B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Claudius Aelianus
ca. 175 - ca. 235
     
   



Π ο ι κ ί λ η
ἱ σ τ ο ρ ί α


Β ι β λ ί ο ν
ἕ κ τ ο ν


__________________________________________________


1.  Περί τινων κατ᾽ ἄλλων ὀργῆς, ἀπανθρωπίας, ὕβρεως, ἀδικίας, ἐπάρσεως   2.  Περὶ ἀνδρείας τοῦ υἱοῦ τοῦ Ἁρματίδου   3.  Περὶ Ἰσάδα, ἔτι παιδός   4.  Περὶ τοῦ τὴν Λυσάνδρου θυγατέρα ἐγγυησαμένου   5.  Περὶ Ἀθηναίων πρέσβεων   6.  Λακωνικοὶ νόμοι   7.  Περὶ σεισμοῦ τῇ Σπάρτῃ ἐπιπεσόντος   8.  Περὶ Ἀρταξέρξου ἀναιρέσεως   9.  Περὶ θησαυροῦ ὑπὸ Δελφῶν ζητουμένου ἐν Πυθοῖ   10.  Νόμος περὶ ἀστῶν παρὰ Περικλέους τεθείς   11.  Περὶ Γέλωνος τὴν ἀρχὴν ἀποδοῦναι βουλομένου   12.  Περὶ Διονυσίου εὐδαιμονίας, καὶ οἵου τέλους αὐτῆς ἔλαχεν   13.  Περὶ τυραννίδων αἳ εἰς ἐγγόνους ἐν Ἑλλάδι διήρκεσαν   14.  Περὶ Δαρείου ἐπιβουλευθέντος


      1.
      [ Περί τινων κατ᾽ ἄλλων ὀργῆς,
      ἀπανθρωπίας, ὕβρεως, ἀδικίας, ἐπάρσεως ]


      Ἀθηναῖοι κρατήσαντες Χαλκιδέων κατεκληρούχησαν αὐτῶν τὴν γῆν εἰς δισχιλίους κλήρους, τὴν Ἱππόβοτον καλουμένην χώραν, τεμένη δὲ ἀνῆκαν τῇ Ἀθηνᾷ ἐν τῷ Ληλάντῳ ὀνομαζομένῳ τόπῳ, τὴν δὲ λοιπὴν ἐμίσθωσαν κατὰ τὰς στήλας τὰς πρὸς τῇ βασιλείῳ στοᾷ ἑστηκυίας, αἵπερ οὖν τὰ τῶν μισθώσεων ὑπομνήματα εἶχον. τοὺς δὲ αἰχμαλώτους ἔδησαν, καὶ οὐδὲ ἐνταῦθα ἔσβεσαν τὸν τῶν Χαλκιδέων θυμὸν.
      Λακεδαιμόνιοι Μεσσηνίων κρατήσαντες, τῶν μὲν γινομένων ἁπάντων ἐν τῇ Μεσσηνίᾳ τὰ ἡμίση ἐλάμβανον αὐτοὶ καὶ τὰς γυναῖκας τὰς ἐλευθέρας εἰς τὰ πένθη βαδίζειν ἠνάγκαζον καὶ τοὺς ἀλλοτρίους καὶ μηδέν σφισι προσήκοντας νεκροὺς κλαίειν. τοὺς μὲν τῶν ἀνδρῶν ἀπέλιπον γεωργεῖν, οὓς δὲ ἀπέδοντο, οὓς δὲ ἀπέκτειναν.
      Ἀθηναῖοι δὲ ὕβρισαν καὶ ἐκείνην τὴν ὕβριν· εὐτυχίας γὰρ λαβόμενοι τὴν εὐπραγίαν σωφρόνως οὐκ ἤνεγκαν. τὰς γοῦν παρθένους τῶν μετοίκων σκιαδηφορεῖν ἐν ταῖς πομπαῖς ἠνάγκαζον ταῖς ἑαυτῶν κόραις, τὰς δὲ γυναῖκας ταῖς γυναιξί, τοὺς δὲ ἄνδρας σκαφηφορεῖν.
      Σικυώνιοι δὲ Πελλήνην ἑλόντες τάς τε γυναῖκας τῶν Πελληνέων καὶ τὰς θυγατέρας ἐπ᾿ οἰκήματος ἔστησαν. ἀγριώτατα ταῦτα, ὦ θεοὶ Ἑλλήνιοι, καὶ οὐδὲ ἐν βαρβάροις καλὰ κατά γε τὴν ἐμὴν μνείαν.
      Ἐπεὶ τὴν ἐν Χαιρωνείᾳ μάχην ἐνίκησεν ὁ Φίλιππος, ἐπὶ τῷ πραχθέντι αὐτός τε ἦρτο καὶ οἱ Μακεδόνες πάντες. οἱ δὲ Ἕλληνες δεινῶς αὐτὸν κατέπτηξαν καὶ ἑαυτοὺς κατὰ πόλεις ἐνεχείρισαν αὐτῷ φέροντες. καὶ τοῦτό γε ἔδρασαν Θηβαῖοι καὶ Μεγαρεῖς καὶ Κορίνθιοι καὶ Ἀχαιοὶ καὶ Ἠλεῖοι καὶ Εὐβοεῖς < καὶ> οἱ ἐν τῇ Ἀκτῇ πάντες. οὐ μὴν ἐφύλαξε τὰς πρὸς αὐτοὺς ὁμολογίας ὁ Φίλιππος, ἀλλ᾿ ἐδουλώσατο πάντας, ἔκδικα καὶ παράνομα δρῶν.

      2.
      [ Περὶ ἀνδρείας τοῦ υἱοῦ τοῦ Ἁρματίδου ]


      Ὁ Ἁρματίδου τοῦ Θεσπιέως παῖς, παραγενόμενος σύμμαχος Λακεδαιμονίοις μετὰ καὶ ἄλλων πολιτῶν, τὰ μὲν πρῶτα ἐμάχετο εὖ καὶ καλῶς· καταναλωθέντων δὲ αὐτοῦ τῶν ὅπλων ψιλαῖς ταῖς χερσὶ πρὸς καθωπλισμένους ἀγωνιζόμενος, εὐκλεῶς τὸν βίον ἐτελεύτα. πατρόθεν οὖν τὸν νεανίαν προσεῖπον, κυδαίνων αὐτὸν Ὁμηρικῶς. τὸ δὲ ὄνομα αὐτοῦ εἴ τῳ ἐπιμελὲς εἰδέναι, ἀλλαχόθεν εἴσεται.

      3.
      [ Περὶ Ἰσάδα, ἔτι παιδός ]


      Ὅτι Λακεδαιμόνιοι Ἰσάδαν ἔτι παῖδα ὄντα καὶ μήπω τοῦ νόμου καλοῦντος αὐτὸν εἰς ὅπλα, ὅτι ἐκ τοῦ γυμνασίου ἐκπηδήσας ἠρίστευσεν, ἐστεφάνωσαν μέν, ὅτι δὲ πρὸ τῆς ἀπαιτουμένης ἡλικίας καὶ μὴ τὰ ἐπιχώρια ὅπλα ὥρμησεν εἰς τοὺς ἐχθρούς, ἐζημίωσαν.

      4.
      [ Περὶ τοῦ τὴν Λυσάνδρου
      θυγατέρα ἐγγυησαμένου ]


      Ὁ μὲν Λύσανδρος ἐτεθνήκει, ὁ δὲ τὴν θυγατέρα αὐτοῦ ἔτι ζῶντος ἐγγυησάμενος, ἐπεὶ καὶ ἡ παῖς ἐρήμη πατρὸς ἀπελείπετο καὶ ὁ Λύσανδρος μετὰ τὴν τοῦ βίου καταστροφὴν ἀνεφάνη πένης ὤν, ὁ δὲ ἀνεδύετο ὁ ἐγγυησάμενος καὶ οὐδὲ ἔφασκεν ἄξεσθαι γυναῖκα. ἐπὶ τούτοις οἱ ἔφοροι τὸν ἄνδρα ἐζημίωσαν· οὔτε γὰρ Λακωνικὰ ἐφρόνει οὔτε ἄλλως Ἑλληνικά, φίλου τε ἀποθανόντος ἀμνημονῶν καὶ τῶν συνθηκῶν τὸν πλοῦτον προτιμῶν.

      5.
      [ Περὶ Ἀθηναίων πρέσβεων ]


      Ὅτι Ἀθηναῖοι τοὺς εἰς Ἀρκαδίαν ἀποσταλέντας πρεσβευτάς, ἐπεὶ ἑτέραν ὁδὸν ἦλθον καὶ οὐ τὴν προστεταγμένην, καίτοι κατορθώσαντας, ὅμως ἀπέκτειναν.

      6.
      [ Λακωνικοὶ νόμοι ]


      Ἦ γὰρ οὐ καὶ ταῦτα Λακωνικά; νόμος ἐστι τοῖς Σπαρτιάταις τὸν παρασχόμενον υἱοὺς τρεῖς ἀτέλειαν ἔχειν φρουρᾶς, τὸν δὲ πέντε πασῶν τῶν λειτουργιῶν ἀφεῖσθαι, γαμεῖν δὲ ἀπροίκους ἔτι.
      Βάναυσον δὲ εἰδέναι τέχνην ἄνδρα Λακεδαιμόνιον οὐκ ἐξῆν. φοινικίδα δὲ ἀμπέχεσθαι κατὰ τὰς μάχας ἀνάγκη ἦν· ἔχειν γὰρ τὴν χρόαν καὶ σεμνότητός τι· πρὸς ταῦτῃ γε μὴν καὶ τὴν ῥύσιν τοῦ ἐπιγενομένου αἵματος ἐκ τῶν τραυμάτων ἔτι [δὲ] μᾶλλον ἐκπλήττειν τοὺς ἀντιπάλους, βαθυτέρας τῆς ὄψεως γινομένης καὶ φοβερωτέρας μᾶλλον.
      Ὅτι οὐκ ἐξῆν ἀνδρὶ Λάκωνι οὐδὲ σκυλεῦσαι τὸν πολέμιον. οἱ δὲ καλῶς ἀγωνισάμενοι καὶ ἀποθανόντες θαλλοῖς ἀνεδοῦντο καὶ κλάδοις ἑτέροις καὶ δι᾿ ἐπαίνων ἤγοντο· οἱ δὲ τελέως ἀριστεύσαντες καὶ φοινικίδος αὐτοῖς ἐπιβληθείσης ἐνδόξως ἐθάπτοντο.

      7.
      [ Περὶ σεισμοῦ τῇ Σπάρτῃ ἐπιπεσόντος ]


      Ὅτε οἱ Λακεδαιμόνιοι τοὺς ἐκ Ταινάρου ἱκέτας παρασπονδήσαντες ἀνέστησαν καὶ ἀπέκτειναν (ἦσαν δὲ οἱ ἱκέται τῶν εἱλώτων), κατὰ μῆνιν τοῦ Ποσειδῶνος σεισμὸς ἐπιπεσὼν τῇ Σπάρτῃ τὴν πόλιν ἀνδρειότατα κατέσεισεν, ὡς πέντε μόνας ἀπολειφθῆναι οἰκίας ἐξ ἁπάσης τῆς πόλεως.

      8.
      [ Περὶ Ἀρταξέρξου ἀναιρέσεως ]


      Ἀρταξέρξην τὸν καὶ Ὦχον ἐπικληθέντα, ὅτε ἐπεβούλευσεν αὐτῷ Βαγώας ὁ εὐνοῦχος, ὃς ἦν Αἰγύπτιος, φασὶν ἀναιρεθέντα καὶ κατακοπέντα τοῖς αἰλούροις παραβληθῆναι· ἐτάφη δέ τις ἄλλος ἀντ᾿ αὐτοῦ καὶ ἀπεδόθη ταῖς βασιλικαῖς θήκαις. [θεοσυλίαι μὴν τοῦ Ὤχου καὶ ἄλλαι μὲν λέγονται καὶ μάλιστα κατὰ τὴν Αἴγυπτον.] τῷ δὲ Βαγώᾳ οὐκ ἀπέχρησε τὸ ἀποκτεῖναι τὸν Ὦχον, ἀλλὰ γὰρ καὶ ἐκ τῶν μηρῶν αὐτοῦ λαβὰς μαχαιρῶν ἐποίησε, τὸ φονικὸν αὑτοῦ ἐνδεικνύμενος διὰ τούτων. ἐμίσησε δὲ αὐτόν, ἐπεὶ τὸν Ἆπιν ἐν Αἰγύπτῳ γενόμενος ἀπέκτεινε καὶ οὗτος, ὡς ὁ Καμβύσης πρότερον.

      9.
      [ Περὶ θησαυροῦ ὑπὸ Δελφῶν
      ζητουμένου ἐν Πυθοῖ ]


      Ἐπεὶ καὶ ἐκ τῶν Ὁμήρου ποιημάτων ἧκεν εἰς Δελφοὺς λέγουσα δόξα παλαιόπλουτον εἶναι τὸ τοῦ Ἀπόλλωνος χωρίον ἐν τοῖς ἔπεσιν ἐκείνοις (Ilias I 404-5)·

      οὐδ᾿ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
      Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ,

τοὺς Δελφοὺς ἐπιχειρῆσαι διασκάπτειν λόγος ἔχει τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα, γενομένων δὲ σεισμῶν περὶ τὸ μαντεῖον ἀνδρικῶν παύσασθαι σωφρονήσαντας.

      10.
      [ Νόμος περὶ ἀστῶν παρὰ
      Περικλέους τεθείς ]


      Περικλῆς στρατηγῶν Ἀθηναίοις νόμον ἔγραψεν, ἐὰν μὴ τύχῃ τις ἐξ ἀμφοῖν ὑπάρχων ἀστῶν, τούτῳ μὴ μετεῖναι τῆς πολιτείας. μετῆλθε δὲ ἄρα αὐτὸν ἡ ἐκ τοῦ νόμου νέμεσις. οἱ γὰρ δύο παῖδες, οἵπερ οὖν ἤστην αὐτῷ, Πάραλός τε καὶ Ξάνθιππος, ἀλλὰ οὗτοι μὲν κατὰ τὴν νόσον τὴν δημοσίαν τοῦ λοιμοῦ ἀπέθανον, κατελείφθη δὲ ὁ Περικλῆς ἐπὶ τοῖς νόθοις, οἵπερ οὖν οὐ μετέσχον τῆς πολιτείας κατὰ τὸν πατρῷον νόμον.

      11.
      [ Περὶ Γέλωνος τὴν ἀρχὴν
      ἀποδοῦναι βουλομένου ]


      Γέλων ἐν Ἱμέρᾳ νικήσας Καρχηδονίους πᾶσαν ὑφ᾿ ἑαυτὸν τὴν Σικελίαν ἐποιήσατο. εἶτα ἐλθὼν εἰς τὴν ἀγορὰν γυμνὸς ἔφατο ἀποδιδόναι τοῖς πολίταις τὴν ἀρχήν· οἱ δὲ οὐκ ἤθελον, δηλονότι πεπειραμένοι αὐτοῦ καὶ δημοτικωτέρου ἢ κατὰ τὴν τῶν μονάρχων ἐξουσίαν. διὰ ταῦτά τοι καὶ ἐν τῷ τῆς Σικελίας Ἥρας ναῷ ἕστηκεν αὐτοῦ εἰκὼν γυμνὸν αὐτὸν δεικνῦσα καὶ ὁμολογεῖ τὴν πρᾶξιν τοῦ Γέλωνος τὸ γράμμα.

      12.
      [ Περὶ Διονυσίου εὐδαιμονίας,
      καὶ οἵου τέλους αὐτῆς ἔλαχεν ]


      Διονύσιος δὲ ὁ δεύτερος τὴν ἀρχὴν εἶχεν εὖ μάλα περιπεφραγμένην τοῦτον τὸν τρόπον. ναῦς μὲν ἐκέκτητο οὐκ ἐλάττους τῶν τετρακοσίων τετρήρεις καὶ πεντήρεις, πεζῶν δὲ δύναμιν εἰς δέκα μυριάδας, ἱππεῖς δὲ ἐννεακισχιλίους. ἡ δὲ πόλις τῶν Συρακουσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον, σκεύη δὲ εἶχεν ἕτοιμα ναυσὶν ἄλλαις πεντακοσίαις, τεθησαύριστο δὲ αὐτῇ καὶ σῖτος εἰς ἑκατὸν μεδίμνων μυριάδας καὶ ὁπλοθήκη νενησμένη ἀσπίσι καὶ μαχαίραις καὶ δόρασι καὶ κνημῖσι περιτταῖς καὶ θώραξι καὶ καταπέλταις (ὁ δὲ καταπέλτης εὕρημα ἦν αὐτοῦ Διονυσίου). εἶχε δὲ καὶ συμμάχους παμπόλλους. καὶ τούτοις ἐπιθαρρῶν ὁ Διονύσιος ἀδάμαντι δεδεμένην ᾤετο τὴν ἀρχὴν κεκτῆσθαι.
      Ἀλλ᾿ οὗτός γε πρῶτον μὲν ἀπέκτεινε τοὺς ἀδελφούς, εἶδε δὲ καὶ τοὺς υἱοὺς βιαίως ἀποσφαγέντας καὶ τὰς θυγατέρας καταισχυνθείσας εἶτα ἀποσφαγείσας γυμνάς. οὐδεὶς δὲ τῶν ἀπ᾿ αὐτοῦ ταφῆς τῆς νομιζομένης ἔτυχην· οἱ μὲν γὰρ ζῶντες κατεκαύθησαν, οἱ δὲ κατατμηθέντες εἰς τὸ πέλαγος ἐξερρίφησαν. τοῦτο δὲ ἀπήντησεν αὐτῷ, Δίωνος τοῦ Ἱππαρίνου ἐπιθεμένου τῇ ἀρχῇ. αὐτὸς δὲ ἐν πενίᾳ μυριᾳ διάγων κατέστρεψε τὸν βίον γηραιός.
      Λέγει δὲ Θεόπομπος (FGrH 115 F 283b) ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν· ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτοποιεῖν. καὶ ἐν τῷ μεσαιτάτῳ τῆς Ἑλλάδος ἀσχημονῶν διετέλει, βίον διαντλῶν ἀλγεινότατον. καὶ ἦν δεῖγμα οὐ τὸ τυχὸν τοῖς ἀνθρώποις εἰς σωφροσύνην καὶ τρόπου κόσμον ἡ τοῦ Διονυσίου ἐκ τῶν τηλικούτων εἰς οὕτω ταπεινὰ μεταβολή.

      13.
      [ Περὶ τυραννίδων αἳ εἰς ἐγγόνους
      ἐν Ἑλλάδι διήρκεσαν ]


      Καλῶς τὸ δαιμόνιον ἐπὶ τριγονίαν τυραννίδας μὴ ἄγον, ἀλλὰ ἢ παραχρῆμα ἐκτρῖβον τοὺς τυράννους πίτυος δίκην ἢ παίδων ἐξισχῦον. μνημονεύονται δὲ ὑφ᾿ Ἑλλήνων ἐξ αἰῶνος καὶ εἰς ἐγγόνους διαρκέσαι αἵδε, ἥ τε Ἱέρωνος ἐν Σικελίᾳ καὶ ἡ τῶν Λευκωνιδῶν περὶ Βόσπορον καὶ ἡ τῶν Κυψελιδῶν ἐν Κορίνθῳ.

      14.
      [ Περὶ Δαρείου ἐπιβουλευθέντος ]


      Ἡμερώτατον δὲ Δαρείου τοῦτο τὸ ἔργον ἀκούω τοῦ παιδὸς τοῦ Ὑστάσπου. Ἀρίβαζος ὁ Ὑρκανὸς ἐπεβούλευσεν αὐτῷ μετὰ ἄλλων ἀνδρῶν οὐκ ἀφανῶν [τῶν] ἐν Πέρσαις· ἦν δὲ ἡ ἐπιβουλὴ ἐν κυνηγεσίῳ. ἅπερ προμαθὼν ὁ Δαρεῖος οὐκ ἔπτηξεν, ἀλλὰ προστάξας αὐτοῖς λαβεῖν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἐκέλευσεν αὐτοῖς διατείνασθαι τὰ παλτὰ καὶ δριμὺ ἐνιδών « τί οὖν οὐ δρᾶτε τοῦτο» εἶπεν « ἐφ᾿ ὃ καὶ ὡρμήσατε;» οἱ δὲ ἰδόντες ἄτρεπτον ἀνδρὸς βλέμμα ἀνεστάλησαν τῆς ὁρμῆς. τὸ δέος δὲ αὐτοὺς κατέσχεν οὕτως, ὡς καὶ ἐκβαλεῖν τὰς αἰχμὰς καὶ ἀφάλασθαι τῶν ἵππων καὶ προσκυνῆσαι Δαρεῖον καὶ ἑαυτοὺς παραδοῦναι ὅ τι καὶ βούλοιτο πράττειν. ὁ δὲ διέστησεν ἄλλους ἄλλῃ, καὶ τοὺς μὲν ἐπὶ τὰ τῆς Ἰνδικῆς ὅρια ἀπέπεμψε, τοὺς δὲ ἐπὶ τὰ Σκυθικά. καὶ ἐκεῖνοι ἔμειναν αὐτῷ πιστοί, διὰ μνήμης ἔχοντες τὴν εὐεργεσίαν.