BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον βʹ

 

________________________________________________________________

 

 

{61}

Κεφ. αʹ.

Πρόλογος.

 

§ 1. Τὰ μὲν οὖν καθόλου λαμβανόμενα περὶ γεωγραφίας, καὶ τίς ἂν γένοιτο διόρθωσις τῆς καταγραφῆς ἀκολούθως τῆι μέχρι δεῦρο ἱστορίαι τῶν ἐγνωσμένων μερῶν τῆς γῆς, τουτέστι τῆς καθ᾽ ἡμᾶς οἰκουμένης ἔν τε τῆι συμμετρίαι τῶν τόπων πρὸς ἀλλήλους καὶ τῆι τοῦ σχήματος ὡς μάλιστα ἐνῆν ὁμοιότητι καὶ τῶι τρόπωι τῆς καταγραφῆς, μέχρι τοσούτων ἡμῖν ὑποτετυπώσθω. § 2. Ἀρξόμεθα δ᾽ ἐντεῦθεν τῆς κατὰ μέρος ὑφηγήσεως, ἐκεῖνο προλαβόντες· ὅτι τὰς τῶν τετριμμένων τόπων μοιρογραφίας μήκους τε καὶ πλάτους ἐγγυτάτω τῆς ἀληθείας ἔχειν νομιστέον διὰ τὸ συνεχὲς καὶ ὡς ἐπίπαν ὁμολογούμενον τῶν παραδόσεων· τὰς δὲ τῶν μὴ τοῦτον τὸν τρόπον ἐφοδευθέντων ἕνεκεν τοῦ σπανίου καὶ ἀδιαβεβαιώτου τῆς ἱστορίας ὁλοσχερέστερον ἐπιλελογίσθαι κατὰ συνεγγισμὸν τῶν πρὸς τὸ ἀξιοπιστότερον εἰλημμένων θέσεων ἢ σχηματισμῶν· ἵνα μηδὲν ἡμῖν τῶν ἐνταχθησομένων εἰς συμπλήρωσιν τῆς ὅλης οἰκουμένης ἀόριστον ἔχηι τὸν τόπον. § 3. Διὸ καὶ τὰς παραθέσεις τῶν μοιρῶν ἐφ᾽ ἑκάστου τοῖς ἐκτὸς μέρεσι τῶν σελιδίων παρεθήκαμεν κανονίων τρόπον· προτάσσοντες μέντοι τὰς τοῦ μήκους τῶν τοῦ πλάτους, ὅπως, ἐάν {62} τινες ἐμπίπτωσι διορθώσεις ἀπὸ τῆς πλείονος ἱστορίας, ἐνῆι ἐν τοῖς ἐχομένοις διαλείμμασι τῶν σελιδίων ποιεῖσθαι τὰς παραθέσεις αὐτῶν. § 4. Προειλόμεθα δὲ τάξιν τοῦ περὶ τὴν καταγραφὴν εὐχρήστου πανταχῆι ποιούμενοι πρόνοιαν, τουτέστι καθ᾽ ἣν ἐπὶ δεξιὰ ποιησόμεθα τὰς μεταβάσεις ἀπὸ τῶν ἤδη κατατεταγμένων ἐπὶ τὰ μηδέπω τῆς χειρὸς ἐκλαμβανομένης. § 5. Τοῦτο δὲ γένοιτ᾽ ἄν, εἰ γράφοιτο τά τε βορειότερα πρότερα τῶν νοτιωτέρων καὶ τὰ δυσμικώτερα τῶν ἀπηλιωτικωτέρων· ὅτι πρὸς τὰς τῶν ἐγγραφόντων ἢ ἐντυγχανόντων ὄψεις ἄνω μὲν ἡμῖν ὑπόκειται τὰ βορειότερα, δεξιὰ δὲ τὰ ἀπηλιωτικώτερα τῆς οἰκουμένης, ἐπί τε τῆς σφαίρας καὶ τοῦ πίνακος. § 6. Διόπερ τὰ μὲν κατὰ τὴν Εὐρώπην προτάξομεν, χωρίζοντες αὐτὴν καὶ ἡμεῖς πρὸς μὲν τὴν Λιβύην τῶι Ἡρακλείωι πορθμῶι, πρὸς δὲ τὴν Ἀσίαν μετὰ τὰ μεταξὺ πελάγη καὶ τὴν Μαιῶτιν λίμνην τῶι τε Ταναΐδι ποταμῶι καὶ τῶι ἀπὸ τούτου πρὸς τὴν ἄγνωστον γῆν μεσημβρινῶι· τούτοις δὲ ἐφεξῆς τὰ κατὰ τὴν Λιβύην, χωρίζοντες καὶ ταύτην ἀπὸ τῆς Ἀσίας μετὰ τὰς θαλάσσας τὰς ἀπὸ τοῦ περὶ τὸ Πράσον ἀκρωτήριον τῆς Αἰθιοπίας μέχρι τοῦ Ἀραβίου κόλπου καὶ τῶι διὰ τοῦ καθ᾽ Ἡρώιων πόλιν μυχοῦ μέχρι τῆς καθ᾽ ἡμᾶς θαλάσσης ἰσθμῶι, διορίζοντι τὴν Αἴγυπτον ἀπὸ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας, ἵνα τε μὴ διασπῶμεν τὴν Αἴγυπτον τῶι Νείλωι ποιούμενοι τὸν μερισμὸν, καὶ ὅτι βέλτιον πελάγεσιν, ὅταν ἐνῆι, καὶ μὴ ποταμοῖς ὁρίζειν τὰς ἠπείρους. § 7. Τελευταῖα δὲ τὰ κατὰ τὴν Ἀσίαν ὑπογράψομεν, τῆς αὐτῆς ἐχόμενοι προθέσεως καὶ καθ᾽ ἑκάστην τῶν ἠπείρων ἐπὶ τῶν μερῶν αὐτῆς {63} πρὸς ὅλην τὴν γῆν καὶ πρὸς τὴν σύμπασαν οἰκουμένην ἐπ᾽ αὐτῶν, τουτέστι πάλιν τὰς βορειοτέρας καὶ δυσμικωτέρας προαπογραφόμενοι τῶν χωρῶν καὶ τῶν παρακειμένων αὐταῖς θαλασσῶν καὶ νήσων μετὰ τῶν καθ᾽ ἕκαστον εἶδος ἀξιολογωτέρων. § 8. Διακρινοῦμεν δὲ καὶ τὰ τοιαῦτα μέρη ταῖς τῶν σατραπειῶν ἢ ἐπαρχιῶν περιγραφαῖς, ποιούμενοι τὴν ὑφήγησιν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν μέχρι μόνου τοῦ πρὸς τὴν τοπικὴν κατανόησίν τε καὶ ἔνταξιν χρησίμου, παραιτησάμενοι τὸ πολύχουν τῶν περὶ τὰς ἰδιοτροπίας τῶν ἐθνῶν ἱστορηθέν, πλήν, εἰ μή πού τι τῶν καθωμιλημένων συντόμου τε καὶ ἀξιόχρεω δέοιτο παρασημασίας. § 9. Ἔτι δὲ ὁ τοιοῦτος τῆς ἐκθέσεως τρόπος ἐμποιήσει τοῖς βουλομένοις καὶ κατὰ πίνακας ἀπογράφεσθαι τὰ μέρη τῆς οἰκουμένης ἀνὰ μίαν, ἢ καὶ πλείους ἐπαρχίας καὶ σατραπείας, ὡς ἂν ἐφαρμόζωσι ταῖς συμμετρίαις τῶν πινάκων, μετὰ τοῦ προσήκοντος λόγου τε καὶ σχηματισμοῦ τῶν ὑφ᾽ ἑκάστου πίνακος περιλαμβανομένων πρὸς ἄλληλα κατὰ τὸν αὐτὸν τρόπον τῆς ἐντάξεως γινομένης. § 10. Ἐπὶ τούτωι δὲ οὐδὲ διοίσει τινὶ ἀξιολόγωι, κἂν παραλλήλοις χρησώμεθα ταῖς μεσημβριναῖς γραμμαῖς, εὐθείαις δὲ ταῖς τῶν παραλλήλων, ἐὰν μόνον λόγον προσλαμβάνηι τὰ μοιριαῖα διαστήματα τῶν μεσημβρινῶν πρὸς τὰ τῶν παραλλήλων, ὃν ὁ μέγιστος ἔχει κύκλος πρὸς τὸν μέσον ἐσόμενον τούτου τοῦ πίνακος παράλληλον. § 11. Προδιωρισμένων δὴ καὶ τούτων, ἀρκτέον τῆς κατὰ μέρος ἐκθέσεως ἐντεῦθεν. {64}

 

 

[Εὐρώπης πίναξ.

 

Ἔκθεσις τοῦ δυσμικωτέρου τῆς Εὐρώπης κατὰ τὰς ὑποκειμένας ἐπαρχίας ἢ σατραπείας.

 

Ἰουερνία νῆσος Βρετανική

Ἀλουίωνος νῆσος Βρετανική

Ἱσπανία Βαιτική

Ἱσπανία Λουσιτανία

Ἱσπανία Ταρρακωνησία

Γαλλία Ἀκουιτανία

§ 12. Γαλλία Λουγδουνησία

Γαλλία Βελγική

Γαλλία Ναρβωνησία

Γερμανία μεγάλη

Ῥαιτία καὶ Βινδελικία

Νωρικόν

Παννονία ἡ ἄνω

ια°

κ°

ογ°

η°

ια°

ιη°

νγ°

κς°

κβ°

λδ°

λβ° L'

λζ°

λθ° L'

νη° L'

νδ°

λν° γ'

λθ° L'

μβ°

μγ° L'

μη°

μζ°

μδ° L'

νβ°

μς° γ'

μς°

μζ°.]