BIBLIOTHECA AUGUSTANA

 

Libanios

ca. 314 - ca. 393

 

Ἐπιστολαί

 

Textus:

Libanii opera, vol. X

ed. R. Förster, Leipzig 1903-27

Iuliani Epistulae, Leges, Poemata, Fragmenta

ed. J. Bidez/F. Cumont, Paris 1922

 

___________________________________________________

 

 

 

Epistola No. 140 F

Epistola No. 285 F

Epistola No. 473 F

Iuliani Epistola No. 97 B

Epistola No. 758 F

Iuliani Epistola No. 96 B

Epistola No. 760 F

Epistola No. 962 F

Epistola No. 1063 F

Epistola No. 1182 F

 

 

(Λιβανίου ἐπιστολαί 140 Förster)

 

Ἀλβανίωι.

 

Νῦν ὄντως μοι τοὺς μισθοὺς ἀπέδωκας, οὐ χρυσίον καὶ ἀργύριον, ταῦτα δὴ τὰ παρὰ τῶν πολλῶν τε φερόμενα καὶ τέρποντα τοὺς πολλούς, ἀλλ' οὗ χάριν καὶ τῶν πατρώιων ἀπέστην· τοῦτο δέ ἐστι δόξα. ταύτην μοι δέδωκας δείξας, ὡς οὐ παλαιστὴς ἄρα ἐγὼ μόνον, ἀλλὰ καὶ γυμναστὴς ἀγαθός· οἶσθα γάρ, ὡς οἱ τὴν ῥώμην οὐ τολμῶντες ψέγειν ἐκεῖνο πειρῶνται δάκνειν, ἀλλὰ σύ γε αὐτοὺς ἀφώνους ἐκάθισας τῆι σαυτοῦ φωνῆι. γιγνέσθω δὴ πυκνὸς ὁ δρόμος καὶ βίου μὲν ὁδὸν ἣν οἴει σοι συμφέρειν αἱροῦ, πανταχοῦ δὲ οἴου σαυτῶι καὶ τὸ λέγειν προσήκειν· οὐδεὶς γὰρ βίος ὑπὸ ῥητορικῆς αἰσχύνεται. καὶ ταῦτα ἡγοῦ δεῖσθαί σου καὶ τὸν πατέρα καὶ μηδὲ τῆς ἡδονῆς ἄμοιρον εἶναι καὶ ταῦτα ὄντα ὑπὸ γῆς. ὁ δὲ ἄρχων ἡμῖν ἐν Ἑρμοῦ τέθραπται καὶ τοῖς ἀγορεύουσιν ἀναμιμνήσκεται τὰ αὐτοῦ καὶ ταύτης μόνης ὁμολογεῖ τῆς ἡδονῆς ἡττᾶσθαι. νοῦν δὴ ἔχοντος ἂν εἴη χρῆσθαι παρόντι καιρῶι.

 

 

(Λιβανίου ἐπιστολαί 285 Förster)

 

Μαξίμωι.

 

Λητόιον ἐξ Ἀρμενίας νέον ἡ μήτηρ ἄγουσά μοι παρέδωκε μόνον ὄντα αὐτῆι. τούτωι τε οὖν ἥσθην δυναμένωι δέξασθαι λόγους - ἔστι γὰρ ὀξὺς ὁ πῶλος - τῆς τε μητρὸς ἐθαύμασα τὸ μήτε πρὸς δεύτερον γάμον ἰδεῖν καὶ ταῦτα οὖσαν ἑνὸς μητέρα βαδίσαι τε ὁδὸν τοσαύτην ἡγονμένην ἄμεινον αὐτῶι τὰ πάντα ἕξειν, εἰ τῆς τῶν πραγμάτων ἀρχῆς ἐπιμεληθείη παροῦσα. τοῦ μὲν οὖν αὐτὸν εἰς Ἕλληνας τελέσαι θεῶι τε καὶ ἡμῖν μελήσει, τοῦ δὲ αὐτῶι σωθῆναι τὸν οἶκον μελήσει μὲν τῆι μητρί, μελήσει δὲ <καϊ> Εὐσεβίωι τῶι ζῶντι μετ' ἀρετῆς, ὃς τῆι περὶ τὸ θεῖον σπονδῆι καὶ τὰς ὑπὲρ τούτων φροντίδας ἀνείλετο νομίζων προσήκειν ἀνδρὶ δικαίωι βοηθεῖν ὀρφανῶι καὶ μὴ τοῖς βονλομένοις ἁρπάζειν ἐπιτρέπειν. ἀλλ' ἡ μὲν προαίρεσις αὐτῶι καλή, γίγνοιτο δ' ἄν τι καὶ ἔργον, εἰ τῆς σῆς ἀπολαύοι ῥοπῆς· ἀπολαύσεται δ', εὖ τοῦτο ἐπίσταμαι, σοῦ τὰ ἡμέτερα μείζω ποιεῖν ἡιρημένου.

 

 

(Λιβανίου ἐπιστολαί 473 Förster)

 

Ἀρισταινέτωι.

 

Μὴ λαβεῖν μέν σε τὰ γράμματα ἃ Κλημάτιος ἐκόμιζεν οὐκ ἂν πεισθείην· τοῦ δὲ μηδὲν ἡμῖν ἀντεπιστεῖλαι τὴν αἰτίαν ζητῶν οὐχ ὁρῶ, πλὴν εἰ τὸ τῶι μνήματι προσκεῖσθαι πάντων σε τῶν ἄλλων ἀφίστησι. καίτοι καὶ κατ' αὐτό γε τοῦτο χρῆν σε ἐπιστεῖλαι διδάσκοντα με τὴν τῆς γυναικὸς ἀρετὴν νομίζοντα μέρος εἶναι τῆς εἰς ἐκείνην τιμῆς τὸν λόγον. τῆι δὲ ἦν ἂν μείζων ὁ κόσμος οὗτος ὧν νῦν ποιεῖς. περὶ μὲν οὖν τούτου πράξεις ὅ τι ἂν σοι φαίνηται βέλτιον, ἡμεῖς δὲ ἃ πλασάμενοι νοσεῖν ἀνέστημεν ἐκεῖθεν, τῆιδε νοσοῦμεν. ὥστε πρὸ τοῦ μὲν ἐδυσχεραίνομεν τόπον τινά, νῦν δὲ αὐτὸ τὸ ζῆν. πρὸς γὰρ τῶι περὶ τὴν κεφαλὴν κακῶι νεφρῖτις ἡμᾶς πολιορκεῖ νῦν μὲν σφοδρότερον ἐμβάλλουσα, νῦν δὲ ἡσυχαίτερον, πάντως δέ τι λυπούσα, καὶ πάντα μὲν πανταχόθεν εἰς τὴν ἴασιν ἀγείρεται, κρατεῖ δὲ τὸ κακόν, καὶ ὁ νεφρὸς ἡμῖν ὅλμος, φασίν, ὑπὲρ κεφαλῆς. ἀλλ' ὅμως πειρώμεθα μὴ σιγᾶν. μηνυτὴς δέ σοι καὶ τούτων κἀκείνων ἔσται Μητέριος, ὃς τῆι πατρίδι μὲν ἔχων ἀντιθεῖναι τὴν ἡμετέραν, τοῖς πολίταις δὲ τοὺς ἐνταῦθα φίλους ὑπὸ σοῦ πάλιν εἰς Βιθυνίαν ἕλκεται θαυμαστὸν αὑτοῦ πόθον ἐγκαταλιπὼν Σύροις. ἃ μήτ' ἀγνοεῖν ἔα τὸν πρεσβύτην μήτ' εἰδότα ὀργίλον εἶναι.

 

 

(᾿Ιουλιανοῦ ἐπιστολαί 97 Bidez)

 

᾿Ιουλιανὸς Λιβανίωι.

 

Ἀποδέδωκας Ἀριστοφάνει τὰς ἀμοιβὰς τῆς τε περὶ τοὺς θεοὺς εὐσεβείας καὶ τῆς περὶ σεαυτὸν προθυμίας, ἀμείψας αὐτῶι καὶ μεταθεὶς τὰ πρόσθεν ἐπονείδιστα πρὸς εὔκλειαν, οὐ τὴν νῦν μόνον, ἀλλὰ καὶ εἰς τὸν ἔπειτα χρόνον, ὡς οὐχ ὅμοιόν γε ἡ Παύλου συκοφαντία καὶ ἡ τοῦ δεῖνος κρίσις τοῖς ὑπὸ σοῦ γραφομένοις λόγοις· ἐκεῖνα μὲν γὰρ ἀνθοῦντά τε ἐμισεῖτο καὶ συναπέσβη τοῖς δράσασιν, οἱ δὲ σοὶ λόγοι καὶ νῦν ὑπὸ τῶν ἀληθῶς Ἑλλήνων ἀγαπῶνται, καὶ εἰς τὸν ἔπειτα χρόνον, εἰ μή τι σφάλλομαι κρίσεως ὀρθῆς, ἀγαπήσονται. 

Πεύσηι δὴ λοιπὸν εἰ πέπεικάς με, μάλλον δὲ μεταπέπεικας ὑπὲρ τοῦ Ἀριστοφάνους· μὴ νομίζειν αὐτὸν ἡδονῶν ἥττονα καὶ χρημάτων ὁμολογῶ. τί δὲ οὐ μέλλω τῶι φιλοσοφωτάτωι καὶ φιλαληθεστάτωι <τῶν> ῥητόρων εἴκειν; ἕπεται δὴ καὶ τὸ ἐπὶ τούτωι παρὰ σοῦ προσανερωτᾶσθαι τί οὖν οὐ μετατίθεμεν αὐτῶι τὰς συμφορὰς εἰς ἀμείνω τύχην καὶ ἀφανίζομεν τὰ κατασχόντα διὰ τὰς δυσπραγίας ὀνείδη· "σύν τε δύ' ἐρχομένω", φασίν, ἐγὼ καὶ σὺ βουλευσώμεθα. δίκαιος δὲ εἶ μὴ συμβουλεύειν μόνον ὅ τι χρή βοηθεῖν ἀνδρὶ τοὺς θεοὺς ἀδόλως τετιμηκότι, ἀλλὰ καὶ ὃν χρὴ τρόπον· καίτοι καὶ τοῦτο ἠινίξω τρόπον τινά. βέλτιον δὲ ἴσως ὑπὲρ τῶν τοιούτων οὐ γράφειν, ἀλλὰ διαλέγεσθαι πρὸς ἀλλήλους. Ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε. 

Ἀνέγνων δὲ χθὲς τὸν λόγον πρὸ ἀρίστου σχεδόν, ἀριστήσας δέ, πρὶν ἀναπαύσασθαι, τὸ λοιπὸν προσαπέδωκα τῆς ἀναγνώσεως, μακάριος εἶ λέγειν οὕτω, μᾶλλον δὲ φρονεῖν οὕτω δυνάμενος, ὢ λόγος, ὢ φρένες, ὢ σύνεσις, ὢ διαίρεσις, ὢ ἐπιχειρήματα, ὢ τάξις, ὢ ἀφορμαί, ὢ λέξις, ὢ ῾αρμονία, ὢ συνθήκη.

 

 

(Λιβανίου ἐπιστολαί 758 Förster)

 

Λιβάνιος Ἰουλιανῶι αὐτοκράτορι.

 

Ἐγὼ μὲν Ἀριστοφάνει τὰς ἀμοιβάς, σὺ δὲ ἀπέδωκας ἐμοὶ τοῦ περὶ σὲ φίλτρου λαμπροῦ τε καὶ σφοδροῦ καὶ οὔτε θεοὺς οὔτε ἀνθρώπους λανθάνοντος, ὡς νῦν γε μικροῦ πέτομαι πρὸς ὕψος ἀρθεὶς ὑπὸ τῆς ἐπιστολῆς, ἐλπίδας τε ἐνεγκούσης καὶ τὸν λόγον μοι κοσμούσης· καὶ μικρά μοι πάντα ἤδη φαίνεται, Μίδου πλοῦτος, κάλλος Νιρέως, Κρίσωνος τάχος, Πολυδάμαντος ῥώμη, μάχαιρα Πηλέως. δοκῶ δ' ἄν μοι μηδ' ἂν τοῦ νέκταρος μετάσχων ἡσθῆναι μᾶλλον ἢ νῦν, ὅτε μοι βασιλεύς, ὃν πάλαι Πλάτων ζητῶν ὀψέ ποθ' εὗρε, τήν τε γνώμην ἐπήινεσε, τόν τε λόγον ἐθαύμασε, καὶ τιμῶν τῆι τοῦ δώσειν ὑποσχέσει, τῶι μετ' ἐμοῦ σκοπεῖν ἐθέλειν ὃ δοῦναι δεῖ τιμᾶι μειζόνως. οὐκ ἄρα ὁ τὴν Αἶγα τὴν οὐρανίαν ἐπιτέλλουσαν παρατηρῶν παντὸς ἂν τύχοι, ὅπου γε ἐμοὶ τοῦτο οὐ σπουδάσαντι τὰ μέγιστα γίγνεται, κἂν δεηθῶ τοῦ καλοῦ, βασιλεὺς ἕτοιμος εἰς τὴν χάριν, θεὸν τὴν ἐν οὐρανῶι μιμούμενος;

Ἡ μὲν οὖν ἐπιστολή σου προσκείσεται τῶι λόγωι, μηνύουσα παισὶν Ἑλλήνων ὡς οὐ μάτην ἐξεπέμφθη τὸ βέλος· καὶ φιλοτιμήσεται τοῖς μὲν ὑπ' ἐμοῦ γεγραμμένοις Ἀριστοφάνης, τοῖς ὑπὸ σοῦ δὲ ἐπεσταλμένοις ἐγώ, μᾶλλον δὲ ἀμφότεροι τοῖς τε ἔπεσταλμένοις τοῖς τε δοθησομένοις· σεμνότεροι γὰρ ἀμφοτέροις ἀμφότεροι.

Δεῖ δέ σε τὸν φόβον Ἀριστοφάνους μαθεῖν, ὅπως ἂν καὶ γελάσαις· τῶν τις εἰσιέναι παρὰ σὲ δείλης εἰωθότων ἥκων ἐπὶ θύρας, εἶτα κωλυθείς, ὡς σοῦ τινα ποιοῦντος λόγον, ἤγγειλεν ἡμῖν, καὶ φόβος εὐθὺς μὴ παλαῖσαι προελόμενος πρὸς τὸν λόγον, καταβάληις μὲν τὸν διδάσκαλον, Ἀριστοφάνει δὲ τὸ Νείλου περιστήσηις κακόν. δρόμος οὖν παρὰ τὸν καλὸν Ἐλπίδιον· ὁ δὲ μαθὼν ἐφ' ὧι δεδοίκαμεν, ἀνεκάγχασεν· εἶθ' οὕτως ἀνεπνεύσαμεν καὶ μικρὸν ὕστερον δεχόμεθα τὴν καλὴν ἐπιστολήν.

 

 

(᾿Ιουλιανοῦ ἐπιστολαί 96 Bidez)

 

᾿Ιουλιανὸς Λιβανίωι σοφιστῆι καὶ κοιαίστωρι.

 

Ἐπειδὴ τῆς ὑποσχέσεως ἐπελάθου (τρίτη γοῦν ἐστι σήμερον καὶ ὁ φιλόσοφος Πρίσκος αὐτὸς μὲν οὐχ ἧκεν, γράμματα δὲ ἀπέστειλεν ὡς ἔτι χρονίζων), ὑπομιμνήσκω σε τὸ χρέος ἀπαιτῶν· ὄφλημα δέ ἐστιν, ὡς οἶσθα, σοὶ μὲν ἀποδοῦναι ῥάιδιον, ἐμοὶ δὲ ἥδιστον πάνυ κομίσασθαι. πέμπε δὴ τὸν λόγον καὶ τὴν ἱερὰν συμβουλήν, ἀλλὰ πρὸς Ἑρμοῦ καὶ Μουσῶν ταχέως, ἐπεὶ καὶ τούτων με τῶν τριῶν ἡμερῶν ἴσθι συντρίψας, εἴπερ ἀληθῆ φησιν ὁ Σικελιώτης ποιητής, "ἐν ἤματι" φάσκων "τοὺς ποθοῦντας γηράσκειν"· εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, ὥσπερ οὖν ἔστι, τὸ γήρας ἡμῖν ἐτριπλασίασας, ὦ γενναῖε. 

Ταῦτα μεταξὺ τοῦ πράττειν ὑπηγόρευσά σοι· γράφειν γὰρ οὐχ οἷός τε ἦν, ἀργοτέραν ἔχων τῆς γλώττης τὴν χεῖρα· καίτοι μοι καὶ τὴν γλῶτταν εἶναι συμβέβηκεν ὑπὸ τῆς ἀνασκησίας ἀργοτέραν καὶ ἀδιάρθρωτον. Ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.

 

 

(Λιβανίου ἐπιστολαί 760 Förster)

 

Ἰουλιανῶι αὐτοκράτορι.

 

Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; ἀλλὰ σοῦ μὲν ἐν τῶι στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθ' ἡμέραν ἀρδώμεθα, λείπεται σιγᾶν. τὸν δὲ λόγον ζητεῖς μὲν ἔρημον βοηθοῦ λαβεῖν (καὶ διὰ τοῦτὁ σοι Πρίσκος ό καλὸς μέλλει), δέχου δὲ ὅμως· πάντως γὰρ ὅ τι ἂν γνῶις στέρξομεν.

 

 

(Λιβανίου ἐπιστολαί 962 Förster)

 

Σωπόλιδι.

 

Εὐδαίμονα χρὴ καὶ νομίζειν καὶ καλεῖν τὸν τοιαύτης μὲν ἑορτῆς μετεσχηκότα καὶ τεθεαμένον θεὸν τὸν αὑτοῦ νεὼν τὸν ἐν ἄστει κομιζόμενον μετὰ τὴν ἔξω τείχους διατριβὴν τὴν κατὰ νόμον. πῶς γὰρ οὐκ εὐδαίμων ἦν ὁρῶν αὐτόν τε τὸν θεὸν καὶ οἷς ἐτιμᾶτο; εὐδαίμων δὲ πάλιν διὰ πολλῶν τόπων ἐν ὀλίγαις ἡμέραις δραμὼν καὶ λέγειν ἔχων· εἶδον Ἄρειον πάγον, εἶδον Ἀκρόπολιν, εἶδον τὰς μετὰ πολλὴν ὀργὴν διηλλαγμένας θεὰς ἤδη τῶν αἰτιῶν ἀφειμένου τοῦ τῶι πατρὶ βεβοηθηκότος. εἶδον καὶ τὴν δι' ἀγῶνος κτησαμένην τὴν πόλιν, τὴν Ἐρεχθέως τροφόν. ἐκεῖνον μὲν οὖν ὧν τεθέαται μακαρίζω, σὲ δὲ οὐ μόνον τοῦ καὶ τούτων καὶ πολλῶν ἑτέρων ἀπολαύειν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ καὶ τοῦ κάλλους τῆς ἐπιστολῆς, ἥν μοι δοκεῖς οὐκ ἄνευ τὸν Διονύσου γράψαι· πρὸς τοσοῦτον ἥκει χαρίτων. ἠρόμην δὲ τὸν δόντα μοι τὴν ἐπιστολὴν περὶ τῶν τοῦ παιδὸς πληγῶν, καὶ μεγάλα ἀκούσας οὐκ ἠπίστησα· οὐδὲ γὰρ τοῖς ποιηταῖς θαυμάζουσι Νεοπτόλεμον. τὸν γὰρ ἐκ τοιούτων ἔδει δήπου καὶ τοιοῦτον εἶναι καὶ ταράττειν δύνασθαι φάλαγγας, ὥσπερ αὖ καὶ ὁ πατήρ, οἶμαι δὲ καὶ ὁ πάππος. φιλείτω τοίνυν με καὶ ὁ καλὸς Ἀψίνης. δίκαια γὰρ ἂν ποιοίη γέροντα φιλῶν καὶ συνευχόμενον αὐτῶι.

 

 

(Λιβανίου ἐπιστολαί 1063 Förster)

 

Μαρκελλίνωι.

 

Καὶ σὲ ζηλῶ τὸν Ῥώμην ἔχειν κἀκείνην τοῦ σέ· σὺ μὲν γὰρ ἔχεις ὧι τῶν ἐν γῆι παραπλήσιον οὐδέν, ἡ δὲ τὸν τῶν ἑαυτῆς πολιτῶν, οἷς πρόγονοι δαίμονες, οὐχ ὕστερον. ἦν μὲν οὖν δή σοι μέγα καὶ τὸ μετὰ σιγῆς ἐν τῆι τοιαύτηι διάγειν καὶ τὸ λόγους ὑπ' ἄλλων λεγόμένους δέχεσθαι - πολλοὺς δὲ ἡ Ῥώμη τρέφει ῥήτορας πατράσιν ἀκολουθοῦντας - νῦν δ', ὡς ἔστίν ἀκούειν τῶν ἐκεῖθεν ἀφικνουμένων, αὐτὸς ἡμῖν ἐν ἐπιδείξεσι ταῖς μὲν γέγονας, ταῖς δὲ ἔσηι τῆς συγγραφῆς εἰς πολλὰ τετμημένης καὶ τοῦ φανέντος ἐπαινεθέντος μέρος ἕτερον εἰσκαλοῦντος. ἀκούω δὲ τὴν Ῥώμην αὐτὴν στεφανοῦν σοι τὸν πόνον καὶ κεῖσθαι ψῆφον αὐτῆι τῶν μέν σε κεκρατηκέναι, τῶν δὲ οὐχ ἡττῆσθαι. ταυτὶ δὲ οὐ τὸν συγγραφέα κοσμεῖ μόνον, ἀλλὰ καὶ ἡμᾶς, ὧν ἐστίν ὁ συγγραφεύς. μὴ δὴ παύσηι τοιαῦτα σύντιθεὶς καὶ κομίζων οἴκοθεν εἰς συλλόγους μηδὲ κάμηις θαυμαζόμενος, ἀλλ' αὐτός τε γίγνου λαμπρότερος καὶ ἡμῖν τοῦτο δίδου. τοιοῦτον γὰρ πολίτης εὐδόκιμῶν· κοσμεῖ τοῖς αὑτοῦ τὴν πόλιν τὴν ἑαυτοῦ. σὺ μὲν οὖν ἐν ὁμοίοις εἴης· ἡμῖν δ' ἐν πένθει κειμένοις εἰ μή τις θεῶν ἀμύνειεν, οὐκ ἔσθ' ὅπως οἴσομεν. ὃς γὰρ δὴ μόνος ἦν ἡμῖν οὐ κακὸς ἐκ μητρὸς ἀγαθῆς, εἰ καὶ μὴ ἐλευθέρας, οἴχεται καὶ τέθαπται λύπηι τελευτήσας, ἡ δ' ἔργον ἦν ὕβρεως. οἵτινες δὲ οἱ προπηλακίσαντες, παρ' ἑτέρων μάνθανε, ἡμεῖς δὲ αὐτοὺς καὶ παθόντες αἰδούμεθα. ζέοντος δὲ ἔτι τοῦ κάκοῦ Καλλιόπιος ἐκ μέσων ἡρπάσθη βιβλίων καὶ πόνων, καὶ γίγνεται ἕλκος ἐφ' ἕλκει καὶ χείρω τὰ τῶν νέων. καὶ τοῦτ' ἂν ἀκούσαις καὶ τῶν τἀκείνου νειμαμένων. ἐμοὶ δὲ καὶ τὰ πρὸ αὐτοῦ καὶ αὐτὸς καὶ τὰ μετ' αὐτὸν οἰμωγῶν τε ἀφορμαὶ καὶ δακρύων, ὧν ἐπὶ τὰ γραφόμενα ῥεῖ τὰ πλείω.

 

 

(Λιβανίου ἐπιστολαί 1182 Förster)

 

Θεοδώρωι.

 

Ἀπόδος τῆι πόλει χάριτας, ἥ σε τοσοῦτον ἔθηκεν, ὦ χρηστὲ Θεόδωρε, καὶ γὰρ εἰ πατρίς σοι τῆς Ἀραβίας τὸ κάλλιστον, ἀλλ' ὑπὸ τῆς ἡμετέρας ηὐξήθης καὶ ῥήτωρ ἄριστος καὶ ἀγῶνες καὶ νῖκαι καὶ πλοῦτος καὶ ἀρχὴ πρώτη τε ὁμοῦ καὶ μεγάλη, ἣν ὅτι σὺν δικαιοσύνηι κατευθύνεις, πολλὰ ἀγαθά σοι γένοιτο· ἥκει γὰρ λόγος τῆς ἀρετῆς καὶ ὡς οἱ μὲν πείθονταί τε καὶ χαίρουσιν ἐπιταττόμενοι, οἱ δὲ ἀλγοῦσι μέν, σιγῶσι δὲ ἀντειπεῖν οὐκ ἔχοντες. τούτων δὲ χάριν ὀφείλειν οἴου Καλλιόπηι τε καὶ Ἀπόλλωνι καὶ Διί, τοῖς ἡμετέροις θεοῖς. ἀλλὰ τῆι μὲν Μούσηι τε καὶ τῶι Μουσηγέτηι μετὰ ταῦτα τῶν μισθῶν ἐπιμελήσηι· πρὸς δέ γε τὸν πατέρα τούτοιν ἤδη σοι τὰ δίκαια ποιεῖν ὑπάρχει. Ὀλύμπια μὲν γὰρ πλησίον, τὸ δὲ τῆς ἑορτῆς κεφάλαιον ἀθληταί, πολλοὺς δὲ τούτους ἡ ὑπὸ σοὶ γῆ τρέφει τε καὶ παιδεύει. τῆς μὲν οὖν διὰ χρημάτων παρακλήσεως ἡμῖν μελήσει, μαθέτωσαν δὲ καὶ τὸν εἰς τὴν πανήγυριν ἔρωτα καὶ φροντίδας καὶ ὡς οὐδαμῆ ταύτηι λείπηι τοῦ τὸν ἀγῶνα τιθέντος· μέγα γὰρ ἡμῖν ἐκεῖ ταῦτα ἐγνῶσθαι. ἐνθυμοῦ δὲ ὅτι τῶν ἐπιστελλόντων ἂν ἦσθα, οἷα ἐγὼ νῦν, εἰ παρ' ἡμῖν ἐτύγχανες ὤν. ἃ οὖν ἂν ἠξίους τὸν ἄρχοντα ποιεῖν, ταῦτα αὐτὸς ποίει νῦν, ἐπειδή γε εὖ ποιῶν ἄρχεις.