BIBLIOTHECA AUGUSTANA

 

Diogenes Laertios

floruit ca. 280 p. Chr. n.

 

Βίοι καὶ γνῶμαι τῶν ἐν

φιλοσοφίαι εὐδοκιμησάντων

 

Βιβλίον Αʹ

 

________________________________________________________

 

 

 

ΒΙΒΛΙΟΝ Αʹ

 

―――――――――――――――

 

Κεφάλειον αʹ

Θαλῆς

640 - 562 a. Chr. n.

 

 

 

{22} ν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρόδοτος (i. 170, 3) καὶ Δοῦρις (FGrH 76 F 74) καὶ Δημόκριτός (DK 68 B 115a) φασι, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ Ἀγήνορος. <ἦν δὲ τῶν ἑπτὰ σοφῶν,> καθὰ καὶ Πλάτων φησί (Prot. 343a)· καὶ πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος Ἀθήνησι Δαμασίου, καθ' ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῆι τῶν Ἀρχόντων ἀναγραφῆι (FGrH 228 F 1). ἐπολιτογραφήθη δὲ ἐν Μιλήτωι, ὅτε ἦλθε σὺν Νείλεωι ἐκπεσόντι Φοινίκης· ὡς δ' οἱ πλείους φασίν, ἰθαγενὴς Μιλήσιος ἦν καὶ γένους λαμπροῦ.

{23} Μετὰ δὲ τὰ πολιτικὰ τῆς φυσικῆς ἐγένετο θεωρίας. καὶ κατά τινας μὲν σύγγραμμα κατέλιπεν οὐδέν· ἡ γὰρ εἰς αὐτὸν ἀναφερομένη ναυτικὴ ἀστρολογία Φώκου λέγεται εἶναι τοῦ Σαμίου. Καλλίμαχος δ' αὐτὸν οἶδεν εὑρέτην τῆς ἄρκτου τῆς μικρᾶς, λέγων ἐν τοῖς Ἰάμβοις οὕτως (Pfeiffer 191. 54 sq.)·

 

καὶ τῆς Ἀμάξης ἐλέγετο σταθμήσασθαι

τοὺς ἀστερίσκους, ἧι πλέουσι Φοίνικες.

 

κατά τινας δὲ μόνα δύο συνέγραψε, Περὶ τροπῆς καὶ ἰσημερίας, τὰ ἄλλ' ἀκατάληπτα εἶναι δοκιμάσας. δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς φησιν Εὔδημος ἐν τῆι Περὶ τῶν ἀστρολογουμένων ἱστορίαι (Wehrli viii, fg. 144)· ὅθεν αὐτὸν καὶ Ξενοφάνης (DK 21 B 19) καὶ Ἡρόδοτος (i. 74, 2) θαυμάζει. μαρτυρεῖ δ' αὐτῶι καὶ Ἡράκλειτος (DK 22 B 38) καὶ Δημόκριτος (DK 68 B 115a).

{24} Ἔνιοι δὲ καὶ αὐτὸν πρῶτον εἰπεῖν φασιν ἀθανάτους τὰς ψυχάς· ὧν ἐστι Χοιρίλος ὁ ποιητής (Kink. 271, fg. 13). πρῶτος δὲ καὶ τὴν ἀπὸ τροπῆς ἐπὶ τροπὴν πάροδον εὗρε, καὶ πρῶτος τὸ τοῦ ἡλίου μέγεθος <τοῦ ἡλιακοῦ κύκλου ὥσπερ καὶ τὸ τῆς σελήνης μέγεθος> τοῦ σεληναίου ἑπτακοσιοστὸν καὶ εἰκοστὸν μέρος ἀπεφήνατο κατά τινας. πρῶτος δὲ καὶ τὴν ὑστέραν τοῦ μηνὸς τριακάδα εἶπεν. πρῶτος δὲ καὶ περὶ φύσεως διελέχθη, ὥς τινες. Ἀριστοτέλης (de an. A2. 405a 19) δὲ καὶ Ἱππίας (DK 86 B 7) φασὶν αὐτὸν καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχάς, τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. παρά τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη (FHG iii. 520) πρῶτον {25} καταγράψαι κύκλου τὸ τρίγωνον ὀρθογώνιον, καὶ θῦσαι βοῦν. οἱ δὲ Πυθαγόραν φασίν, ὧν ἐστιν Ἀπολλόδωρος ὁ λογιστικός. οὗτος προήγαγεν ἐπὶ πλεῖστον ἅ φησι Καλλίμαχος ἐν τοῖς Ἰάμβοις Εὔφορβον εὑρεῖν τὸν Φρύγα, οἷον «σκαληνὰ καὶ τρίγωνα» (Pf. 191. 59 sq.) καὶ ὅσα γραμμικῆς ἔχεται θεωρίας. Δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἄριστα βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίαι ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. καὶ αὐτὸς δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ (Wehrli vii, fg. 45), μονήρη αὑτὸν γεγονέναι {26} καὶ ἰδιαστήν. ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν ἔχειν· οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεκνίαν εἰπεῖν. καὶ λέγουσι ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι ἔλεγεν, «οὐδέπω καιρός.» εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης, εἰπεῖν, «οὐκέτι καιρός.» φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῶι δευτέρωι τῶν Σποράδην ὑπομνημάτων (Hiller, fg. viii) ὅτι βουλόμενος δεῖξαι ῥᾶιον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.

{27} Ἀρχὴν δὲ τῶν πάντων ὕδωρ ὑπεστήσατο, καὶ τὸν κόσμον ἔμψυχον καὶ δαιμόνων πλήρη. τάς τε ὥρας τοῦ ἐνιαυτοῦ φασιν αὐτὸν εὑρεῖν καὶ εἰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας διελεῖν.

Οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. ὁ δὲ Ἱερώνυμος (Hiller, fg. xxi) καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθεις εἰσίν. συνεβίω δὲ καὶ Θρασυβούλωι τῶι Μιλησίων τυράννωι, καθά φησι Μινύης. Τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων {28} καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων. φασὶ γὰρ Ἰωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἁλιέων. ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβήτησις ἦν, ἕως οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως (D.S. ix. 3. 2, Val. Max. iv. 1. Ext. 7, Schol. Arist. Plut. 9)·

 

ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾶις;

τίς σοφίηι πάντων πρῶτος, τούτου τρίποδ' αὐδῶ.

 

διδοῦσιν οὖν Θαλῆι· ὁ δὲ ἄλλωι καὶ ἄλλος ἄλλωι ἕως Σόλωνος. ὁ δὲ ἔφη σοφίαι πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. ταῦτα δὴ ὁ Καλλίμαχος ἐν τοῖς Ἰάμβοις (Pf. 191. 32) ἄλλως ἱστορεῖ, παρὰ Λεανδρίου λαβὼν τοῦ Μιλησίου (FGrH 492 F 18). Βαθυκλέα γάρ τινα Ἀρκάδα φιάλην καταλιπεῖν καὶ ἐπισκῆψαι δοῦναι τῶν σοφῶν ὀνηΐστωι. ἐδόθη δὴ Θαλῆι καὶ κατὰ {29} περίοδον πάλιν Θαλῆι· ὁ δὲ τῶι Διδυμεῖ Ἀπόλλωνι ἀπέστειλεν, εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον (Pf. 191. 76 sq.)

 

Θαλῆς με τῶι μεδεῦντι Νείλεω δήμου

δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον.

 

τὸ δὲ πεζὸν οὕτως ἔχει· Θαλῆς Ἐξαμύου Μιλήσιος Ἀπόλλωνι Δελφινίωι Ἑλλήνων ἀριστεῖον δὶς λαβών. ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἔλευσις ἐν τῶι Περὶ Ἀχιλλέως (FGrH 55 F 1) καὶ Ἀλέξων ὁ Μύνδιος ἐν ἐνάτωι Μυθικῶν (FGrH 25 F 1).

Εὔδοξος δ' ὁ Κνίδιος καὶ Εὐάνθης ὁ Μιλήσιός (FHG iii. 2, n.) φασι τῶν Κροίσου τινὰ φίλων λαβεῖν παρὰ τοῦ βασιλέως ποτήριον χρυσοῦν, ὅπως δῶι τῶι σοφωτάτωι τῶν Ἑλλήνων· τὸν δὲ δοῦναι Θαλῆι.

{30} Καὶ περιελθεῖν εἰς Χίλωνα, ὃν πυνθάνεσθαι τοῦ Πυθίου τίς αὑτοῦ σοφώτερος· καὶ τὸν ἀνειπεῖν Μύσωνα, περὶ οὗ λέξομεν. τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων δ' ἀντὶ Περιάνδρου (Prot. 343a). περὶ αὐτοῦ δὴ τάδε ἀνεῖπεν ὁ Πύθιος (cf. D.S. ix. 6)·

 

Οἰταῖόν τινα φημὶ Μύσων' ἐνὶ Χηνὶ γενέσθαι

σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμηισιν.

 

ὁ δ' ἐρωτήσας ἦν Ἀνάχαρσις. Δαΐμαχος δ' ὁ Πλατωνικὸς (FGrH 65 F 6) καὶ Κλέαρχος (Wehrli iii, fg. 70) φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῶι καὶ οὕτω περιενεχθῆναι.

Ἄνδρων δ' ἐν τῶι Τρίποδι (FHG ii. 347) Ἀργείους ἆθλον ἀρετῆς τῶι σοφωτάτωι τῶν Ἑλλήνων τρίποδα θεῖναι· κριθῆναι {31} δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι. μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως (Lobel-Page fg. 360)·

 

ὠς γὰρ δή ποτ' Ἀριστόδαμον φαῖσ' οὐκ ἀπάλαμνον ἐν Σπάρται λόγον

εἴπην· χρήματ' ἄνηρ, πένιχρος δ' οὐδ' εἲς πέλετ' ἔσλος <οὐδὲ τίμιος.>

 

ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλωι τῶι Μιλησίων τυράννωι πλοῖον ἔμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κώιαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρός τινων ἁλιένω τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι {32} (FGrH 397 F 4a)· διὰ τί δέ, ἐν τῶι περὶ Βίαντος λέξομεν.

Ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὖθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν τῆι Ἑλένηι ἁρπασθέντα ὑπ' Ἀλεξάνδρου ῥιφῆναι εἰς τὴν Κώιαν θάλασσαν πρὸς τῆς Λακαίνης, εἰπούσης ὅτι περιμάχητος ἔσται. χρόνωι δὲ Λεβεδίων τινῶν αὐτόθι γρῖπον ὠνησαμένων καταληφθῆναι καὶ τὸν τρίποδα, μαχομένων δὲ πρὸς τοὺς ἁλιέας γενέσθαι τὴν ἄνοδον ἕως τῆς Κῶ· καὶ ὡς οὐδὲν ἤνυτον, τοῖς Μιλησίοις μητροπόλει οὔσηι μηνύουσιν. οἱ δ' ἐπειδὴ διαπρεσβευόμενοι ἠλογοῦντο, πρὸς τοὺς Κώιους πολεμοῦσι. καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων ἐκπίπτει χρησμὸς δοῦναι τῶι σοφωτάτωι· καὶ ἀμφότεροι συνήινεσαν Θαλῆι. ὁ δὲ μετὰ τὴν περίοδον τῶι Διδυμεῖ τίθησιν Ἀπόλλωνι. {33} Κώιοις μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον (D.S. ix. 3. 2)·

 

οὐ πρότερον λήξει νεῖκος Μερόπων καὶ Ἰώνων,

πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντωι,

ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται,

ὃς σοφὸς ἦι τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα.

 

Μιλησίοις δέ (D.S. ix. 3. 2)·

 

ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾶις;

 

καὶ ὡς προείρηται. καὶ τόδε μὲν οὕτως.

Ἕρμιππος δ' ἐν τοῖς Βίοις (FHG iii. 39) εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῆι Τύχηι· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, {34} τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος. λέγεται δ' ἀγόμενος ὑπὸ γραὸς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσηι, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῶι ἀνοιμώξαντι φάναι τὴν γραῦν· «σὺ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσὶν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἴει γνώσεσθαι;» οἶδε δ' αὐτὸν ἀστρονομούμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις ἐπαινεῖ αὐτὸν λέγων (Diels 23)·

 

οἷόν θ' ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα.

 

Τὰ δὲ γεγραμμένα ὑπ' αὐτοῦ φησι Λόβων ὁ Ἀργεῖος (Crönert 8) εἰς ἔπη τείνειν διακόσια. ἐπιγεγράφθαι δ' αὐτοῦ ἐπὶ τῆς εἰκόνος τόδε (A. Pal. vii. 83)·

 

τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασ' ἀνέδειξεν

ἀστρολόγον πάντων πρεσβύτατον σοφίηι. {35}

 

Τῶν τε ἀιδομένων αὐτοῦ εἶναι τάδε (Bergk iii. 200)·

 

οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν·

ἕν τι μάτευε σοφόν,

ἕν τι κεδνὸν αἱροῦ·

λύσεις γὰρ ἀνδρῶν κωτίλων

γλώσσας ἀπεραντολόγους.

 

Φέρεται δὲ καὶ ἀποφθέγματα αὐτοῦ τάδε·

 

πρεσβύτατον τῶν ὄντων θεός· ἀγένητον γάρ.

κάλλιστον κόσμος· ποίημα γὰρ θεοῦ.

μέγιστον τόπος· ἅπαντα γὰρ χωρεῖ.

τάχιστον νοῦς· διὰ παντὸς γὰρ τρέχει.

ἰσχυρότατον ἀνάγκη· κρατεῖ γὰρ πάντων.

σοφώτατον χρόνος· ἀνευρίσκει γὰρ πάντα.

 

οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. «σὺ οὖν,» ἔφη τις, {36} «διὰ τί οὐκ ἀποθνήσκεις;» «ὅτι,» ἔφη, «οὐδὲν διαφέρει.» πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, «ἡ νύξ,» ἔφη, «μιᾶι ἡμέραι πρότερον.» ἠρώτησέ τις αὐτὸν εἰ λάθοι θεοὺς ἄνθρωπος ἀδικῶν· «ἀλλ' οὐδὲ διανοούμενος,» ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσαι μὴ μεμοιχευκέναι, «οὐ χεῖρον,» ἔφη, «μοιχείας ἐπιορκία.» ἐρωτηθεὶς τί δύσκολον, ἔφη, «τὸ ἑαυτὸν γνῶναι·» τί δὲ εὔκολον, «τὸ ἄλλωι ὑποθέσθαι·» τί ἥδιστον, «τὸ ἐπιτυγχάνειν·» τί τὸ θεῖον, «τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν.» τί δύσκολον εἴη τεθεαμένος ἔφη, «γέροντα τύραννον.» πῶς ἄν τις ἀτυχίαν ῥᾶιστα φέροι, «εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι·» πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, «ἐὰν ἃ {37} τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν·» τίς εὐδαίμων, «ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος.» φίλων παρόντων καὶ ἀπόντων μεμνῆσθαί φησι· μὴ τὴν ὄψιν καλλωπίζεσθαι, ἀλλὰ τοῖς ἐπιτηδεύμασιν εἶναι καλόν. «μὴ πλούτει,» φησί, «κακῶς, μηδὲ διαβαλλέτω σε λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας.» «οὓς ἂν ἐράνους εἰσενέγκηις,» φησί, «τοῖς γονεῦσιν, τοὺς αὐτοὺς προσδέχου καὶ παρὰ τῶν τέκνων.» τὸν Νεῖλον εἶπε πληθύειν ἀνακοπτομένων τῶν ῥευμάτων ὑπὸ τῶν ἐτησίων ἐναντίων ὄντων.

Φησὶ δ' Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς (FGrH 244 F 28) γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς ἐνάτης {38} Ὀλυμπιάδος. ἐτελεύτησε δ' ἐτῶν ἑβδομήκοντα ὀκτώ, (ἤ, ὡς Σωσικράτης φησίν (FHG iv. 501), ἐνενήκοντα)· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος, γεγονότα κατὰ Κροῖσον, ὧι καὶ τὸν Ἅλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα.

Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις, πέντε· ῥήτωρ Καλλατιανός, κακόζηλος· ζωγράφος Σικυώνιος, μεγαλοφυής· τρίτος ἀρχαῖος πάνυ, κατὰ Ἡσίοδον καὶ Ὅμηρον καὶ Λυκοῦργον· τέταρτος οὗ μέμνηται Δοῦρις ἐν τῶι Περὶ ζωγραφίας (FGrH 76 F 31)· πέμπτος νεώτερος, ἄδοξος, οὗ μνημονεύει Διονύσιος ἐν Κριτικοῖς.

{39} Ὁ δ' οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπό τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῶι μνήματι (A. Pal. vii. 84)·

 

ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες,

τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.

 

ἔστι καὶ παρ' ἡμῖν ἐς αὐτὸν ἐν τῶι πρώτωι τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρωι τόδε τὸ ἐπίγραμμα (A. Pal. vii. 85)·

 

γυμνικὸν αὖ ποτ' ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,

τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.

αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς

οὐκέθ' ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.

 

{40} Τούτου ἐστὶ τὸ Γνῶθι σαυτόν, ὅπερ Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς Φημονόης εἶναί φησιν, ἐξιδιοποιήσασθαι δὲ αὐτὸ Χίλωνα (FGrH 508 F 3).

Περὶ δὴ τῶν ἑπτά (ἄξιον γὰρ ἐνταῦθα καθολικῶς κἀκείνων ἐπιμνησθῆναι) λόγοι φέρονται τοιοῦτοι. Δάμων ὁ Κυρηναῖος, γεγραφὼς Περὶ τῶν φιλοσόφων (FHG iv. 377), πᾶσιν ἐγκαλεῖ, μάλιστα δὲ τοῖς ἑπτά. Ἀναξιμένης δέ φησι πάντας ἐπιθέσθαι ποιητικῆι· ὁ δὲ Δικαίαρχος οὔτε σοφοὺς οὔτε φιλοσόφους φησὶν αὐτοὺς γεγονέναι, συνετοὺς δέ τινας καὶ νομοθετικούς (Wehrli i, fr. 30). Ἀρχέτιμος δὲ ὁ Συρακούσιος (FHG iv. 318) ὁμιλίαν αὐτῶν ἀναγέγραφε παρὰ Κυψέλωι, ἧι καὶ αὐτός φησι παρατυχεῖν· Ἔφορος δὲ παρὰ Κροίσωι πλὴν Θαλοῦ (FGrH 70 F 181). φασὶ δέ τινες καὶ ἐν Πανιωνίωι καὶ ἐν Κορίνθωι καὶ ἐν Δελφοῖς συνελθεῖν {41} αὐτούς. διαφωνοῦνται δὲ καὶ αἱ ἀποφάσεις αὐτῶν καὶ ἄλλου ἄλλο φασὶν εἶναι, ὡς ἐκεῖνο·

 

ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδ' ἔλεξε·

«μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά».

 

στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Λεάνδριος μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γορσιάδα, Λεβέδιον ἢ Ἐφέσιον, ἐγκρίνει καὶ Ἐπιμενίδην τὸν Κρῆτα (FGrH 492 F 16)· Πλάτων δὲ ἐν Πρωταγόραι (343a) Μύσωνα ἀντὶ Περιάνδρου· Ἔφορος δὲ (FGrH 70 F 182) ἀντὶ Μύσωνος Ἀνάχαρσιν· οἱ δὲ καὶ Πυθαγόραν προσγράφουσιν. Δικαίαρχος δὲ (Wehrli i, fr. 32) τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσι, Θαλῆν, Βίαντα, Πιττακόν, Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, Ἀνάχαρσιν, Περίανδρον. ἔνιοι προστιθέασιν Ἀκουσίλαον Κάβα ἢ {42} Σκάβρα Ἀργεῖον. Ἕρμιππος δ' ἐν τῶι Περὶ τῶν σοφῶν (FHG iii. 37) ἑπτακαίδεκά φησιν, ὧν τοὺς ἑπτὰ ἄλλους ἄλλως αἱρεῖσθαι· εἶναι δὲ Σόλωνα, Θαλῆν, Πιττακόν, Βίαντα, Χίλωνα, <Μύσωνα,> Κλεόβουλον, Περίανδρον, Ἀνάχαρσιν, Ἀκουσίλαον, Ἐπιμενίδην, Λεώφαντον, Φερεκύδην, Ἀριστόδημον, Πυθαγόραν, Λᾶσον Χαρμαντίδου ἢ Σισυμβρίνου, ἢ ὡς Ἀριστόξενος (Wehrli ii, fr. 86) Χαβρίνου, Ἑρμιονέα, Ἀναξαγόραν. Ἱππόβοτος δὲ ἐν τῆι Τῶν φιλοσόφων ἀναγραφῆι· Ὀρφέα, Λίνον, Σόλωνα, Περίανδρον, Ἀνάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα, Πιττακόν, Ἐπίχαρμον, Πυθαγόραν.

Φέρονται δὲ καὶ τοῦ Θαλοῦ ἐπιστολαὶ αἵδε·

 

Θαλῆς Φερεκύδει

 

{43} Πυνθάνομαί σε πρῶτον Ἰώνων μέλλειν λόγους ἀμφὶ τῶν θείων χρημάτων ἐς τοὺς Ἕλληνας φαίνειν. καὶ τάχα μὲν ἡ γνώμη τοι δικαίη ἐς τὸ ξυνὸν καταθέσθαι γραφὴν ἢ ἐφ' ὁποιοισοῦν ἐπιτρέπειν χρῆμα ἐς οὐδὲν ὄφελος. εἰ δή τοι ἥδιον, ἐθέλω γενέσθαι λεσχηνώτης περὶ ὁτέων γράφεις· καὶ ἢν κελεύηις, παρὰ σὲ ἀφίξομαι ἐς Σῦρον. ἦ γὰρ ἂν φρενήρεες εἴημεν ἐγώ τε καὶ Σόλων ὁ Ἀθηναῖος, εἰ πλώσαντες μὲν ἐς Κρήτην κατὰ τὴν τῶν κεῖθι ἱστορίην, πλώσαντες δὲ ἐς Αἴγυπτον ὁμιλήσοντες τοῖς ἐκείνηι ὅσοι ἱερέες τε καὶ ἀστρολόγοι, παρὰ σὲ δὲ μὴ πλώσαιμεν. ἥξει γὰρ {44} καὶ ὁ Σόλων, ἢν ἐπιτρέπηις. σὺ μέντοι χωροφιλέων ὀλίγα φοιτέεις ἐς Ἰωνίην, οὐδέ σε ποθὴ ἴσχει ἀνδρῶν ξείνων· ἀλλά, ὡς ἔλπομαι, ἑνὶ μούνωι χρήματι πρόσκεαι τῆι γραφῆι. ἡμέες δὲ οἱ μηδὲν γράφοντες περιχωρέομεν τήν τε Ἑλλάδα καὶ Ἀσίην (Hercher 740).

 

Θαλῆς Σόλωνι

 

Ὑπαποστὰς ἐξ Ἀθηνέων δοκέεις ἄν μοι ἁρμοδιώτατα ἐν Μιλήτωι οἶκον ποιέεσθαι παρὰ τοῖς ἀποίκοις ὑμέων· καὶ γὰρ ἐνθαῦτά τοι δεινὸν οὐδέν. εἰ δὲ ἀσχαλήσεις ὅτι καὶ Μιλήσιοι τυραννεόμεθα (ἐχθαίρεις γὰρ πάντας αἰσυμνήτας) ἀλλὰ τέρποι' ἂν σὺν τοῖς ἑτάροις ἡμῖν καταβιούς. ἐπέστειλε δέ τοι καὶ Βίης ἥκειν ἐς Πριήνην· σὺ δὲ εἰ προσηνέστερόν τοι τὸ Πριηνέων ἄστυ, κεῖθι οἰκέειν, καὶ αὐτοὶ παρὰ σὲ οἰκήσομεν (Hercher 740).

 

―――――――――――――――

 

Κεφάλειον βʹ

Σόλων

635 - 559 a. Chr. n.

 

 

 

{45} Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ δι' ἀπορίαν ἐθήτευον. ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὑτῶι πατρώιων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια· φανερὸν δὲ διὰ τί.

Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.

{46} Τὸ δὲ μέγιστον, τῆς πατρίδος αὐτοῦ [Σαλαμῖνος] ἀμφισβητουμένης ὑπό τε Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτωι ζημιοῦσθαι, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ τοῦ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς. καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα. {47} ἦν δὲ τὰ ἐλεγεῖα τὰ μάλιστα καθαψάμενα τῶν Ἀθηναίων τάδε (Diehl 2).

 

εἴην δὴ τότ' ἐγὼ Φολεγάνδριος ἢ Σικινίτης

ἀντί γ' Ἀθηναίου, πατρίδ' ἀμειψάμενος·

αἶψα γὰρ ἂν φάτις ἥδε μετ' ἀνθρώποισι γένοιτο·

Ἀττικὸς οὗτος ἀνὴρ τῶν Σαλαμιναφετῶν.

 

εἶτα·

 

ἴομεν ἐς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου

ἱμερτῆς χαλεπόν τ' αἶσχος ἀπωσόμενοι.

 

ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θράικηι χερρόνησον προσκτήσασθαι. {48} ἵνα δὲ μὴ δοκοίη βίαι μόνον, ἀλλὰ καὶ δίκηι τὴν Σαλαμῖνα κεκτῆσθαι, ἀνασκάψας τινὰς τάφους ἔδειξε τοὺς νεκροὺς πρὸς ἀνατολὰς ἐστραμμένους, ὡς ἦν ἔθος θάπτειν Ἀθηναίοις· ἀλλὰ καὶ αὐτοὺς τοὺς τάφους πρὸς ἕω βλέποντας καὶ ἀπὸ τῶν δήμων τοὺς χρηματισμοὺς ἐγκεχαραγμένους, ὅπερ ἦν ἴδιον Ἀθηναίων. ἔνιοι δέ φασι καὶ ἐγγράψαι αὐτὸν εἰς τὸν κατάλογον τοῦ Ὁμήρου μετὰ τὸν (B 557-8)

 

Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,

στῆσε δ' ἄγων ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες.

 

{49} Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῶι ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ· ὁ δ' οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης (FHG iv. 501 sq.), προαισθόμενος τὸ ἐφ' ἑαυτῶι διεκώλυσεν. ἄιξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων. καὶ ἡ βουλή, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί (Diehl 9)·

 

δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς,

δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης.

 

{50} τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν (Diehl 10)·

 

ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης·

βροντὴ δ' ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς·

ἀνδρῶν δ' ἐκ μεγάλων πόλις ὄλλυται· ἐς δὲ μονάρχου

δῆμος ἀιδρίηι δουλοσύνην ἔπεσεν.

 

Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, «ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγωι καὶ ἔργωι,» ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν, ὅτε καὶ ἐρωτηθεὶς ὑπ' αὐτοῦ, «τίς σοι δοκεῖ εὐδαίμων;» «Τέλλος,» ἔφη, «Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων» καὶ τὰ θρυλούμενα.

{51} Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται· ὁ δέ «ἀλεκτρυόνας,» εἶπε, «<καὶ> φασιανοὺς καὶ ταώς· φυσικῶι γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίωι καλλίονι.» ἐκεῖθέν τε ἀπαλλαγεὶς ἐγένετο ἐν Κιλικίαι, καὶ πόλιν συνώικισεν ἣν ἀφ' ἑαυτοῦ Σόλους ἐκάλεσεν· ὀλίγους τέ τινας τῶν Ἀθηναίων ἐγκατώικισεν, οἳ τῶι χρόνωι τὴν φωνὴν ἀποξενωθέντες σολοικίζειν ἐλέχθησαν. καί εἰσιν οἱ μὲν ἔνθεν Σολεῖς, οἱ δ' ἀπὸ Κύπρου Σόλιοι. ὅτε δὲ τὸν Πεισίστρατον ἔμαθεν ἤδη τυραννεῖν, τάδε ἔγραψε πρὸς τοὺς Ἀθηναίους (Diehl 8)· {52}

 

εἰ δὲ πεπόνθατε δεινὰ δι' ὑμετέρην κακότητα,

μή τι θεοῖς τούτων μοῖραν ἐπαμφέρετε.

αὐτοὶ γὰρ τούτους ηὐξήσατε, ῥύσια δόντες,

καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην.

ὑμέων δ' εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,

σύμπασιν δ' ὑμῖν κοῦφος ἔνεστι νόος.

εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπος αἰόλον ἀνδρός,

εἰς ἔργον δ' οὐδὲν γιγνόμενον βλέπετε.

 

καὶ οὗτος μὲν ταῦτα. Πεισίστρατος δ' αὐτῶι φεύγοντι τοῦτον ἐπέστειλε τὸν τρόπον (Hercher 490).

 

Πεισίστρατος Σόλωνι

 

{53} Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην, οὔτε οὐ προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐγὼ ἃ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρωι τε καὶ τῶι ἐκείνου γένει, ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους· ἀλλὰ καθότι σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις, ἐπιτρέπω πολιτεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημοκρατίαν· ἐῶ γὰρ οὐδένα ὑβρίζειν· καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς· ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὐτοῦ κλήρου δεκάτην, οὐκ ἐμοί, ἀλλ' ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυσίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν [ὁ] πόλεμος ἡμᾶς καταλάβηι.

{54} Σοὶ δ' ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. εὐνοίαι γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες· ἔτι τε ἀμαθίαι τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ' ἂν ἠνέσχου καθισταμένου, οὐδ' ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότωι, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. ἴσθι γὰρ μηδ' ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. ἢν δὲ ἀξιώσηις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσηι ἀνὰ πρώτους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ εἵνεκα μὴ ἐστέρησο τῆς πατρίδος.

{55} Ταῦτα μὲν Πεισίστρατος. Σόλων δὲ ὅρον ἀνθρωπίνου βίου φησὶν ἔτη ἑβδομήκοντα.

Δοκεῖ δὲ καὶ κάλλιστα νομοθετῆσαι· ἐάν τις μὴ τρέφηι τοὺς γονέας, ἄτιμος ἔστω· ἀλλὰ καὶ ὁ τὰ πατρῶια κατεδηδοκὼς ὁμοίως. καὶ ὁ ἀργὸς ὑπεύθυνος ἔστω παντὶ τῶι βουλομένωι γράφεσθαι. Λυσίας δ' ἐν τῶι κατὰ Νικίδου (Thalheim or. C) Δράκοντά φησι γεγραφέναι τὸν νόμον, Σόλωνα δὲ τεθηκέναι τὸν ἡταιρηκότα εἴργειν τοῦ βήματος. συνέστειλε δὲ καὶ τὰς τιμὰς τῶν ἐν ἀγῶσιν ἀθλητῶν, Ὀλυμπιονίκηι μὲν τάξας πεντακοσίας δραχμάς, Ἰσθμιονίκηι δὲ ἑκατόν, καὶ ἀνὰ λόγον ἐπὶ τῶν ἄλλων· ἀπειρόκαλον γὰρ τὸ ἐξαίρειν τὰς τούτων τιμάς, ἀλλὰ μόνων ἐκείνων τῶν ἐν πολέμοις τελευτησάντων, ὧν καὶ τοὺς υἱοὺς δημοσίαι τρέφεσθαι καὶ παιδεύεσθαι.

{56} Ὅθεν καὶ ἐζήλουν πολλοὶ καλοὶ κἀγαθοὶ γίνεσθαι κατὰ πόλεμον· ὡς Πολύζηλος, ὡς Κυνέγειρος, ὡς Καλλίμαχος, ὡς σύμπαντες οἱ Μαραθωνομάχαι· ἔτι δ' Ἁρμόδιος καὶ Ἀριστογείτων καὶ Μιλτιάδης καὶ μυρίοι ὅσοι. ἀθληταὶ δὲ καὶ ἀσκούμενοι πολυδάπανοι, καὶ νικῶντες ἐπιζήμιοι καὶ στεφανοῦνται κατὰ τῆς πατρίδος μᾶλλον ἢ κατὰ τῶν ἀνταγωνιστῶν· γέροντές τε γενόμενοι κατὰ τὸν Εὐριπίδην (fr. 282, 12 N.2)

 

τρίβωνες ἐκλιπόντες οἴχονται κρόκας.

 

ὅπερ συνιδὼν ὁ Σόλων μετρίως αὐτοὺς ἀπεδέξατο. κάλλιστον δὲ κἀκεῖνο· τὸν ἐπίτροπον τῆι τῶν ὀρφανῶν μητρὶ μὴ συνοικεῖν, μηδ' ἐπιτροπεύειν, εἰς ὃν ἡ οὐσία ἔρχεται τῶν ὀρφανῶν τελευτησάν {57} των. κἀκεῖνο· δακτυλιογλύφωι μὴ ἐξεῖναι σφραγῖδα φυλάττειν τοῦ πραθέντος δακτυλίου· καὶ ἐὰν ἕνα ὀφθαλμὸν ἔχοντος ἐκκόψηι τις, ἀντεκκόπτειν τοὺς δύο. ἃ μὴ ἔθου, μὴ ἀνέληι· εἰ δὲ μή, θάνατος ἡ ζημία. τῶι ἄρχοντι, ἐὰν μεθύων ληφθῆι, θάνατον εἶναι τὴν ζημίαν. Τά τε Ὁμήρου ἐξ ὑποβολῆς γέγραφε ῥαψωιδεῖσθαι, οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον. μᾶλλον οὖν Σόλων Ὅμηρον ἐφώτισεν ἢ Πεισίστρατος, ὥς φησι Διευχίδας ἐν πέμπτωι Μεγαρικῶν (FGrH 485 F 6). ἦν δὲ μάλιστα τὰ ἔπη ταυτί· «οἳ δ' ἄρ' Ἀθήνας εἶχον» καὶ τὰ ἑξῆς (B 546-7).

{58} Πρῶτος δὲ Σόλων τὴν τριακάδα ἔνην καὶ νέαν ἐκάλεσεν. καὶ πρῶτος τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν, ὡς Ἀπολλόδωρός φησιν ἐν δευτέρωι Περὶ νομοθετῶν. ἀλλὰ καὶ τῆς στάσεως γενομένης οὔτε μετὰ τῶν ἐξ ἄστεως, οὔτε μετὰ τῶν πεδιέων, ἀλλ' οὐδὲ μετὰ τῶν παράλων ἐτάχθη.

Ἔλεγε δὲ τὸν μὲν λόγον εἴδωλον εἶναι τῶν ἔργων· βασιλέα δὲ τὸν ἰσχυρότατον τῆι δυνάμει. τοὺς δὲ νόμους τοῖς ἀραχνίοις ὁμοίους· καὶ γὰρ ἐκεῖνα, ἐὰν μὲν ἐμπέσηι τι κοῦφον καὶ ἀσθενές, στέγειν· ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεσθαι. ἔφασκέ τε σφραγί {59} ζεσθαι τὸν μὲν λόγον σιγῆι, τὴν δὲ σιγὴν καιρῶι. ἔλεγε δὲ τοὺς παρὰ τοῖς τυράννοις δυναμένους παραπλησίους εἶναι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν. καὶ γὰρ ἐκείνων ἑκάστην ποτὲ μὲν πλείω σημαίνειν, ποτὲ δὲ ἥττω· καὶ τούτων τοὺς τυράννους ποτὲ μὲν ἕκαστον μέγαν ἄγειν καὶ λαμπρόν, ποτὲ δὲ ἄτιμον. ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε, «διὰ τὸ ἀπελπίσαι,» εἶπεν. πῶς τε ἥκιστ' ἂν ἀδικοῖεν οἱ ἄνθρωποι, «εἰ ὁμοίως,» ἔφη, «ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι.» καὶ «τὸν μὲν κόρον ὑπὸ τοῦ πλούτου γεννᾶσθαι, τὴν δὲ ὕβριν ὑπὸ τοῦ κόρου.» ἠξίωσέ τε Ἀθηναίους τὰς ἡμέρας κατὰ σελήνην ἄγειν. καὶ Θέσπιν ἐκώλυσε τραγωιδίας διδάσκειν, ὡς ἀνωφελῆ τὴν {60} ψευδολογίαν. ὅτ' οὖν Πεισίστρατος ἑαυτὸν κατέτρωσεν, ἐκεῖθεν ἔφη ταῦτα φῦναι. τοῖς τε ἀνθρώποις συνεβούλευσεν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῶι Περὶ τῶν φιλοσόφων αἱρέσεων, τάδε· καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε. μὴ ψεύδου. τὰ σπουδαῖα μελέτα. φίλους μὴ ταχὺ κτῶ· οὓς δ' ἂν κτήσηι μὴ ἀποδοκίμαζε. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα. νοῦν ἡγεμόνα ποιοῦ. μὴ κακοῖς ὁμίλει. θεοὺς τίμα, γονέας αἰδοῦ. φασὶ δ' αὐτὸν καὶ Μιμνέρμου γράψαντος (Diehl 6),

 

αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων

ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,

 

{61} ἐπιτιμῶντα αὐτῶι εἰπεῖν (Diehl 22, 1-4)·

 

ἀλλ' εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον·

μηδὲ μέγαιρ' ὅτι σεῦ τοῖον ἐπεφρασάμην·

καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ' ἄειδε·

ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.

 

Τῶν δὲ ἀιδομένων αὐτοῦ ἐστι τάδε (Bergk 42)·

 

πεφυλαγμένος ἄνδρα ἕκαστον,

ὅρα μὴ κρυπτὸν ἔχων ἔχθος κραδίηι,

φαιδρῶι προσεννέπηι προσώπωι,

γλῶσσα δέ οἱ διχόμυθος

ἐκ μελαίνης φρενὸς γεγωνῆι.

 

Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπωιδούς.

{62} Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε (A. Pal. vii. 86)·

 

ἡ Μήδων ἄδικον παύσασ' ὕβριν, ἥδε Σόλωνα

τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

 

Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῶι τρίτωι ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δ' ἐν Κύπρωι βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα (Kock i. 82, fr. 228)·

 

οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,

ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.

 

{63} Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῆι προειρημένηι Παμμέτρωι, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρωι καὶ ῥυθμῶι, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως (A. Pal. vii. 87)·

 

σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῆι Κύπριον πῦρ·

ὀστὰ δ' ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες.

ψυχὴν δ' ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ

θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα.

 

Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν (FGrH 594 F 6), ἐπειδὴ δακρύει τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, «ἀλλ' οὐδὲν ἀνύτεις,» εἰπεῖν, «δι' αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω.» Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε·

 

Σόλων Περιάνδρωι

 

{64} Ἐπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις. ἐπιβουλεύσειε δ' ἄν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῶι, ὁ δὲ σοῦ καταγνούς, οὐκ ἔσθ' ὅ τι οὐκ ὀρρωδοῦντος· κἂν τῆι πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῆις. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν πλείονα ἕξεις τῶν ἐν τῆι πόλει, καὶ οὐδεὶς ἔτι τοι δεινός, μηδὲ σὺ ἐκποδών τινα ποιοῦ (Hercher 636).

 

Σόλων Ἐπιμενίδηι

 

Οὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνήσειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθ' ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν. οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι, εὖ μὲν ἀγόντων, εἰσὶν ὠφέλιμοι· κακῶς δὲ ἀγόντων, οὐδὲν ὠφελοῦσιν.

{65} Οὐδ' οἱ ἐμοὶ ἀμείνους εἰσὶ καὶ ὅσα ἐγὼ ἐνομοθέτησα. οἱ δ' ἐπιτρέποντες τὸ ξυνὸν ἔβλαπτον, οἳ οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτωι ἐπιθέσθαι τυραννίδι. οὐδ' ἐγὼ προλέγων πιστὸς ἦν. ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ ἀληθεύοντος. ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννησείοντα εἶναι ξυνετώτερος, τῶν δὲ ὀκνούντων ἀμύνεσθαι ἀλκιμώτερος. οἱ δὲ μανίαν Σόλωνος κατεγίγνωσκον. τελευτῶν δὲ ἐμαρτυράμην· ὦ πατρίς, οὗτος μὲν Σόλων ἕτοιμός τοι καὶ λόγωι καὶ ἔργωι ἀμύνειν· τοῖς δ' αὖ καὶ μαίνεσθαι δοκῶ. ὥστε ἄπειμί τοι ἐκ μέσου ὁ μόνος ἐχθρὸς Πεισιστράτου· οἱ δὲ καὶ δορυφορούντων αὐτόν, εἴ τι βούλονται. ἴσθι γὰρ τὸν ἄνδρα, ὦ ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος. {66} ἤρξατο μὲν δημαγωγεῖν· εἶτα δὲ ἑαυτῶι τραύματα ποιήσας, παρελθὼν ἐφ' ἡλιαίαν ἐβόα φάμενος πεπονθέναι ταῦτα ὑπὸ τῶν ἐχθρῶν· καὶ φύλακας ἠξίου παρασχεῖν οἱ τετρακοσίους τοὺς νεωτάτους. οἱ δὲ ἀνηκουστήσαντές μου παρέσχον τοὺς ἄνδρας. οὗτοι δὲ ἦσαν κορυνηφόροι. καὶ μετὰ τοῦτο τὸν δῆμον κατέλυσεν. ἦ μάτην ἔσπευδον ἀπαλλάξαι τοὺς πένητας αὐτῶν τῆς θητείας, οἵ γε δὴ νῦν ξύμπαντες ἑνὶ δουλεύουσι Πεισιστράτωι (Hercher 636).

 

Σόλων Πεισιστράτωι

 

Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι. καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοὶ ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτωι μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφ' ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς, εἴτε δὴ δημοκρατεῖσθαι, πεπείσθω ἧι ἑκάτερος {67} γιγνώσκει. καὶ σὲ φημὶ πάντων τυράννων εἶναι βέλτιστον. ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηται, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν, καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας, νῦν ἐπανελθὼν ἀρεσκοίμην οἷς σὺ πράσσεις (Hercher 637).

 

Σόλων Κροίσωι

 

Ἄγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης· καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν οἰκεῖν ἐν δημοκρατίαι, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῆι παρὰ σοὶ βασιλείαι ἢ Ἀθήνησι, τυραννοῦντος βιαίως Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτὴ ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀφίξομαι δ' οὖν παρὰ σέ, σπεύδων τοι ξένος γενέσθαι. (Hercher 637).

 

―――――――――――――――

 

Κεφάλειον γʹ

Χίλων

ca. 560 a. Chr. n.

 

 

 

{68} Χίλων Δαμαγήτου Λακεδαιμόνιος. οὗτος ἐποίησεν ἐλεγεῖα εἰς ἔπη διακόσια, καὶ ἔφασκε πρόνοιαν περὶ τοῦ μέλλοντος λογισμῶι καταληπτὴν εἶναι ἀνδρὸς ἀρετήν. πρός τε τὸν ἀδελφὸν δυσφοροῦντα ὅτι μὴ ἔφορος ἐγένετο, αὐτοῦ ὄντος, «ἐγὼ μὲν γὰρ ἐπίσταμαι,» εἶπεν, «ἀδικεῖσθαι, σὺ δὲ οὔ.» γέγονε δὲ ἔφορος (FGrH 244 F 335c) κατὰ τὴν πεντηκοστὴν ἕκτην Ὀλυμπιάδα (Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην (FHG iii. 520), καὶ πρῶτον ἔφορον γενέσθαι) ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης (FHG iv. 502). καὶ πρῶτος εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι· Σάτυρος δὲ Λυκοῦργον (FHG iii. 162).

Οὗτος, ὥς φησιν Ἡρόδοτος ἐν τῆι πρώτηι (§ 59), Ἱπποκράτει θυομένωι ἐν Ὀλυμπίαι, τῶν λεβήτων αὐτομάτων ζεσάντων, συνεβού­λευσεν ἢ μὴ γῆμαι, ἤ, εἰ ἔχοι γυναῖκα, ἐκπέμψαι καὶ παῖδας {69} ἀπείπασθαι. φασὶ δ' αὐτὸν καὶ Αἰσώπου πυθέσθαι, ὁ Ζεὺς τί εἴη ποιῶν· τὸν δὲ φάναι, «τὰ μὲν ὑψηλὰ ταπεινοῦν, τὰ δὲ ταπεινὰ ὑψοῦν.» ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, «ἐλπίσιν ἀγαθοῖς.» τί δύσκολον, «τὸ τὰ ἀπόρρητα σιωπῆσαι, καὶ σχολὴν εὖ διαθέσθαι, καὶ ἀδικούμενον δύνασθαι φέρειν.» προσέταττε δὲ καὶ ταῦτα· γλώττης κρατεῖν, καὶ μάλιστα ἐν συμποσίωι. μὴ κακολογεῖν τοὺς πλησίον· εἰ δὲ μή, {70} ἀκούσεσθαι ἐφ' οἷς λυπήσεσθαι. μὴ ἀπειλεῖν μηδενί· γυναικῶδες γάρ. ταχύτερον ἐπὶ τὰς ἀτυχίας τῶν φίλων ἢ ἐπὶ τὰς εὐτυχίας πορεύεσθαι. γάμον εὐτελῆ ποιεῖσθαι. τὸν τεθνηκότα μὴ κακολογεῖν. γῆρας τιμᾶν. φυλάττειν ἑαυτόν. ζημίαν αἱρεῖσθαι μᾶλλον ἢ κέρδος αἰσχρόν· ἡ μὲν γὰρ ἅπαξ ἐλύπησε, τὸ δὲ διὰ παντός. ἀτυχοῦντι μὴ ἐπιγελᾶν. ἰσχυρὸν ὄντα πρᾶιον εἶναι, ὅπως οἱ πλησίον αἰδῶνται μᾶλλον ἢ φοβῶνται. μανθάνειν τῆς αὑτοῦ οἰκίας καλῶς προστατεῖν. τὴν γλῶτταν μὴ προτρέχειν τοῦ νοῦ. θυμοῦ κρατεῖν. μαντικὴν μὴ ἐχθαίρειν. μὴ ἐπιθυμεῖν ἀδυνάτων. ἐν ὁδῶι μὴ σπεύδειν. λέγοντα μὴ κινεῖν τὴν χεῖρα· μανικὸν γάρ. νόμοις πείθεσθαι. ἠρεμίαι χρῆσθαι.

{71} Τῶν δὲ ἀιδομένων αὐτοῦ μάλιστα εὐδοκίμησεν ἐκεῖνο· (Bergk iii. 199)

 

Ἐν <μὲν> λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται,

διδοὺς βάσανον φανεράν·

ἐν δὲ χρυσῶι

ἀνδρῶν ἀγαθῶν τε κακῶν τε νοῦς ἔδωκ' ἔλεγχον.

 

φασὶ δ' αὐτόν ποτε γηραιὸν ἤδη ὄντα εἰπεῖν ὡς οὐδὲν συνειδείη ἄνομον ἑαυτῶι ἐν τῶι βίωι· διστάζειν δὲ περὶ ἑνός. κρίνων γάρ ποτε φίλωι δίκην αὐτὸς μὲν κατὰ τὸν νόμον, τὸν δὲ φίλον πείσειεν ἀποδικάσαι αὐτοῦ, ἵνα ἀμφότερα καὶ τὸν νόμον καὶ τὸν φίλον τηρήσαι.

Ἐνδοξότατος δὲ μάλιστα παρὰ τοῖς Ἕλλησιν ἐγένετο προειπὼν περὶ Κυθήρων τῆς νήσου τῆς Λακωνικῆς. καταμαθὼν γὰρ τὴν φύσιν αὐτῆς, «εἴθε,» ἔφη, «μὴ ἐγεγόνει, ἢ γενομένη {72} κατεβυθίσθη.» καὶ εὖ προὐνοήσατο. Δημάρατος μὲν γὰρ φυγὰς ὢν Λακεδαιμονίων Ξέρξηι συνεβούλευσε τὰς ναῦς συνέχειν ἐν τῆι νήσωι· κἂν ἑαλώκει ἡ Ἑλλάς, εἰ ἐπείσθη Ξέρξης. ὕστερόν τε Νικίας ἐπὶ τῶν Πελοποννησιακῶν καταστρεψάμενος τὴν νῆσον, φρουρὸν ἐγκατέστησεν Ἀθηναίων, καὶ πάμπολλα τοὺς Λακεδαιμονίους κακὰ διέθηκε.

Βραχυλόγος τε ἦν· ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος (FGrH 608 F 11) τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ. <...> Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις. ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν. ἐτελεύτησε δ', ὥς φησιν Ἕρμιππος, (FHG iii. 39) ἐν Πίσηι, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. ἔπαθε δὴ τοῦτο ὑπερβολῆι τε χαρᾶς καὶ ἀσθενείαι πολυετίας. καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν.

Ἔστι δὲ καὶ εἰς τοῦτον ἐπίγραμμα ἡμῶν (A. Pal. vii. 88)·

 

{73} Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς

Χίλωνος πυγμῆι χλωρὸν ἕλεν κότινον.

εἰ δ' ὁ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς,

οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος.

 

ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τόδε (A. Pal. ix. 596)·

 

τόνδε δοριστέφανος Σπάρτα Χίλων' ἐφύτευσεν,

ὃς τῶν ἑπτὰ σοφῶν πρῶτος ἔφυ σοφίαι.

 

ἀπεφθέγξατο, «ἐγγύα, πάρα δ' ἄτα.» ἔστιν αὐτοῦ καὶ ἐπιστόλιον τόδε (Hercher 193)·

 

Χίλων Περιάνδρωι

 

Ἐπιστέλλεις ἐμὶν ἐκστρατείαν ἐπὶ ἐκδάμως, ὡς αὐτός κα ἐξέρποις· ἐγὼν δὲ δοκέω καὶ τὰ οἰκῆια σφαλερὰ ἦμεν ἀνδρὶ μονάρχωι, καὶ τῆνον τυράννων εὐδαιμονίζω ὅστις κα οἴκοι ἐξ αὐτὸς αὑτῶ κατθάνηι.

 

―――――――――――――――

 

Κεφάλειον δʹ

Πιττακὸς

ca. 600 a. Chr. n.

 

 

 

{74} Πιττακὸς Ὑρραδίου Μυτιληναῖος. φησὶ δὲ Δοῦρις τὸν πατέρα αὐτοῦ Θρᾶικα εἶναι (FGrH 76 F 75). οὗτος μετὰ τῶν Ἀλκαίου γενόμενος ἀδελφῶν Μέλαγχρον καθεῖλε τὸν τῆς Λέσβου τύραννον· καὶ περὶ τῆς Ἀχιλείτιδος χώρας μαχομένων Ἀθηναίων καὶ Μυτιληναίων ἐστρατήγει μὲν αὐτός, Ἀθηναίων δὲ Φρύνων παγκρατιαστὴς Ὀλυμπιονίκης. συνέθετο δὴ μονομαχῆσαι πρὸς αὐτόν· καὶ δίκτυον ἔχων ὑπὸ τὴν ἀσπίδα λαθραίως περιέβαλε τὸν Φρύνωνα, καὶ κτείνας ἀνεσώσατο τὸ χωρίον. ὕστερον μέντοι φησὶν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς (FGrH 244 F 27) διαδικασθῆναι τοὺς Ἀθηναίους περὶ τοῦ χωρίου πρὸς τοὺς Μυτιληναίους, ἀκούοντος τῆς δίκης Περιάνδρου, ὃν καὶ τοῖς Ἀθηναίοις προσκρῖναι.

{75} Τότε δ' οὖν τὸν Πιττακὸν ἰσχυρῶς ἐτίμησαν οἱ Μυτιληναῖοι, καὶ τὴν ἀρχὴν ἐνεχείρισαν αὐτῶι. ὁ δὲ δέκα ἔτη κατασχὼν καὶ εἰς τάξιν ἀγαγὼν τὸ πολίτευμα, κατέθετο τὴν ἀρχήν, καὶ δέκα ἐπεβίω ἄλλα. καὶ χώραν αὐτῶι ἀπένειμαν οἱ Μυτιληναῖοι· ὁ δὲ ἱερὰν ἀνῆκεν, ἥτις νῦν Πιττάκειος καλεῖται. Σωσικράτης δέ φησιν (FHG iv. 502) ὅτι ὀλίγον ἀποτεμόμενος ἔφη τὸ ἥμισυ τοῦ παντὸς πλεῖον εἶναι. ἀλλὰ καὶ Κροίσου διδόντος χρήματα οὐκ ἐδέξατο, εἰπὼν ἔχειν ὧν ἐβούλετο διπλάσια· ἄπαιδος γὰρ τἀδελφοῦ τελευτήσαντος κεκληρονομηκέναι.

{76} Παμφίλη δέ φησιν ἐν τῶι δευτέρωι τῶν Ὑπομνημάτων (FHG iii. 521), ὡς τὸν υἱὸν αὐτοῦ Τυρραῖον καθήμενον ἐπὶ κουρείου ἐν Κύμηι χαλκεύς τις πέλεκυν ἐμβαλὼν ἀνέλοι. τῶν δὲ Κυμαίων πεμψάντων τὸν φονέα τῶι Πιττακῶι, μαθόντα καὶ ἀπολύσαντα εἰπεῖν, «συγγνώμη μετανοίας κρείσσων.» Ἡράκλειτος δέ φησιν, Ἀλκαῖον ὑποχείριον λαβόντα καὶ ἀπολύσαντα φάναι, «συγγνώμη τιμωρίας κρείσσων.» Νόμους δὲ ἔθηκε· τῶι μεθύοντι, ἐὰν ἁμάρτηι, διπλῆν εἶναι τὴν ζημίαν· ἵνα μὴ μεθύωσι, πολλοῦ κατὰ τὴν νῆσον οἴνου γινομένου. εἶπέ τε χαλεπὸν ἐσθλὸν ἔμμεναι· οὗ καὶ Σιμωνίδης μέμνηται (Page 542) λέγων· «ἄνδρ' ἀγαθὸν ἀλαθέως γενέσθαι χαλεπόν, τὸ

{77} Πιττάκειον.» μέμνηται αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόραι (345d)· «ἀνάγκαι δ' οὐδὲ θεοὶ μάχονται.» καὶ «ἀρχὴ ἄνδρα δείκνυσιν.» ἐρωτηθεὶς δέ ποτε τί ἄριστον, «τὸ παρὸν εὖ ποιεῖν.» καὶ ὑπὸ Κροίσου τίς ἀρχὴ μεγίστη, «ἡ τοῦ ποικίλου,» ἔφη, «ξύλου,» σημαίνων τὸν νόμον. ἔλεγε δὲ καὶ τὰς νίκας ἄνευ αἵματος ποιεῖσθαι. ἔφη δὲ καὶ πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν σπουδαῖον ἄνθρωπον, «ἂν λίαν,» ἔφη, «ζητῆις, οὐχ εὑρήσεις.» καὶ πρὸς τοὺς πυνθανομένους τί εὐχάριστον, «χρόνος,» ἔφη· ἀφανές, «τὸ μέλλον·» πιστόν, «γῆ·» ἄπιστον, «θάλασσα.»

{78} ἔλεγέ τε συνετῶν μὲν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοῆσαι ὅπως μὴ γένηται· ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. «ὃ μέλλεις πράττειν, μὴ πρόλεγε· ἀποτυχὼν γὰρ γελασθήσηι.» ἀτυχίαν μὴ ὀνειδίζειν, νέμεσιν αἰδόμενον. παρακαταθήκην λαβόντα ἀποδοῦναι. φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδὲ ἐχθρόν. εὐσέβειαν ἀσκεῖν. σωφροσύνην φιλεῖν. ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν. Τῶν δὲ ἀιδομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε (Bergk iii. 198)·

 

ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτραν

στείχειν ποτὶ φῶτα κακόν.

πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος

λαλεῖ διχόμυθον ἔχουσα

καρδίηι νόημα.

 

{79} ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη ἑξακόσια, καὶ ὑπὲρ νόμων καταλογάδην τοῖς πολίταις. Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν δευτέραν Ὀλυμπιάδα· ἐτελεύτησε δ' ἐπὶ Ἀριστομένους τῶι τρίτωι ἔτει τῆς πεντηκοστῆς δευτέρας Ὀλυμπιάδος, βιοὺς ὑπὲρ ἔτη ἑβδομήκοντα, ἤδη γηραιός. καὶ αὐτῶι ἐπὶ τοῦ μνήματος ἐπιγέγραπται τόδε (App. Anth. ii. 3)·

 

οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει

Πιττακὸν ἥδ' ἱερὰ Λέσβος <ἀποφθίμενον>.

 

ἀπόφθεγμα αὐτοῦ· καιρὸν γνῶθι.

Γέγονε δὲ καὶ ἕτερος Πιττακὸς νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτωι (FHG iii. 577) καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη. Τὸν δ' οὖν σοφὸν λέγεταί ποτε νεανίσκωι συμβουλευομένωι περὶ γάμου ταῦτα εἰπεῖν, ἅ φησι Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι (Pf. 1)·

 

{80} Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω

τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·

ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ

νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ' ἐμέ·

ἡ δ' ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δ' ἄγε σύν μοι

βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.

εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,

ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.

οἱ δ' ἄρ' ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες

ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι.

κείνων ἔρχεο, φησί, μετ' ἴχνια. χὠ μὲν ἐπέστη

πλησίον· οἱ δ' ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.

ταῦτ' ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου

δράξασθαι, παίδων κληδόνα συνθέμενος.

τὴν δ' ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,

οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.

 

{81} δοκεῖ δ' ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῶι οὖσα ἡ γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.

Τοῦτον Ἀλκαῖος (Lobel-Page 429) σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν· γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα· φύσκωνα δὲ καὶ γάστρωνα ὅτι παχὺς ἦν· ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον· ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. τούτωι γυμνάσιον σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος (Wehrli iii, fg. 71).

Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε (Hercher 491)·

 

Πιττακὸς Κροίσωι

 

Κέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι· ἐγὼ δὲ καὶ μὴ ὀρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις· χρυσοῦ γὰρ οὐ δεύμεθα, ἀλλὰ πέπαμαι ἄρκια καὶ τοῖς ἐμοῖς ἑτάροις. ἔμπας δ' ἵξομαι, ὡς ἀνδρὶ ξείνωι γενοίμην τοι συνόμιλος.

 

―――――――――――――――

 

Κεφάλειον εʹ

Βίας

ca. 570 a. Chr. n.

 

 

 

{82} Βίας Τευτάμου Πριηνεύς, προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου (FHG iii. 162). τοῦτον οἱ μὲν πλούσιον, Δοῦρις δὲ (FGrH 76 F 76) πάροικόν φησι γεγονέναι. Φανόδικος δὲ (FGrH 397 F 4b) κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι τε ὡς θυγατέρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀποστεῖλαι τοῖς πατράσιν αὐτῶν. χρόνωι δὲ ἐν ταῖς Ἀθήναις, ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος «τῶι σοφῶι», Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας (οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος) εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφόν, διηγησαμένας τὰ καθ' ἑαυτάς. καὶ ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλλω {83} σοφὸν εἶναι, οὐδὲ προσήκατο. οἱ δὲ λέγουσιν ἐν Θήβαις τῶι Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ καὶ Φανόδικός φησι.

Λέγεται δὲ καὶ Ἀλυάττου πολιορκοῦντος Πριήνην τὸν Βίαντα πιήναντα δύο ἡμιόνους ἐξελάσαι εἰς τὸ στρατόπεδον· τὸν δὲ συνιδόντα καταπλαγῆναι <τὸ> μέχρι καὶ ἀλόγων διατείνειν αὐτῶν τὴν εὐθένιαν. καὶ ἐβουλήθη σπείσασθαι, καὶ εἰσέπεμψεν ἄγγελον. Βίας δὲ σωροὺς ψάμμου χέας καὶ ἄνωθεν σῖτον περιχέας ἔδειξε τῶι ἀνθρώπωι· καὶ τέλος μαθὼν ὁ Ἀλυάττης εἰρήνην ἐσπείσατο πρὸς τοὺς Πριηνέας. θᾶττον δ' αὐτῶι πέμψαντι πρὸς τὸν Βίαντα ἵνα ἥκοι παρ' αὐτόν, «ἐγὼ δέ,» φησίν, «Ἀλυάττηι κελεύω κρόμ

{84} μυα ἐσθίειν [ἴσον τῶι κλαίειν].» λέγεται δὲ καὶ δίκας δεινότατος γεγονέναι εἰπεῖν. ἐπ' ἀγαθῶι μέντοι τῆι τῶν λόγων ἰσχύϊ προσεχρῆτο. ὅθεν καὶ Δημόδοκος ὁ Λέριος τοῦτο αἰνίττεται λέγων (Diehl 6)·

 

ἢν τύχηις κρίνων δικάζευ τὴν Πριηνίην δίκην.

 

καὶ Ἱππῶναξ· ἃ (Diehl 73)

 

καὶ δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρεῖσσον.

 

Τοῦτον οὖν καὶ ἐτελεύτα τὸν τρόπον. δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους· εἰπόντος δὲ καὶ τοῦ δι' ἐναντίας καὶ τῶν δικαστῶν τὴν ψῆφον ἐνεγκόντων τῶι ὑπὸ τοῦ Βίαντος βοηθουμένωι, λυθέντος τοῦ {85} δικαστηρίου νεκρὸς ἐν τοῖς κόλποις εὑρέθη. καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, καὶ ἐπέγραψαν (A. Pal. vii. 90)·

 

κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει

ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.

 

ἀλλὰ καὶ ἡμεῖς (A. Pal. vii. 91)·

 

τῆιδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς

εἰς Ἀίδην, πολιῶι γήραϊ νιφόμενον.

εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτ' ἀποκλινθεὶς

παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.

 

Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. τῶν δὲ ἀιδομένων αὐτοῦ εὐδοκίμησε τάδε (Bergk iii. 199)·

 

ἀστοῖσιν ἄρεσκε πᾶσιν ἐν πόλει <...> αἴκε μένηις·

πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος

πολλάκι βλαβερὰν ἐξέλαμψεν ἄταν.

 

{86} καὶ τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον· τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῆι πατρίδι ψυχῆς ἴδιον καὶ φρονήσεως. εὐπορίαν δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεσθαι. ἔλεγε δὲ ἀτυχῆ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα· καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν, ἀλλοτρίων δὲ κακῶν ἀμνημόνευτον εἶναι. ἐρωτηθεὶς τί δυσχερές, «τὴν ἐπὶ τὸ χεῖρον,» ἔφη, «μεταβολὴν εὐγενῶς ἐνεγκεῖν.» συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, «σιγᾶτε,» ἔφη, «μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας.» ἐρωτηθεὶς ὑπὸ ἀσεβοῦς ἀνθρώπου τί ποτέ ἐστιν εὐσέβεια, ἐσίγα. τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, «σιωπῶ,» ἔφη, «ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνηι.»

{87} Ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις, «ἐλπίς,» ἔφη. ἥδιον ἔλεγε δικάζειν μεταξὺ ἐχθρῶν ἢ φίλων· τῶν μὲν γὰρ φίλων πάντως ἐχθρὸν ἔσεσθαι τὸν ἕτερον, τῶν δὲ ἐχθρῶν τὸν ἕτερον φίλον. ἐρωτηθεὶς τί ποιῶν ἄνθρωπος τέρπεται, ἔφη, «κερδαίνων.» ἔλεγέ τε τὸν βίον οὕτω μετρεῖν ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους, καὶ φιλεῖν ὡς μισήσοντας· τοὺς γὰρ πλείστους εἶναι κακούς. συνεβούλευέ τε ὧδε· «βραδέως ἐγχείρει τοῖς πραττομένοις· ὃ δ' ἂν ἕληι, βεβαίως τηρῶν διάμενε. μὴ ταχὺ λάλει·

{88} μανίαν γὰρ ἐμφαίνει. φρόνησιν ἀγάπα. περὶ θεῶν λέγε ὡς εἰσίν. ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον. πείσας λαβέ, μὴ βιασάμενος. ὅ τι ἂν ἀγαθὸν πράττηις, εἰς θεοὺς ἀνάπεμπε. ἐφόδιον ἀπὸ νεότητος εἰς γῆρας ἀναλάμβανε σοφίαν· βεβαιότερον γὰρ τοῦτο τῶν ἄλλων κτημάτων.»

Μέμνηται τοῦ Βίαντος καὶ Ἱππῶναξ, ὡς προείρηται (§ 84 sup.), καὶ ὁ δυσάρεστος Ἡράκλειτος (DK 22 B 39) μάλιστα αὐτὸν ἐπήινεσε γράψας· ἐν Πριήνηι Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων. καὶ οἱ Πριηνεῖς δὲ αὐτῶι τέμενος καθιέρωσαν τὸ Τευτάμειον λεγόμενον. ἀπεφθέγξατο· οἱ πλεῖστοι κακοί.

 

―――――――――――――――

 

Κεφάλειον ςʹ

Κλεόβουλος

ca. 600 a. Chr. n.

 

 

 

{89} Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ (FGrH 76 F 77)· ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν· ῥώμηι δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν τε τῆς ἐν Αἰγύπτωι φιλοσοφίας. γενέσθαι τε αὐτῶι θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῶι ὁμωνύμωι δράματι, πληθυντικῶς ἐπιγράψας (Kock 1 39). ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν ὑπὸ Δαναοῦ. οὗτος ἐποίησεν ἄισματα καὶ γρίφους εἰς ἔπη τρισχίλια.

Καὶ τὸ ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδαι τοῦτόν φασι ποιῆσαι (A. Pal. vii. 153, Cert. Hom. et Hes. 265 Allen, etc.)·

 

χαλκῆ παρθένος εἰμί, Μίδα δ' ἐπὶ σήματι κεῖμαι.

ἔστ' ἂν ὕδωρ τε νάηι καὶ δένδρεα μακρὰ τεθήληι,

{90} ἠέλιός τ' ἀνιὼν λάμπηι, λαμπρά τε σελήνη,

καὶ ποταμοί γε ῥέωσιν, ἀνακλύζηι δὲ θάλασσα,

αὐτοῦ τῆιδε μένουσα πολυκλαύτωι ἐπὶ τύμβωι,

ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῆιδε τέθαπται.

 

φέρουσι δὲ μαρτύριον Σιμωνίδου ἆισμα, ὅπου φησί (Page 581)·

 

τίς κεν αἰνήσειε νόωι πίσυνος Λίνδου ναέταν Κλεόβουλον

ἀενάοις ποταμοῖς ἄνθεσί τ' εἰαρινοῖς

ἀελίου τε φλογὶ χρυσέας τε σελάνας

καὶ θαλασσαίαισι δίνηις ἀντιθέντα μένος στάλας;

ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲ

καὶ βρότεοι παλάμαι θραύοντι· μωροῦ φωτὸς ἅδε βουλά.

 

οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα. Φέρεται δ' αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι (FHG iii. 521) καὶ αἴνιγμα τοῖον (A. Pal. xiv. 101)·

 

{91} εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστωι

παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·

αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι·

ἀθάνατοι δέ τ' ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

 

ἔστι δ' ὁ ἐνιαυτός.

Τῶν δὲ ἀιδομένων εὐδοκίμησεν αὐτοῦ τάδε (Bergk iii. 201)·

 

Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι

λόγων τε πλῆθος· ἀλλ' ὁ καιρὸς ἀρκέσει.

φρόνει τι κεδνόν· μὴ μάταιος † ἄχαρις γιν†έσθω.

 

ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ἦι φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν {92} μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν. καὶ ὅταν τις ἐξίηι τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν· καὶ ὅταν εἰσέλθηι πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν· φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον· φιλομαθῆ μᾶλλον ἢ ἀμαθῆ· γλῶσσαν εὔφημον ἴσχειν· ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον· ἀδικίαν φεύγειν· πόλει τὰ βέλτιστα συμβουλεύειν· ἡδονῆς κρατεῖν· βίαι μηδὲν πράττειν· τέκνα παιδεύειν· ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνει. οἰκέτην πάροινον μὴ κολάζειν, δοκεῖν γὰρ παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων· ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβηις, φησί, δεσπότας κτήσηι {93} τοὺς συγγενέας. μὴ ἐπιγελᾶν τοῖς σκωπτομένοις· ἀπεχθήσεσθαι γὰρ τούτοις. εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος· ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.

Ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα· καὶ αὐτῶι ἐπεγράφη (A. Pal. vii. 618)·

 

ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ

ἥδε πάτρα Λίνδος πόντωι ἀγαλλομένη.

 

Ἀπεφθέγξατο· μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω (Hercher 207)·

 

Κλεόβουλος Σόλωνι

 

Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη· φαμὶ δὲ ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. καὶ τοὶ ἕταροι δὲ ἑκάστοθεν πὰρ τὺ βασοῦνται.

 

―――――――――――――――

 

Κεφάλειον ζʹ

Περίανδρος

668 - 584 a. Chr. n.

 

 

 

{94} Περίανδρος Κυψέλου Κορίνθιος ἀπὸ τοῦ τῶν Ἡρακλειδῶν γένους. οὗτος γήμας Λυσίδην, ἣν αὐτὸς Μέλισσαν ἐκάλει, τὴν Προκλέους τοῦ Ἐπιδαυρίων τυράννου καὶ Ἐρισθενείας τῆς Ἀριστοκράτους παιδός, ἀδελφῆς δὲ Ἀριστοδήμου θυγατέρα, οἳ σχεδὸν πάσης Ἀρκαδίας ἐπῆρξαν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῶι Περὶ ἀρχῆς (Wehrli vii, fg. 144), παῖδας ἐξ αὐτῆς ἐποίησε δύο, Κύψελον καὶ Λυκόφρονα· τὸν μὲν νεώτερον συνετόν, τὸν δὲ πρεσβύτερον ἄφρονα. χρόνωι δὴ ὑπ' ὀργῆς βαλὼν ὑποβάθρωι ἢ λακτίσας τὴν γυναῖκα ἔγκυον οὖσαν ἀπέκτεινε, πεισθεὶς διαβολαῖς παλλακίδων, ἃς ὕστερον ἔκαυσε.

Τόν τε παῖδα ἀπεκήρυξεν εἰς Κέρκυραν λυπούμενον ἐπὶ τῆι {95} μητρί, ὧι ὄνομα Λυκόφρων. ἤδη δὲ ἐν γήραι καθεστὼς μετεπέμπετο αὐτὸν ὅπως παραλάβηι τὴν τυραννίδα· ὃν φθάσαντες οἱ Κερκυραῖοι διεχρήσαντο. ὅθεν ὀργισθεὶς ἔπεμψε τοὺς παῖδας αὐτῶν πρὸς Ἀλυάττην ἐπ' ἐκτομῆι· προσσχούσης δὲ τῆς νεὼς Σάμωι, ἱκετεύσαντες τὴν Ἥραν ὑπὸ τῶν Σαμίων διεσώθησαν.

Καὶ ὃς (FGrH 244 F 332a) ἀθυμήσας ἐτελεύτησεν, ἤδη γεγονὼς ἔτη ὀγδοήκοντα. Σωσικράτης δέ φησι (FHG iv. 502) πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τεσσαράκοντα καὶ ἑνί, πρὸ τῆς τεσσαρακοστῆς ἐνάτης Ὀλυμπιάδος. τοῦτον Ἡρόδοτος ἐν τῆι πρώτηι (i. 20) ξένον φησὶν εἶναι Θρασυβούλωι τῶι Μιλησίων τυράννωι.

{96} Φησὶ δὲ Ἀρίστιππος ἐν πρώτωι Περὶ παλαιᾶς τρυφῆς περὶ αὐτοῦ τάδε, ὡς ἄρα ἐρασθεῖσα ἡ μήτηρ αὐτοῦ Κράτεια συνῆν αὐτῶι λάθρα· καὶ ὃς ἥδετο. φανεροῦ δὲ γενομένου βαρὺς πᾶσιν ἐγένετο διὰ τὸ ἀλγεῖν ἐπὶ τῆι φωρᾶι. ἀλλὰ καὶ Ἔφορος (FGrH 70 F 178) ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππωι, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι· νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα.

Λέγουσι δέ τινες ὡς θελήσας αὐτοῦ τὸν τάφον μὴ γνωσθῆναι, τοιοῦτόν τι ἐμηχανήσατο. δυσὶν ἐκέλευσε νεανίσκοις, δείξας τινὰ ὁδόν, ἐξελθεῖν νύκτωρ καὶ τὸν ἀπαντήσαντα ἀνελεῖν καὶ θάψαι· ἔπειτα βαδίζειν ἄλλους τε κατὰ τούτων τέτταρας, καὶ ἀνελόντας θάψαι· πάλιν τε κατὰ τούτων πλείονας. καὶ οὕτως αὐτὸς τοῖς πρώτοις ἐντυχὼν ἀνηιρέθη. Κορίνθιοι δὲ ἐπί τι κενοτάφιον ἐπέγραψαν αὐτῶι τόδε (A. Pal. vii. 619)·

@@@

 

{97} πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθος

κόλποις ἀγχιάλοις γῆ Περίανδρον ἔχει.

 

ἔστι καὶ ἡμῶν (A. Pal. vii. 620)·

 

μή ποτε λυπήσηι σε τὸ μή σε τυχεῖν τινος· ἀλλὰ

τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.

καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,

οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.

 

Τούτου ἐστὶ καὶ τὸ Μηδὲν χρημάτων ἕνεκα πράττειν· δεῖν γὰρ τὰ κερδαντὰ κερδαίνειν. ἐποίησε δὲ καὶ ὑποθήκας εἰς ἔπη δισχίλια. εἶπέ τε τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῆι εὐνοίαι δορυφορεῖσθαι, καὶ μὴ τοῖς ὅπλοις. καί ποτε ἐρωτηθεὶς διὰ τί τυραννεῖ, ἔφη, «ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει.» ἔλεγε δὲ καὶ τάδε· καλὸν ἡσυχία· ἐπισφαλὲς προπέτεια· κέρδος αἰσχρόν· <...> δημοκρατία κρεῖττον τυραν {98} νίδος· αἱ μὲν ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι· εὐτυχῶν μὲν μέτριος ἴσθι, δυστυχῶν δὲ φρόνιμος· φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσι ὁ αὐτὸς ἴσθι· ὃ ἂν ὁμολογήσηις, διατήρει· λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ· μὴ μόνον τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς μέλλοντας κόλαζε.

Οὗτος πρῶτος δορυφόρους ἔσχε, καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε· καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος (FGrH 70 F 179) καὶ Ἀριστοτέλης (Rose 516, Ἀθπ. 16, 3). ἤκμαζε (FGrH 244 F 332b) δὲ περὶ τὴν τριακοστὴν ὀγδόην Ὀλυμπιάδα, καὶ ἐτυράννησεν ἔτη τετταράκοντα.

Σωτίων δὲ καὶ Ἡρακλείδης (Wehrli vii, fg. 145) καὶ Παμφίλη ἐν τῶι πέμπτωι τῶν Ὑπομνημάτων (FHG iii. 521) δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ {99} Ἀμβρακιώτην. τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνός (FGrH 84 F 19), ἀνεψιούς τε εἶναι ἀλλήλοις. καὶ Ἀριστοτέλης μὲν (Rose 517) τὸν Κορίνθιόν φησιν εἶναι τὸν σοφόν· Πλάτων δὲ (Prot. 343a) οὔ φησιν.

Τούτου ἐστί· Μελέτη τὸ πᾶν. ἤθελε δὲ καὶ τὸν Ἰσθμὸν διορύξαι. φέρεται δὲ αὐτοῦ καὶ ἐπιστολή (Hercher 408)·

 

Περίανδρος τοῖς Σοφοῖς

 

Πολλὰ χάρις τῶι Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν. ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. ἐγὼν δὲ ὑμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρ' ἐμὲ φοιτῆν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου.

 

Περίανδρος Προκλεῖ

 

{100} Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος· τὺ δὲ ἑκὼν τῶι παιδί με ἄπο θυμοῦ ποιήσαις ἀδικεῖς. ἢ ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἢ ἐγὼν τὺ ἀμυνοῦμαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾶι θυγατρί, συγκατακαύσαις αὐτᾶι τὰ πασᾶν Κορινθιᾶν εἵματα.

Ἔγραψε δὲ αὐτῶι καὶ Θρασύβουλος οὕτω (Hercher 787)·

 

Θρασύβουλος Περιάνδρωι

 

Τῶι μὲν κήρυκι σεῦ οὐδὲν ὑπεκρινάμην· ἀγαγὼν δὲ αὐτὸν ἐς λήιον, τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδωι παίων ἀπεθέριζον, ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγγελέει εἰ ἐπέροιο ὅ τι μευ ἀκούσειεν ἢ ἴδοι. σὺ δὲ ποίει οὕτως, ἤν γ' ἐθέληις καρτύνασθαι τὴν αἰσυμνητίην· τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή. ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτηι καὶ τῶν τις ἑτάρων.

 

―――――――――――――――

 

 

Κεφάλειον ηʹ

Ἀνάχαρσις ὁ Σκύθης

ca. 600 a. Chr. n.

 

{101} Ἀνάχαρσις ὁ Σκύθης Γνούρου μὲν ἦν υἱός, ἀδελφὸς δὲ Καδουίδα τοῦ Σκυθῶν βασιλέως, μητρὸς δὲ Ἑλληνίδος· διὸ καὶ δίγλωττος ἦν. οὗτος ἐποίησε τῶν τε παρὰ τοῖς Σκύθαις νομίμων καὶ τῶν παρὰ τοῖς Ἕλλησιν εἰς εὐτέλειαν βίου καὶ τὰ κατὰ πόλεμον ἔπη ὀκτακόσια. παρέσχε δὲ καὶ ἀφορμὴν παροιμίας διὰ τὸ παρρησιαστὴς εἶναι, τὴν ἀπὸ Σκυθῶν ῥῆσιν.

Λέγει δὲ αὐτὸν Σωσικράτης (FHG iv. 502) ἐλθεῖν εἰς Ἀθήνας κατὰ τὴν τεσσαρακοστὴν ἑβδόμην Ὀλυμπιάδα ἐπὶ ἄρχοντος Εὐκράτους. Ἕρμιππος δὲ (FHG iii. 40) πρὸς τὴν Σόλωνος οἰκίαν ἀφικόμενον τῶν θεραπόντων τινὶ κελεῦσαι μηνῦσαι ὅτι παρείη πρὸς αὐτὸν Ἀνάχαρσις καὶ βούλοιτο αὐτὸν θεάσασθαι, {102} ξένος τε, εἰ οἷόν τε, γενέσθαι. καὶ ὁ θεράπων εἰσαγγείλας ἐκελεύσθη ὑπὸ τοῦ Σόλωνος εἰπεῖν αὐτῶι, ὅτιπερ ἐν ταῖς ἰδίαις πατρίσι ξένους ποιοῦνται. ἔνθεν ὁ Ἀνάχαρσις ἑλὼν ἔφη νῦν αὐτὸν ἐν τῆι πατρίδι εἶναι καὶ προσήκειν αὐτῶι ξένους ποιεῖσθαι. ὁ δὲ καταπλαγεὶς τὴν ἑτοιμότητα εἰσέφρησεν αὐτὸν καὶ μέγιστον φίλον ἐποιήσατο.

Μετὰ χρόνον δὲ παραγενόμενος εἰς τὴν Σκυθίαν καὶ δοκῶν τὰ νόμιμα παραλύειν τῆς πατρίδος πολὺς ὢν ἐν τῶι ἑλληνίζειν, τοξευθεὶς ἐν κυνηγεσίωι πρὸς τἀδελφοῦ τελευτᾶι, εἰπὼν διὰ μὲν τὸν λόγον ἐκ τῆς Ἑλλάδος σωθῆναι, διὰ δὲ τὸν φθόνον ἐν τῆι οἰκείαι ἀπολέσθαι. ἔνιοι δὲ τελετὰς Ἑλληνικὰς ἐπιτελοῦντα διαχρησθῆναι. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν (A. Pal. vii. 92)·

 

{103} ἐς Σκυθίην Ἀνάχαρσις ὅτ' ἤλυθε, πολλὰ πλανηθεὶς

πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς.

τὸν δ' ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα

πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ.

 

Οὗτος τὴν ἄμπελον εἶπε τρεῖς φέρειν βότρυς· τὸν πρῶτον ἡδονῆς· τὸν δεύτερον μέθης· τὸν τρίτον ἀηδίας. θαυμάζειν δὲ ἔφη πῶς παρὰ τοῖς Ἕλλησιν ἀγωνίζονται μὲν οἱ τεχνῖται, κρίνουσι δὲ οἱ μὴ τεχνῖται. ἐρωτηθεὶς πῶς οὐκ ἂν γένοιτό τις φιλοπότης, «εἰ πρὸ ὀφθαλμῶν,» εἶπεν, «ἔχοι τὰς τῶν μεθυόντων ἀσχημοσύνας.» θαυμάζειν τε ἔλεγε πῶς οἱ Ἕλληνες νομοθετοῦντες κατὰ τῶν ὑβριζόντων, τοὺς ἀθλητὰς τιμῶσιν ἐπὶ τῶι τύπτειν ἀλλήλους. μαθὼν τέτταρας δακτύλους εἶναι τὸ πάχος τῆς νεώς, τοσοῦτον ἔφη τοῦ θανάτου τοὺς πλέοντας ἀπέχειν.

{104} Τὸ ἔλαιον μανίας φάρμακον ἔλεγε διὰ τὸ ἀλειφομένους τοὺς ἀθλητὰς ἐπιμαίνεσθαι ἀλλήλοις. «πῶς,» ἔλεγεν, «ἀπαγορεύοντες τὸ ψεύδεσθαι ἐν ταῖς καπηλείαις φανερῶς ψεύδονται;» καὶ θαυμάζειν φησὶ πῶς Ἕλληνες ἀρχόμενοι μὲν ἐν μικροῖς πίνουσι, πλησθέντες δὲ ἐν μεγάλοις. ἐπιγράφεται δὲ αὐτοῦ ταῖς εἰκόσι· γλώσσης, γαστρός, αἰδοίων κρατεῖν. ἐρωτηθεὶς εἰ εἰσὶν ἐν Σκύθαις αὐλοί, εἶπεν, «ἀλλ' οὐδὲ ἄμπελοι.» ἐρωτηθεὶς τίνα τῶν πλοίων εἰσὶν ἀσφαλέστερα, ἔφη, «τὰ νενεωλκημένα.» καὶ τοῦτο ἔφη θαυμασιώτατον ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ὅτι τὸν μὲν καπνὸν ἐν τοῖς ὄρεσι καταλείπουσι, τὰ δὲ ξύλα εἰς τὴν πόλιν κομίζουσι. ἐρωτηθεὶς πότεροι πλείους εἰσίν, οἱ ζῶντες ἢ οἱ νεκροί, ἔφη, «τοὺς οὖν πλέοντας ποῦ τίθης;» ὀνειδιζόμενος ὑπὸ Ἀττικοῦ ὅτι Σκύθης ἐστίν, ἔφη, «ἀλλ' ἐμοῦ μὲν ὄνειδος ἡ πατρίς, σὺ δὲ

{105} τῆς πατρίδος.» ἐρωτηθεὶς τί ἐστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ φαῦλον, ἔφη, «γλῶσσα.» κρεῖττον ἔλεγεν ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον ἢ πολλοὺς μηδενὸς ἀξίους. τὴν ἀγορὰν ὡρισμένον ἔφη τόπον εἰς τὸ ἀλλήλους ἀπατᾶν καὶ πλεονεκτεῖν. ὑπὸ μειρακίου παρὰ πότον ὑβρισθεὶς ἔφη, «μειράκιον, ἐὰν νέος ὢν τὸν οἶνον οὐ φέρηις, γέρων γενόμενος ὕδωρ οἴσεις.»

Εὗρε δ' εἰς τὸν βίον ἄγκυράν τε καὶ κεραμικὸν τροχόν, ὥς τινες.

Καὶ ἐπέστειλεν ὧδε (Hercher 105)·

 

Ἀνάχαρσις Κροίσωι

 

Ἐγώ, βασιλεῦ Λυδῶν, ἀφῖγμαι εἰς τὴν τῶν Ἑλλήνων, διδαχθησόμενος ἤθη τὰ τούτων καὶ ἐπιτηδεύματα. χρυσοῦ δ' οὐδὲν δέομαι, ἀλλ' ἀπόχρη με ἐπανήκειν ἐς Σκύθας ἄνδρα ἀμείνονα. ἥκω γοῦν ἐς Σάρδεις, πρὸ μεγάλου ποιούμενος ἐν γνώμηι τοι γενέσθαι.

 

―――――――――――――――

 

Κεφάλειον θʹ

Μύσων

ca. 600 a. Chr. n.

 

{106} Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης (FHG iv. 502) Ἕρμιππον (FHG iii. 39) παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. φασὶ δὲ αὐτὸν καὶ τυράννου πατρὸς εἶναι. λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν εἰπεῖν ἅπερ προείρηται ἐν τῶι Θαλοῦ βίωι ὑπὲρ Χίλωνος (§ 30).

 

Οἰταῖον τινά φημι Μύσωνα ἐν Χηνὶ γενέσθαι

σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμηισι.

 

πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρωι προσαρμόττοντα, καὶ εἰπεῖν, «ἀλλ', ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου.» «καὶ μάλα,» εἶπεν, «ὥστε {107} ἐπισκευάζειν.» ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί, «Ἠτεῖόν τινά φημι·» καὶ ζητοῦσι τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ' ἐν Διαδοχαῖς (FHG iv. 503), ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ' ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι· Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης. Ἀναξίλαος δ' Ἀρκάδα (cf. FHG ii. 84 sub fin.). Μέμνηται δ' αὐτοῦ καὶ Ἱππῶναξ εἰπών (Diehl 61)·

 

καὶ Μύσων ὃν Ὡπόλλων

ἀνεῖπεν ἀνδρῶν σωφρονέστατον πάντων.

 

Ἀριστόξενος δέ φησιν ἐν τοῖς σποράδην (Wehrli ii, fg. 130) οὐ πόρρω Τίμωνος αὐτὸν καὶ Ἀπημάντου γεγονέναι· μισανθρωπεῖν {108} γάρ. ὀφθῆναι γοῦν ἐν Λακεδαίμονι μόνον ἐπ' ἐρημίας γελῶντα· ἄφνω δέ τινος ἐπιστάντος καὶ πυθομένου διὰ τί μηδενὸς παρόντος γελᾶι, φάναι, «δι' αὐτὸ τοῦτο.» φησὶ δ' Ἀριστόξενος ὅτι ἔνθεν καὶ ἄδοξος ἦν, ὅτι μηδὲ πόλεως, ἀλλὰ κώμης, καὶ ταῦτα ἀφανοῦς. ὅθεν διὰ τὴν ἀδοξίαν αὐτοῦ καὶ τὰ αὐτοῦ τινας Πεισιστράτωι περιθεῖναι τῶι τυράννωι, χωρὶς Πλάτωνος τοῦ φιλοσόφου. μέμνηται γὰρ αὐτοῦ καὶ οὗτος ἐν τῶι Πρωταγόραι (343a), ἀντὶ Περιάνδρου θεὶς αὐτόν.

Ἔφασκε δὲ μὴ ἐκ τῶν λόγων τὰ πράγματα ἀλλ' ἐκ τῶν πραγμάτων τοὺς λόγους ζητεῖν· οὐ γὰρ ἕνεκα τῶν λόγων τὰ πράγματα συντελεῖσθαι, ἀλλ' ἕνεκα τῶν πραγμάτων τοὺς λόγους. Κατέστρεψε δὲ βιοὺς ἔτη ἑπτὰ καὶ ἐνενήκοντα.

 

―――――――――――――――

 

Κεφάλειον ιʹ

Ἐπιμενίδης

ca. 600 a. Chr. n.

 

{109} Ἐπιμενίδης, καθά φησι Θεόπομπος (FGrH 115 F 67a) καὶ ἄλλοι συχνοί, πατρὸς μὲν ἦν Φαιστίου, οἱ δὲ Δωσιάδα, οἱ δὲ Ἀγησάρχου. Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ, καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων. οὗτός ποτε πεμφθεὶς παρὰ τοῦ πατρὸς εἰς ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ κατὰ μεσημβρίαν ἐκκλίνας ὑπ' ἄντρωι τινὶ κατεκοιμήθη ἑπτὰ καὶ πεντήκοντα ἔτη. διαναστὰς δὲ μετὰ ταῦτα ἐζήτει τὸ πρόβατον, νομίζων ἐπ' ὀλίγον κεκοιμῆσθαι. ὡς δὲ οὐχ εὕρισκε, παρεγένετο εἰς τὸν ἀγρόν, καὶ μετεσκευασμένα πάντα καταλαβὼν καὶ παρ' ἑτέρωι τὴν κτῆσιν, πάλιν ἧκεν εἰς ἄστυ διαπορούμενος. κἀκεῖ δὲ εἰς τὴν ἑαυτοῦ εἰσιὼν οἰκίαν περιέτυχε τοῖς πυνθανομένοις τίς εἴη, ἕως τὸν νεώτερον ἀδελφὸν εὑρὼν τότε ἤδη γέροντα ὄντα, πᾶσαν ἔμαθε παρ' ἐκείνου τὴν ἀλήθειαν.

{110} γνωσθεὶς δὲ παρὰ τοῖς Ἕλλησι θεοφιλέστατος εἶναι ὑπελήφθη.

Ὅθεν καὶ Ἀθηναίοις τότε λοιμῶι κατεχομένοις ἔχρησεν ἡ Πυθία καθῆραι τὴν πόλιν· οἱ δὲ πέμπουσι ναῦν τε καὶ Νικίαν τὸν Νικηράτου εἰς Κρήτην, καλοῦντες τὸν Ἐπιμενίδην. καὶ ὃς ἐλθὼν Ὀλυμπιάδι τεσσαρακοστῆι ἕκτηι ἐκάθηρεν αὐτῶν τὴν πόλιν καὶ ἔπαυσε τὸν λοιμὸν τοῦτον τὸν τρόπον. λαβὼν πρόβατα μελανά τε καὶ λευκὰ ἤγαγε πρὸς τὸν Ἄρειον πάγον. κἀκεῖθεν εἴασεν ἰέναι οἷ βούλοιντο, προστάξας τοῖς ἀκολούθοις ἔνθα ἂν κατακλίνοι αὐτῶν ἕκαστον, θύειν τῶι προσήκοντι θεῶι· καὶ οὕτω λῆξαι τὸ κακόν. ὅθεν ἔτι καὶ νῦν ἔστιν εὑρεῖν κατὰ τοὺς δήμους τῶν Ἀθηναίων βωμοὺς ἀνωνύμους, ὑπόμνημα τῆς τότε γενομένης ἐξιλάσεως. οἱ δὲ τὴν αἰτίαν εἰπεῖν τοῦ λοιμοῦ τὸ Κυλώνειον ἄγος σημαίνειν τε τὴν ἀπαλλαγήν· καὶ διὰ τοῦτο ἀποθανεῖν δύο νεανίας,

{111} Κρατῖνον καὶ Κτησίβιον, καὶ λυθῆναι τὴν συμφοράν. Ἀθηναῖοι δὲ τάλαντον ἐψηφίσαντο δοῦναι αὐτῶι καὶ ναῦν τὴν ἐς Κρήτην ἀπάξουσαν αὐτόν. ὁ δὲ τὸ μὲν ἀργύριον οὐ προσήκατο· φιλίαν δὲ καὶ συμμαχίαν ἐποιήσατο Κνωσίων καὶ Ἀθηναίων.

Καὶ ἐπανελθὼν ἐπ' οἴκου μετ' οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων ἐν τῶι Περὶ μακροβίων (FGrH 257 F 38), βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν· ὡς δὲ Κρῆτες λέγουσιν, ἑνὸς δέοντα τριακόσια· ὡς δὲ Ξενοφάνης ὁ Κολοφώνιος ἀκηκοέναι φησί (DK 21 B 20), τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν.

Ἐποίησε δὲ Κουρήτων καὶ Κορυβάντων γένεσιν καὶ θεογονίαν, ἔπη πεντακισχίλια, Ἀργοῦς ναυπηγίαν τε καὶ Ἰάσονος εἰς Κόλχους {112} ἀπόπλουν ἔπη ἑξακισχίλια πεντακόσια. συνέγραψε δὲ καὶ καταλογάδην περὶ θυσιῶν καὶ τῆς ἐν Κρήτηι πολιτείας καὶ περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια. ἱδρύσατο δὲ καὶ παρ' Ἀθηναίοις τὸ ἱερὸν τῶν Σεμνῶν θεῶν, ὥς φησι Λόβων ὁ Ἀργεῖος ἐν τῶι Περὶ ποιητῶν (Crön. 16). λέγεται δὲ καὶ πρῶτος οἰκίας καὶ ἀγροὺς καθῆραι καὶ ἱερὰ ἱδρύσασθαι. εἰσὶ δ' οἳ μὴ κοιμηθῆναι αὐτὸν λέγουσιν, ἀλλὰ χρόνον τινὰ ἐκπατῆσαι ἀσχολούμενον περὶ ῥιζοτομίαν.

Φέρεται δ' αὐτοῦ καὶ ἐπιστολὴ πρὸς Σόλωνα τὸν νομοθέτην, περιέχουσα πολιτείαν ἣν διέταξε Κρησὶ Μίνως. ἀλλὰ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Περὶ ὁμωνύμων ποιητῶν τε καὶ συγγραφέων διελέγχειν πειρᾶται τὴν ἐπιστολὴν ὡς νεαρὰν καὶ μὴ τῆι Κρητικῆι φωνῆι γεγραμμένην, Ἀτθίδι δὲ καὶ ταύτηι νέαι. ἐγὼ δὲ καὶ ἄλλην εὗρον ἐπιστολὴν ἔχουσαν οὕτως·

 

Ἐπιμενίδης Σόλωνι

 

{113} Θάρρει, ὦ ἑταῖρε. αἰ γὰρ ἔτι θητευόντεσσιν Ἀθηναίοις καὶ μὴ εὐνομημένοις ἐπεθήκατο Πεισίστρατος, εἶχέ κα τὰν ἀρχὰν ἀεί, ἀνδραποδιξάμενος τὼς πολιήτας· νῦν δὲ οὐ κακὼς ἄνδρας δουλῶται· τοὶ μεμνάμενοι τᾶς Σόλωνος μανύσιος ἀλγιόντι πεδ' αἰσχύνας οὐδὲ ἀνεξοῦνται τυραννούμενοι. ἀλλ' αἴ κα Πεισίστρατος κατασχέθηι τὰν πόλιν, οὐ μὰν ἐς παῖδας τήνω ἔλπομαι τὸ κράτος ἵξεσθαι· δυσμάχανον γὰρ ἀνθρώπως ἐλευθεριάξαντας ἐν τεθμοῖς ἀρίστοις δούλως ἦμεν. τὺ δὲ μὴ ἀλᾶσθαι, ἀλλ' ἕρπε ἐς Κρήτην ποθ' ἁμέ. τουτᾶ γὰρ οὐκ ἐσεῖταί τιν δεινὸς ὁ μόναρχος· αἰ δέ πη ἐπ' ἀλατείαι ἐγκύρσωντί τοι τοὶ τήνω φίλοι, δειμαίνω μή τι δεινὸν πάθηις.

{114} Καὶ οὗτος μὲν ὧδε. φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι παρὰ Νυμφῶν ἔδεσμά τι καὶ φυλάττοι ἐν χηλῆι βοός· προσφερόμενός τε κατ' ὀλίγον μηδεμιᾶι κενοῦσθαι ἀποκρίσει μηδὲ ὀφθῆναί ποτε ἐσθίων. μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῆι δευτέραι (FGrH 566 F 4). λέγουσι δέ τινες ὅτι Κρῆτες αὐτῶι θύουσιν ὡς θεῶι· φασὶ γὰρ καὶ <προ>γνωστικώτατον γεγονέναι. ἰδόντα γοῦν τὴν Μουνιχίαν παρ' Ἀθηναίοις ἀγνοεῖν φάναι αὐτοὺς ὅσων κακῶν αἴτιον ἔσται τοῦτο τὸ χωρίον αὐτοῖς· ἐπεὶ κἂν τοῖς ὀδοῦσιν αὐτὸ διαφορῆσαι· ταῦτα ἔλεγε τοσούτοις πρότερον χρόνοις. λέγεται δὲ ὡς καὶ πρῶτος αὐτὸν Αἰακὸν λέγοι, καὶ Λακεδαιμονίοις προείποι τὴν ὑπ' Ἀρκάδων ἅλωσιν προσποιηθῆναί τε πολλάκις ἀναβεβιωκέναι.

{115} Θεόπομπος δ' ἐν τοῖς Θαυμασίοις (FGrH 115 F 69), κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ, Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός· Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπ' Ἀρκάδων, καθάπερ προείρηται· καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῶι.

Γηρᾶσαί τ' ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ ἐν Ὁμοίοις (FHG iv. 454) φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες· καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ' ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων (FGrH 595 F 15).

Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὅ τε γενεαλόγος καὶ τρίτος ὁ Δωρίδι γεγραφὼς περὶ Ῥόδου.

 

―――――――――――――――

 

Κεφάλειον ιαʹ

Φερεκύδης

ca. 540 a. Chr. n.

 

 

 

{116} Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς (FGrH 273 F 85), Πιττακοῦ διακήκοεν. τοῦτόν φησι Θεόπομπος (FGrH 115 F 71) πρῶτον περὶ φύσεως καὶ θεῶν [Ἕλλησι] γράψαι. Πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ. καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται· καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας εἰς Μεσσήνην τῶι ξένωι Περιλάωι συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων· καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι.

{117} Καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε ἄργυρον, ὥς φησι Θεόπομπος ἐν Θαυμασίοις (FGrH 115 F 71)· προστάξαι δὲ αὐτῶι ὄναρ τοῦτο τὸν Ἡρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι Φερεκύδηι πείθεσθαι. ἔνιοι δὲ Πυθαγόραι περιάπτουσι ταῦτα.

Φησὶ δ' Ἕρμιππος (FHG iii. 40) πολέμου συνεστῶτος Ἐφεσίοις καὶ Μάγνησι βουλόμενον τοὺς Ἐφεσίους νικῆσαι πυθέσθαι τινὸς παριόντος πόθεν εἴη, τοῦ δ' εἰπόντος «ἐξ Ἐφέσου,» «ἕλκυσόν με τοίνυν,» ἔφη, «τῶν σκελῶν καὶ θὲς εἰς τὴν τῶν Μαγνήτων χώραν, καὶ ἀπάγγειλόν σου τοῖς πολίταις μετὰ τὸ νικῆσαι αὐτόθι {118} με θάψαι· ἐπεσκηφέναι τε ταῦτα Φερεκύδην.» ὁ μὲν <οὖν> ἀπήγγειλεν· οἱ δὲ μετὰ μίαν ἐπελθόντες κρατοῦσι τῶν Μαγνήτων, καὶ τόν τε Φερεκύδην μεταλλάξαντα θάπτουσι αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν. ἔνιοι δέ φασιν ἐλθόντα εἰς Δελφοὺς ἀπὸ τοῦ Κωρυκίου ὄρους αὑτὸν δισκῆσαι. Ἀριστόξενος δ' ἐν τῶι Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ (Wehrli ii, fg. 14) φησι νοσήσαντα αὐτὸν ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλωι. οἱ δὲ φθειριάσαντα τὸν βίον τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν, «χροῒ δῆλα·» καὶ τοὐντεῦθεν παρὰ τοῖς φιλολόγοις ἡ λέξις ἐπὶ τῶν χειρόνων τάττεται, οἱ δ' ἐπὶ τῶν {119} βελτίστων χρώμενοι διαμαρτάνουσιν. ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν (DK 7 B 12).

Ἄνδρων δ' ὁ Ἐφέσιός (FHG ii. 347) φησι δύο γεγονέναι Φερεκύδας Συρίους, τὸν μὲν ἀστρολόγον, τὸν δὲ θεολόγον υἱὸν Βάβυος, ὧι καὶ Πυθαγόραν σχολάσαι. Ἐρατοσθένης δ' (FGrH 241 F 10) ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον, γενεαλόγον.

Σώζεται δὲ τοῦ Συρίου τό τε βιβλίον ὃ συνέγραψεν, οὗ ἡ ἀρχή· Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίηι δὲ ὄνομα ἐγένετο Γῆ ἐπειδὴ αὐτῆι Ζὰς γῆν γέρας διδοῖ (DK 7 B 1). σώζεται δὲ καὶ ἡλιοτρόπιον ἐν Σύρωι τῆι νήσωι. Φησὶ δὲ Δοῦρις ἐν τῶι δευτέρωι τῶν Ὡρῶν (FGrH 76 F 22) ἐπιγεγράφθαι αὐτῶι τὸ ἐπίγραμμα τόδε (A. Pal. vii. 93)· {120} τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον Πυθαγόρηι τὠμῶι λέγε ταῦθ' ὅτι πρῶτος ἁπάντων ἔστιν ἀν' Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδ' ἀγορεύων.

Ἴων δ' ὁ Χῖός φησιν περὶ αὐτοῦ (Diehl 5)·

 

ὣς ὃ μὲν ἠνορέηι τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ

καὶ φθίμενος ψυχῆι τερπνὸν ἔχει βίοτον,

εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων

ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν.

 

Ἔστι καὶ ἡμῶν οὕτως ἔχον τῶι μέτρωι τῶι Φερεκρατείωι·

 

τὸν κλεινὸν Φερεκύδην

ὃν τίκτει ποτὲ Σύρος

{121} ἐς φθεῖρας λόγος ἐστὶν

ἀλλάξαι τὸ πρὶν εἶδος,

θεῖναί τ' εὐθὺ κελεύειν

Μαγνήτων, ἵνα νίκην

δοίη τοῖς Ἐφέσοιο

γενναίοις πολιήταις.

ἦν γὰρ χρησμός, ὃν ἤιδει

μοῦνος, τοῦτο κελεύων·

καὶ θνήσκει παρ' ἐκείνοις.

ἦν οὖν τοῦτ' ἄρ' ἀληθές·

ἢν ἦι τις σοφὸς ὄντως,

καὶ ζῶν ἐστιν ὄνησις,

χὤταν μηκέθ' ὑπάρχηι.

 

Γέγονε (FGrH 244 F 338a) δὲ κατὰ τὴν πεντηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα. καὶ ἐπέστειλεν ὧδε (Hercher 460)·

 

Φερεκύδης Θαλῆι

 

{122} Εὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκηι. νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθειρῶν ἔθυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα δ' ὦν τοῖσιν οἰκιήτηισιν, ἐπήν με καταθάψωσιν, ἐς σὲ τὴν γραφὴν ἐνέγκαι. σὺ δὲ ἢν δοκιμώσηις σὺν τοῖς ἄλλοις σοφοῖς, οὕτω μιν φῆνον· ἢν δὲ οὐ δοκιμώσητε, μὴ φήνηις. ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανεν. ἔστι δὲ οὐκ ἀτρεκηίη πρηγμάτων οὐδ' ὑπίσχομαι τἀληθὲς εἰδέναι· ἅσσα δ' ἂν ἐπιλέγηι θεολογέων· τὰ ἄλλα χρὴ νοέειν· ἅπαντα γὰρ αἰνίσσομαι. τῆι δὲ νούσωι πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινα ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέμην· προσεστεῶσι δὲ τῆι θύρηι καὶ εἰρομένοις ὁκοῖόν τι εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληίθρης ἔδειξ' ἂν ὡς ἔθυον τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστεραίην ἐπὶ τὰς Φερεκύδεω ταφάς.

Καὶ οὗτοι μὲν οἱ κληθέντες σοφοί, οἷς τινες καὶ Πεισίστρατον τὸν τύραννον προσκαταλέγουσι. λεκτέον δὲ περὶ τῶν φιλοσόφων· καὶ πρῶτόν γε ἀρκτέον ἀπὸ τῆς Ἰωνικῆς φιλοσοφίας, ἧς καθηγήσατο Θαλῆς, οὗ διήκουσεν Ἀναξίμανδρος.