεα παρθενικάων. |
55 | Ἡ δὲ θεῆς ἀνὰ νηὸν ἐπώιχετο παρθένος Ἡρὼμαρμαρυγὴν χαρίεσσαν ἀπαστράπτουσα προσώπουοἷά τε λευκοπάρηιος ἐπαντέλλουσα Σελήνη.ἄκρα δὲ χιονέης φοινίσσετο κύκλα παρειῆςὡς ῥόδον ἐκ καλύκων διδυμόχροον. ἦ τάχα φαίης |
60 | Ἡροῦς ἐν μελέεσσι ῥόδων λειμῶνα φανῆναι·χροιὴ γὰρ μελέων ἐρυθαίνετο, νισσομένης δὲκαὶ ῥόδα λευκοχίτωνος ὑπὸ σφυρὰ λάμπετο κούρης.πολλαὶ δ᾽ ἐκ μελέων χάριτες ῥέον. οἱ δὲ παλαιοὶτρεῖς Χάριτας ψεύσαντο πεφυκέναι· εἷς δέ τις Ἡροῦς |
65 | ὀφθαλμὸς γελόων ἑκατὸν Χαρίτεσσι τεθήλει.ἀτρεκέως ἱέρειαν ἐπάξιον εὕρατο Κύπρις.Ὣς ἡ μὲν περὶ πολλὸν ἀριστεύουσα γυναικῶν,Κύπριδος ἀρήτειρα, νέη διεφαίνετο Κύπρις.δύσατο δ᾽ ἠιθέων ἁπαλὰς φρένας οὐδέ τις αὐτῶν |
70 | ἦεν, ὃς οὐ μενέαινεν ἔχειν ὁμοδέμνιον Ἡρώ.ἡ δ᾽ ἄρα, καλλιθέμεθλον ὅπηι κατὰ νηὸν ἀλᾶτο,ἑσπόμενον νόον εἶχε καὶ ὄμματα καὶ φρένας ἀνδρῶν.καί τις ἐν ἠιθέοισιν ἐθαύμασε καὶ φάτο μῦθον·«καὶ Σπάρτης ἐπέβην, Λακεδαίμονος ἔδρακον ἄστρον, |
75 | ἧχι μόθον καὶ ἄεθλον ἀκούομεν ἀγλαϊάων·τοίην δ᾽ οὔ ποτ᾽ ὄπωπα νέην ἰδανήν θ᾽ ἁπαλήν τε.ἦ τάχα Κύπρις ἔχει Χαρίτων μίαν ὁπλοτεράων.παπταίνων ἐμόγησα, κόρον δ᾽ οὐχ εὗρον ὀπωπῆς.αὐτίκα τεθναίην λεχέων ἐπιβήμενος Ἡροῦς. |
80 | οὐκ ἂν ἐγὼ κατ᾽ Ὄλυμπον ἐφιμείρω θεὸς εἶναιἡμετέρην παράκοιτιν ἔχων ἐνὶ δώμασιν Ἡρώ.εἰ δέ μοι οὐκ ἐπέοικε τεὴν ἱέρειαν ἀφάσσειν,τοίην μοι, Κυθέρεια, νέην παράκοιτιν ὀπάσσαις.»τοῖα μὲν ἠιθέων τις ἐφώνεεν. ἄλλοτε δ᾽ ἄλλος |
85 | ἕλκος ὑποκλέπτων ἐπεμήνατο κάλλεϊ κούρης.Αἰνοπαθὲς Λείανδρε, σὺ δ᾽, ὡς ἴδες εὐκλέα κούρην,οὐκ ἔθελες κρυφίοισι κατατρύχειν φρένα κέντροις,ἀλλὰ πυριβλήτοισι δαμεὶς ἀδόκητον ὀιστοῖςοὐκ ἔθελες ζώειν περικαλλέος ἄμμορος Ἡροῦς. |
90 | σὺν βλεφάρων δ᾽ ἀκτῖσιν ἀέξετο πυρσὸς Ἐρώτωνκαὶ κραδίη πάφλαζεν ἀνικήτου πυρὸς ὁρμῆι.κάλλος γὰρ περίπυστον ἀμωμήτοιο γυναικὸςὀξύτερον μερόπεσσι πέλει πτερόεντος ὀιστοῦ.ὀφθαλμὸς δ᾽ ὁδός ἐστιν· ἀπ᾽ ὀφθαλμοῖο βολάων |
95 | κάλλος ὀλισθαίνει καὶ ἐπὶ φρένας ἀνδρὸς ὁδεύει.εἷλε δέ μιν τότε θάμβος, ἀναιδείη, τρόμος, αἰδώς.ἔτρεμε μὲν κραδίην, αἰδὼς δέ μιν εἶχεν ἁλῶναιθάμβεε δ᾽ εἶδος ἄριστον, ἔρως δ᾽ ἀπενόσφισεν αἰδῶ.θαρσαλέως δ᾽ ὑπ᾽ ἔρωτος ἀναιδείην ἀγαπάζων |
100 | ἠρέμα ποσσὶν ἔβαινε καὶ ἀντίος ἵστατο κούρης.λοξὰ δ᾽ ὀπιπεύων δολερὰς ἐλέλιζεν ὀπωπὰςνεύμασιν ἀφθόγγοισι παραπλάζων φρένα κούρης.αὐτὴ δ᾽, ὡς συνέηκε πόθον δολόεντα Λεάνδρου,χαῖρεν ἐπ᾽ ἀγλαΐηισιν· ἐν ἡσυχίηι δὲ καὶ αὐτὴ |
105 | πολλάκις ἱμερόεσσαν ἑὴν ἐπέκυψεν ὀπωπὴννεύμασι λαθριδίοισιν ἐπαγγέλλουσα Λεάνδρωικαὶ πάλιν ἀντέκλινεν. ὁ δ᾽ ἔνδοθι θυμὸν ἰάνθη,ὅττι πόθον συνέηκε καὶ οὐκ ἀπεσείσατο κούρη.Ὄφρα μὲν οὖν Λείανδρος ἐδίζετο λάθριον ὥρην, |
110 | φέγγος ἀναστείλασα κατήιεν εἰς δύσιν Ἠώς,ἐκ περάτης δ᾽ ἀνέτελλε βαθύσκιος Ἕσπερος ἀστήρ.αὐτὰρ ὁ θαρσαλέως μετεκίαθεν ἐγγύθι κούρης,ὡς ἴδε κυανόπεπλον ἐπιθρώισκουσαν ὀμίχλην.ἠρέμα δὲ θλίβων ῥοδοειδέα δάκτυλα κούρης |
115 | βυσσόθεν ἐστενάχιζεν ἀθέσφατον. ἡ δὲ σιωπῆιοἷά τε χωομένη ῥοδέην ἐξέσπασε χεῖρα.ὡς δ᾽ ἐρατῆς ἐνόησε χαλίφρονα νεύματα κούρης,θαρσαλέηι παλάμηι πολυδαίδαλον εἷλκε χιτῶναἔσχατα τιμήεντος ἄγων ἐπὶ κεύθεα νηοῦ. |
120 | ὀκναλέοις δὲ πόδεσσιν ἐφέσπετο παρθένος Ἡρώ,οἷά περ οὐκ ἐθέλουσα, τόσην δ᾽ ἀνενείκατο φωνὴνθηλυτέροις ἐπέεσσιν ἀπειλείουσα Λεάνδρωι·«Ξεῖνε, τί μαργαίνεις; τί με, δύσμορε, παρθένον ἕλκεις;ἄλλην δεῦρο κέλευθον, ἐμὸν δ᾽ ἀπόλειπε χιτῶνα. |
125 | μῆνιν ἐμῶν ἀλέεινε πολυκτεάνων γενετήρων.Κύπριδος οὐκ ἐπέοικε θεῆς ἱέρειαν ἀφάσσειν,παρθενικῆς ἐπὶ λέκτρον ἀμήχανόν ἐστιν ἱκέσθαι.»τοῖα μὲν ἠπείλησεν ἐοικότα παρθενικῆισιν.Θηλείης δὲ Λέανδρος ὅτ᾽ ἔκλυεν οἶστρον ἀπειλῆς, |
130 | ἔγνω πειθομένων σημήια παρθενικάων·καὶ γὰρ ὅτ᾽ ἠιθέοισιν ἀπειλείουσι γυναῖκες,Κυπριδίων ὀάρων αὐτάγγελοί εἰσιν ἀπειλαί.παρθενικῆς δ᾽ εὔοδμον ἐύχροον αὐχένα κύσσαςτοῖον μῦθον ἔειπε πόθου βεβολημένος οἴστρωι· |
135 | «Κύπρι φίλη μετὰ Κύπριν, Ἀθηναίη μετ᾽ Ἀθήνην,οὐ γὰρ ἐπιχθονίηισιν ἴσην καλέω σε γυναιξίν,ἀλλά σε θυγατέρεσσι Διὸς Κρονίωνος ἐίσκω,ὄλβιος, ὅς σε φύτευσε, καὶ ὀλβίη, ἣ τέκε μήτηρ,γαστήρ, ἥ σε λόχευσε, μακαρτάτη. ἀλλὰ λιτάων |
140 | ἡμετέρων ἐπάκουε, πόθου δ᾽ οἴκτειρον ἀνάγκην.Κύπριδος ὡς ἱέρεια μετέρχεο Κύπριδος ἔργα·δεῦρ᾽ ἴθι μυστιπόλευε γαμήλια θεσμὰ θεαίνης.παρθένον οὐκ ἐπέοικεν ὑποδρήσσειν Κυθερείηι,παρθενικαῖς οὐ Κύπρις ἰαίνεται. ἢν δ᾽ ἐθελήσηις |
145 | θεσμὰ θεῆς ἐρόεντα καὶ ὄργια κεδνὰ δαῆναι,ἔστι γάμος καὶ λέκτρα. σὺ δ᾽, εἰ φιλέεις Ἀφροδίτην,θελξινόων ἀγάπαζε μελίφρονα θεσμὸν Ἐρώτων.σὸν δ᾽ ἱκέτην με κόμιζε καί, ἢν ἐθέληις, παρακοίτην,τόν σοι ἔρως ἤγρευσεν ἑοῖς βελέεσσι κιχήσας, |
150 | ὡς θρασὺν Ἡρακλῆα θοὸς χρυσόρραπις Ἑρμῆςθητεύειν ἐκόμισσεν Ἰαρδανίηι ποτὲ νύμφηι.σοὶ δέ με Κύπρις ἔπεμψε καὶ οὐ σοφὸς ἤγαγεν Ἑρμῆς.παρθένος οὔ σε λέληθεν ἀπ᾽ Ἀρκαδίης Ἀταλάντη,ἥ ποτε Μειλανίωνος ἐρασσαμένου φύγεν εὐνὴν |
155 | παρθενίης ἀλέγουσα· χολωομένης δ᾽ Ἀφροδίτης,τὸν πάρος οὐκ ἐπόθησεν, ἐνὶ κραδίηι θέτο πάσηι.πείθεο καὶ σύ, φίλη, μὴ Κύπριδι μῆνιν ἐγείρηις.»ὣς εἰπὼν παρέπεισεν ἀναινομένης φρένα κούρηςθυμὸν ἐρωτοτόκοισι παραπλάγξας ἐνὶ μύθοις. |
160 | Παρθενικὴ δ᾽ ἄφθογγος ἐπὶ χθόνα πῆξεν ὀπωπὴναἰδοῖ ἐρευθιόωσαν ὑποκλέπτουσα παρειὴνκαὶ χθονὸς ἔξεεν ἄκρον ὑπ᾽ ἴχνεσιν, αἰδομένη δὲπολλάκις ἀμφ᾽ ὤμοισιν ἑὸν συνέεργε χιτῶνα.πειθοῦς γὰρ τάδε πάντα προάγγελα· παρθενικῆς δὲ |
165 | πειθομένης ποτὶ λέκτρον ὑπόσχεσίς ἐστι σιωπή.ἤδη δὲ γλυκύπικρον ἐδέξατο κέντρον Ἐρώτων.θέρμετο δὲ κραδίην γλυκερῶι πυρὶ παρθένος Ἡρώ,κάλλεϊ δ᾽ ἱμερόεντος ἀνεπτοίητο Λεάνδρου.ὄφρα μὲν οὖν ποτὶ γαῖαν ἔχεν νεύουσαν ὀπωπήν, |
170 | τόφρα δὲ καὶ Λείανδρος ἐρωμανέεσσι προσώποιςοὐ κάμεν εἰσορόων ἁπαλόχροον αὐχένα κούρης.ὀψὲ δὲ Λειάνδρωι γλυκερὴν ἀνενείκατο φωνὴναἰδοῦς ὑγρὸν ἔρευθος ἀποστάζουσα προσώπου·«Ξεῖνε, τεοῖς ἐπέεσσι ταχ᾽ ἂν καὶ πέτρον ὀρίναις. |
175 | τίς σε πολυπλανέων ἐπέων ἐδίδαξε κελεύθους;ὤμοι, τίς σε κόμισσεν ἐμὴν εἰς πατρίδα γαῖαν·ταῦτα δὲ πάντα μάτην ἐφθέγξαο. πῶς γὰρ ἀλήτης,ξεῖνος ἐὼν καὶ ἄπιστος, ἐμοὶ φιλότητι μιγείης;ἀμφαδὸν οὐ δυνάμεσθα γάμοις ὁσίοισι πελάσσαι· |
180 | οὐ γὰρ ἐμοῖς τοκέεσσιν ἐπεύαδεν. ἢν δ᾽ ἐθελήσηιςὡς ξεῖνος πολύφοιτος ἐμὴν εἰς πατρίδα μίμνειν,οὐ δύνασαι σκοτόεσσαν ὑποκλέπτειν Ἀφροδίτην.γλῶσσα γὰρ ἀνθρώπων φιλοκέρτομος· ἐν δὲ σιωπῆιἔργον ὅ περ τελέει τις, ἐνὶ τριόδοισιν ἀκούει. |
185 | εἰπὲ δέ, μὴ κρύψηις, τέον οὔνομα καὶ σέο πάτρην.οὐ γὰρ ἐμόν σε λέληθεν, ἔχω δ᾽ ὄνομα κλυτὸν Ἡρώ.πύργος δ᾽ ἀμφιβόητος ἐμὸς δόμος οὐρανομήκης,ὧι ἔνι ναιετάουσα σὺν ἀμφιπόλωι τινὶ μούνηΣηστιάδος πρὸ πόληος ὑπὲρ βαθυκύμονας ὄχθας |
190 | γείτονα πόντον ἔχω στυγεραῖς βουλῆισι τοκήων.οὐδέ μοι ἐγγὺς ἔασιν ὁμήλικες οὐδὲ χορεῖαιἠιθέων παρέασιν. ἀεὶ δ᾽ ἀνὰ νύκτα καὶ ἠῶἐξ ἁλὸς ἠνεμόφωνος ἐπιβρέμει οὔασιν ἠχή.»Ὣς φαμένη ῥοδέην ὑπὸ φάρεϊ κρύπτε παρειὴν |
195 | ἔμπαλιν αἰδομένη, σφετέροις δ᾽ ἐπεμέμφετο μύθοις.Λείανδρος δὲ πόθου βεβολημένος ὀξέι κέντρωιφράζετο, πῶς κεν ἔρωτος ἀεθλεύσειεν ἀγῶνα.ἄνδρα γὰρ αἰολόμητις Ἔρως βελέεσσι δαμάζεικαὶ πάλιν ἀνέρος ἕλκος ἀκέσσεται. οἷσι δ᾽ ἀνάσσει, |
200 | αὐτὸς ὁ πανδαμάτωρ βουληφόρος ἐστὶ βροτοῖσιν.αὐτὸς καὶ ποθέοντι τότε χραίσμησε Λεάνδρωι.ὀψὲ δ᾽ ἀλαστήσας πολυμήχανον ἔννεπε μῦθον·«Παρθένε, σὸν δι᾽ ἔρωτα καὶ ἄγριον οἶδμα περήσω,εἰ πυρὶ παφλάζοιτο καὶ ἄπλοον ἔσσεται ὕδωρ. |
205 | οὐ τρομέω βαρὺ χεῖμα τεὴν μετανεύμενος εὐνήν,οὐ βρόμον ἠχήεντα περιπτώσσοιμι θαλάσσης.ἀλλ᾽ αἰεὶ κατὰ νύκτα φορεύμενος ὑγρὸς ἀκοίτηςνήξομαι Ἑλλήσποντον ἀγάρροον. οὐχ ἕκαθεν γὰρἀντία σεῖο πόληος ἔχω πτολίεθρον Ἀβύδου. |
210 | μοῦνον ἐμοὶ ἕνα λύχνον ἀπ᾽ ἠλιβάτου σέο πύργουἐκ περάτης ἀνάφαινε κατὰ κνέφας, ὄφρα νοήσαςἔσσομαι ὁλκὰς Ἔρωτος ἔχων σέθεν ἀστέρα λύχνον.καί μιν ὀπιπεύων, οὐκ ὀψὲ δύοντα Βοώτην,οὐ θρασὺν Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης, |
215 | Κύπριδος ἀντιπόροιο ποτὶ γλυκὺν ὅρμον ἱκοίμην.ἀλλά, φίλη, πεφύλαξο βαρυπνείοντας ἀήτας,μή μιν ἀποσβέσσωσι-καὶ αὐτίκα θυμὸν ὀλέσσω –λύχνον ἐμοῦ βιότοιο φαεσφόρον ἡγεμονῆα.εἰ ἐτεὸν δ᾽ ἐθέλεις ἐμὸν οὔνομα καὶ σὺ δαῆναι, |
220 | οὔνομά μοι Λείανδρος, ἐυστεφάνου πόσις Ἡροῦς.»Ὣς οἱ μὲν κρυφίοισι γάμοις συνέθεντο μιγῆναικαὶ νυχίην φιλότητα καὶ ἀγγελίην ὑμεναίωνλύχνου μαρτυρίηισιν ἐπιστώσαντο φυλάσσειν,ἡ μὲν φῶς τανύειν, ὁ δὲ κύματα μακρὰ περῆσαι. |
225 | παννυχίδας δ᾽ ὁρίσαντες ἀκοιμήτων ὑμεναίωνἀλλήλων ἀέκοντες ἐνοσφίσθησαν ἀνάγκηι.ἡ μὲν ἔβη ποτὶ πύργον, ὁ δ᾽, ὀρφναίην ἀνὰ νύκταμή τι παραπλάζοιτο, λαβὼν σημήια πύργουπλῶε βαθυκρήπιδος ἐπ᾽ εὐρέα δῆμον Ἀβύδου. |
230 | παννυχίων δ᾽ ὀράων κρυφίους ποθέοντες ἀέθλουςπολλάκις ἠρήσαντο μολεῖν θαλαμηπόλον ὄρφνην.Ἤδη κυανόπεπλος ἀνέδραμε νυκτὸς ὀμίχληἀνδράσιν ὕπνον ἄγουσα καὶ οὐ ποθέοντι Λεάνδρωι.ἀλλὰ πολυφλοίσβοιο παρ᾽ ἠιόνεσσι θαλάσσης |
235 | ἀγγελίην ἀνέμιμνε φαεινομένων ὑμεναίωνμαρτυρίην λύχνοιο πολυκλαύτοιο δοκεύων,εὐνῆς δὲ κρυφίης τηλεσκόπον ἀγγελιώτην.ὡς δ᾽ ἴδε κυανέης λιποφεγγέα νυκτὸς ὀμίχληνἩρώ, λύχνον ἔφαινεν. ἀναπτομένοιο δὲ λύχνου |
240 | θυμὸν Ἔρως ἔφλεξεν ἐπειγομένοιο Λεάνδρου.λύχνωι καιομένωι συνεκαίετο. πὰρ δὲ θαλάσσηιμαινομένων ῥοθίων πολυηχέα βόμβον ἀκούωνἔτρεμε μὲν τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἀείραςτοίοις οἱ προσέλεκτο παρηγορέων φρένα μύθοις· |
245 | «Δεινὸς Ἔρως καὶ πόντος ἀμείλιχος· ἀλλὰ θαλάσσηςἔστιν ὕδωρ, τὸ δ᾽ Ἔρωτος ἐμὲ φλέγει ἐνδόμυχον πῦρ.ἅζεο πῦρ, κραδίη, μὴ δείδιθι νήχυτον ὕδωρ.δεῦρό μοι εἰς φιλότητα. τί δὴ ῥοθίων ἀλεγίζεις;ἀγνώσσεις, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης; |
250 | καὶ κρατέει πόντοιο καὶ ἡμετέρων ὀδυνάων.»Ὣς εἰπὼν μελέων ἐρατῶν ἀπεδύσατο πέπλαἀμφοτέραις παλάμηισιν, ἑῶι δ᾽ ἔσφιγξε καρήνωι,ἠιόνος δ᾽ ἐξῶρτο, δέμας δ᾽ ἔρριψε θαλάσσηι.λαμπομένου δ᾽ ἔσπευδεν ἀεὶ κατεναντία λύχνου |
255 | αὐτὸς ἐὼν ἐρέτης, αὐτόστολος, αὐτόματος νηῦς.Ἡρὼ δ᾽ ἠλιβάτοιο φαεσφόρος ὑψόθι πύργου,λεπταλέαις αὔρηισιν ὅθεν πνεύσειεν ἀήτης,φάρεϊ πολλάκι λύχνον ἐπέσκεπεν, εἰσόκε Σηστοῦπολλὰ καμὼν Λείανδρος ἔβη ποτὶ ναύλοχον ἀκτήν. |
260 | καί μιν ἑὸν ποτὶ πύργον ἀνήγαγεν. ἐκ δὲ θυράωννυμφίον ἀσθμαίνοντα περιπτύξασα σιωπῆιἀφροκόμους ῥαθάμιγγας ἔτι στάζοντα θαλάσσηςἤγαγε νυμφοκόμοιο μυχοὺς ἔπι παρθενεῶνοςκαὶ χρόα πάντα κάθηρε. δέμας δ᾽ ἔχρισεν ἐλαίωι |
265 | εὐόδμωι ῥοδέωι καὶ ἁλίπνοον ἔσβεσεν ὀδμήν.εἰσέτι δ᾽ ἀσθμαίνοντα βαθυστρώτοις ἐνὶ λέκτροιςνυμφίον ἀμφιχυθεῖσα φιλήτορας ἴαχε μύθους·«Νυμφίε, πολλὰ μόγησας, ἃ μὴ πάθε νυμφίος ἄλλος,νυμφίε, πολλὰ μόγησας· ἅλις νύ τοι ἁλμυρὸν ὕδωρ |
270 | ὀδμή τ᾽ ἰχθυόεσσα βαρυγδούποιο θαλάσσης.δεῦρο τεοὺς ἱδρῶτας ἐμοῖς ἐνικάτθεο κόλποις.»Ὣς ἡ μὲν παρέπεισεν. ὁ δ᾽ αὐτίκα λύσατο μίτρηνκαὶ θεσμῶν ἐπέβησαν ἀριστονόου Κυθερείης.ἦν γάμος, ἀλλ᾽ ἀχόρευτος· ἔην λέχος, ἀλλ᾽ ἄτερ ὕμνων. |
275 | οὐ ζυγίην Ἥρην τις ἐπευφήμησεν ἀείδων,οὐ δαΐδων ἤστραπτε σέλας θαλαμηπόλον εὐνὴνοὐδὲ πολυσκάρθμωι τις ἐπεσκίρτησε χορείηι,οὐχ ὑμέναιον ἄειδε πατὴρ καὶ πότνια μήτηρ.ἀλλὰ λέχος στορέσασα τελεσσιγάμοισιν ἐν ὥραις |
280 | σιγὴ παστὸν ἔπηξεν, ἐνυμφοκόμησε δ᾽ ὀμίχληκαὶ γάμος ἦν ἀπάνευθεν ἀειδομένων ὑμεναίων.νὺξ μὲν ἔην κείνοισι γαμοστόλος οὐδέ ποτ᾽ ἠὼςνυμφίον εἶδε Λέανδρον ἀριγνώτοις ἐνὶ λέκτροις.νήχετο δ᾽ ἀντιπόροιο πάλιν ποτὶ δῆμον Ἀβύδου |
285 | ἐννυχίων ἀκόρητος ἔτι πνείων ὑμεναίων.Ἡρὼ δ᾽ ἑλκεσίπεπλος ἑοὺς λήθουσα τοκῆαςπαρθένος ἠματίη, νυχίη γυνή. ἀμφότεροι δὲπολλάκις ἠρήσαντο κατελθέμεν εἰς δύσιν ἠῶ.ὣς οἱ μὲν φιλότητος ὑποκλέπτοντες ἀνάγκην |
290 | κρυπταδίηι τέρποντο μετ᾽ ἀλλήλων Κυθερείηι.Ἀλλ᾽ ὀλίγον ζώεσκον ἐπὶ χρόνον οὐδ᾽ ἐπὶ δηρὸνἀγρύπνων ἀπόναντο πολυπλάγκτων ὑμεναίων.ἀλλ᾽ ὅτε παχνήεντος ἐπήλυθε χείματος ὥρηφρικαλέας δονέουσα πολυστροφάλιγγας ἀέλλας, |
295 | βένθεα δ᾽ ἀστήρικτα καὶ ὑγρὰ θέμεθλα θαλάσσηςχειμέριοι πνείοντες ἀεὶ στυφέλιζον ἀῆταιλαίλαπι μαστίζοντες ὅλην ἅλα· τυπτομένην δὲἤδη νῆα μέλαιναν ἐφείλκυσε διψάδι χέρσωιχειμερίην καὶ ἄπιστον ἀλυσκάζων ἅλα ναύτης. |
300 | ἀλλ᾽ οὐ χειμερίης σε φόβος κατέρυκε θαλάσσης,κατερόθυμε Λέανδρε. διακτορίη δέ σε πύργουἠθάδα σημαίνουσα φαεσφορίην ὑμεναίωνμαινομένης ὤτρυνεν ἀφειδήσαντα θαλάσσηςνηλειὴς καὶ ἄπιστος. ὄφελλε δὲ δύσμορος Ἡρὼ |
305 | χείματος ἱσταμένοιο μένειν ἀπάνευθε Λεάνδρουμηκέτ᾽ ἀναπτομένη μινυώριον ἀστέρα λέκτρων.ἀλλὰ πόθος καὶ μοῖρα βιήσατο. θελγομένη δὲΜοιράων ἀνέφαινε καὶ οὐκέτι δαλὸν Ἐρώτων.Νὺξ ἦν, εὖτε μάλιστα βαρυπνείοντες ἀῆται |
310 | χειμερίαις πνοιῆισιν ἀκοντίζοντες ἰωὰςἀθρόον ἐμπίπτουσιν ἐπὶ ῥηγμῖνι θαλάσσης.καὶ τότε δὴ Λείανδρος ἐθήμονος ἐλπίδι νύμφηςδυσκελάδων πεφόρητο θαλασσαίων ἐπὶ νώτων.ἤδη κύματι κῦμα κυλίνδετο, σύγχυτο δ᾽ ὕδωρ, |
315 | αἰθέρι μίσγετο πόντος, ἀνέγρετο πάντοθεν ἠχὴμαρναμένων ἀνέμων. Ζεφύρωι δ᾽ ἀντέπνεεν εὖροςκαὶ νότος εἰς βορέην μεγάλας ἐφέηκεν ἀπειλάς·καὶ κτύπος ἦν ἀλίαστος ἐρισμαράγοιο θαλάσσης.αἰνοπαθὴς δὲ Λέανδρος ἀκηλήτοις ἐνὶ δίναις |
320 | πολλάκι μὲν λιτάνευε θαλασσαίην Ἀφροδίτην,πολλάκι δ᾽ αὐτὸν ἄνακτα Ποσειδάωνα θαλάσσης,Ἀτθίδος οὐ βορέην ἀμνήμονα κάλλιπε νύμφης.ἀλλά οἱ οὔ τις ἄρηγεν, Ἔρως δ᾽ οὐκ ἤρκεσε Μοίρας.πάντοθι δ᾽ ἀγρομένοιο δυσάντεϊ κύματος ὁλκῶι |
325 | τυπτόμενος πεφόρητο. ποδῶν δὲ οἱ ὤκλασεν ὁρμὴκαὶ σθένος ἦν ἀνόνητον ἀκοιμήτων παλαμάων.πολλὴ δ᾽ αὐτόματος χύσις ὕδατος ἔρρεε λαιμῶικαὶ ποτὸν ἀχρήιστον ἀμαιμακέτου πίεν ἅλμης.καὶ δὴ λύχνον ἄπιστον ἀπέσβεσε πικρὸς ἀήτης |
330 | καὶ ψυχὴν καὶ ἔρωτα πολυτλήτοιο Λεάνδρου.[νείκεσε δ᾽ ἀγριόθυμον ἐπεσβολίηισιν ἀήτην·ἤδη γὰρ φθιμένοιο μόρον θέσπισσε Λεάνδρου.]Ἡ δ᾽ ἔτι δηθύνοντος ἐπαγρύπνοισιν ὀπωπαῖςἵστατο κυμαίνουσα πολυκλαύτοισι μερίμναις. |
335 | ἤλυθε δ᾽ ἠριγένεια καὶ οὐκ ἴδε νυμφίον Ἡρώ.πάντοθι δ᾽ ὄμμα τίταινεν ἐς εὐρέα νῶτα θαλάσσης,εἴ που ἐσαθρήσειεν ἀλωόμενον παρακοίτηνλύχνου σβεννυμένοιο. παρὰ κρηπῖδα δὲ πύργουδρυπτόμενον σπιλάδεσσιν ὅτ᾽ ἔδρακε νεκρὸν ἀκοίτην, |
340 | δαιδαλέον ῥήξασα περὶ στήθεσσι χιτῶναῥοιζηδὸν προκάρηνος ἀπ᾽ ἠλιβάτου πέσε πύργου.κὰδ δ᾽ Ἡρὼ τέθνηκε σὺν ὀλλυμένωι παρακοίτηι.ἀλλήλων δ᾽ ἀπόναντο καὶ ἐν πυμάτωι περ ὀλέθρωι. |