BIBLIOTHECA AUGUSTANA

 

Klaudios Ptolemaios

ca. 85 - ca. 165 p. Chr. n.

 

Γεωγραφικὴ ὑφήγησις

 

Βιβλίον αʹ

 

________________________________________________________________

 

 

 

Κεφ. ςʹ.

Περὶ τῆς κατὰ Μαρῖνον

γεωγραφικῆς ὑφηγήσεως.

 

§ 1. Δοκεῖ δὴ Μαρῖνος ὁ Τύριος ὕστατός τε τῶν καθ᾽ ἡμᾶς καὶ μετὰ πάσης σπουδῆς ἐπιβαλεῖν τῶι μέρει τούτωι· φαίνεται γὰρ καὶ πλείοσιν ἱστορίαις περιπεπτωκὼς παρὰ τὰς ἔτι ἄνωθεν εἰς γνῶσιν ἐλθούσας, {13} καὶ τὰς πάντων σχεδὸν τῶν πρὸ αὐτοῦ μετ᾽ ἐπιμελείας διειληφώς, ἐπανορθώσεώς τε τῆς δεούσης ἀξιώσας, ὅσα μὴ προσηκόντως ἐτύγχανε πεπιστευμένα καὶ ὑπ᾽ ἐκείνων καὶ ὑφ᾽ ἑαυτοῦ, τὸ πρῶτον, ὡς ἐκ τῶν ἐκδόσεων αὐτοῦ τῆς τοῦ γεωγραφικοῦ πίνακος διορθώσεως, πλειόνων οὐσῶν, ἔνεστι σκοπεῖν. § 2. Ἀλλ᾽ εἰ μὲν ἑωρῶμεν μηδὲν ἐνδέον αὐτοῦ τῆι τελευταίαι συντάξει, κἂν ἀπήρκεσεν ἡμῖν ἀπὸ τούτων μόνων τῶν ὑπομνημάτων ποιεῖσθαι τὴν τῆς οἰκουμένης καταγραφήν, μηδέν τι περιεργαζομένοις· ἐπεὶ δὲ φαίνεται καὶ αὐτὸς ἐνίοις τε μὴ μετὰ καταλήψεως ἀξιοπίστου συγκατατεθειμένος, καὶ ἔτι περὶ τὴν ἔφοδον τῆς καταγραφῆς πολλαχῆ μήτε τοῦ προχείρου, μήτε τοῦ συμμέτρου τὴν δέουσαν πρόνοιαν πεποιημένος, εἰκότως προήχθημεν, ὅσον ὠιόμεθα δεῖν, τῆι τἀνδρὸς πραγματείαι συνεισενεγκεῖν ἐπὶ τὸ εὐλογώτερον καὶ εὐχρηστότερον. § 3. Καὶ δὴ τοῦτο ποιήσομεν ἀπερίττως ὡς ἔνι μάλιστα, προεπισκεψάμενοι διὰ βραχέων ἑκάτερον εἶδος τῶν ὀφειλόντων λόγου τινὸς τυχεῖν· καὶ πρῶτον τὸ κατὰ τὴν ἱστορίαν, ἀφ᾽ ἧς οἴεται δεῖν ἐπὶ πλέον προάγειν καὶ τὸ μῆκος τῆς ἐγνωσμένης γῆς πρὸς τὰς ἀνατολάς, καὶ τὸ πλάτος πρὸς τὴν μεσημβρίαν. § 4. Εἰκότως γὰρ ἂν καλοῖμεν τῆς ἐκκειμέννης ἐπιφανείας τὴν μὲν ἀπ᾽ ἀνατολῶν ἐπὶ δυσμὰς διάστασιν μῆκος, τὴν δ᾽ ἀπ᾽ ἄρκτων πρὸς μεσημβρίαν πλάτος· ὅτι τε καὶ τῶν κατ᾽ οὐρανὸν κινήσεων τὰς παραλλήλους ταύταις ὁμωνύμως προσαγορεύομεν, καὶ ὅτι καθόλου μὲν τῆι μείζονι τῶν διαστάσεων προςάπτομεν τὸ μῆκος, ὡμολόγηται δὲ παρὰ πάντων ἁπλῶς καὶ τῆς οἰκουμένης ἡ πρὸς δυσμὰς ἀπὸ τῶν ἀνατολῶν διάστασις {14} πολλῶι μείζων τῆς ἀπ᾽ ἄρκτων πρὸς μεσημβρίαν.