Dionysios Areopagites
floruit ca. 480 p. Chr. n.
Ἐπιστολαί
Textus:Dionysii Areopagitae operaPatrologia Graeca 3ed. J.-P. Migne, Paris 1857 sqq.
|
|||
___________________________________________________
|
|||
|
|||
___________________________________________________
|
|||
α´Γαιωι θεραπευτηι
Τὸ σκότος ἀφανὲς γίνεται τῶι φωτί, καὶ μᾶλλον τῶι πολλῶι φωτί· τὴν ἀγνωσίαν ἀφανίζουσιν αἱ γνώσεις, καὶ μᾶλλον αἱ πολλαὶ γνώσεις. Ταῦτα ὑπεροχικῶς, ἀλλὰ μὴ κατὰ στέρησιν ἐκλαβὼν ἀπόφησον ὑπεραληθῶς, ὅτι λανθάνει τοὺς ἔχοντας ὂν φῶς καὶ ὄντων γνῶσιν ἡ κατὰ θεὸν ἀγνωσία καὶ τὸ ὑπερκείμενον αὐτοῦ σκότος καὶ καλύπτεται παντὶ φωτὶ καὶ ἀπο κρύπτεται πᾶσαν γνῶσιν. Καὶ εἴ τις ἰδὼν θεὸν συνῆκεν, ὃ εἶδεν, οὐκ αὐτὸν ἑώρακεν, ἀλλά τι τῶν αὐτοῦ τῶν ὄντων καὶ γινωσκομένων· αὐτὸς δὲ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπεριδρυμένος, αὐτῶι τῶι καθόλου μὴ γινώσκε σθαι μηδὲ εἶναι, καὶ ἔστιν ὑπερουσίως καὶ ὑπὲρ νοῦν γινώσκεται. Καὶ ἡ κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία γνῶσίς ἐστι τοῦ ὑπὲρ πάντα τὰ γινωσκόμενα.
γ´Τωι αυτωι
«Ἐξαίφνης» ἐστὶ τὸ παρ' ἐλπίδα καὶ ἐκ τοῦ τέως ἀφανοῦς εἰς τὸ ἐκφανὲς ἐξαγόμενον. Ἐπὶ δὲ τῆς κατὰ Χριστὸν φιλανθρωπίας καὶ τοῦτο οἶμαι τὴν θεολογίαν αἰνίττεσθαι, τὸ ἐκ τοῦ κρυφίου τὸν ὑπερούσιον εἰς τὴν καθ' ἡμᾶς ἐμφάνειαν ἀνθρωπικῶς οὐσιωθέντα προεληλυθέναι. Κρύφιος δέ ἐστι καὶ μετὰ τὴν ἔκφανσιν ἤ, ἵνα τὸ θειότερον εἴπω, καὶ ἐν τῆι ἐκφάνσει. Καὶ τοῦτο γὰρ Ἰησοῦ κέκρυπται, καὶ οὐδενὶ λόγωι οὔτε νῶι τὸ κατ' αὐτὸν ἐξῆκται μυστήριον, ἀλλὰ καὶ λεγόμενον ἄῤῥητον μένει καὶ νοούμενον ἄγνωστον.
ε´Δωρoθεωι λειτoυργωι
Ὁ θεῖος γνόφος ἐστὶ τὸ «ἀπρόσιτον φῶς», ἐν ὧι κατοικεῖν ὁ θεὸς λέγεται, καὶ ἀοράτωι γε ὄντι διὰ τὴν ὑπερέχουσαν φανότητα καὶ ἀπροσίτωι τῶι αὐτῶι δι' ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας. Ἐν τούτωι γίγνεται πᾶς ὁ θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῶι τῶι μὴ ὁρᾶν μηδὲ γινώσκειν· ἀληθῶς ἐν τῶι ὑπὲρ ὅρασιν καὶ γνῶσιν γιγνόμενος τοῦτο αὐτὸ γιγνώσκων, ὅτι μετὰ πάντα ἐστὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, καὶ προφητικῶς ἐρῶν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἀπ' ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν».Ὥσπερ οὖν καὶ ὁ θεῖος Παῦλος ἐγνωκέναι τὸν θεὸν λέγεται γνοὺς αὐτὸν ὑπὲρ πᾶσαν ὄντα νόησιν καὶ γνῶσιν, διὸ καὶ ἀνεξιχνιάστους εἶναι τὰς ὁδοὺς αὐτοῦ φησι καὶ «ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ» καὶ ἀνεκδιηγήτους τὰς δωρεὰς αὐτοῦ καὶ τὴν εἰρήνην αὐτοῦ ὑπερέχουσαν «πάντα νοῦν», ὡς εὑρηκὼς τὸν ὑπὲρ πάντα καὶ τοῦτο ὑπὲρ νόησιν ἐγνωκώς, ὅτι πάντων ἐστὶν ἐπέκεινα πάντων αἴτιος ὤν.
ς´Σωπατρωι ιερει
Μὴ τοῦτο οἴου νίκην, ἱερὲ Σώπατρε, τὸ εἰς θρησκείαν ἢ δόξαν ὑβρίσαι μὴ ἀγαθὴν φαινομένην· οὐδὲ γάρ, οὐδ' εἰ κεκριμένως αὐτὴν ἐξελέγξεις, ἤδη τὰ Σωπάτρου καλά· δυνατὸν γὰρ καὶ σὲ καὶ ἄλλους ἐν πολλοῖς τοῖς ψεύδεσι καὶ φαινομένοις, ἓν ὂν καὶ κρύφιον, τὸ ἀληθὲς λανθάνειν. Oὐδὲ γάρ, εἴ τι μὴ ἐρυθρόν, ἤδη λευκόν· οὐδέ, εἴ τις μὴ ἵππος, ἐξ ἀνάγκης ἄνθρωπος.Οὕτω δὲ ποιήσεις ἐμοὶ πειθόμενος· ἀφέξηι μὲν τοῦ καθ' ἑτέρων λέγειν, ὑπὲρ ἀληθείας δὲ ὄντως ἐρεῖς, ὡς πάντη εἶναι ἀνεξέλεγκτα τὰ λεγόμενα. |