Triphiodoros
floruit ca. 300 p. Chr. n.
Ἰλίου Ἅλωσις
Textus:Oppian, Colluthus, Tryphiodoruswith an english translationed. W. A. Mair, London: Heinemann, 1928
|
|
____________________________________________________________
|
|
Ἰλίου Ἅλωσις
Equus Troianus (Pithos, Mykonos, 670 a. Chr. n.)
Τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιοκαὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσαἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν | |
5 | κεκριμένου πολέμοιο ταχείηι λῦσον ἀοιδῆι.ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντοςγηραλέη τετάνυστο φόνων ἀκόρητος ἘνυὼΤρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δ᾽ ἄρα φωτῶνδούρατα κεκμήκει, ξιφέων δ᾽ ἔθνηισκον ἀπειλαί, |
10 | σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δ᾽ ἑλικτὴἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.ἵπποι δ᾽ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης |
15 | οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,οἱ δ᾽ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,Ἀντιλόχωι δ᾽ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,Αἴας δ᾽ αὐτοφόνωι βριαρὸν δέμας ἕλκεϊ λύσας |
20 | φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρωι.Τρωσὶ δὲ λωβητῆρσιν ἐφ᾽ Ἕκτορος ἑλκυθμοῖσιμυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντεςδάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων. |
25 | κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῆι,δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντααἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.καὶ δολίην ὑπὸ νύκτα κακῶι πεπεδημένον ὕπνωι |
30 | Ῥῆσον μὲν Θρήικες ἐκώκυον· ἡ δ᾽ ἐπὶ πότμωιΜέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρφέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.αἱ δ᾽ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκεςκοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ |
35 | παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσαθηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶννῆας ἐς ἀγχιάλους· μελίηι δέ ἑ μοῦνος ὑποστὰςκαὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς. |
40 | εἱστήκει δ᾽ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργωνἼλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,ἀμβολίηι δ᾽ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισινἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη, |
45 | εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσαςἸλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,οἷα δέ που μογέοντι χαριζόμενος Μενελάωιὀψιτέλεστον ὄλεθρον ἑῆι μαντεύσατο πάτρηι.οἱ δὲ βαρυζήλοιο θεοπροπίηις Ἑλένοιο |
50 | αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυυἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·μήπω δ᾽ εὐφυέεσσιν ἰουλίζων κροτάφοισινἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής. |
55 | ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσαληιστὴ μὲν ἐοῦσα, φίλοις δ᾽ ἐπίκουρος Ἀθήνη.ἤδη καὶ βουλῆισι θεῆς ὑποεργὸς ἘπειὸςΤροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν |
60 | Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλοςνῆας Ἀλεξάνδρωι τεκτήνατο, πήματος ἀρχήν.ποίει δ᾽ εὐρυτάτηις μὲν ἐπὶ πλευρῆις ἀραρυῖανγαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσηςὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων. |
65 | αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξεξανθῶι πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῶι·ἡ δ᾽ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῶιἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῶι.ὀφθαλμοὺς δ᾽ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις |
70 | γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·τῶν δ᾽ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆςγλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.ἀργυφέους δ᾽ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόνταςἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ· |
75 | καὶ στόματος μεγάλοιο λαθὼν ἀνέωιξε κελεύθουςἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.οὔατα δ᾽ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρενὀρθὰ μάλ᾽, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν. |
80 | νῶτα δ᾽ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.σύρετο δὲ πρυμνοῖσιν ἐπ᾽ ἴχνεσιν ἔκλυτος οὐρὴἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν |
85 | εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,οὕτως ἠπείγοντο· μένειν δ᾽ ἐκέλευεν ἀνάγκη.οὐ μὲν ὑπὸ κνήμηισιν ἀχαλκέες ἔξεχον ὁπλαί,μαρμαρέης δ᾽ ἑλίκεσσι κατεσφήκωντο χελώνηςἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῶι. |
90 | κληιστὴν δ᾽ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῆις ἀραρυῖαἔνθα καὶ ἔνθα φέρηισι λόχον κλυτόπωλον Ἀχαιῶν,ἡ δ᾽ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσαεἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι. |
95 | ἀμφὶ δέ μιν λευκοῖο κατ᾽ αὐχένος ἠδὲ γενείωνἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντωνκαὶ σκολιῆις ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦκολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῶι.αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον, |
100 | κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστωιἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴημηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύηι.ὣς ὁ μὲν ἐξήστραπτε φόβωι καὶ κάλλεϊ πολλῶιεὐρύς θ᾽ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο, |
105 | εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶνπρίν μιν ἐσαθρήσειε, δόλον δ᾽ ἀνάπυστον ἀνάψηι.οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸςλαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες |
110 | ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσασυμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνηἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.αὐτὰρ ὁ δαιμονίηισι νόον βουλῆισιν ἑλίσσων |
115 | πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼςὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,ἄφνω δ᾽ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξαςδεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆςἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο· |
120 | ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσταιχερσὶ μὲν ἀνδρομέηισιν, ἀτὰρ βουλῆισιν Ἀθήνης.ὑμεῖς δ᾽, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,πρόφρονες ἀλκήεντι νόωι καὶ τλήμονι θυμῶισπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδ᾽ ἐόντας |
125 | μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαιἢ θανάτωι βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος |
130 | καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοιςμητέρος ἑλκομένης ἁπαλῶν τ᾽ ἐλάθεσθε νεοσσῶν.εἰ δὲ θεοπροπίηισι γέρων ἀνεβάλλετο Κάλχας,ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆροςμαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην. |
135 | τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺνθαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγοςΤρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνηνἼλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.οἱ δ᾽ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν |
140 | πῦρ ἴδιον πλεκτῆισιν ἐνὶ κλισίηισι βαλόντες·Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴνπλώετε πασσυδίηι ψευδώνυμον οἴκαδε νόστον,εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆςὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο |
145 | σημαίνηι παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάωνγινέσθω μήτ᾽ ἄλλο φόβου νέφος, οἷά τε νύκτεςἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς, |
150 | μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστοςἄξιον ὧν ἐμόγησε λάβηι γέρας ἱπποσυνάων.ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοιςπρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο, |
155 | ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισινἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.Τυδείδης δ᾽ ἐπόρουσε Νεοπτολέμωι Διομήδηςθαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ |
160 | Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσαὠκυμόρωι τέκε παῖδα σακεσπάλωι Αἰγιαλῆι.ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴΔηιφόβου ποτὶ δῆριν, ἀπηνέι δ᾽ ἔζεε θυμῶιδεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν. |
165 | τῶι δ᾽ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδ᾽ ἐπὶ κούραιςμαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.Νεστορίδης δ᾽ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης, |
170 | καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκροςτοῖσι δ᾽ ἐπ᾽ Ἀδμήτοιο πάις πολύιππος ἀνέστηΕὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχαςεὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντεςἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί. |
175 | οὐδὲ μὲν οὐδ᾽ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆςΕὐρύπυλός τ᾽ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,Δημοφόων τ᾽ Ἀκάμας τε, δύω Θησήια τέκνα,Ὀρτυγίδης τ᾽ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶταἵππωι δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί, |
180 | Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρἸφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,τόξωι δ᾽ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτετέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρηι |
185 | ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δ᾽ Ἀθήνηἀμβροσίηι κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴνδεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντεςτειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῶι.ὣς δ᾽ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων |
190 | ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,τηκομένη δ᾽ ἀνέηκε πολὺν ῥόον· οἱ δ᾽ ἀπὸ πέτρηςὀξὺ καταθρώισκοντα κυβιστητῆρι κυδοιμῶιδοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖοθῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς |
195 | σιγῆι φρικαλέηισιν ἐπὶ πλευρῆισι μένουσι,πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπ᾽ ἀνάγκηςτλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντεςἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί. |
200 | τοῖσι δ᾽ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππουπιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.αὐτὸς δ᾽ ἐν κεφαλῆι σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφωὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.Ἀτρείδης δ᾽ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς |
205 | λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ ἑ γυμνὸν ἀᾶσαι,τηλεφανὴς ἴνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνηι βασιλῆος.ἠέλιος δ᾽ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων |
210 | ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴφεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίληννῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν |
215 | ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάωννηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆςὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιογλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.μοῦνος δὲ πληγῆισιν ἑκούσια γυῖα χαραχθεὶς |
220 | Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.ὡς δ᾽ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντεςθηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξανἀνέρες ἀγρευτῆρες· ὁ δ᾽ ἐκκριδὸν οἶος ἀπ᾽ ἄλλων, |
225 | λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσιΤροίηι λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμουςἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα. |
230 | ἡ δὲ περὶ κλισίηισιν ἐμαίνετο παννυχίη φλὸξκαπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῆι·Ἥφαιστος δ᾽ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλαςπαντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη. |
235 | ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶνὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμηδήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῶι.αὐτίκα δ᾽ ἐξέθορον πυλέων πετάσαντες ὀχῆαςπεζοί θ᾽ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο |
240 | διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναιςἐκ πόλιος κατέβαινον ἅμα Πριάμωι βασιλῆιἄλλοι δημογέροντες· ἐλαφρότατοι δ᾽ ἐγένοντοθαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης, |
245 | ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλονγηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.οἱ δ᾽ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,θαύμασαν ἀμφιχυθέντες, ἅτ᾽ ἠχήεντες ἰδόντεςαἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί. |
250 | τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·οἱ μὲν γὰρ πολέμωι βαρυπενθέι κεκμηῶτες,ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαιἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν· |
255 | οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνηςἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.φραζομένοις δ᾽ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζωνγυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ· |
260 | αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαιἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶςἱκεσίαις παλάμηισι παλαιῶν ἥψατο γούνων,λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον· |
265 | ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μ᾽ ἐλεαίρεις,Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντεςοὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί· |
270 | ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρωι,ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.καὶ νῦν οἷά μ᾽ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγεινοὐκ ἔθελον σὺν τοῖσι, μένειν δ᾽ ἐκέλευον ἑταίρους· |
275 | οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίηισι δαμέντεςεἵματα μέν μ᾽ ἀπέδυσαν, ἀεικελίηισι δ᾽ ἱμάσθλαιςπᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνηι λίπον ἀκτῆι.ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσηις |
280 | χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖνμηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.ὣς φάτο· τὸν δ᾽ ὁ γέρων ἀγανῆι μειλίξατο φωνῆι·ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτ᾽ ἔοικε |
285 | τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.αἰεὶ δ᾽ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρηςοὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.ἀλλ᾽ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο |
290 | οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.τὸν δ᾽ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·ἐξερέω καὶ ταῦτα· σὺ γάρ μ᾽ ἐθέλοντα κελεύεις.ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα· |
295 | ἵππον δ᾽ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρηι,Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβηι νηοῖσιν Ἀθήνη,φεύξονται προφυγόντες ἀνηνύστοις ἐπ᾽ ἀέθλοις. |
300 | ἀλλ᾽ ἄγε δὴ σειρῆισι περίπλοκον ἀμφιβαλόντεςἕλκετ᾽ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·ἄμμι δ᾽ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοιδαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.ὣς ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα |
305 | ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαιςδησάμενοι σειρῆισιν, ἐυπλέκτοισι κάλωσινεἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεναὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν. |
310 | σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχληἄσκοπος ἐσσομένων· κενεῶι δ᾽ ὑπὸ χάρματι πολλοὶπολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρωι.οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτηἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν |
315 | ἤιδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖοἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοιςδεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ δι᾽ αὐτῶν |
320 | τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσαλιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.πολλὴ δ᾽ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·ἔβρεμε νυμφαίηισιν ἅμα δρυσὶ δάσκιος Ἴδη, |
325 | ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.οἱ δ᾽ ἦγον προπάροιθεν· ὁδὸς δ᾽ ἐβαρύνετο μακρὴσχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη. |
330 | εἵπετο δ᾽ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺςκυδιόων ὑπέροπλα, βίην δ᾽ ἐπέρεισεν Ἀθήνηχεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦΤρῶας ἐυσκάρθμοισιν ὁδοιπορίηισι διώκων, |
335 | εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.αἱ δέ οἱ ἐρχομένωι θυρέων πτύχες ἐστείνοντο·ἀλλ᾽ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖοπρόσθεν ἀναστέλλουσα, Ποσειδάων δ᾽ ἀπὸ πύργωνσταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνηι. |
340 | Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,μολπῆι τ᾽ ὀρχηθμῶι τε περὶ βρέτας εἱλίσσοντο·ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρουὁλκῶι δουρατέωι ῥοδέους στορέσαντο τάπητας. |
345 | αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρηςλυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσαχρυσείωι προχέουσα κρόκωι κεκερασμένον οἶνονγαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῶι. |
350 | ἀνδρομέηι δὲ βοῆι συνεβάλλετο θῆλυς ἰωή,καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῆι.οἷαι δ᾽ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο |
355 | γειοπόνοις ἀρότηισιν ἀπεχθέα κεκληγυῖαι·ὣς οἵγε κλαγγῆι τε δι᾽ ἄστεος ἠδὲ κυδοιμῶιἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνεινἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δ᾽ ὀχῆας |
360 | ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσανκέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·ἡ δ᾽ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆριπείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνωιὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν· |
365 | τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρηπλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.πάντη δ᾽ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήωνοὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ ἑ παρθένος αἰδώς.οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα |
370 | νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,ἥτε θεῶι πληγεῖσα παρήορον ὄμμα τιταίνειγυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῶι,ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιοΚασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην |
375 | κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῆι·ὦ μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντεςδαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτασπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη |
380 | τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,λήγει δ᾽ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμηντεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτατέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δ᾽ ἄρτι θορόντες |
385 | ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.οὐ γὰρ ἐπ᾽ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαιἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,αὐτὴ δ᾽ Εἰλείθυια γενήσεται, ἥ μιν ἔτευξε·γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει |
390 | μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργωναἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶννυμφία, φωλεύει δ᾽ ὑπὸ δούρασι κευθόμενον πῦρ. |
395 | ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργονἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.
Pap. Oxy. XLI 2946: vv. 391-402
καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδηἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς |
400 | κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῶι·μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆςλυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίηςκεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις |
405 | Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσειοἰκτροτάτωι θανάτωι, ξείνη δέ με γαῖα καλύψει;τοιάδε μοι δέσποινα καὶ αὐτῶι δῶρον ἄνακτιἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει. |
410 | ἀλλ᾽ ἤδη φράζεσθε—τὰ δὲ γνώσεσθε παθόντες—καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππουἢ πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθονὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω. |
415 | καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθεστησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.ἡ μὲν ἔφη· τῆι δ᾽ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλωνἀμφότερον μάντιν τ᾽ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι· |
420 | τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,θαρσαλέη κυνόμυια; μάτην ὑλάουσ᾽ ἀπερύκεις.οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσωι,οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;ἀλλὰ καὶ ἡμετέρηισιν ἐπαχνυμένη θαλίηισιν |
425 | ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψενἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.οὐδ᾽ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδ᾽ ἔτι τόξαἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δ᾽ ὀιστοί,ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδ᾽ ἔτι νείκη, |
430 | οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδ᾽ ἐπὶ δῆρινἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσαψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα |
435 | μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.ἔρρ᾽ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,οὐδ᾽ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην |
440 | κεύθων ἐν θαλάμοισι· μόγις δ᾽ ἀέκουσα τοκῆιπείθετο, παρθενίωι δὲ περὶ κλιντῆρι πεσοῦσακλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δ᾽ ἤδηπατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης |
445 | ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρωνἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·ἀθάνατοι δ᾽ ἀνένευον ἀνηνύστους ἑκατόμβας.εἰλαπίνη δ᾽ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου. |
450 | ἀφραδίηι τε βέβυστο, μεθημοσύνηι τε κεχήνειπᾶσα πόλις, πυλέων δ᾽ ὀλίγοις φυλάκεσσι μεμήλει·ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲἼλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.Ἀργείηι δ᾽ Ἑλένηι πολιὸν δέμας ἀσκήσασα |
455 | ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῆι·νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρἵππωι δουρατέωι κεκαλυμμένος, ἀμφὶ δ᾽ Ἀχαιῶνἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων. |
460 | ἀλλ᾽ ἴθι, μηδ᾽ ἔτι τοι μελέτω Πριάμοιο γέροντοςμήτ᾽ ἄλλων Τρώων μήτ᾽ αὐτοῦ Δηιφόβοιο·ἤδη γάρ σε δίδωμι πολυτλήτωι Μενελάωι.ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισιθελγομένη κραδίην θάλαμον λίπε κηώεντα, |
465 | καί οἱ Δηίφοβος πόσις εἴπετο· τὴν δὲ κιοῦσανΤρωιάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.ἡ δ᾽ ὁπόθ᾽ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα |
470 | πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶνφωνῆι λεπταλέηι· τοὶ δ᾽ ἔνδοθι θυμὸν ἄμυσσονἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῆι.ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης, |
475 | οὔνομα δ᾽ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,Ἄντικλος δ᾽ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·ἀλλ᾽ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρηις παλάμηισινἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι. |
480 | μάστακα δ᾽ ἀρρήκτοισιν ἀλυκτοπέδηισι μεμαρπὼςεἶχεν ἐπικρατέως· ὁ δ᾽ ἐπάλλετο χερσὶ πιεσθείς,φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοιδάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ |
485 | κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππουκαὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,εἰ μή οἱ βλοσυρῶπις ἀπ᾽ αἰθέρος ἀντήσασαΠαλλὰς ἐπηπείλησε, φίλου δ᾽ ἐξήγαγε νηοῦ |
490 | μούνηι φαινομένη, στερεῆι δ᾽ ἀπεπέμψατο φωνῆι·δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσικαὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;οὔποτε δ᾽ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατραἙρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις; |
495 | χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσασὺν πυρὶ μειλιχίωι ποτιδέχνυσο νῆας Ἀχαιῶν.ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖοπαυσάμενοι καμάτωι ἀδδηκότες ἤριπον ὕπνωι. |
500 | καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνωναὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντααὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,οὐδ᾽ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ |
505 | εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντονΖεὺς ταμίης πολέμοιο, μόγις δ᾽ ἐλέλιξεν Ἀχαιούς·χάζετο δ᾽ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸνἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων. |
510 | αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβονἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῶιπαννυχίη δ᾽ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴεὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.ὡς δ᾽ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη |
515 | οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπωι·οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίηςπρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,ἀλλ᾽ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴνἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο· |
520 | τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφηοἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντεςνῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοιςἈργεῖοι σπεύδοντες, ἅπας δ᾽ ἠπείγετο ναύτης |
525 | δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.οἱ δ᾽ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶἀλλήλοις τ᾽ ἐκέλευον ἐλαυνέμεν· αἱ δ᾽ ἄρα νῆεςὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῆιἼλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῆι. |
530 | ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δ᾽ ἐπέλειφθενἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποιλαὸν ἀναστήσωσιν ἀειρομένωι χρεμετισμῶι.οἱ δ᾽ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι, |
535 | αἵτ᾽ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλουκηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,ἐς νομὸν εὐγυάλοιο κατ᾽ ἄγγεος ἀμφιχυθεῖσαινύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες |
540 | θρῶισκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχονταςχαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.νήχετο δ᾽ αἵματι γαῖα, βοὴ δ᾽ ἄλληκτος ὀρώρειΤρώων φευγόντων, ἐστείνετο δ᾽ Ἴλιος ἱρὴπιπτόντων νεκύων, οἱ δ᾽ ἀνδροφόνωι κολοσυρτῶι |
545 | ἔζεον ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντεςσώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαιαἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαιαὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις, |
550 | αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίρονταἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴοὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαιἤθελεν, ἀλλ᾽ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα |
555 | καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτηι.πολλαὶ δ᾽ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαιγαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαιῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.παννυχίη δ᾽ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα, |
560 | κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιοαἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.σὺν δ᾽ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνονἈργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρηςὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην |
565 | ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.ἴαχε δὲ γλαυκῶπις ἐπ᾽ ἀκροπόληος Ἀθήνηαἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δ᾽ αἰθὴρἭρης σπερχομένης, ἐπὶ δ᾽ ἔβραχε γαῖα βαρεῖαπαλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῆι, |
570 | ἔφριξεν δ᾽ Ἀίδης, χθονίων δ᾽ ἐξέδρακε θώκωνταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιοπᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.πάντα δ᾽ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῆισι πύληισι |
575 | κτεῖνον ἐφεστηῶτες, ὁ δ᾽ ἐξ εὐνῆς ἀνορούσαςτεύχεα μαστεύων δνοφερῆι περικάππεσεν αἰχμῆι.καί τις ὑπὸ σκιόεντι δόμωι κεκρυμμένος ἀνήρ,ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι, |
580 | ξείνια δ᾽ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλοςμήπω παπταίνων τι θοῶι διέπιπτεν ὀιστῶι.καί τινες ἀλγεινῶι κραδίην βεβαρηότες οἴνωι,ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,κλίμακος ἐξελάθοντο καθ᾽ ὑψηλῶν τε μελάθρων |
585 | ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντεςἀστραγάλους ἐάγησαν, ὁμοῦ δ᾽ ἐξήρυγον οἶνον.πολλοὶ δ᾽ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντομαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργωνἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες. |
590 | παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.οἱ δ᾽ ἔνδον πολέμωι τε καὶ ἀχλύι κυμαίνοντες,ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,πίπτον ἐπ᾽ ἀλλήλοισι· πόλις δ᾽ οὐ χάνδανε λύθρον |
595 | ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέηι δὲσπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦοὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δ᾽ ὑπὸ ῥιπῆςἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς. |
600 | οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισινοὐδ᾽ ὀρθοὶ κτείνοντο, χαμαὶ δ᾽ ἱκετήσια γυῖατεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶνμητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων |
605 | ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτοςπαιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν, |
610 | καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δ᾽ ὑλάοντεςἄγρια κοπτομένοισιν ἐπ᾽ ἀνδράσιν ὠρύοντο,νηλέες, οὐδ᾽ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιοστελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος |
615 | καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθ᾽ ὑπὸ νύκταχειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοιςοἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθενἀνδράσι δυσμενέεσσι· νέη δ᾽ ἠγείρετο χάρμη |
620 | τῶν μὲν ἐπορνυμένων, τῶν δ᾽ ὑψόθεν ἐκ θαλάμοιοβαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντεςἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντεςεἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον, |
625 | θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,Ἀτρείδης δ᾽ ἑτέρωθεν ὑποπτήξαντα διώξαςΔηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψαςἧπαρ ὀλισθηρῆισι συνεξέχεεν χολάδεσσιν.ὣς ὁ μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων, |
630 | τῶι δ᾽ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτιςἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,ἄλλοτε δ᾽ αἰδομένη, τοτὲ δ᾽ ὀψέ περ ὡς ἐν ὀνείρωιλαθρίδιον στενάχουσα φίλης μιμνήισκετο πάτρης.Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα |
635 | πήμασι κεκμηῶτα παρ᾽ Ἑρκείωι κτάνε βωμῶιοἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάωνἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτηνἠιδέσαθ᾽, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντοςκαίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς. |
640 | σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῶι πότμος ὁμοῖοςἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνοςὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦΔελφὸς ἀνὴρ ἐλάσας ἱερῆι κατέπεφνε μαχαίρηι.ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων— |
645 | χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασαἈνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.Κασσάνδρην δ᾽ ἤισχυνεν Ὀιλῆος ταχὺς ΑἴαςΠαλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·ἡ δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν |
650 | ἀνθ᾽ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.Αἰνείαν δ᾽ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτηοἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρηςΑὐσονίην ἀπένασσε· θεῶν δ᾽ ἐτελείετο βουλὴΖηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη |
655 | παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιοἈτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζηςκείνης, ἧι μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ. |
660 | δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίηςγαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπωι·οὐδέ σε Θησείδης Ἀκάμας οὐδ᾽ ἄλλος Ἀχαιῶνἤγαγε ληιδίην, ἔθανες δ᾽ ἅμα πατρίδι γαίηι.πᾶσαν δ᾽ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι |
665 | κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·Μουσάων ὅδε μόχθος, ἐγὼ δ᾽ ἅπερ ἵππον ἐλάσσωτέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖοἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν, |
670 | νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·οἱ δ᾽ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκηιπάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοικλεπτόμενοι φεύγουσι φόνου πάνδημον αὐτήν.ἀλλ᾽ οἱ μὲν δέδμηντο λίνωι θανάτοιο πανάγρωι, |
675 | ἰχθύες ὡς ἁλίηισιν ἐπὶ ψαμάθοισι χυθέντες,Ἀργεῖοι δ᾽ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμονἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δ᾽ ἐρήμωνἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκαςληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκηι. |
680 | τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντεςἔργα Ποσειδάωνος ἰῆι συνέχευον ἀυτμῆι.αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθηἼλιος αἰθαλόεσσα· πυρὸς δ᾽ ὀλεσίπτολιν ἄτηνΞάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῆι, |
685 | Ἡφαίστωι δ᾽ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,υῆνιν ἱλασσάμενοι τεθνειότος ΑἰακίδαοΤρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάνταχρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας |
690 | νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντουἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί. |