B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Claudius Aelianus
ca. 175 - ca. 235
     
   



Π ο ι κ ί λ η
ἱ σ τ ο ρ ί α


Β ι β λ ί ο ν
τ ρ ί τ ο ν


__________________________________________________


1.  Περιήγησις τῶν Θεττικῶν Τεμπῶν   2.  Περὶ Ἀναξαγόρου ἀνδρείως τὸν τῶν τέκνων θάνατον ἐνεγκόντος   3.  Περὶ Ξενοφῶντος τὸν τοῦ υἱοῦ θάνατον ἀνδρείως ἐνεγκόντος   4.  Ὅτι ὁ Δίων ὑπὲρ τοῦ υἱοῦ θανάτου οὐκ ἐταράχθη   5.  Ἀντίγονος τὸν υἱὸν νεκρὸν ἰδῶν οὐδὲν συνεταράχθη   6.  Περὶ μεγαλοφροσύνης Κράτητος   7.  Περὶ τῆς τῶν πολλῶν κακοφημίας   8.  Ὅτι ὁ Φρύνιχος διά τι ποίημα στρατηγὸς ᾑρέθη   9.  Περὶ ἔρωτος   10.  Περὶ τῶν ἐν Λακεδαίμονι ἐραστῶν καὶ ἐρωμένων   11.  Περὶ ψυχῆς   12.  Περὶ ἔρωτος παρὰ Λακεδαιμονίοις   13.  Περὶ Ταπύρων οἰνοφλυγίας   14.  Περὶ οἰνοφλυγίας Βυζαντίων   15.  Περὶ Ἀργείων, Τιρυνθίων, Θρᾳκῶν, Ἰλλυριῶν οἰνοφλυγίας   16.  Σύγκρισις Δημητρίου καὶ Τιμοθέου στρατηγῶν   17.  Ὅτι ἡ φιλοσοφία οὐκ ἀπολίτευτος, καὶ τίνες τῶν φιλοσόφων ἐπολιτεύσαντο   18.  Περὶ συνουσίας Μίδου τοῦ Φρυγὸς, καὶ Σειληνοῦ, καὶ τῶν ὑπὸ τούτου παραδόξως λεχθέντων   19.  Περὶ διαφορᾶς Ἀριστοτέλους πρὸς Πλάτωνα   20.  Περὶ Λυσάνδρου, καὶ δώρων ἀνακομισθέντων αὐτῷ   21.  Περὶ μεγαλοφροσύνης τοῦ Θεμιστοκλέους   22.  Περὶ τῆς τοῦ Αἰνείου εὐσεβείας καὶ τοῦ Ἑλλήνων ἐλέους πρὸς τοὺς Τρῶας   23.  Περὶ Ἀλεξάνδρου   24.  Περὶ φιλοκαλίας Ξενοφῶντος   25.  Περὶ Λεωνίδου, καὶ τῶν τριακοσίων ἐθελοντὶ ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντων   26.  Περὶ Πινδάρου τοῦ τυράννου   27.  Περὶ Πλάτωνος πενίας καὶ πῶς φιλοσοφιᾳ ἐπεχείρησεν   28.  Πῶς ὁ Σωκράτης τὸν τοῦ Ἀλκιβιάδου τὺφον ἀνέστειλεν   29.  Περὶ Διογένους πενίας καὶ τύφου   30.  Περὶ σωφρόνων τινῶν   31.  Περὶ Νικίου σπουδῆς περὶ τὴν ἰδίαν τέχνην   32.  Περὶ Ἀλεξάνδρου καὶ Ἡρακλέους κιθαρίζειν μανθανόντων   33.  Περὶ Σατύρου τοῦ αὐλητοῦ   34.  Νόμος Λάκωσι καὶ Ῥωμαίοις κοινός   35.  Ὅτι ἐν Ἀκαδημίᾳ γελᾷν οὐκ ἐξῆν   36.  Διὰ τί ὁ Ἀριστοτέλης ἀπέλιπε τὰς Ἀθήνας   37.  Νόμος Κείων κατὰ γερόντων   38.  Εὑρισκόμενά τινα πρῶτον ἐν Ἀθήναις   39.  Τί τινες πάλαι ἤσθιον   40.  Περὶ Σατύρων, Τιτύρων καὶ Σιληνῶν   41.  Πολλαὶ τοῦ Διονύσου μετωνυμίαι   42.  Περί τινων μαινομένων γυναικῶν   43.  Περὶ κιθαρῳδοῦ ὑπὸ τῶν Συβαριτῶν φονευθέντος   44.  Περί τινος δυναμένου βοηθεῖν τοῖς ἑταίροις καὶ μὴ βοηθοῦντος καὶ ἑτέρου βοηθοῦντος μέν, ἀποτυχόντος δέ   45.  Χρησμὸς Φιλίππῳ δοθείς   46.  Νόμος Σταγειριτῶν   47.  Περὶ Τιμοθέου καὶ ἄλλων οὐδὲν ὠφεληθέντων ὑπ᾽ ἰδίας ἀνδραγαθίας


      1.
      [ Περιήγησις τῶν Θεττικῶν Τεμπῶν ]


      Φέρε οὖν καὶ τὰ καλούμενα Τέμπη τὰ Θετταλικὰ διαγράψωμεν τῷ λόγῳ καὶ διαπλάσωμεν· ὡμολόγηται γὰρ καὶ ὁ λόγος, ἐὰν ἔχῃ δύναμιν φραστικήν, μηδὲν ἀσθενέστερον ὅσα βούλεται δεικνύναι τῶν ἀνδρῶν τῶν κατὰ χειρουργίαν δεινῶν. ἔστι δὴ χῶρος μεταξὺ κείμενος τοῦ τε Ὀλύμπου καὶ τῆς Ὄσσης. ὄρη δὲ ταῦτά ἐστιν ὑπερύψηλα καὶ οἷον ὑπό τινος θείας φροντίδος διεσχισμένα, κατὰ μέσον δ᾿ ἔχεται χωρίον, οὗ τὸ μὲν μῆκος ἐπὶ τετταράκοντα διήκει σταδίους, τό γε μὴν πλάτος τῇ μέν ἐστι πλέθρου, τῇ δὲ καὶ μεῖζον ὀλίγῳ. διαρρεῖ δὲ μέσου αὐτοῦ ὁ καλούμενος Πηνειός. εἰς τοῦτον δὲ καὶ οἱ λοιποὶ ποταμοὶ συρρέουσι, καὶ ἀνακοινοῦνται τὸ ὕδωρ αὐτῷ καὶ ἐργάζονται τὸν Πηνειὸν ἐκεῖνοι μέγαν. 
      Διατριβὰς δ᾿ ἔχει ποικίλας καὶ παντοδαπὰς ὁ τόπος οὗτος, οὐκ ἀνθρωπίνης χειρὸς ἔργα, ἀλλὰ φύσεως αὐτομάτου εἰς κάλλους τότε φιλοτιμησαμένης, ὅτε ἐλάμβανε γένεσιν ὁ χῶρος. κιττὸς μὲν γὰρ πολὺς καὶ εὖ μάλα λάσιος ἐνακμάζει καὶ τέθηλε καὶ δίκην τῶν εὐγενῶν ἀμπέλων κατὰ τῶν ὑψηλῶν δένδρων ἀνέρπει καὶ συμπέφυκεν αὐτοῖς, πολλὴ δὲ σμίλαξ [ἡ μὲν] πρὸς αὐτὸν τὸν πάγον ἀνατρέχει καὶ ἐπισκιάζει τὴν πέτραν· καὶ ἐκείνη μὲν ὑπολανθάνει, ὁρᾶται δὲ τὸ χλοάζον πᾶν, καὶ ἔστιν ὀφθαλμῶν πανήγυρις. ἐν αὐτοῖς δὲ τοῖς λείοις καὶ καθημένοις ἄλση τέ ἐστι ποικίλα καὶ ὑποδρομαὶ συνεχεῖς, ἐν ὥρᾳ θέρους καταφυγεῖν ὁδοιπόροις ἥδιστα καταγώγια, ἃ καὶ δίδωσιν ἀσμένως ψυχάσαι. διαρρέουσι δὲ καὶ κρῆναι συχναί, καὶ ἐπιρρεῖ νάματα ὑδάτων ψυχρῶν καὶ πιεῖν ἡδίστων. λέγεται δὲ τὰ ὕδατα ταῦτα καὶ τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ εἰς ὑγίειαν αὐτοῖς συμβάλλεσθαι. κατᾴδουσι δὲ καὶ ὄρνιθες ἄλλος ἄλλῃ διεσπαρμένοι, καὶ μάλιστα οἱ μουσικοί, καὶ ἑστιῶσιν εὖ μάλα τὰς ἀκοὰς καὶ παραπέμπουσιν ἀπόνως καὶ σὺν ἡδονῇ, διὰ τοῦ μέλους τὸν κάματον τῶν παριόντων ἀφανίσαντες. παρ᾿ ἑκάτερα δὲ τοῦ ποταμοῦ αἱ διατριβαί εἰσιν αἱ προειρημέναι καὶ αἱ ἀνάπαυλαι.
      Διὰ μέσων δὲ τῶν Τεμπῶν ὁ Πηνειὸς ποταμὸς ἔρχεται, σχολῇ καὶ πράως προϊὼν ἐλαίου δίκην. πολλὴ δὲ κατ᾿ αὐτοῦ σκιὰ ἐκ τῶν παραπεφυκότων δένδρων καὶ τῶν ἐξηρτημένων κλάδων τίκτεται, ὡς ἐπὶ πλεῖστον τῆς ἡμέρας αὐτὴν προήκουσαν ἀποστέγειν τὴν ἀκτῖνα καὶ παρέχειν τοῖς πλέουσι πλεῖν κατὰ ψῦχος. πᾶς δὲ ὁ περίοικος λεὼς συνίασιν ἄλλοι σὺν ἄλλοις, καὶ θύουσι καὶ συνουσίας ποιοῦνται καὶ συμπίνουσιν. ἅτε οὖν πολλῶν ὄντων τῶν θυόντων καὶ τῶν καθαγιζόντων συνεχῶς, εἰκότως καὶ τοῖς βαδίζουσι καὶ τοῖς πλέουσιν ὀσμαὶ συμπαρομαρτοῦσιν ἥδισται· οὕτως ἄρα ἡ τιμὴ ἡ διαρκὴς ἡ περὶ τὸ κρεῖττον ἐκθεοῖ τὸν τόπον.
      Ἐνταῦθά τοί φασι παῖδες Θετταλῶν καὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον καθήρασθαι κατὰ πρόσταγμα τοῦ Διός, ὅτε τὸν Πύθωνα τὸν δράκοντα κατετόξευσεν ἔτι φυλάττοντα τοὺς Δελφούς, τῆς Γῆς ἐχούσης τὸ μαντεῖον. στεφανωσάμενον οὖν ἐκ ταύτης τῆς δάφνης τῆς Τεμπικῆς καὶ λαβόντα κλάδον εἰς τὴν δεξιὰν χεῖρα ἐκ τῆς αὐτῆς δάφνης ἐλθεῖν εἰς Δελφοὺς καὶ παραλαβεῖν τὸ μαντεῖον τὸν Διὸς καὶ Λητοῦς παῖδα. ἔστι δὲ καὶ βωμὸς ἐν αὐτῷ τῷ τόπῳ, ἐν ᾧ καὶ ἐστεφανώσατο καὶ τὸν κλάδον ἀφεῖλε. καὶ ἔτι καὶ νῦν δι᾿ ἔτους ἐνάτου οἱ Δελφοὶ παῖδας εὐγενεῖς πέμπουσι καὶ ἀρχιθέωρον ἕνα σφῶν αὐτῶν. οἱ δὲ παραγενόμενοι καὶ μεγαλοπρεπῶς θύσαντες ἐν τοῖς Τέμπεσιν ἀπίασι πάλιν στεφάνους ἀπὸ τῆς αὐτῆς δάφνης διαπλέξαντες, ἀφ᾿ ἧσπερ οὖν καὶ τότε ὁ θεὸς ἐστεφανώσατο. καὶ τὴν ὁδὸν ἐκείνην ἔρχονται, ἣ καλεῖται μὲν Πυθιάς, φέρει δὲ διὰ Θετταλίας καὶ Πελασγίας καὶ τῆς Οἴτης καὶ τῆς Αἰνιάνων χώρας καὶ τῆς Μηλιέων καὶ Δωριέων καὶ Λοκρῶν τῶν Ἑσπερίων. οὗτοι δὲ καὶ παραπέμπουσιν αὐτοὺς σὺν αἰδοῖ καὶ τιμῇ οὐδὲν ἧττον ἤπερ οὖν ἐκεῖνοι, οἳ τοὺς ἐξ Ὑπερβορέων τὰ ἱερὰ κομίζοντας τῷ αὐτῷ θεῷ τούτῳ τιμῶσι. καὶ μὴν καὶ τοῖς Πυθίοις ἐκ ταύτης τῆς δάφνης τοὺς στεφάνους τοῖς νικῶσι διδόασιν. ὑπὲρ μὲν οὖν τῶν ἐν Θετταλίᾳ Τεμπῶν καὶ ἐμοὶ νῦν τοσαῦτα εἰρήσθω.

      2.
      [ Περὶ Ἀναξαγόρου ἀνδρείως τὸν
      τῶν τέκνων θάνατον ἐνεγκόντος ]


      Ἀναξαγόρᾳ τις τῷ Κλαζομενίῳ σπουδάζοντι πρὸς τοὺς ἑταίρους προσελθὼν ἔφη τεθνηκέναι οἱ τοὺς δύο παῖδας οὕσπερ οὖν καὶ εἶχε μόνους ὁ Ἀναξαγόρας. ὁ δὲ μηδὲν διαταραχθεὶς εἶπεν· «ᾔδειν θνητοὺς γεγεννηκώς.»

      3.
      [ Περὶ Ξενοφῶντος τὸν τοῦ υἱοῦ
      θάνατον ἀνδρείως ἐνεγκόντος ]


      Ξενοφῶντι θύοντι ἧκέ τις ἐκ Μαντινείας ἄγγελος, λέγων τὸν υἱὸν αὐτῷ τὸν Γρύλλον τεθνάναι· κἀκεῖνος ἀπέθετο μὲν τὸν στέφανον. διετέλει δὲ θύων. ἐπεὶ δὲ ὁ ἄγγελος προσέθηκε <τῷ πρότερον λόγῳ> καὶ ἐκεῖνον <τὸν λέγοντα> ὅτι νικῶν <μέντοι> τέθνηκε, πάλιν ὁ Ξενοφῶν ἐπέθετο <τῇ κεφαλῇ> τὸν στέφανον. ταῦτα μὲν οὖν δημώδη καὶ εἰς πολλοὺς ἐκπεφοίτηκεν.

      4.
      [ Ὅτι ὁ Δίων ὑπὲρ τοῦ υἱοῦ
      θανάτου οὐκ ἐταράχθη ]


      Δίων δὲ ὁ Ἱππαρίνου μὲν παῖς, Πλάτωνος δὲ ὁμιλητής, ἔτυχε μὲν χρηματίζων ὑπέρ τινων δημοσίων καὶ κοινῶν πραγμάτων, ὁ δὲ παῖς αὐτῷ ἐκ τοῦ τέγους κατενεχθεὶς εἰς τὴν αὐλὴν τὸν βίον κατέστρεψεν. οὐδὲν οὖν ἐπὶ τούτοις μετεβάλετο ὁ Δίων, ἀλλ᾿ ὅπερ οὖν ἐξ ἀρχῆς ἔπραττε, τοῦτο καὶ δρῶν διετέλεσεν.

      5.
      [ Ἀντίγονος τὸν υἱὸν νεκρὸν
      ἰδῶν οὐδὲν συνεταράχθη ]


      Ἀντίγονόν γε μήν φασι τὸν δεύτερον ἐπεί τινες τὸν υἱὸν αὐτῷ ἐκ τῆς παρατάξεως ἐκόμισαν νεκρόν, εἶδε μὲν αὐτόν, οὐδὲν δὲ τρέψας τοῦ χρωτός, οὐδὲ μὴν ἐπιδακρύσας, ἐπαινέσας δὲ ὡς ἀγαθὸν στρατιώτην, θάπτειν προσέταξεν.

      6.
      [ Περὶ μεγαλοφροσύνης Κράτητος ]


      Κράτης ὁ Θηβαῖος τά τε ἄλλα μεγαλόφρων ὢν πεφώραται καὶ καταφρονητικὸς τῶν ὑπὸ τοῦ πλήθους θαυμαζομένων, ἀτὰρ οὖν καὶ χρημάτων καὶ πατρίδος. ὅτι μὲν οὖν τῆς οὐσίας ἀπέστη τοῖς Θηβαίοις, τοῦτο μὲν καὶ εἰς πάντας ἐξεφοίτησε· τὸ δὲ ἕτερον αὐτοῦ οὐ πᾶσι γνώριμον, ἔστι δὲ ἐκεῖνο. ἀπαλλαττόμενος τῶν Θηβῶν οἰκισθεισῶν πάλιν ἔφη· «οὐ δέομαι πόλεως, ἣν Ἀλέξανδρος κατασκάψει [ἢ] ἄλλος.»

      7.
      [ Περὶ τῆς τῶν πολλῶν κακοφημίας ]


      Δημοχάρης ὁ τοῦ Δημοσθένους ἀδελφιδοῦς ἐπιδεῖξαι βουλόμενος ὅτι τῆς ἐκ τῶν πολλῶν κακοφημίας ὑπερφρονεῖ, θεασάμενός τινας καθεζομένους ἐν ἰατρείῳ ψογεροῦς καὶ κακῶς ἀγορεύειν ἐκ παντὸς τρόπου διψῶντας «τί φατε ὑμεῖς» εἶπε «Δυσμενίδαι;» τὸ ἦθος αὐτῶν ἅμα ἐκκαλύψας διὰ τούτου τοῦ ὀνόματος.

      8.
      [ Ὅτι ὁ Φρύνιχος διά τι
      ποίημα στρατηγὸς ᾑρέθη ]


      Φρύνιχον Ἀθηναῖοι στρατηγὸν εἵλοντο οὔτε κατὰ σπουδὰς οὔτε κατὰ τὴν τοῦ γένους ἀξίαν οὐδὲ μὴν ὅτι ἦν πλούσιος· πολλάκις γὰρ καὶ ἐκ τούτων ἐθαυμάζοντο ἐν ταῖς Ἀθήναις, καὶ τῶν ἄλλων προῃροῦντο. ἀλλ᾿ ἐπεὶ τοῖς πυρριχισταῖς ἔν τινι τραγῳδίᾳ ἐπιτήδεια μέλη καὶ πολεμικὰ ἐξεπόνησεν, οὕτως ἄρα κατεκτήσατο τὸ θέατρον καὶ ἐκράτησε τῶν παρόντων, ὥστε παραχρῆμα αὐτὸν εἵλοντο στρατηγεῖν, πιστεύσαντες ὅτι τῶν πολεμικῶν ἔργων ἡγήσεται καλῶς καὶ εἰς δέον, ὅπου μὴ ἀπᾴδοντα τοῖς ἐνόπλοις ἀνδράσιν εἰργάσατο τὰ ἐν τῷ δράματι μέλη τε καὶ ποιήματα.

      9.
      [ Περὶ ἔρωτος ]


      Ἐρῶντι ἀνδρί τις οὐκ ἐρῶν [ὅπλοις], ἐπειγούσης τῆς μάχης καὶ συνάγοντος τοῦ πολέμου, οὐκ ἂν συμμίξειεν. ὁ γὰρ ἀνέραστος φεύγει καὶ ἀποδιδράσκει τὸν ἐρωτικόν, ἅτε βέβηλος καὶ ἀτέλεστος τῷ θεῷ καὶ τοσοῦτον ἀνδρεῖος ὅσον αὐτῷ καὶ ἡ ψυχὴ χωρεῖ καὶ τὸ σῶμα ῥώμης ἔχει· δέδοικε δὲ τὸν ἕτερον, ἅτε ἐκ θεοῦ κατόχως ἐνθουσιῶντα καὶ οὐ μὰ Δία τοῦτο τὸ κοινὸν ἐξ Ἄρεος ἀλλ᾿ ἐξ Ἔρωτος μανέντα. οἱ μὲν γὰρ ἐκ τοῦ ἑτέρου τῶν θεῶν κατειλημμένοι, ὧν ἕνα φησὶν Ὅμηρος (Il. O 605) ὅμοια τῷ Ἄρει μαίνεσθαι, ἀλλ᾿ ἐκεῖνοί γε ἐξ ἑνὸς περιειλημμένοι δαίμονος εὖ καὶ καλῶς ἀγωνίζονται τοσοῦτον ὅσον ἐνθουσιᾶν αὐτοὺς ἅπαξ· οἱ δὲ Ἔρωτος Βάκχοι πολεμοῦντες καὶ ὑπὸ τῆς Ἄρεος ὁρμῆς καὶ ὑπὸ τῆς Ἔρωτος ἐκκαύσεως διπλῆν τὴν λατρείαν ὑπομένοντες εἰκότως κατὰ τὴν Κρητῶν ἔννοιαν καὶ κατορθοῦσι διπλᾶ. οὔκουν τῷ ἐξ Ἄρεος καὶ Ἔρωτος φονῶντι αἰτιάσαιτο ἄν τις εἰ μὴ ὑπομένοι ὁπλίτης ἀνταγωνίσασθαι ὑφ᾿ ἑνὶ τεταγμένος θεῷ, ἀλλ᾿ οὐχ ὑπὸ τοῖς δύο.

      10.
      [ Περὶ τῶν ἐν Λακεδαίμονι
      ἐραστῶν καὶ ἐρωμένων ]


      Περὶ τῶν ἐν Λακεδαίμονι ἐφόρων πολλὰ μὲν καὶ ἄλλα εἰπεῖν καλὰ ἔχω, ἃ δ᾿ οὖν προῄρημαι νῦν ἐρῶ ταῦτα. ὅτε τις τῶν παρ᾿ αὐτοῖς καλῶν πλούσιον ἐραστὴν προείλετο τοῦ χρηστοῦ πένητος, ἐπέβαλον αὐτῷ χρήματα, κολάζοντες ὡς ἔοικε τὴν φιλοχρηματίαν τῇ τῶν χρημάτων ζημίᾳ. ἄλλον δέ τινα ἄνδρα καλὸν κἀγαθὸν οὐδενὸς ἐρῶντα τῶν καλῶς πεφυκότων καὶ τοῦτον ἐζημίωσαν, ὅτι χρηστὸς ὢν οὐδενὸς ἤρα· δῆλον γὰρ ὡς ὅμοιον ἂν ἑαυτῷ κἀκεῖνον ἀπέφηνεν, ἴσως δ᾿ ἂν καὶ ἄλλον. δεινὴ γὰρ ἡ τῶν ἐραστῶν πρὸς τὰ παιδικὰ εὔνοια ἀρετὰς ἐνεργάσασθαι, ὅταν αὐτοὶ σεμνοὶ ὦσιν· ἐπεί τοι Λακωνικὸς καὶ οὗτος νόμος, ὅταν ἁμάρτῃ μειράκιον, τῇ μὲν ἀφελείᾳ τοῦ τρόπου καὶ τῷ νεαρῷ τῆς ἡλικίας συγγινώσκουσι, τὸν δὲ ἐραστὴν ὑπὲρ αὐτοῦ κολάζουσιν, ἐπιγνώμονας αὐτοὺς καὶ ἐξεταστὰς ὧν ἐκεῖνοι πράττουσι κελεύοντες εἶναι.

      11.
      [ Περὶ ψυχῆς ]


      Οἱ περιπατητικοί φασι μεθ᾿ ἡμέραν θητεύουσαν τὴν ψυχὴν τῷ σώματι περιπλέκεσθαι καὶ μὴ δύνασθαι καθαρῶς τὴν ἀλήθειαν θεωρεῖν· νύκτωρ δὲ διαλυθεῖσαν τῆς περὶ τοῦτο λειτουργίας καὶ σφαιρωθεῖσαν ἐν τῷ περὶ τὸν θώρακα τόπῳ μαντικωτέραν γίνεσθαι, ἐξ ὧν τὰ ἐνύπνια.

      12.
      [ Περὶ ἔρωτος παρὰ Λακεδαιμονίοις ]


      Οὔκ εἰσι θρυπτικοί πρὸς τοὺς ἐραστὰς οἱ Λακεδαιμόνιοι καλοὶ οὐδὲ ἀλαζόνες, ἐπεὶ τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις ὡραίοις [τὰ] ἐκ τούτων καταμαθεῖν ἔστιν. αὐτοὶ γοῦν δέονται τῶν ἐραστῶν εἰσπνεῖν αὐτοῖς· Λακεδαιμονίων δέ ἐστιν αὕτη ἡ φωνή, ἐρᾶν δὴ λέγουσα. Σπαρτιάτης δὲ ἔρως αἰσχρὸν οὐκ οἶδεν· εἴτε γὰρ μειράκιον ἐτόλμησεν ὕβριν ὑπομεῖναι εἴτε ἐραστὴς ὑβρίσαι, ἀλλ᾿ οὐδετέροις ἐλυσιτέλησε τὴν Σπάρτην καταμιᾶναι· ἢ γὰρ τῆς πατρίδος ἀπηλλάγησαν ἢ καὶ τὸ ἔτι θερμότερον [καὶ] τοῦ βίου αὐτοῦ.

      13.
      [ Περὶ Ταπύρων οἰνοφλυγίας ]


      Ὅτι φιλοινότατον ἔθνος τὸ τῶν Ταπύρων τοσοῦτον ὥστε ζῆν αὐτοὺς ἐν οἴνῳ καὶ τὸ πλεῖστον τοῦ βίου ἐν τῇ πρὸς αὐτὸν ὁμιλίᾳ καταναλίσκειν. καὶ οὐ μόνον εἰς πόμα καταχρῶνται αὐτῷ, ἀλλὰ γὰρ καὶ χρίσμά ἐστιν αὐτοῖς ὁ οἶνος, ὥσπερ ἄλλοις τὸ ἔλαιον.

      14.
      [ Περὶ οἰνοφλυγίας Βυζαντίων ]


      Βυζαντίους δὲ δεινῶς οἰνόφλυγας ὄντας ἐνοικεῖν τοῖς καπηλείοις ὁ λόγος ἔχει, τῶν οἰκιῶν τῶν ἰδίων καὶ τῶν δωματίων ἐξοικισθέντας καὶ τοῖς ξένοις τοῖς ἐνεπιδημοῦσι τῇ πόλει ἀπομισθώσαντας αὐτά, καὶ οὐ μόνον ἐκείνων ἀλλὰ καὶ τῶν γυναικῶν αὐτοῖς ἀποστάντας, ὡς ἐν ταὐτῷ τοὺς Βυζαντίους διπλῆν αἰτίαν φέρεσθαι καὶ οἰνοφλυγίας καὶ προαγωγείας. ἅτε δὲ ὑπὸ τῆς μέθης καὶ τοῦ οἴνου διαρρέοντες, αὐλοῦ μὲν ἀκούοντες χαίρουσι, καὶ τὸ ἔργον αὐτοῖς αὐλεῖσθαί ἐστι· σάλπιγγα δὲ οὐδὲ ἀχρὴν ὑπομένουσι. καὶ ἐκ τούτων ἔξεστι νοεῖν ὅτι καὶ πρὸς ὅπλα καὶ πρὸς πολέμους ἀλλοτριώτατα διάκεινται Βυζάντιοι.
Διὰ ταῦτά τοι καὶ Λεωνίδης ὁ στρατηγὸς αὐτῶν ἐν πολιορκίᾳ ἰσχυρᾷ, ἐπεὶ τῶν πολεμίων τοῖς τείχεσι προσβαλόντων ἐκεῖνοί γε τὰς φρουρὰς ἐκλιπόντες διημέρευον ἐν ταῖς συνήθεσι διατριβαῖς, προσέταξε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν διασκηνωθῆναι αὐτοῖς. καὶ τοῦτο τὸ σόφισμα ἀνέπεισεν αὐτοὺς ὀψὲ καὶ βραδέως τὴν τάξιν μὴ καταλιπεῖν, ἅτε τῆς προφάσεως αὐτοῖς περιῃρημένης. λέγει δὲ ταῦτα ὑπὲρ αὐτῶν Δάμων (FGrH 389 F 1). ὁμολογεῖν δὲ τούτοις ἔοικε καὶ ὁ Μένανδρος (fr. 61 Körte), ὅταν λέγῃ·

                    μεθύσους τοὺς ἐμπόρους
      ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν
      τὴν νύκτα.

      15.
      [ Περὶ Ἀργείων, Τιρυνθίων, Θρᾳκῶν,
      Ἰλλυριῶν οἰνοφλυγίας ]


      Καὶ Ἀργεῖοι δὲ καὶ Τιρύνθιοι κεκωμῴδηνται καὶ οὗτοι ἀκρατέστερον τῷ οἴνῳ προσιόντες. τό γε μὴν ὑπὲρ τῶν Θρᾳκῶν, ἀλλὰ τοῦτο μὲν καὶ διαβεβόηται ἤδη καὶ διατεθρύληται, ὡς εἰσὶ πιεῖν δεινότατοι. οὐ διαπεφεύγασι δὲ ταύτην τὴν αἰτίαν οὐδὲ Ἰλλυριοί, ἀλλ᾿ ἐκεῖνοί γε προσειλήφασι κἀκεῖνο τὸ ἐπίκλημα, ὅτι ἐφεῖται τοῖς ἐν τῷ συνδείπνῳ παροῦσι ξένοις προπίνειν ταῖς γυναιξὶν ἕκαστον, ἐὰν βούληται, κἂν μηδὲν προσήκῃ ἡ γυνὴ αὐτῷ.

      16.
      [ Σύγκρισις Δημητρίου
      καὶ Τιμοθέου στρατηγῶν ]


      Εἶτα τίς ἀμείνων ἦν στρατηγεῖν, Δημήτριος ὁ πολιορκητὴς ἢ Τιμόθεος ὁ Ἀθηναῖος; ἐγὼ μὲν ἐρῶ τὸν τῶν ἀμφοτέρων τρόπον· ἔνεστι δ᾿ ὑμῖν προτιμῆσαι τὸν ἕτερον. Δημήτριος μὲν βίᾳ καὶ πλεονεξίᾳ καὶ λυπῶν τὰ μέγιστα καὶ ἀδικῶν ᾕρει τὰς πόλεις μηχανὰς προσάγων καὶ κατασείων καὶ ὑπορύττων τὰ τείχη, Τιμόθεος δὲ πείθων καὶ διδάσκων λόγῳ ὅτι λυσιτελέστερόν ἐστι τῶν Ἀθηναίων ἀκούειν.

      17.
      [ Ὅτι ἡ φιλοσοφία οὐκ ἀπολίτευτος,
      καὶ τίνες τῶν φιλοσόφων ἐπολιτεύσαντο ]


      Ἐπολιτεύσαντο οὖν καὶ φιλόσοφοι ἢ αὐτὸ τοῦτο μόνον τὴν διάνοιαν ἀγαθοὶ γενόμενοι ἐφ᾿ ἡσυχίας κατεβίωσαν. ἐπηνώρθωσαν γὰρ τὰ κοινὰ Ζάλευκος μὲν τὰ ἐν Λοκροῖς, Χαρώνδας δὲ τὰ ἐν Κατάνῃ καὶ τὰ ἐν Ῥηγίῳ, ὅτε ἐκ Κατάνης ἔφευγε. Ταραντίνοις δὲ ἐγένετο ἀγαθὸν Ἀρχύτας, Σόλων δὲ Ἀθηναίοις. Βίας δὲ καὶ Θαλῆς τὴν Ἰωνίαν πολλὰ ὤνησαν, Χίλων δὲ Λακεδαιμονίους, Μιτυληναίους γε μὴν Πιττακός, Κλεόβουλος δὲ Ῥοδίους. καὶ Ἀναξίμανδρος δὲ ἡγήσατο τῆς εἰς Ἀπολλωνίαν ἐκ Μιλήτου ἀποικίας. ἀλλὰ καὶ Ξενοφῶν στρατιώτης ἀγαθὸς ἦν καὶ ἀμείνων στρατηγός, ὅτε Κύρῳ συνανέβη· καὶ Κῦρος μὲν καὶ οἱ σὺν αὐτῷ ἀπέθανον, καλούσης δὲ τῆς χρείας τὸν δυνησόμενον σῶσαι τοὺς Ἕλληνας καὶ ἀγαγεῖν τὴν ὀπίσω εἰς τὰ οἰκεῖα, οὗτος ἐκεῖνος ἦν. Πλάτων δὲ ὁ Ἀρίστωνος Δίωνα κατήγαγεν εἰς Σικελίαν, καὶ δι᾿ ὧν αὐτῷ συνεβούλευε καὶ ἐδίδασκε, διὰ τούτων τὴν τυραννίδα τὴν Διονυσίου κατέλυσε. Σωκράτης δὲ τῇ μὲν Ἀθηναίων πολιτείᾳ οὐκ ἠρέσκετο· τυραννικὴν γὰρ καὶ μοναρχικὴν ἑώρα τὴν δημοκράτιαν οὖσαν, καὶ διὰ ταῦτα οὔτε ἐπεψήφισεν Ἀθηναίοις τὸν τῶν δέκα στρατηγῶν θάνατον, ἀλλ᾿ οὐδὲ τοῖς τριάκοντα ἐκοινώνει τῶν ἀσεβημάτων. ἔνθα δὲ ἐχρῆν ὑπὲρ τῆς πατρίδος ἀγωνίζεσθαι, ἀλλ᾿ ἐνταῦθά γε ἀπροφάσιστος ἐκεῖνος στρατιώτης ἦν. ἐστρατεύσατο γοῦν ἐπὶ Δηλίῳ καὶ εἰς Ἀμφίπολιν καὶ εἰς Ποτιδαίαν. Ἀριστοτέλης δὲ τὴν ἑαυτοῦ πατρίδα, οὐ τὸ λεγόμενον δὴ τοῦτο εἰς γόνυ πεσοῦσαν, ἀλλ᾿ ἐπὶ στόμα ἀνέστησεν αὖθις. Δημήτριος δὲ ὁ Φαληρεὺς (fr. 65 Wehrli) καὶ Ἀθήνησιν ἐπιφανέστατα ἐπολιτεύσατο, ἔστ᾿ [ἂν] αὐτὸν ὁ συνήθης Ἀθηναίοις φθόνος ἐξέωσε· καὶ ἐν Αἰγύπτῳ δὲ συνὼν τῷ Πτολεμαίῳ νομοθεσίας ἦρξε. τίς δὲ ἀντιφήσει καὶ Περικλέα τὸν Ξανθίππου φιλόσοφον γενέσθαι καὶ Ἐπαμεινώνδαν τὸν Πολύμνιδος καὶ Φωκίωνα τὸν Φώκου καὶ Ἀριστείδην τὸν Λυσιμάχου καὶ Ἐφιάλτην τὸν Σοφωνίδου καὶ ἔτι κάτω τοῦ χρόνου Καρνεάδην καὶ Κριτόλαον (fr. 7 Wehrli), εἴ γε εἰς τὴν Ῥώμην ἀφίκοντο καὶ ἐκεῖνοι ὑπὲρ τῶν Ἀθηναίων πρεσβεύοντες καὶ αὐτοῖς σωτηρίαν εὕραντο; οἵπερ οὖν εἰς τοσοῦτον ἐνέτρεψαν τὴν σύγκλητον βουλὴν ὡς εἰπεῖν αὐτούς· «ἔπεμψαν Ἀθηναῖοι πρεσβεύοντας οὐ τοὺς πείσοντας ἀλλὰ γὰρ τοὺς βιασομένους ἡμᾶς δρᾶσαι ὅσα θέλουσιν.» ἐγὼ δὲ πολιτείαν φαίην <ἂν> καὶ τὸ Περσαίου (fr. 439 v. Arn.), εἴ γε Ἀντίγονον ἐπαίδευσε, καὶ τὸ Ἀριστοτέλους, ἐπεὶ καὶ αὐτὸς σὺν Ἀλεξάνδρῳ τῷ Φιλίππου νέῳ ὄντι φιλοσοφῶν ἦν δῆλος. καὶ Λῦσις δὲ ὁ γνώριμος ὁ Πυθαγόρου καὶ αὐτὸς Ἐπαμεινώνδαν ἐξεπαίδευσεν. εἴ τις οὖν ἀπράκτους λέγει τοὺς φιλοσόφους, ἀλλὰ εὐήθη γε αὐτοῦ καὶ ἀνόητα ταῦτα· ἐγὼ μὲν γὰρ τὴν σὺν αὐτοῖς ἀπραγμοσύνην καὶ τὸν τῆς ἡσυχίας ἔρωτα κἂν ἁρπάσαιμι ἐπιδραμών.

      18.
      [ Περὶ συνουσίας Μίδου τοῦ Φρυγὸς, καὶ Σειληνοῦ,
      καὶ τῶν ὑπὸ τούτου παραδόξως λεχθέντων ]


      Περιηγεῖταί τινα Θεόπομπος (FGrH 115 F 75c) συνουσίαν Μίδου τοῦ Φρυγὸς καὶ Σειληνοῦ. νύμφης δὲ παῖς ὁ Σειληνὸς οὗτος, θεοῦ μὲν ἀφανέστερος τὴν φύσιν, ἀνθρώπου δὲ κρείττων, εἰ καἰ ἀθάνατος ἦν. πολλὰ μὲν οὖν καὶ ἄλλα ἀλλήλοις διελέχθησαν, καὶ ὑπὲρ τούτων <δὲ> ὁ Σειληνὸς ἔλεγε πρὸς τὸν Μίδαν, τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην νήσους εἶναι, ἃς περιρρεῖν κύκλῳ τὸν Ὠκεανόν, ἤπειρον δὲ εἶναι μόνην ἐκείνην τὴν ἔξω τούτου τοῦ κόσμου. καὶ τὸ μὲν μέγεθος αὐτῆς ἄπειρον διηγεῖτο, τρέφειν δὲ τὰ ἄλλα ζῷα μεγάλα, καὶ τοὺς ἀνθρώπους δὲ τῶν ἐνταυθοῖ διπλασίονας τὸ μέγεθος, καὶ χρόνον ζῆν αὐτοὺς οὐχ ὅσον ἡμεῖς, ἄλλα καὶ ἐκεῖνον διπλοῦν. καὶ πολλὰς μὲν εἶναι καὶ μεγάλας πόλεις καὶ βίων ἰδιότητας, καὶ νόμους αὐτοῖς τετάχθαι ἐναντίως κειμένους τοῖς παρ᾿ ἡμῖν νομιζομένοις.
      Δύο δὲ εἶναι πόλεις ἔλεγε μεγέθει μεγίστας, οὐδὲν δὲ ἀλλήλαις ἐοικέναι· καὶ τὴν μὲν ὀνομάζεσθαι Μάχιμον, τὴν δὲ Εὐσεβῆ. τοὺς μὲν οὖν Εὐσεβεῖς ἐν εἰρήνῃ τε διάγειν καὶ πλούτῳ βαθεῖ, καὶ λαμβάνειν τοὺς καρποὺς ἐκ τῆς γῆς χωρὶς ἀρότρων καὶ βοῶν, γεωργεῖν δὲ καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔργον εἶναι. καὶ διατελοῦσιν, ἦ δ᾿ ὅς, ὑγιεῖς καὶ ἄνοσοι, καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον γελῶντες εὖ μάλα καὶ ἡδόμενοι. οὕτω δὲ ἀναμφιλόγως εἰσι δίκαιοι ὡς μηδὲ τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν ἐπιφοιτᾶν αὐτοῖς. οἱ δὲ τῆς Μαχίμου πόλεως μαχιμώτατοί γέ εἰσι καὶ αὐτοὶ καὶ γίνονται μεθ᾿ ὅπλων, καὶ ἀεὶ πολεμοῦσι, καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ παμπόλλων ἐθνῶν μία πόλις κρατεῖ αὕτη. εἰσὶ δὲ οἱ οἰκήτορες οὐκ ἐλάττους διακοσίων μυριάδων. ἀποθνῄσκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσήσαντες· σπάνιον δὲ τοῦτο, ἐπεὶ τά γε πολλὰ ἐν τοῖς πολέμοις ἢ λίθοις ἢ ξύλοις παιόμενοι· ἄτρωτοι γὰρ εἰσι σιδήρῳ. χρυσοῦ δὲ ἔχουσι καὶ ἀργύρου ἀφθονίαν ὡς ἀτιμότερον εἶναι παρ᾿ αὐτοῖς τὸν χρυσὸν τοῦ παρ᾿ ἡμῖν σιδήρου. ἐπιχειρῆσαι δέ ποτε καὶ διαβῆναι τούτους εἰς τάσδε τὰς ἡμεδαπὰς νήσους ἔλεγε, καὶ διαπλεύσαντάς γε τὸν Ὠκεανὸν μυριάσι χιλίαις ἀνθρώπων ἕως Ὑπερβορέων ἀφικέσθαι, καὶ πυθομένους τῶν παρ᾿ ἡμῖν τούτους εἶναι τοὺς εὐδαιμονεστάτους, καταφρονῆσαι ὡς φαῦλως καὶ ταπεινῶς πράττοντας, καὶ διὰ ταῦτα ἀτιμάσαι προελθεῖν περαιτέρω.
      Τὸ δὲ ἔτι θαυμασιώτερον προσετίθει· μέροπάς τινας οὕτω καλουμένους ἀνθρώπους οἰκεῖν παρ᾿ αὐτοῖς ἔφη πόλεις πολλὰς καὶ μεγάλας, ἐπ᾿ ἐσχάτῳ δὲ τῆς χώρας αὐτῶν τόπον εἶναι καὶ ὀνομάζεσθαι Ἄνοστον, ἐοικέναι δὲ χάσματι, κατειλῆφθαι δὲ οὔτε ὑπὸ σκότους οὔτε ὑπὸ φωτός, ἀέρα δὲ ἐπικεῖσθαι ἐρυθήματι μεμιγμένον θολερῷ. δύο δὲ ποταμοὺς περὶ τοῦτον τὸν τόπον ῥεῖν, καὶ τὸν μὲν Ἡδονῆς καλεῖσθαι τὸν δὲ Λύπης· καὶ παρ᾿ ἑκάτερον τούτων ἑστηκέναι δένδρα τὸ μέγεθος πλατάνου μεγάλης. φέρειν δὲ καρποὺς τὰ μὲν παρὰ τὸν τῆς Λύπης ποταμὸν τοιαύτην ἔχοντας τὴν φύσιν· ἐάν τις αὐτῶν ἀπογεύσηται, τοσοῦτον ἐκβάλλει δακρύων ὥστε κατατήκεσθαι πάντα τὸν ἑαυτοῦ βίον τὸν λοιπὸν θρηνοῦντα καὶ οὕτω τελευτᾶν. τὰ δὲ ἕτερα τὰ παραπεφυκότα τῷ τῆς Ἡδονῆς ποταμῷ ἀντίπαλον ἐκφέρειν καρπόν. ὃς γὰρ ἂν γεύσηται τούτων, τῶν μὲν ἄλλων τῶν πρότερον ἐπιθυμιῶν παύεται, ἀλλὰ καὶ εἴ του ἤρα καὶ αὐτοῦ λαμβάνει λήθην, καὶ γίνεται κατὰ βραχὺ νεώτερος καὶ τὰς φθανούσας ἡλικίας καὶ τὰς ἤδη διελθούσας ἀναλαμβάνει ὀπίσω. τὸ μὲν γὰρ γῆρας ἀπορρίψας ἐπὶ τὴν ἀκμὴν ὑποστρέφει, εἶτα ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀναχωρεῖ, εἶτα παῖς γίνεται, εἶτα βρέφος, καὶ ἐπὶ τούτοις ἐξαναλώθη. καὶ ταῦτα εἴ τῳ πιστὸς ὁ Χῖος λέγων, πεπιστεύσθω· ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ μυθολόγος καὶ ἐν τούτοις καὶ ἐν ἄλλοις δέ.

      19.
      [ Περὶ διαφορᾶς Ἀριστοτέλους πρὸς Πλάτωνα ]


      Λέγεται τὴν διαφορὰν Ἀριστοτέλους πρὸς Πλάτωνα τὴν πρώτην ἐκ τούτων γενέσθαι. οὐκ ἠρέσκετο αὐτοῦ τῷ βίῳ ὁ Πλάτων οὐδὲ τῇ κατασκευῇ τῇ περὶ τὸ σῶμα. καὶ γὰρ ἐσθῆτι ἐχρῆτο περιέργῳ ὁ Ἀριστοτέλης καὶ ὑποδέσει, καὶ κουρὰν δὲ ἐκείρετο καὶ ταύτην ἀήθη Πλάτωνι, καὶ δακτυλίους δὲ πολλοὺς φορῶν ἐκαλλύνετο ἐπὶ τούτῳ· καὶ μωκία δέ τις ἦν αὐτοῦ περὶ τὸ πρόσωπον, καὶ ἄκαιρος στωμυλία λαλοῦντος κατηγόρει καὶ αὕτη τὸν τρόπον αὐτοῦ. πάντα δὲ ταῦτα ὡς ἔστιν ἀλλότρια φιλοσόφου, δῆλον. ἅπερ οὖν ὁρῶν ὁ Πλάτων οὐ προσίετο τὸν ἄνδρα, προετίμα δὲ αὐτοῦ Ξενοκράτην καὶ Σπεύσιππον καὶ Ἀμύκλαν καὶ ἄλλους, τῇ τε λοιπῇ δεξιούμενος αὐτοὺς τιμῇ καὶ οὖν καὶ τῇ κοινωνίᾳ τῶν λόγων.
      Ἀποδημίας δὲ γενομένης ποτὲ τῷ Ξενοκράτει εἰς τὴν πατρίδα, ἐπέθετο τῷ Πλάτωνι ὁ Ἀριστοτέλης, χορόν τινα τῶν ὁμιλητῶν τῶν ἑαυτοῦ περιστησάμενος, ὧν ἦν Μνάσων τε ὁ Φωκεὺς καὶ ἄλλοι τοιοῦτοι. ἐνόσει δὲ τότε ὁ Σπεύσιππος καὶ διὰ ταῦτα ἀδύνατος ἦν συμβαδίζειν τῷ Πλάτωνι. ὁ δὲ Πλάτων ὀγδοήκοντα ἔτη ἐγεγόνει καὶ ὁμοῦ τι διὰ τὴν ἡλικίαν ἐπιλελοίπει τὰ τῆς μνήμης αὐτόν. ἐπιθέμενος οὖν αὐτῷ καὶ ἐπιβουλεύων ὁ Ἀριστοτέλης καὶ φιλοτίμως πάνυ τὰς ἐρωτήσεις ποιούμενος καὶ τρόπον τινὰ καὶ ἐλεγκτικῶς, ἀδικῶν ἅμα καὶ ἀγνωμονῶν ἦν δῆλος· καὶ διὰ ταῦτα ἀποστὰς ὁ Πλάτων τοῦ ἔξω περιπάτου, ἔνδον ἐβάδιζε σὺν τοῖς ἑταίροις.
      Τριῶν δὲ μηνῶν διαγενομένων ὁ Ξενοκράτης ἀφίκετο ἐκ τῆς ἀποδημίας καὶ καταλαμβάνει τὸν Ἀριστοτέλη βαδίζοντα οὗ κατέλιπε τὸν Πλάτωνα. ὁρῶν δὲ αὐτὸν μετὰ τῶν γνωρίμων οὐ πρὸς Πλάτωνα ἀναχωροῦντα ἐκ τοῦ περιπάτου, ἀλλὰ καθ᾿ ἑαυτὸν ἀπιόντα εἰς τὴν πόλιν, ἤρετό τινα τῶν ἐν τῷ περιπάτῳ ὅπου ποτὲ εἴη ὁ Πλάτων· ὑπώπτευε γὰρ αὐτὸν μαλακίζεσθαι. ὁ δὲ ἀπεκρίνατο· «ἐκεῖνος μὲν οὐ νοσεῖ, ἐνοχλῶν δὲ αὐτὸν Ἀριστοτέλης παραχωρῆσαι πεποίηκε τοῦ περιπάτου, καὶ ἀναχωρήσας ἐν τῷ κήπῳ τῷ ἑαυτοῦ φιλοσοφεῖ.» ὁ δὲ Ξενοκράτης ἀκούσας παραχρῆμα ἧκε πρὸς Πλάτωνα, καὶ κατέλαβε διαλεγόμενον τοῖς σὺν ἑαυτῷ· ἦσαν δὲ μάλα συχνοὶ καὶ ἄξιοι λόγου καὶ οἱ μάλιστα δοκοῦντες τῶν νέων ἐπιφανεῖς. ἐπεὶ δὲ ἐπαύσατο τῆς ὁμιλίας, ἠσπάσατό τε ὡς τὸ εἰκὸς τὸν Ξενοκράτην φιλανθρώπως καὶ αὖ πάλιν ὁ Ξενοκράτης ἐκεῖνον ὁμοίως. διαλυθείσης δὲ τῆς συνουσίας οὐδὲν οὔτε εἰπὼν πρὸς τὸν Πλάτωνα ὁ Ξενοκράτης οὔτε ἀκούσας, συναγαγὼν τοὺς ἑταίρους καὶ τῷ Σπευσίππῳ πάνυ ἰσχυρῶς ἐπέπληξε παραχωρήσαντι τοῦ περιπάτου Ἀριστοτέλει, αὐτός τε ἐπέθετο τῷ Σταγειρίτῃ κατὰ τὸ καρτερὸν καὶ εἰς τοσοῦτον προῆλθε φιλοτιμίας, ὡς ἐξελάσαι αὐτὸν καὶ ἀποδοῦναι τὸ σύνηθες χωρίον τῷ Πλάτωνι.

      20.
      [ Περὶ Λυσάνδρου, καὶ δώρων
      ἀνακομισθέντων αὐτῷ ]


      Λυσάνδρῳ τῷ Σπαρτιάτῃ εἰς Ἰωνίαν ἀφικομένῳ οἱ κατὰ τὴν Ἰωνίαν ξένοι πολλὰ μὲν καὶ ἄλλα ἀπέπεμψαν ἀτὰρ οὖν καὶ βοῦν καὶ πλακοῦντα. ὁ δὲ ἀπιδὼν εἰς τὸν πλακοῦντα ἤρετο· «τί βούλεται τὸ πέμμα ἐκεῖνο εἶναι;» ὁ δὲ κομίζων ἀπεκρίνατο ὅτι ἐκ μέλιτος καὶ τυροῦ καὶ ἄλλων τινῶν ἐσκεύασται. ὁ δὲ Λύσανδρος «ἀλλὰ τοῦτο μὲν» εἶπε «τοῖς Εἵλωσι δότε· ἐλευθέρου γὰρ οὐκ ἔστι βρῶμα.» τὸν δὲ βοῦν προσέταξε κατὰ τὰ πάτρια σκευασθῆναι καὶ ἐδείπνησεν ἡδέως.

      21.
      [ Περὶ μεγαλοφροσύνης
      τοῦ Θεμιστοκλέους ]


      Ἐπανῄει ποτὲ ἐκ διδασκαλείου παῖς ἔτι ὢν Θεμιστοκλῆς. εἶτα προσιόντος Πεισιστράτου ὁ παιδαγωγὸς ἔφη τῷ Θεμιστοκλεῖ μικρὸν ἐκχωρῆσαι τῆς ὁδοῦ προσάγοντος τοῦ τυράννου. ὁ δὲ καὶ πάνυ ἐλευθερίως ἀπεκρίνατο· «αὕτη γὰρ» εἶπεν «αὐτῷ οὐχ ἱκανὴ ὁδός;» οὕτως ἄρα εὐγενές τι καὶ μεγαλόφρον ἐνεφαίνετο τῷ Θεμιστοκλεῖ καὶ ἐξ ἐκείνου.

      22.
      [ Περὶ τῆς τοῦ Αἰνείου εὐσεβείας καὶ
      τοῦ Ἑλλήνων ἐλέους πρὸς τοὺς Τρῶας ]


      Ὅτε ἑάλω τὸ Ἴλιον, οἰκτείραντες οἱ Ἀχαιοὶ τὰς τῶν ἁλισκομένων τύχας καὶ πάνυ Ἑλληνικῶς τοῦτο ἐκήρυξαν· ἕκαστον τῶν ἐλευθέρων ἓν ὅ τι καὶ βούλεται τῶν οἰκείων ἀποφέρειν ἀράμενον. ὁ οὖν Αἰνείας τοὺς πατρῴους θεοὺς βαστάσας ἔφερεν, ὑπεριδὼν τῶν ἄλλων. ἡσθέντες οὖν ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ οἱ Ἕλληνες καὶ δεύτερον αὐτῷ κτῆμα συνεχώρησαν λαβεῖν· ὁ δὲ τὸν πατέρα πάνυ σφόδρα γεγηρακότα ἀναθέμενος <τοῖς> ὤμοις ἔφερεν. ὑπερεκπλαγέντες οὖν καὶ ἐπὶ τούτῳ οὐχ ἥκιστα, πάντων αὐτῷ τῶν οἰκείων κτημάτων ἀπέστησαν, ὁμολογοῦντες ὅτι πρὸς τοὺς εὐσεβεῖς τῶν ἀνθρώπων καὶ τοὺς θεοὺς καὶ τοὺς γειναμένους δι᾿ αἰδοῦς ἄγοντας καὶ οἱ φύσει πολέμιοι ἥμεροι γίνονται.

      23.
      [ Περὶ Ἀλεξάνδρου]


      Καλὰ μὲν οὖν Ἀλεξάνδρου τὰ ἐπὶ Γρανίκῳ καὶ τὰ ἐπὶ Ἰσσῷ καὶ ἡ πρὸς Ἀρβήλοις μάχη καὶ Δαρεῖος ἡττημένος καὶ Πέρσαι δουλεύοντες Μακεδόσι, καλὰ δὲ καὶ <τὰ> τῆς ἄλλης ἁπάσης Ἀσίας νενικημένης, καὶ Ἰνδοὶ δὲ καὶ οὗτοι Ἀλεξάνδρῳ πειθόμενοι· καλὸν καὶ τὸ πρὸς τῇ Τύρῳ καὶ τὰ ἐν Ὀξυδράκαις καὶ τὰ ἄλλα αὐτοῦ. τί γὰρ δεῖ νῦν στενοχωρίᾳ λόγου περιλαμβάνειν τοσαύτην ἀνδρὸς εἰς ὅπλα ἀρετήν; ἔστω δὲ καὶ τῆς Τύχης Ἀλέξανδρον ἀγαπώσης τὰ πλεῖστα, εἴ τις εἴη δύσερις. καλὸς δ᾿ οὖν Ἀλέξανδρος μὴ ἡττώμενος τῆς Τύχης μηδὲ πρὸς τὴν ἐξ αὐτῆς εἰς αὐτὸν προθυμίαν ἀπαγορεύων.
      Ἐκεῖνα δὲ οὐκέτι καλὰ Ἀλεξάνδρου. Δίου μηνός, φασι, πέμπτῃ ἔπινε παρ᾿ +Εὐμαίῳ,+ εἶτα ἕκτῃ ἐκάθευδεν ἐκ τοῦ πότου, καὶ τοσοῦτον ἐκείνης τῆς ἡμέρας ἔζησεν ὅσον ἀναστὰς χρηματίσαι τοῖς ἡγεμόσιν ὑπὲρ τῆς αὔριον πορείας, λέγων ὅτι ἔσται πρωΐ. καὶ ἑβδόμῃ εἱστιᾶτο παρὰ Περδίκκᾳ καὶ ἔπινε πάλιν καὶ ὀγδόῃ εκάθευδε. πέμπτῃ δὲ ἐπὶ δέκα τοῦ αὐτοῦ μηνὸς καὶ ταύτῃ ἔπινε καὶ τῇ ἑπομένῃ τὰ εἰθισμένα ἔδρα τὰ ἐκ τοῦ πότου. παρὰ Βαγώᾳ δὲ ἐδείπνησε τετράδι μετὰ εἰκάδα (ἀπεῖχε <δὲ> τῶν βασιλείων ὁ Βαγώα οἶκος δέκα σταδίους), εἶτα τῇ τρίτῃ ἐκάθευδε. δυοῖν οὖν θάτερον, ἢ Ἀλέξανδρος κακῶς τοσαύτας τοῦ μηνὸς ἡμέρας ἑαυτὸν ζημιοῖ διὰ τὸν οἶνον ἢ οἱ ταῦτα ἀναγράψαντες ψεύδονται. ἔξεστι δὲ ἐκ τούτων ἐννοεῖν καὶ τοῦ λοιποῦ χρόνου τὰ ὅμοια αὐτοὺς λέγοντας, ὧν καὶ Εὐμένης ὁ Καρδιανὸς (FGrH 117 F 2a) καὶ ἐκεῖνός ἐστι.

      24.
      [ Περὶ φιλοκαλίας Ξενοφῶντος]


      Ξενοφῶντι ἔμελε τῶν <τε> ἄλλων σπουδαίων καὶ οὖν καὶ ὅπλα καλὰ ἔχειν. νικῶντι γὰρ ἔλεγε τοὺς πολεμίους τὴν καλλίστην στολὴν ἁρμόττειν καὶ ἀποθνῄσκοντι ἐν τῇ μάχῃ κεῖσθαι καλῶς ἐν καλῇ τῇ πανοπλίᾳ· τῷ γὰρ ἀνδρὶ τῷ γενναίῳ ταῦτα εἶναι τὰ ἐντάφια τὰ ὡς ἀληθῶς κοσμοῦντα αὐτόν. λέγεται οὖν ὁ τοῦ Γρύλλου τὴν μὲν ἀσπίδα Ἀργολικὴν ἔχειν, τὸν δὲ θώρακα Ἀττικόν, τὸ δὲ κράνος Βοιωτιουργές, τὸν δὲ ἵππον Ἐπιδαύριον. φιλοκάλου δὲ ἔγωγε ἂν φαίην εἶναι ἀνδρὸς τὰ τοιαῦτα καὶ ἀξιοῦντος ἑαυτὸν τῶν καλῶν.

      25.
      [ Περὶ Λεωνίδου, καὶ τῶν τριακοσίων
      ἐθελοντὶ ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντων ]


      Ὁ Λεωνίδης ὁ Λακεδαιμόνιος καὶ οἱ σὺν αὐτῷ τριακόσιοι τὸν μαντευόμενον αὐτοῖς θάνατον εἵλοντο ἐν Πύλαις, καὶ ὑπὲρ τῆς Ἑλλάδος εὖ καὶ καλῶς ἀγωνισάμενοι τέλους ἔτυχον εὐκλεοῦς, καὶ δόξαν ἑαυτοῖς ἀθάνατον ἀπέλιπον καὶ φήμην ἀγαθὴν δι᾿ αἰῶνος.

      26.
      [ Περὶ Πινδάρου τοῦ τυράννου ]


      Πίνδαρος ὁ Μέλανος υἱός, Ἀλυάττου δὲ θυγατριδοῦς τοῦ Λυδοῦ, διαδεξάμενος τὴν Ἐφεσίων τυραννίδα πρὸς μὲν τὰς τιμωρίας πικρὸς ἦν καὶ ἀπαραίτητος, τά γε μὴν ἄλλα ἐδόκει φιλόπολις εἶναι καὶ σώφρων, καὶ τοῦ μὴ δουλεῦσαι τὴν πατρίδα τοῖς βαρβάροις πολλὴν πρόνοιαν ἔθετο. ἔδειξε ταῦτα οὕτως ἔχειν ἐκεῖνα δήπου. ἐπεὶ γὰρ Κροῖσος ὁ πρὸς μητρὸς αὐτοῦ θεῖος καταστρεφόμενος τὴν Ἰωνίαν καὶ πρὸς τὸν Πίνδαρον πρεσβείαν ἀπέστειλεν ἀξιῶν Ἐφεσίους ὑπ᾿ αὐτῷ γενέσθαι, ὡς δ᾿ οὐκ ἐπείσθη, ἐπολιόρκει τὴν πόλιν Κροῖσος. ἐπεὶ δέ τις τῶν πύργων ἀνετράπη ὁ κληθεὶς ὕστερον Προδότης, καὶ ἐν ὀφθαλμοῖς ἐώρα τὸ δεινόν, συνεβούλευεν ὁ Πίνδαρος Ἐφεσίοις ἐκδήσαντας ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ τῆς Ἀρτέμιδος νεώ, οἱονεὶ τὴν πόλιν ἀνάθημα ἐῶντας εἶναι τῇ Ἀρτέμιδι, ἀσυλίαν διὰ τούτων ἐπινοῶν τῇ Ἐφέσῳ· ὁ δὲ συνεβούλευε προσελθόντας δεῖσθαι τοῦ Λυδοῦ. προβαλλομένων δὲ τὴν ἱκετηρίαν τῶν Ἐφεσίων γελάσαντά φασι τὸν Κροῖσον καὶ δεξάμενον πράως τὸ στρατηγηθὲν τοῖς μὲν Ἐφεσίοις συγχωρῆσαι τὴν μετ᾿ ἐλευθερίας ἀσφάλειαν, τῷ δὲ Πινδάρῳ προστάξαι τῆς πόλεως ἀπαλλάττεσθαι. ὁ δὲ οὐκ ἀντεῖπε, τῶν φίλων δὲ τοὺς συναπαίρειν αὐτῷ βουληθέντας παραλαβών, τὸν υἱὸν καὶ τῆς οὐσίας τὸ πλεῖστον τῇ πόλει παρακαταθέμενος καὶ ἕνα τῶν συνήθων Πασικλέα ἀποδείξας ἐπίτροπον καὶ τοῦ παιδὸς καὶ τῶν χρημάτων, ἀπῆρεν εἰς Πελοπόννησον, τυραννικοῦ βίου φυγὴν αὐθαίρετον ἀλλαξάμενος ὑπὲρ τοῦ μὴ ποιῆσαι τὴν πατρίδα ὑποχείριον Λυδοῖς.

      27.
      [ Περὶ Πλάτωνος πενίας καὶ
      πῶς φιλοσοφιᾳ ἐπεχείρησεν ]


      Πέπυσμαι καὶ τοῦτον τὸν λόγον· εἰ δὲ ἀληθής ἐστιν οὐκ οἶδα· ὃ δ᾿ πέπυσμαι, ἐκεῖνό ἐστι· Πλάτων ὁ Ἀρίστωνος ὑπὸ πενίας, φασί, καταπονούμενος ἔμελλεν ἐπὶ στρατείαν ἀποδημῆσαι· καταληφθεὶς δὲ ὑπὸ Σωκράτους ὠνούμενος ὅπλα ὁ Πλάτων ἀνεστάλη τῆς ὁρμῆς, διαλεχθέντος αὐτῷ τοῦ Σωκράτους ἃ εἰκὸς ἦν καὶ πείσαντος φιλοσοφίας ἐπιθυμῆσαι. 

      28.
      [ Πῶς ὁ Σωκράτης τὸν τοῦ
      Ἀλκιβιάδου τὺφον ἀνέστειλεν ]


      Ὁρῶν ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τετυφωμένον ἐπὶ τῷ πλούτῳ καὶ μέγα φρονοῦντα <ἐπὶ τῇ περιουσίᾳ καὶ ἔτι πλέον> ἐπὶ τοῖς ἀγροῖς, ἤγαγεν αὐτὸν εἴς τινα <τῆς πόλεως> τόπον ἔνθα ἀνέκειτο πινάκιον ἔχον γῆς περίοδον, καὶ προσέταξε <τῷ Ἀλκιβιάδῃ> τὴν Ἀττικὴν ἐνταῦθ᾿ ἀναζητεῖν. ὡς δ᾿ εὗρε, προσέταξεν <αὐτῷ καὶ> τοὺς ἀγροὺς τοὺς ἰδίους αὐτοῦ διαθρῆσαι. τοῦ δὲ εἰπόντος· «ἀλλ᾿ οὐδαμοῦ γεγραμμένοι εἰσίν», «ἐπὶ τούτοις <οὖν>» εἶπε «μέγα φρονεῖς, οἵπερ οὐδὲν μέρος τῆς γῆς εἰσιν;»

      29.
      [ Περὶ Διογένους πενίας καὶ τύφου ]


      Διογένης ὁ Σινωπεὺς συνεχῶς ἐπέλεγεν ὑπὲρ ἑαυτοῦ ὅτι τὰς ἐκ τῆς τραγῳδίας ἀρὰς αὐτὸς ἐκπληροῖ καὶ ὑπομένει· εἶναι γὰρ (TGF ades. 284)

      πλάνης ἄοικος πατρίδος ἐστερημένος
      πτωχὸς δυσείμων βίον ἔχων [τὸν] ἐφήμερον.

καὶ ὅμως ἐπὶ τούτοις μέγα ἐφρόνει οὐδὲν ἧττον ἢ Ἀλέξανδρος ἐπὶ τῇ τῆς οἰκουμένης ἀρχῇ, ὅτε καὶ Ἰνδοὺς ἑλὼν εἰς Βαβυλῶνα ὑπέστρεψεν.

      30.
      [ Περὶ σωφρόνων τινῶν ]


      Ἀμοιβεὺς ὁ κιθαρῳδὸς σωφρονέστατος ἐλέγετο καὶ γυναῖκα ὡραιοτάτην ἔχων μὴ ὁμιλεῖν αὐτῇ, καὶ Διογένης ὁ τῆς τραγῳδίας ὑποκριτὴς <***>. Κλειτόμαχος δὲ ὁ παγκρατιαστὴς εἴ ποτε καὶ κύνας εἶδε συμπλεκομένους, ἀπεστρέφετο· καὶ ἐν συμποσίῳ εἴ τις ἀφροδίσιος λόγος παρερρύη, ἀναστὰς ἀπηλλάττετο.

      31.
      [ Περὶ Νικίου σπουδῆς
      περὶ τὴν ἰδίαν τέχνην ]


      Νικίας ὁ ζωγράφος τοσαύτην περὶ τὸ γράφειν σπουδὴν εἶχεν, ὡς ἐπιλαθέσθαι πολλάκις αὐτὸν τροφὴν προσενέγκασθαι προστετηκότα τῇ τέχνῃ.

      32.
      [ Περὶ Ἀλεξάνδρου καὶ Ἡρακλέους
      κιθαρίζειν μανθανόντων ]


      Ἀλέξανδρος ὁ Φιλίππου, παῖς ὢν οὔπω πρόσηβος, ἐμάνθανε κιθαρίζειν. τοῦ δὲ διδάσκοντος κροῦσαι κελεύσαντος χορδήν τινα σὺν μέλει καὶ ἣν ἀπῄτει τὰ κιθαρίσματα, «καὶ τί διοίσει» ἔφη «ἐὰν ταύτην κρούσω;» ἑτέραν δείξας. ὁ δὲ οὐδὲν ἔφη διαφέρειν τῷ μέλλοντι βασιλεύσειν ἀλλὰ τῷ ἐπὶ τέχνῃ κιθαρίσειν μέλλοντι. ἔδεισε δὲ ἄρα οὗτος μὴ ὢν ἀπαίδευτος τὸ τοῦ Λίνου πάθος· τὸν γὰρ Ἡρακλῆ ὁ Λίνος ἔτι παῖδα ὄντα κιθαρίζειν ἐπαίδευσεν, ἀμουσότερον δὲ ἁπτομένου τοῦ ὀργάνου, ἐχαλέπηνε πρὸς αὐτὸν ὁ Λίνος. ὁ δὲ ἀγανακτήσας ὁ Ἡρακλῆς τῷ πλήκτρῳ τοῦ Λίνου καθίκετο καὶ ἀπέκτεινεν αὐτόν.

      33.
      [ Περὶ Σατύρου τοῦ αὐλητοῦ ]


      Σάτυρος ὁ αὐλητὴς Ἀρίστωνος (fr. 337 v. Arn.) τοῦ φιλοσόφου πολλάκις ἠκροᾶτο, καὶ κηλούμενος ἐκ τῶν λεγομένων ἐπέλεγεν (Il. E 215)·

      εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,

τοὺς αὐλοὺς αἰνιττόμενος καὶ τρόπον τινὰ τὴν τέχνην ἐκφαυλίζων παραβολῇ τῇ πρὸς φιλοσοφίαν.

      34.
      [ Νόμος Λάκωσι καὶ Ῥωμαίοις κοινός ]


      Ὅτι Λάκωσι καὶ Ῥωμαίοις νόμος ἦν μὴ ἐξεῖναί τινι ὀψωνεῖν μήτε ἃ βούλεται μήτε ὅσα βούλεται· προσέταττον γὰρ διά τε τῶν ἄλλων σωφρονεῖν τοὺς πολίτας καὶ διὰ τῆς τραπέζης οὐχ ἥκιστα.

      35.
      [ Ὅτι ἐν Ἀκαδημίᾳ γελᾷν οὐκ ἐξῆν ]


      Λόγος δέ τις διαρρεῖ καὶ οὗτος Ἀττικός, ὃς λέγει πρότερον ἐν Ἀκαδημίᾳ μηδὲ γελάσαι ἐξουσίαν εἶναι· ὕβρει γὰρ καὶ ῥᾳθυμίᾳ ἐπειρῶντο τὸ χωρίον ἄβατον φυλάττειν.

      36.
      [ Διὰ τί ὁ Ἀριστοτέλης ἀπέλιπε τὰς Ἀθήνας ]


      Ἀριστοτέλης ὅτε ἀπέλιπε τὰς Ἀθήνας δέει τῆς κρίσεως, πρὸς τὸν ἐρόμενον αὐτὸν τίς ἐστιν ἡ τῶν Ἀθηναίων πόλις ἔφη· «παγκάλη· ἀλλ᾿ ἐν αὐτῇ (Od. η 120-1)

      ὄγχνη ἐπ᾿ ὄγχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ»,

τοὺς συκοφάντας λέγων. καὶ πρὸς τὸν ἐρόμενον διὰ τί ἀπέλιπε τὰς Ἀθήνας, ἀπεκρίνατο ὅτι οὐ βούλεται Ἀθηναίους δὶς ἐξαμαρτεῖν εἰς φιλοσοφίαν, τὸ περὶ Σωκράτην πάθος αἰνιττόμενος καὶ τὸν καθ᾿ ἑαυτὸν κίνδυνον.

      37.
      [ Νόμος Κείων κατὰ γερόντων ]


      Νόμος ἐστὶ Κείων, οἱ πάνυ παρ᾿ αὐτοῖς γεγηρακότες, ὥσπερ ἐπὶ ξένια παρακαλοῦντες ἑαυτοὺς ἢ ἐπί τινα ἑορταστικὴν θυσίαν, συνελθόντες καὶ στεφανωσάμενοι πίνουσι κώνειον, ὅταν ἑαυτοῖς συνειδῶσιν ὅτι πρὸς τὰ ἔργα τὰ τῇ πατρίδι λυσιτελοῦντα ἄχρηστοί ἐισιν, ὑποληρούσης ἤδη τι αὐτοῖς καὶ τῆς γνώμης διὰ τὸν χρόνον. 

      38.
      [ Εὑρισκόμενά τινα πρῶτον ἐν Ἀθήναις ]


      Ὅτι ἐν Ἀθήναις εὑρεθῆναι λέγουσι πρῶτον τὴν ἐλαίαν καὶ τὴν συκῆν, ἃ καὶ πρῶτον ἡ γῆ ἀνέδωκε. δίκας τε δοῦναι καὶ λαβεῖν εὗρον Ἀθηναῖοι πρῶτοι. καὶ ἀγῶνα τὸν διὰ τῶν σωμάτων πρῶτοι ἐπενόησαν καὶ ἀπεδύσαντο καὶ ἠλείψαντο. καὶ ἵππους ἔζευξε πρῶτος Ἐριχθόνιος.

      39.
      [ Τί τινες πάλαι ἤσθιον ]


      Ὅτι βαλάνους Ἀρκάδες, Ἀργεῖοι δ᾿ ἀπίους, Ἀθηναῖοι δὲ σῦκα, Τιρύνθιοι δὲ ἀχράδας δεῖπνον εἶχον, Ἰνδοὶ καλάμους, Καρμανοὶ φοίνικας, κέγχρον δὲ Μαιῶται καὶ Σαυρομάται, τέρμινθον δὲ καὶ κάρδαμον Πέρσαι.

      40.
      [ Περὶ Σατύρων, Τιτύρων καὶ Σιληνῶν ]


      Ὅτι οἱ συγχορευταὶ Διονύσου Σάτυροι ἦσαν οἱ ὑπ᾿ ἐνίων Τίτυροι ὀνομαζόμενοι. ἔσχον δὲ τὸ ὄνομα ἐκ τῶν τερετισμάτων οἷς χαίρουσι [Σάτυροι]. Σάτυροι δὲ ἀπὸ τοῦ σεσηρέναι. Σιληνοὶ δὲ ἀπὸ τοῦ σιλλαίνειν· τὸν δὲ σίλλον ψόγον λέγουσι μετὰ παιδιᾶς δυσαρέστου. ἐσθὴς δ᾿ ἦν τοῖς Σιληνοῖς ἀμφίμαλλοι χιτῶνες. αἰνίττεται δὲ ἡ στολὴ τὴν ἐκ τοῦ Διονύσου φυτείαν καὶ τὰ τῶν οἰνάδων καὶ τὰ τῶν κλημάτων δάση.

      41.
      [ Πολλαὶ τοῦ Διονύσου μετωνυμίαι ]


      Ὅτι τὸ πολυκαρπεῖν οἱ ἀρχαῖοι ὠνόμαζον φλύειν. ἐντεῦθεν τὸν Διόνυσον Φλεῶνα ἐκάλουν καὶ Προτρύγαιον καὶ Σταφυλίτην καὶ Ὀμφακίτην καὶ ἑτέρως πως διαφόρως.

      42.
      [ Περί τινων μαινομένων γυναικῶν ]


      Ἐλέγη καὶ Κελαινὴ Προίτου θυγατέρες. μάχλους δὲ αὐτὰς ἡ τῆς Κύπρου βασιλὶς εἰργάσατο. ἐπὶ μέρους δὲ τῆς Πελοποννήσου [καὶ] ἔδραμον, φασί, γυμναὶ μαινόμεναι, ἐξεφοίτησαν δὲ καὶ εἰς ἄλλας χώρας τῆς Ἑλλάδος, παράφοροι οὖσαι ὑπὸ τῆς νόσου. ἀκούω δὲ ὅτι καὶ ταῖς Λακεδαιμονίων γυναιξὶν ἐπέπεσέ τις οἶστρος βακχικὸς καὶ ταῖς τῶν Χίων. καὶ αἱ τῶν Βοιωτῶν δὲ ὡς ἐνθεώτατα ἐμάνησαν καὶ ἡ τραγῳδία βοᾷ. μόνας δὲ ἀφηνιάσαι τῆς χορείας ταύτης λέγουσι τοῦ Διονύσου τὰς Μινύου θυγατέρας Λευκίππην καὶ Ἀρσίππην καὶ Ἀλκιθόην. αἴτιον δὲ ὅτι ἐπόθουν τοὺς γαμέτας, καὶ διὰ τοῦτο οὐκ ἐγένοντο τῷ θεῷ μαινάδες. ὁ δὲ ὀργίζεται, καὶ αἱ μὲν περὶ τοὺς ἱστοὺς εἶχον καὶ ἐπονοῦντο περὶ τὴν Ἐργάνην εὖ μάλα φιλοτίμως· ἄφνω δὲ κιττοί τε καὶ ἄμπελοι τοὺς ἱστοὺς περιεῖρπον, καὶ τοῖς ταλάροις ἐνεφώλευον δράκοντες, ἐκ δὲ τῶν ὀρόφων ἔσταζον οἴνου καὶ γάλακτος σταγόνες. τὰς δὲ οὐδὲ ταῦτα ἀνέπειθεν ἐλθεῖν εἰς τὴν λατρείαν τοῦ δαίμονος. ἐνταῦθά τοι καὶ πάθος εἰργάσαντο ἔξω Κιθαιρῶνος, οὐ μεῖον τοῦ ἐν Κιθαιρῶνι· τὸν γὰρ τῆς Λευκίππης παῖδα ἔτι ἁπαλὸν ὄντα καὶ νεαρὸν διεσπάσαντο οἷα νεβρὸν τῆς μανίας ἀρξάμεναι αἱ Μινυάδες, εἶτα ἐντεῦθεν ἐπὶ τὰς ἐξ ἀρχῆς ᾖξαν μαινάδας· αἱ δὲ ἐδίωκον αὐτὰς διὰ τὸ ἄγος. ἐκ δὴ τούτων ἐγένοντο ὄρνιθες, καὶ ἡ μὲν ἤμειψε τὸ εἶδος εἰς κορώνην, ἡ δὲ εἰς νυκτερίδα, ἡ δὲ εἰς γλαῦκα.

      43.
      [ Περὶ κιθαρῳδοῦ ὑπὸ τῶν
      Συβαριτῶν φονευθέντος ]


      Ἐν Συβάρει κιθαρῳδοῦ ᾄδοντος ἐν τῇ ἀγωνίᾳ, ἣν ἐπετέλουν τῇ Ἥρᾳ, στασιασάντων ὑπὲρ αὐτοῦ τῶν Συβαριτῶν καὶ τὰ ὅπλα λαβόντων ἐπ᾿ ἀλλήλους, φοβηθεὶς ὁ κιθαρῳδὸς σὺν αὐτῇ στολῇ κατέφυγεν εἰς τὸν τῆς Ἥρας βωμόν· οἱ δὲ οὐδὲ ἐνταῦθα ἐφείσαντο τοῦ κιθαρῳδοῦ. ὀλίγῳ δὲ ὕστερον αἷμα ἐδόκει ἐν τῷ τῆς Ἥρας ναῷ ἀναβρύειν οὐδὲν ἔλαττον πηγῆς ἀενάου, Συβαρῖται δὲ ἔπεμψαν εἰς Δελφούς. ἡ δὲ Πυθία ἀπεκρίνατο·

      βαῖν᾿ ἀπ᾿ ἐμῶν τριπόδων, ἔτι τοι φόνος ἀμφὶ χέρεσσι
      πουλὺς ἀποστάζων ἀπὸ λαΐνου οὐδοῦ ἐρύκει.
      οὔ σε θεμιστεύσω· Μουσῶν θεράποντα κατέκτας 
      Ἥρης πρὸς βωμοῖσι, θεῶν τίσιν οὐκ ἀλεείνας.
      τοῖς δὲ κακῶς ῥέξασι δίκης τέλος οὐχὶ χρονιστὸν
      οὐδὲ παραιτητόν, οὐδ᾿ εἰ Διὸς ἔγγονοι εἶεν,
      ἀλλ᾿ αὐτῶν κεφαλῇσι καὶ ἐν σφετέροισι τέκεσσιν
      εἱλεῖται, καὶ πῆμα δόμοις ἐπὶ πήματι βαίνει.

ἡ δὲ δίκη οὐκ ἐβράδυνε· Κροτωνιάταις γὰρ ἐναντία <τὰ> ὅπλα θέμενοι ἀνάστατοι ὑπ᾿ ἐκείνων ἐγένοντο καὶ ἡ πόλις αὐτῶν ἠφανίσθη.

      44.
      [ Περί τινος δυναμένου βοηθεῖν τοῖς
      ἑταίροις καὶ μὴ βοηθοῦντος καὶ ἑτέρου
      βοηθοῦντος μέν, ἀποτυχόντος δέ ]


      Νεανίσκοι τρεῖς εἰς Δελφοὺς ἀφικόμενοι θεωροὶ συμπολῖται κακούργοις περιτυγχάνουσιν. ὁ οὖν εἷς ἀπέδρα τοὺς λῃστάς, ὁ δὲ δεύτερος αὐτῶν συνεπλάκη τῷ λοιπῷ τῶν κακούργων, τῶν ἄλλων προαναλωθέντων, καὶ <ὁ τρίτος αὐτῷ βοηθῶν> τοῦ μὲν λῃστοῦ ἥμαρτεν, ὦσε δὲ τὸ ξίφος κατὰ τοῦ φίλου. τῷ ἀποδράντι οὖν ἡ Πυθία ἀνεῖλε τάδε·

      ἀνδρὶ φίλῳ θνῄσκοντι παρὼν πέλας οὐκ ἐβοήθεις.
      οὔ σε θεμιστεύσω· περικαλλέος ἔξιθι νηοῦ·

καὶ τῷ ἑτέρῳ δὲ ἀνεῖλε τάδε ἐρομένῳ τὴν Πυθίαν·

      ἔκτεινας τὸν ἑταῖρον ἀμύνων· οὔ σ᾿ ἐμίανεν
      αἷμα, πέλεις δὲ χέρας καθαρώτερος ἢ πάρος ἦσθα.

      45.
      [ Χρησμὸς Φιλίππῳ δοθείς ]


      Φιλίππῳ φασὶ χρηστήριον ἐκπεσεῖν ἐν Βοιωτοῖς ἐν Τροφωνίου, φυλάττεσθαι δεῖν τὸ ἅρμα. ἐκεῖνον οὖν δέει τοῦ χρησμοῦ λόγος ἔχει μηδέποτε ἀναβῆναι ἅρμα. διπλοῦς οὖν ἐπὶ τούτοις διαρρεῖ λόγος. ὁ μὲν γάρ φησι τὸ τοῦ Παυσανίου ξίφος, ᾧ τὸν Φίλιππον διεχρήσατο, ἅρμα ἔχειν ἐπὶ τῆς λαβῆς διαγεγραμμένον ἐλεφάντινον· ὁ δὲ ἕτερος, τὴν Θηβαϊκὴν περιελθόντα λίμνην τὴν καλουμένην Ἅρμα ἀποσφαγῆναι. ὁ μὲν πρῶτος λόγος δημώδης, ὁ δὲ οὐκ εἰς πάντας ἐξεφοίτησεν.

      46.
      [ Νόμος Σταγειριτῶν ]


      Σταγειριτῶν νόμος οὗτος καὶ πάντῃ Ἑλληνικός· «ὃ μὴ κατέθου» φησὶ «μὴ λάμβανε.»

      47.
      [ Περὶ Τιμοθέου καὶ ἄλλων οὐδὲν
      ὠφεληθέντων ὑπ᾽ ἰδίας ἀνδραγαθίας ]


      Τιμόθεον τὰ μὲν πρῶτα ἐπῄνουν Ἀθηναῖοι· ἐπεὶ δὲ ἔδοξεν ἁμαρτεῖν ἃ ἔδοξεν, ἡ φθάνουσα αὐτὸν ἀνδραγαθία ἀλλ᾿ οὐδὲ ὀλίγον ἔσωσεν, οὐδὲ μὴν αἱ τῶν προγόνων ἀρεταί.
      Θεμιστοκλῆς δὲ οὐδὲν ὤνητο οὔτε ἐκ τῆς ναυμαχίας τῆς περὶ Σαλαμῖνα οὔτε ἐκ τῆς πρεσβείας τῆς εἰς Σπάρτην· λέγω δὲ ἣν ἐπρέσβευσε κλέπτων τὴν τῶν Ἀθηναίων τείχισιν. ἔφυγε γὰρ κἀκεῖνος οὐ τὰς Ἀθήνας μόνον, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν.
      Καὶ Παυσανίαν δὲ τὸν Λακεδαιμόνιον οὐδὲν ὤνησεν ἡ ἐν Πλαταιαῖς νίκη· ὑπὲρ δὲ ὧν ἐν Βυζαντίῳ ἐκαινούργει καὶ ἐνόει Περσικά, ὑπὲρ τούτων διέφθειρε καὶ τὴν χάριν τὴν ἐπὶ τοῖς πρώτοις.
      Φωκίωνα δὲ ἡ εὐφημία ἡ καλοῦσα αὐτὸν Χρηστὸν οὐδὲν ὠφέλησεν, οὐδὲ τὰ πέντε καὶ ἑβδομήκοντα ἔτη, ἅπερ οὖν διεβίωσεν, οὐδὲν ἀδικήσας τοὺς Ἀθηναίους ἔμβραχυ· ἐπεὶ δὲ ἔδοξεν Ἀντιπάτρῳ τὸν Πειραιᾶ προδιδόναι, Ἀθηναῖοι κατέγνωσαν αὐτοῦ θάνατον.