BIBLIOTHECA AUGUSTANA

 

Pseudocebes

floruit 130 p. Chr. n.

 

Κέβητος Ἀθηναίου Πίναξ

 

___________________________________________________

 

 

 

Διαλόγου πρόσωπα· Ξένος καὶ Πρεβύτης.

 

I. [1] τυγχάνομεν περιπατοῦντες ἐν τῶι τοῦ Κρόνου ἱερῶι, ἐν ὧι πολλὰ μὲν καὶ ἄλλα ἀναθήματα ἐθεωροῦμεν· ἀνέκειτο δὲ καὶ πίναξ τις ἔμπροσθεν τοῦ νεώ, ἐν ὧι ἦν γραφὴ ξένη τις καὶ μύθους ἔχουσα ἰδίους, οὓς οὐκ ἠδυνάμεθα συμβαλεῖν, τίνες καί ποτε ἦσαν. [2] οὔτε γὰρ πόλις ἐδόκει ἡμῖν εἶναι τὸ γεγραμμένον οὔτε στρατόπεδον, ἀλλὰ περίβολος ἦν ἐν αὑτῶι ἔχων ἑτέρους περιβόλους δύο, τὸν μὲν μείζω, τὸν δὲ ἐλάττω. ἦν δὲ καὶ πύλη ἐπὶ τοῦ πρώτου περιβόλου. πρὸς δὲ τῆι πύληι ὄχλος ἐδόκει ἡμῖν πολὺς ἐφεστάναι, καὶ ἔνδον δὲ ἐν τῶι περιβόλωι πλῆθός τι γυναικῶν ἑωρᾶτο. [3] ἐπὶ δὲ [τῆς εἰσόδου] τοῦ [πρώτου] πυλῶνος [καὶ περιβόλου] γέρων τις ἑστὼς ἔμφασιν ἐποίει ὡς προστάττων τι τῶι εἰσιόντι ὄχλωι.

II. [1] Ἀπορούντων οὖν ἡμῶν περὶ τῆς μυθολογίας πρὸς ἀλλήλους πολὺν χρόνον πρεσβύτης τις παρεστώς, Οὐδὲν δεινὸν πάσχετε, ὦ ξένοι, ἔφη, ἀποροῦντες περὶ τῆς γραφῆς ταύτης. οὐδὲ γὰρ τῶν ἐπιχωρίων πολλοὶ οἴδασι, τί ποτε αὕτη ἡ μυθολογία δύναται· [2] οὐδὲ γάρ ἐστι πολιτικὸν ἀνάθημα· ἀλλὰ ξένος τις πάλαι ποτὲ ἀφίκετο δεῦρο, ἀνὴρ ἔμφρων καὶ δεινὸς περὶ σοφίαν, λόγωι τε καὶ ἔργωι Πυθαγόρειόν τινα καὶ Παρμενίδειον ἐζηλωκὼς βίον, ὃς τό τε ἱερὸν τοῦτο καὶ τὴν γραφὴν ἀνέθηκε τῶι Κρόνωι.

[3] Πότερον οὖν, ἔφην ἐγώ, καὶ αὐτὸν τὸν ἄνδρα γινώσκεις ἑωρακώς;

Καὶ ἐθαύμασά γε, ἔφη, αὐτὸν πολυχρονιώτατον νεώτερος ὤν. πολλὰ γὰρ καὶ σπουδαῖα διελέγετο. τότε δὴ καὶ περὶ ταύτης [δὲ] τῆς μυθολογίας πολλάκις αὐτοῦ ἠκηκόειν διεξιόντος.

III. [1] Πρὸς Διὸς τοίνυν, ἔφην ἐγώ, εἰ μή τις σοι μεγάλη ἀσχολία τυγχάνει οὖσα, διήγησαι ἡμῖν· πάνυ γὰρ ἐπιθυμοῦμεν ἀκοῦσαι, τί ποτέ ἐστιν ὁ μῦθος.

Οὐδεὶς φθόνος, ὦ ξένοι, ἔφη. ἀλλὰ τουτὶ πρῶτον δεῖ ὑμᾶς ἀκοῦσαι, ὅτι ἐπικίνδυνόν τι ἔχει ἡ ἐξήγησις.

Οἷον τί; ἔφην ἐγώ.

Ὅτι εἰ μὲν προσέξετε, ἔφη, καὶ συνήσετε τὰ λεγόμενα, φρόνιμοι καὶ εὐδαίμονες ἔσεσθε, εἰ δὲ μή, ἄφρονες καὶ κακοδαίμονες καὶ πικροὶ καὶ ἀμαθεῖς γενόμενοι κακῶς βιώσεσθε. [2] ἔστι γὰρ ἡ ἐξήγησις ἐοικυῖα τῶι τῆς Σφιγγὸς αἰνίγματι, ὃ ἐκείνη προεβάλλετο τοῖς ἀνθρώποις. εἰ μὲν οὖν αὐτὸ συνίει τις, ἐσώζετο, εἰ δὲ μὴ συνίει, ἀπώλετο ὑπὸ τῆς Σφιγγός. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς ἐξηγήσεως ἔχει ταύτης. ἡ γὰρ ἀφροσύνη τοῖς ἀνθρώποις Σφίγξ ἐστιν. [3] αἰνίττεται δὲ τάδε, τί ἀγαθόν, τί κακόν, τί οὔτε ἀγαθὸν οὔτε κακόν ἐστιν ἐν τῶι βίωι. ταῦτ᾽ οὖν ἐὰν μέν τις μὴ συνιῆι, ἀπόλλυται ὑπ᾽ αὐτῆς, οὐκ εἰσάπαξ, ὥσπερ ὁ ὑπὸ τῆς Σφιγγὸς καταβρωθεὶς ἀπέθνησκεν, ἀλλὰ κατὰ μικρὸν ἐν ὅλωι τῶι βίωι καταφθείρεται καθάπερ οἱ ἐπὶ τιμωρίαι παραδιδόμενοι. [4] ἐὰν δέ τις γνῶι, ἀνάπαλιν ἡ μὲν ἀφροσύνη ἀπόλλυται, αὐτὸς δὲ σώζεται καὶ μακάριος καὶ εὐδαίμων γίνεται ἐν παντὶ τῶι βίωι. ὑμεῖς οὖν προσέχετε καὶ μὴ παρακούετε.

IV. [1] Ὦ Ἡράκλεις, ὡς εἰς μεγάλην τινὰ ἐπιθυμίαν ἐμβέβληκας ἡμᾶς, εἰ ταῦθ᾽ οὕτως ἔχει.

Ἀλλ᾽ ἔστιν, ἔφη, οὕτως ἔχοντα.

Οὐκ ἂν φθάνοις τοίνυν διηγούμενος ὡς ἡμῶν προσεξόντων οὐ παρέργως, ἐπείπερ καὶ τὸ ἐπιτίμιον τοιοῦτόν ἐστιν.

[2] Ἀναλαβὼν οὖν ῥάβδον τινὰ καὶ ἐκτείνας πρὸς τὴν γραφήν, Ὁρᾶτε, ἔφη, τὸν περίβολον τοῦτον;

Ὁρῶμεν.

Τοῦτο πρῶτον δεῖ εἰδέναι ὑμᾶς, ὅτι καλεῖται οὗτος ὁ τόπος Βίος. καὶ ὁ ὄχλος ὁ πολὺς ὁ παρὰ τὴν πύλην ἐφεστὼς οἱ μέλλοντες εἰσπορεύεσθαι εἰς τὸν Βίον οὗτοί εἰσιν. [3] ὁ δὲ γέρων ὁ ἄνω ἑστηκὼς ἔχων χάρτην τινὰ ἐν τῆι χειρὶ καὶ τῆι ἑτέραι ὥσπερ δεικνύων τι, οὗτος Δαίμων καλεῖται· προστάττει δὲ τοῖς εἰσπορευομένοις, τί δεῖ αὐτοὺς ποιεῖν, ὡς ἂν εἰσέλθωσιν εἰς τὸν Βίον· δεικνύει δὲ ποίαν ὁδὸν αὐτοὺς δεῖ βαδίζειν, εἰ μέλλουσι σώζεσθαι ἐν τῶι Βίωι.

V. [1] Ποίαν οὖν ὁδὸν κελεύει βαδίζειν ἢ πῶς; ἔφην ἐγώ.

Ὁρᾶις οὖν, εἶπε, παρὰ τὴν πύλην θρόνον τινὰ κείμενον κατὰ τὸν τόπον, καθ᾽ ὃν εἰσπορεύεται ὁ ὄχλος, ἐφ᾽ οὗ κάθηται γυνὴ πεπλασμένη τῶι ἤθει καὶ πιθανὴ φαινομένη, ἣ ἐν τῆι χειρὶ ἔχει ποτήριόν τι;

[2] Ὁρῶ. ἀλλὰ τίς ἐστιν αὕτη; ἔφην.

Ἀπάτη καλεῖται, φησίν, ἡ πάντας τοὺς ἀνθρώπους πλανῶσα.

Εἶτα τί πράττει αὕτη;

Τοὺς εἰσπορευομένους εἰς τὸν Βίον ποτίζει τῆι ἑαυτῆς δυνάμει.

[3] Τοῦτο δὲ τί ἐστι τὸ ποτόν;

Πλάνος, ἔφη, καὶ ἄγνοια.

Εἶτα τί;

Πιόντες τοῦτο πορεύονται εἰς τὸν Βίον.

Πότερον οὖν πάντες πίνουσι τὸν πλάνον ἢ οὔ;

VI. [1] Πάντες πίνουσιν, ἔφη, ἀλλ᾽ οἱ μὲν πλεῖον, οἱ δὲ ἧττον. Ἔτι δὲ οὐχ ὁρᾶις ἔνδον τῆς πύλης πλῆθός τι γυναικῶν ἑτέρων παντοδαπὰς μορφὰς ἐχουσῶν;

Ὁρῶ.

[2] Αὗται τοίνυν Δόξαι καὶ Ἐπιθυμίαι καὶ Ἡδοναὶ καλοῦνται. ὅταν οὖν εἰσπορεύηται ὁ ὄχλος, ἀναπηδῶσιν αὗται καὶ πλέκονται πρὸς ἕκαστον, εἶτα ἀπάγουσι.

Ποῦ δὲ ἀπάγουσιν αὐτούς;

Αἱ μὲν εἰς τὸ σώζεσθαι, ἔφη, αἱ δὲ εἰς τὸ ἀπόλλυσθαι διὰ τὴν ἀπάτην.

Ὦ δαιμόνιε, ὡς χαλεπὸν τὸ πόμα λέγεις.

[3] Καὶ πᾶσαί γε, ἔφη, ἐπαγγέλλονται ὡς ἐπὶ τὰ βέλτιστα ἄξουσαι καὶ εἰς βίον εὐδαίμονα καὶ λυσιτελῆ. οἱ δὲ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν πεπώκασι παρὰ τῆς Ἀπάτης, οὐχ εὑρίσκουσι ποία ἐστὶν ἡ ἀληθινὴ ὁδὸς ἡ ἐν τῶι Βίωι, ἀλλὰ πλανῶνται εἰκῆ, ὥσπερ ὁρᾶις καὶ τοὺς πρότερον εἰσπορευομένους ὡς περιάγονται ὅποι ἂν τύχηι.

VII. Ὁρῶ τούτους, ἔφην. ἡ δὲ γυνὴ ἐκείνη τίς ἐστιν ἡ ὥσπερ τυφλὴ καὶ μαινομένη τις εἶναι δοκοῦσα καὶ ἑστηκυῖα ἐπὶ λίθου τινὸς στρογγύλου;

Καλεῖται μέν, ἔφη, Τύχη· ἔστι δὲ οὐ μόνον τυφλὴ καὶ μαινομένη, ἀλλὰ καὶ κωφή.

[2] Αὕτη οὖν τί ἔργον ἔχει;

Περιπορεύεται πανταχοῦ, ἔφη· καὶ παρ᾽ ὧν μὲν ἁρπάζει τὰ ὑπάρχοντα καὶ ἑτέροις δίδωσι· παρὰ δὲ τῶν αὐτῶν πάλιν ἀφαιρεῖται παραχρῆμα ἃ δέδωκε καὶ ἄλλοις δίδωσιν εἰκῆ καὶ ἀβεβαίως. διὸ καὶ τὸ σημεῖον καλῶς μηνύει τὴν φύσιν αὐτῆς.

[3] Ποῖον τοῦτο; ἔφην ἐγώ.

Ὅτι ἐπὶ λίθου στρογγύλου ἕστηκεν.

Εἶτα τί τοῦτο σημαίνει;

Οὐκ ἀσφαλὴς οὐδὲ βεβαία ἐστὶν ἡ παρ᾽ αὐτῆς δόσις. ἐκπτώσεις γὰρ μεγάλαι καὶ σκληραὶ γίνονται, ὅταν τις αὐτῆι πιστεύσηι.

VIII. [1] Ὁ δὲ [τῶν ἀνθρώπων] πολὺς ὄχλος οὗτος ὁ περὶ αὐτὴν ἑστηκὼς τί βούλεται καὶ τίνες καλοῦνται;

Καλοῦνται μὲν οὗτοι ἀπροβούλευτοι· αἰτοῦσι δὲ ἕκαστος αὐτῶν ἃ ῥίπτει.

Πῶς οὖν οὐχ ὁμοίαν ἔχουσι τὴν μορφήν, ἀλλ᾽ οἱ μὲν αὐτῶν δοκοῦσι χαίρειν, οἱ δὲ ἀθυμοῦσιν ἐκτετακότες τὰς χεῖρας;

[2] Οἱ μὲν δοκοῦντες, ἔφη, χαίρειν καὶ γελᾶν αὐτῶν οἱ εἰληφότες τι παρ᾽ αὐτῆς εἰσιν· οὗτοι δὲ καὶ ἀγαθὴν Τύχην αὐτὴν καλοῦσιν. οἱ δὲ δοκοῦντες κλαίειν [καὶ ἐκτετακότες] εἰσὶ παρ᾽ ὧν ἀφείλετο ἃ δέδωκε πρότερον αὐτοῖς. οὗτοι δὲ πάλιν αὐτὴν κακὴν Τύχην καλοῦσι.

[3] Τίνα οὖν ἐστιν ἃ δίδωσιν αὐτοῖς, ὅτι οὕτως οἱ μὲν λαμβάνοντες χαίρουσιν, οἱ δὲ ἀποβάλλοντες κλαίουσι;

Ταῦτα, ἔφη, ἃ παρὰ τοῖς πολλοῖς ἀνθρώποις δοκεῖ εἶναι ἀγαθά.

Ταῦτα οὖν τίνα ἐστί;

[4] Πλοῦτος δηλονότι καὶ δόξα καὶ εὐγένεια καὶ τέκνα καὶ τυραννίδες καὶ βασιλεῖαι καὶ τἆλλα ὅσα τούτοις παραπλήσια.

Ταῦτα οὖν πῶς οὐκ ἔστιν ἀγαθά;

Περὶ μὲν τούτων, ἔφη, καὶ αὖθις ἐκποιήσει διαλέγεσθαι, νῦν δὲ περὶ τὴν μυθολογίαν γινώμεθα.

Ἔστω οὕτως.

IX. [1] Ὁρᾶις οὖν, ὡς ἂν παρέλθηις τὴν πύλην ταύτην, ἀνωτέρω ἄλλον περίβολον καὶ γυναῖκας ἔξω τοῦ περιβόλου ἑστηκυίας κεκοσμημένας ὥσπερ ἑταῖραι εἰώθασι;

Καὶ μάλα.

Αὗται τοίνυν ἡ μὲν Ἀκρασία καλεῖται, ἡ δὲ Ἀσωτία, ἡ δὲ Ἀπληστία, ἡ δὲ Κολακεία.

[2] Τί οὖν ὧδε ἑστήκασιν αὗται;

Παρατηροῦσιν, ἔφη, τοὺς εἰληφότας τι παρὰ τῆς Τύχης.

Εἶτα τί;

Ἀναπηδῶσι καὶ συμπλέκονται αὐτοῖς καὶ κολακεύουσι καὶ ἀξιοῦσι παρ᾽ αὑταῖς μένειν λέγουσαι ὅτι βίον ἕξουσιν ἡδύν τε καὶ ἄπονον καὶ κακοπάθειαν ἔχοντα οὐδεμίαν. [3] ἐὰν οὖν τις πεισθῆι ὑπ᾽ αὐτῶν εἰσελθεῖν εἰς τὴν Ἡδυπάθειαν, μέχρι μέν τινος ἡδεῖα δοκεῖ εἶναι ἡ διατριβή, ἕως ἂν γαργαλίζηι τὸν ἄνθρωπον, εἶτ᾽ οὐκέτι. ὅταν γὰρ ἀνανήψηι, αἰσθάνεται ὅτι οὐκ ἤσθιεν, ἀλλ᾽ ὑπ᾽ αὐτῆς κατησθίετο καὶ ὑβρίζετο. [4] διὸ καὶ ὅταν ἀναλώσηι πάντα ὅσα ἔλαβε παρὰ τῆς Τύχης, ἀναγκάζεται ταύταις ταῖς γυναιξὶ δουλεύειν καὶ πάνθ᾽ ὑπομένειν καὶ ἀσχημονεῖν καὶ ποιεῖν ἕνεκεν τούτων πάντα ὅσα ἐστὶ βλαβερά, οἷον ἀποστερεῖν, ἱεροσυλεῖν, ἐπιορκεῖν, προδιδόναι, ληΐζεσθαι καὶ πάνθ᾽ ὅσα τούτοις παραπλήσια. ὅταν οὖν πάντα αὐτοῖς ἐπιλίπηι, παραδίδονται τῆι Τιμωρίαι.

X. [1] Ποία δέ ἐστιν αὕτη;

Ὁρᾶις ὀπίσω τι, ἔφη, αὐτῶν ἄνω ὥσπερ θυρίον μικρὸν καὶ τόπον στενόν τινα καὶ σκοτεινόν;

[Καὶ μάλα.]

Οὐκοῦν καὶ γυναῖκες αἰσχραὶ καὶ ῥυπαραὶ καὶ ῥάκη ἠμφιεσμέναι δοκοῦσι συνεῖναι;

[2] Καὶ μάλα.

Αὗται τοίνυν, ἔφη, ἡ μὲν τὴν μάστιγα ἔχουσα καλεῖται Τιμωρία, ἡ δὲ τὴν κεφαλὴν ἐν τοῖς γόνασιν ἔχουσα Λύπη, ἡ δὲ τὰς τρίχας τίλλουσα ἑαυτῆς Ὀδύνη.

[3] Ὁ δὲ ἄλλος οὗτος ὁ παρεστηκὼς αὐταῖς δυσειδής τις καὶ λεπτὸς καὶ γυμνός, καὶ μετ᾽ αὐτοῦ τις ἄλλη ὁμοία αὐτῶι αἰσχρὰ καὶ λεπτή, τίς ἐστιν;

Ὁ μὲν Ὀδυρμὸς καλεῖται, ἔφη, ἡ δὲ Ἀθυμία, ἀδελφὴ δ᾽ ἐστὶν αὕτη αὐτοῦ. [4] τούτοις οὖν παραδίδοται καὶ μετὰ τούτων συμβιοῖ τιμωρούμενος· εἶτα ἐνταῦθα πάλιν εἰς τὸν ἕτερον οἶκον ῥίπτεται, εἰς τὴν Κακοδαιμονίαν, καὶ ὧδε τὸν λοιπὸν βίον καταστρέφει ἐν πάσηι κακοδαιμονίαι, ἂν μὴ ἡ Μετάνοια αὐτῶι ἐπιτύχηι ἐκ προαιρέσεως συναντήσασα.

XI. [1] Εἶτα τί γίνεται, ἐὰν ἡ Μετάνοια αὐτῶι συναντήσηι;

Ἐξαιρεῖ αὐτὸν ἐκ τῶν κακῶν καὶ συνίστησιν αὐτῶι ἑτέραν Δόξαν [καὶ Ἐπιθυμίαν] τὴν εἰς τὴν ἀληθινὴν Παιδείαν ἄγουσαν, ἅμα δὲ καὶ τὴν εἰς τὴν Ψευδοπαιδείαν καλουμένην.

[2] Εἶτα τί γίνεται;

Ἐὰν μέν, φησί, τὴν Δόξαν ταύτην προσδέξηται τὴν ἄξουσαν αὐτὸν εἰς τὴν ἀληθινὴν Παιδείαν, καθαρ θεὶς ὑπ᾽ αὐτῆς σώζεται καὶ μακάριος καὶ εὐδαίμων γίνεται ἐν τῶι βίωι· εἰ δὲ μή, πάλιν πλανᾶται ὑπὸ τῆς Ψευδοδοξίας.

XII. [1] Ὦ Ἡράκλεις, ὡς μέγας ὁ κίνδυνος ἄλλος οὗτος. ἡ δὲ Ψευδοπαιδεία ποία ἐστίν; ἔφην ἐγώ.

Οὐχ ὁρᾶις τὸν ἕτερον περίβολον ἐκεῖνον;

[2] Καὶ μάλα, ἔφην ἐγώ.

Οὐκοῦν ἔξω τοῦ περιβόλου παρὰ τὴν εἴσοδον γυνή τις ἕστηκεν, ἣ δοκεῖ πάνυ καθάριος καὶ εὔτακτος εἶναι;

Καὶ μάλα.

[3] Ταύτην τοίνυν οἱ πολλοὶ καὶ εἰκαῖοι τῶν ἀνδρῶν Παιδείαν καλοῦσιν· οὐκ ἔστι δέ, ἀλλὰ Ψευδοπαιδεία, ἔφη. οἱ μέν τοι σωζόμενοι ὁπόταν βούλωνται εἰς τὴν ἀληθινὴν Παιδείαν ἐλθεῖν, ὧδε πρῶτον παραγίνονται.

Πότερον οὖν ἄλλη ὁδὸς οὐκ ἔστιν ἐπὶ τὴν ἀληθινὴν Παιδείαν ἄγουσα;

[Οὐκ] ἔστιν, ἔφη.

XIII. [1] Οὗτοι δὲ οἱ ἄνθρωποι οἱ ἔσω τοῦ περιβόλου ἀνακάμπτοντες τίνες εἰσίν;

Οἱ τῆς Ψευδοπαιδείας, ἔφη, ἐρασταὶ ἠπατημένοι καὶ οἰόμενοι μετὰ τῆς ἀληθινῆς Παιδείας συνομιλεῖν.

Τίνες οὖν καλοῦνται οὗτοι;

[2] Οἱ μὲν ποιηταί, ἔφη, οἱ δὲ ῥήτορες, οἱ δὲ διαλεκτικοί, οἱ δὲ μουσικοί, οἱ δὲ ἀριθμητικοί, οἱ δὲ γεωμέτραι, οἱ δὲ ἀστρολόγοι, οἱ δὲ κριτικοί, οἱ δὲ ἡδονικοί, οἱ δὲ περιπατητικοὶ καὶ ὅσοι ἄλλοι τούτοις εἰσὶ παραπλήσιοι.

XIV. [1] Αἱ δὲ γυναῖκες ἐκεῖναι αἱ δοκοῦσαι περιτρέχειν ὅμοιαι ταῖς πρώταις, ἐν αἷς ἔφης εἶναι τὴν Ἀκρασίαν [καὶ αἱ ἄλλαι αἱ μετ᾽ αὐτῶν] τίνες εἰσίν;

Αὐταὶ ἐκεῖναί εἰσιν, ἔφη.

[2] Πότερον οὖν καὶ ὧδε εἰσπορεύονται;

Νὴ Δία καὶ ὧδε, σπανίως δὲ καὶ οὐχὶ ὥσπερ ἐν τῶι πρώτωι περιβόλωι.

Πότερον οὖν καὶ αἱ Δόξαι; ἔφην.

[3] Μένει γὰρ καὶ ἐν τούτοις τὸ πόμα, ὃ ἔπιον παρὰ τῆς Ἀπάτης, καὶ ἡ ἄγνοια μένει [ἐν τούτοις νὴ Δία] καὶ μετ᾽ αὐτῆς γε ἡ ἀφροσύνη, καὶ οὐ μὴ ἀπέλθηι ἀπ᾽ αὐτῶν οὔθ᾽ ἡ δόξα οὔθ᾽ ἡ λοιπὴ κακία μέχρι ἂν ἀπογνόντες τῆς Ψευδοπαιδείας εἰσέλθωσιν εἰς τὴν ἀληθινὴν ὁδὸν καὶ πίωσι τὰς τούτων καθαρτικὰς δυνάμεις. [4] εἶτα ὅταν καθαρθῶσι καὶ ἐκβάλωσι τὰ κακὰ πάνθ᾽ ὅσα ἔχουσι καὶ τὰς δόξας καὶ τὴν ἄγνοιαν καὶ τὴν λοιπὴν κακίαν πᾶσαν, τότε ἂν οὕτω σωθήσονται. ὧδε δὲ μένοντες παρὰ τῆι Ψευδοπαιδείαι οὐδέποτε ἀπολυθήσονται οὐδὲ ἐλλείψει αὐτοὺς κακὸν οὐδὲν ἕνεκα τούτων τῶν μαθημάτων.

XV. [1] Ποία οὖν αὕτη ἡ ὁδός ἐστιν ἡ φέρουσα ἐπὶ τὴν ἀληθινὴν Παιδείαν; [ἔφην].

Ὁρᾶις ἄνω, ἔφη, τόπον τινὰ ἐκεῖνον, ὅπου οὐδεὶς ἐπικατοικεῖ, ἀλλ᾽ ἔρημος δοκεῖ εἶναι;

Ὁρῶ.

[2] Οὐκοῦν καὶ θύραν τινὰ μικρὰν καὶ ὁδόν τινα πρὸ τῆς θύρας, ἥτις οὐ πολὺ ὀχλεῖται, ἀλλ᾽ ὀλίγοι πάνυ πορεύονται ὥσπερ δι᾽ ἀνοδίας τινὸς καὶ τραχείας καὶ πετρώδους εἶναι δοκούσης;

Καὶ μάλα, ἔφην.

[3] Οὐκοῦν καὶ βουνός τις ὑψηλὸς δοκεῖ εἶναι καὶ ἀνάβασις στενὴ πάνυ καὶ κρημνοὺς ἔχουσα ἔνθεν καὶ ἔνθεν βαθεῖς.

Ὁρῶ.

Αὕτη τοίνυν ἐστὶν ἡ ὁδὸς, ἔφη, ἡ ἄγουσα πρὸς τὴν ἀληθινὴν Παιδείαν.

[4] Καὶ μάλα γε χαλεπὴ προσιδεῖν.

Οὐκοῦν καὶ ἄνω ἐπὶ τοῦ βουνοῦ ὁρᾶις πέτραν τινὰ μεγάλην καὶ ὑψηλὴν καὶ κύκλωι ἀπόκρημνον;

Ὁρῶ, ἔφην.

XVI. [1] Ὁρᾶις οὖν καὶ γυναῖκας δύο ἑστηκυίας ἐπὶ τῆς πέτρας λιπαρὰς καὶ εὐεκτούσας τῶι σώματι, ὡς ἐκτετάκασι τὰς χεῖρας προθύμως;

Ὁρῶ, ἀλλὰ τίνες καλοῦνται, ἔφην, αὗται;

[2] Ἡ μὲν Ἐγκράτεια καλεῖται, ἔφη, ἡ δὲ Καρτερία· εἰσὶ δὲ ἀδελφαί.

Τί οὖν τὰς χεῖρας ἐκτετάκασι προθύμως οὕτως;

[3] Παρακαλοῦσιν, ἔφη, τοὺς παραγινομένους ἐπὶ τὸν τόπον θαρρεῖν καὶ μὴ ἀποδειλιᾶν λέγουσαι ὅτι βραχὺ ἔτι δεῖ καρτερῆσαι αὐτοὺς, εἶτα ἥξουσιν εἰς ὁδὸν καλήν.

[4] Ὅταν οὖν παραγένωνται ἐπὶ τὴν πέτραν, πῶς ἀναβαίνουσιν; ὁρῶ γὰρ ὁδὸν φέρουσαν οὐδεμίαν ἐπ᾽ αὐτάς.

Αὗται ἀπὸ τοῦ κρημνοῦ προσκαταβαίνουσι καὶ ἕλκουσιν αὐτοὺς ἄνω πρὸς αὑτάς, εἶτα κελεύουσιν αὐτοὺς διαναπαύσασθαι. [5] καὶ μετὰ μικρὸν διδόασιν ἰσχὺν καὶ θάρσος καὶ ἐπαγγέλλονται αὐτοὺς καταστήσειν πρὸς τὴν ἀληθινὴν Παιδείαν καὶ δεικνύουσιν αὐτοῖς τὴν ὁδόν, ὡς ἔστι καλή τε καὶ ὁμαλὴ καὶ εὐπόρευτος καὶ καθαρὰ παντὸς κακοῦ, ὥσπερ ὁρᾶις.

Ἐμφαίνει νὴ Δία.

XVII. [1] Ὁρᾶις οὖν, ἔφη, καὶ ἔμπροσθεν τοῦ ἄλσους ἐκείνου τόπον τινά, ὃς δοκεῖ καλός τε εἶναι καὶ λειμωνοειδὴς καὶ φωτὶ πολλῶι καταλαμπόμενος;

Καὶ μάλα.

[2] Κατανοεῖς οὖν ἐν μέσωι τῶι λειμῶνι περίβολον ἕτερον καὶ πύλην ἑτέραν;

Ἔστιν οὕτως. ἀλλὰ τίς καλεῖται ὁ τόπος οὗτος;

[3] Εὐδαιμόνων οἰκητήριον, ἔφη· ὧδε γὰρ διατρίβουσιν αἱ Ἀρεταὶ πᾶσαι καὶ ἡ Εὐδαιμονία.

Εἶεν, ἔφην ἐγώ, ὡς καλὸν λέγεις τὸν τόπον εἶναι.

XVIII. [1] Οὐκοῦν παρὰ τὴν πύλην ὁρᾶις, ἔφη, ὅτι γυνή τις ἐστὶ καλὴ καὶ καθεστηκυῖα τὸ πρόσωπον, μέσηι δὲ καὶ κεκριμένηι ἤδη τῆι ἡλικίαι, στολὴν δ᾽ ἔχουσα ἁπλῆν τε καὶ ἀκαλλώπιστον; ἕστηκε δὲ οὐκ ἐπὶ στρογγύλου λίθου, ἀλλ᾽ ἐπὶ τετραγώνου ἀσφαλῶς κειμένου. [2] καὶ μετὰ ταύτης ἄλλαι δύο εἰσὶ θυγατέρες τινὲς δοκοῦσαι εἶναι.

Ἐμφαίνει οὕτως ἔχειν.

Τούτων τοίνυν ἡ μὲν ἐν τῶι μέσωι Παιδεία ἐστίν, ἡ δὲ Ἀλήθεια, ἡ δὲ Πειθώ.

[3] Τί δὲ ἕστηκεν ἐπὶ λίθου τετραγώνου αὕτη;

Σημεῖον, ἔφη, ὅτι ἀσφαλής τε καὶ βεβαία ἡ πρὸς αὐτὴν ὁδός ἐστι τοῖς ἀφικνουμένοις καὶ τῶν διδομένων ἀσφαλὴς ἡ δόσις τοῖς λαμβάνουσι.

[4] Καὶ τίνα ἐστίν, ἃ δίδωσιν αὕτη;

Θάρσος καὶ ἀφοβία, ἔφη ἐκεῖνος.

Ταῦτα δὲ τίνα ἐστίν;

Ἐπιστήμη, ἔφη, τοῦ μηδὲν ἄν ποτε δεινὸν παθεῖν ἐν τῶι βίωι.

XIX. [1] Ὦ Ἡράκλεις ὡς καλά, ἔφην, τὰ δῶρα. ἀλλὰ τίνος ἕνεκεν οὕτως ἔξω τοῦ περιβόλου ἕστηκεν;

Ὅπως τοὺς παραγινομένους, ἔφη, θεραπεύηι καὶ ποτίζηι τὴν καθαρτικὴν δύναμιν. εἶθ᾽ ὅταν καθαρθῶσιν, οὕτως εἰσάγει τούτους πρὸς τὰς Ἀρετάς.

[2] Πῶς τοῦτο; ἔφην ἐγώ, οὐ γὰρ συνίημι.

Ἀλλὰ συνήσεις, ἔφη. ὡς ἄν, εἴ τις φιλοτίμως κάμνων ἐτύγχανε, πρὸς ἰατρὸν ἂν δήπου γενόμενος πρότερον καθαρτικοῖς ἐξέβαλλε τὰ νοσοποιοῦντα, εἶτα οὕτως ἂν ὁ ἰατρὸς αὐτὸν εἰς ἀνάληψιν καὶ ὑγείαν κατέστησεν, [3] εἰ δὲ μὴ ἐπείθετο οἷς ἐπέταττεν, εὐλόγως ἂν δήπου ἀπωσθεὶς ἐξώλετο ὑπὸ τῆς νόσου. –

Ταῦτα μὲν συνίημι, ἔφην ἐγώ.

[3] Τὸν αὐτὸν τοίνυν τρόπον, ἔφη, καὶ πρὸς τὴν Παιδείαν ὅταν τις παραγένηται, θεραπεύει αὐτὸν καὶ ποτίξει τῆι ἑαυτῆς δυνάμει, ὅπως ἐκκαθάρηι πρῶτον καὶ ἐκβάληι τὰ κακὰ πάντα ὅσα ἔχων ἦλθε.

Ποῖα ταῦτα;

[4] Τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν ἐπεπώκει παρὰ τῆς Ἀπάτης, καὶ τὴν ἀλαζονείαν καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀκρασίαν καὶ τὸν θυμὸν καὶ τὴν φιλαργυρίαν καὶ τὰ λοιπὰ πάντα, ὧν ἀνεπλήσθη ἐν τῶι πρώτωι περιβόλωι.

XX. [1] Ὅταν οὖν καθαρθῆι, ποῦ αὐτὸν ἀποστέλλει;

Ἔνδον, ἔφη, πρὸς τὴν Ἐπιστήμην καὶ πρὸς τὰς ἄλλας Ἀρετάς.

Ποίας ταύτας;

[2] Οὐχ ὁρᾶις, ἔφη, ἔσω τῆς πύλης χορὸν γυναικῶν, ὡς εὐειδεῖς δοκοῦσιν εἶναι καὶ εὔτακτοι καὶ στολὴν ἀτρύφερον καὶ ἁπλῆν ἔχουσιν· ἔτι τε ὡς ἄπλαστοί εἰσι καὶ οὐδαμῶς κεκαλλωπισμέναι καθάπερ αἱ ἄλλαι;

[3] Ὁρῶ, ἔφην. ἀλλὰ τίνες αὗται καλοῦνται;

Ἡ μὲν πρώτη Ἐπιστήμη, ἔφη, καλεῖται, αἱ δὲ ἄλλαι ταύτης ἀδελφαὶ Ἀνδρεία, Δικαιοσύνη, Καλοκἀγαθία, Σωφροσύνη, Εὐταξία, Ἐλευθερία, Ἐγκράτεια, Πραιότης.

[4] Ὦ κάλλιστε, ἔφην ἔγωγε, ὡς ἐν μεγάληι ἐλπίδι ἐσμέν.

Ἐὰν συνῆτε, ἔφη, καὶ ἕξιν περιποιήσησθε ὧν ἀκούετε.

Ἀλλὰ προσέξομεν, ἔφην ἔγωγε, ὡς μάλιστα.

Τοιγαροῦν, ἔφη, σωθήσεσθε.

XXI. [1] Ὅταν οὖν παραλάβωσιν αὐτὸν αὗται, ποῦ ἄγουσι;

Πρὸς τὴν μητέρα, ἔφη.

Αὕτη δὲ τίς ἐστιν;

Εὐδαιμονία, ἔφη.

Ποία δ᾽ ἐστὶν αὕτη;

[2] Ὁρᾶις τὴν ὁδὸν ἐκείνην τὴν φέρουσαν ἐπὶ τὸ ὑψηλὸν ἐκεῖνο, ὅ ἐστιν ἀκρόπολις τῶν περιβόλων πάντων;

Ὁρῶ.

[3] Οὐκοῦν ἐπὶ τοῦ προπυλαίου γυνὴ καθεστηκυῖα εὐειδής τις κάθηται ἐπὶ θρόνου ὑψηλοῦ κεκοσμημένη ἐλευθέρως καὶ ἀπεριέργως καὶ ἐστεφανωμένη στεφάνωι εὐανθεῖ πάνυ καλῶι;

Ἐμφαίνει οὕτως.

Αὕτη τοίνυν ἐστὶν ἡ Εὐδαιμονία, ἔφη.

XXII. [1] Ὅταν οὖν ὧδέ τις παραγένηται, τί ποιεῖ;

Στεφανοῖ αὐτόν, ἔφη, τῆι ἑαυτῆς δυνάμει ἥ τε Εὐδαιμονία καὶ αἱ ἄλλαι Ἀρεταὶ πᾶσαι ὥσπερ τοὺς νενικηκότας τοὺς μεγίστους ἀγῶνας.

Καὶ ποίους ἀγῶνας νενίκηκεν αὐτός; ἔφην ἐγώ.

[2] Τοὺς μεγίστους, ἔφη, καὶ τὰ μέγιστα θηρία, ἃ πρότερον αὐτὸν κατήσθιε καὶ ἐκόλαζε καὶ ἐποίει δοῦλον, ταῦτα πάντα νενίκηκε καὶ ἀπέρριψεν ἀφ᾽ ἑαυτοῦ καὶ κεκράτηκεν ἑαυτοῦ, ὥστε ἐκεῖνα νῦν τούτωι δουλεύουσι, καθάπερ οὗτος ἐκείνοις πρότερον.

XXIII. [1] Ποῖα ταῦτα λέγεις θηρία; πάνυ γὰρ ἐπιποθῶ ἀκοῦσαι.

Πρῶτον μέν, ἔφη, τὴν Ἅγνοιαν καὶ τὸν Πλάνον. ἢ οὐ δοκεῖ σοι ταῦτα θηρία;

Καὶ πονηρά γε, ἔφην ἐγώ.

[2] Εἶτα τὴν Λύπην καὶ τὸν Ὀδυρμὸν καὶ τὴν Φιλαργυρίαν καὶ τὴν Ἀκρασίαν καὶ τὴν λοιπὴν ἅπασαν Κακίαν. πάντων τούτων κρατεῖ καὶ οὐ κρατεῖται ὥσπερ πρότερον.

[3] Ὣ καλῶν ἔργων, ἔφην ἐγώ, καὶ καλλίστης νίκης. ἀλλ᾽ ἐκεῖνο ἔτι μοι εἰπέ· τίς ἡ δύναμις τοῦ στεφάνου, ὧι ἔφης ... στεφανοῦν αὐτόν;

[4] Εὐδαιμονική, ὦ νεανίσκε. ὁ γὰρ στεφανωθεὶς ταύτηι τῆι δυνάμει εὐδαίμων γίνεται καὶ μακάριος καὶ οὐκ ἔχει ἐν ἑτέροις τὰς ἐλπίδας τῆς εὐδαιμονίας, ἀλλ᾽ ἐν αὑτῶι.

XXIV. [1] Ὡς καλὸν τὸ νίκημα λέγεις. ὅταν δὲ στεφανωθῆι, τί ποιεῖ ἢ ποῖ βαδίζει;

[2] Ἅγουσιν αὐτὸν ὑπολαβοῦσαι αἱ Ἀρεταὶ πρὸς τὸν τόπον ἐκεῖνον, ὅθεν ἦλθε πρῶτον, καὶ δεικνύουσιν αὐτῶι τοὺς ἐκεῖ διατρίβοντας ὡς κακῶς διατρίβουσι καὶ ἀθλίως ζῶσι καὶ ὡς ναυαγοῦσιν ἐν τῶι βίωι καὶ πλανῶνται καὶ ἄγονται κατακεκρατημένοι ὥσπερ ὑπὸ πολεμίων, οἱ μὲν ὑπ᾽ Ἀκρασίας, οἱ δὲ ὑπ᾽ Ἀλαζονείας, οἱ δὲ ὑπὸ Φιλαργυρίας, ἕτεροι δὲ ὑπὸ Κενοδοξίας, οἱ δὲ ὑφ᾽ ἑτέρων Κακῶν. [3] ἐξ ὧν οὐ δύνανται ἐκλῦσαι ἑαυτοὺς τῶν δεινῶν, οἷς δέδενται, ὥστε σωθῆναι καὶ ἀφικέσθαι ὧδε, ἀλλὰ ταράττονται διὰ παντὸς τοῦ βίου. τοῦτο δὲ πάσχουσι διὰ τὸ μὴ δύνασθαι τὴν ἐνθάδε ὁδὸν εὑρεῖν· ἐπελάθοντο γὰρ τὸ παρὰ τοῦ Δαιμονίου πρόσταγμα.

XXV. [1] Ὀρθῶς μοι δοκεῖς λέγειν. ἀλλὰ καὶ τοῦτο πάλιν ἀπορῶ, διὰ τί δεικνύουσιν αὐτῶι τὸν τόπον ἐκεῖνον αἱ Ἀρεταί, ὅθεν ἥκει τὸ πρότερον.

[2] Οὐκ ἀκριβῶς ἤιδει οὐδὲ ἠπίστατο, ἔφη, οὐδὲν τῶν ἐκεῖ, ἀλλ᾽ ἐνεδοίαζε καὶ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν δὴ ἐπεπώκει, τὰ μὴ ὄντα ἀγαθὰ ἐνόμιζεν ἀγαθὰ εἶναι καὶ τὰ μὴ ὄντα κακὰ κακά. [3] διὸ καὶ ἔζη κακῶς, ὥσπερ οἱ ἄλλοι οἱ ἐκεῖ διατρίβοντες. νῦν δὲ ἀπειληφὼς τὴν ἐπιστήμην τῶν συμφερόντων αὐτός τε καλῶς ζῆι καὶ τούτους θεωρεῖ ὡς κακῶς πράσσουσιν.

XXVI. [1] Ἐπειδὰν οὖν θεωρήσηι πάντα, τί ποιεῖ ἢ ποῦ ἔτι βαδίζει;

Ὅπου ἂν βούληται, ἔφη. πανταχοῦ γὰρ ἔστιν αὐτῶι ἀσφάλεια ὥσπερ τῶι τὸ Κωρύκιον ἄντρον ἔχοντι, καὶ πανταχοῦ, οὗ ἂν ἀφίκηται, πάντα καλῶς βιώσεται μετὰ πάσης ἀσφαλείας. ὑποδέξονται γὰρ αὐτὸν ἀσμένως πάντες καθάπερ τὸν ἰατρὸν οἱ πάσχοντες.

[2] Πότερον οὖν κἀκείνας τὰς γυναῖκας, ἃς ἔφης θηρία εἶναι, οὐκέτι φοβεῖται, μή τι πάθηι ὑπ᾽ αὐτῶν;

Οὐ μὴ διοχληθήσεται οὐδὲν οὔτε ὑπὸ Ὀδύνης οὔτε ὑπὸ Λύπης οὔτε ὑπ᾽ Ἀκρασίας οὔτε ὑπὸ Φιλαργυρίας οὔτε ὑπὸ Πενίας οὔτε ὑπὸ ἄλλου Κακοῦ οὐδενός. [3] ἁπάντων γὰρ κυριεύει καὶ ἐπάνω πάντων ἐστὶ τῶν πρότερον αὐτὸν λυπούντων καθάπερ οἱ ἐχιοδεῖκται. τὰ γὰρ θηρία δήπου τὰ πάντας τοὺς ἄλλους κακοποιοῦντα μέχρι θανάτου ἐκείνους οὐ λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον αὐτούς. οὕτω καὶ τοῦτον οὐκέτι οὐδὲν λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον.

XXVII. [1] Καλῶς ἐμοὶ δοκεῖς λέγειν. ἀλλ᾽ ἔτι τοῦτό μοι εἰπέ. τίνες εἰσὶν οὗτοι οἱ δοκοῦντες ἐκεῖθεν ἀπὸ τοῦ βουνοῦ παραγίνεσθαι; καὶ οἱ μὲν αὐτῶν ἐστεφανωμένοι ἔμφασιν ποιοῦσιν εὐφροσύνης τινός, οἱ δὲ ἀστεφάνωτοι λύπης καὶ ταραχῆς καὶ τὰς κνήμας καὶ τὰς κεφαλὰς δοκοῦσι τετρῖφθαι, κατέχονται δὲ ὑπὸ γυναικῶν τινων.

[2] Οἱ μὲν ἐστεφανωμένοι οἱ σεσωσμένοι εἰσὶ πρὸς τὴν Παιδείαν καὶ εὐφραίνονται τετυχηκότες αὐτῆς. [3] οἱ δὲ ἀστεφάνωτοι οἱ μὲν ἀπεγνωσμένοι ὑπὸ τῆς Παιδείας ἀνακάμπτουσι κακῶς καὶ ἀθλίως διακείμενοι· οἱ δὲ ἀποδεδειλιακότες καὶ οὐκ ἀναβεβηκότες πρὸς τὴν Καρτερίαν πάλιν ἀνακάμπτουσι καὶ πλανῶνται ἀνοδίαι.

[4] Αἱ δὲ γυναῖκες αἱ μετ᾽ αὐτῶν ἀκολουθοῦσαι τίνες εἰσὶν αὗται;

Λῦπαι, ἔφη, καὶ Ὀδύναι καὶ Ἀθυμίαι καὶ Ἀδοξίαι καὶ Ἅγνοιαι.

XXVIII. [1] Πάντα κακὰ λέγεις αὐτοῖς ἀκολουθεῖν.

Νὴ Δία πάντα, ἔφη, ἐπακολουθοῦσιν. ὅταν δὲ οὗτοι παραγένωνται εἰς τὸν πρῶτον περίβολον πρὸς τὴν Ἡδυπάθειαν καὶ τὴν Ἀκρασίαν, [2] οὐχ ἑαυτοὺς αἰτιῶνται, ἀλλ᾽ εὐθὺς κακῶς λέγουσι καὶ τὴν Παιδείαν καὶ τοὺς ἐκεῖσε βαδίζοντας, ὡς ταλαίπωροι καὶ ἄθλιοί εἰσι καὶ κακοδαίμονες, οἳ τὸν βίον τὸν παρ᾽ αὐταῖς ἀπολιπόντες κακῶς ζῶσι καὶ οὐκ ἀπολαύουσι τῶν παρ᾽ αὐταῖς ἀγαθῶν.

[3] Ποῖα δὲ λέγουσιν ἀγαθὰ εἶναι;

Τὴν ἀσωτίαν καὶ τὴν ἀκρασίαν, ὡς εἴποι ἄν τις ἐπὶ κεφαλαίου. τὸ γὰρ εὐωχεῖσθαι βοσκημάτων τρόπον ἀπόλαυσιν μεγίστων ἀγαθῶν ἡγοῦνται εἶναι.

XXIX. [1] Αἱ δὲ ἕτεραι γυναῖκες αἱ ἐκεῖθεν παραγινόμεναι ἱλαραί τε καὶ γελῶσαι τίνες καλοῦνται;

[2] Δόξαι, ἔφη, καὶ ἀγαγοῦσαι πρὸς τὴν Παιδείαν τοὺς εἰσελθόντας πρὸς τὰς Ἀρετὰς ἀνακάμπτουσιν, ὅπως ἑτέρους ἀγάγωσι, καὶ ἀναγγέλλουσιν, ὅτι εὐδαίμονες ἤδη γεγόνασιν οὓς τότε ἀπήγαγον.

[3] Πότερον οὖν, ἔφην ἐγώ, αὗται εἴσω πρὸς τὰς Ἀρετὰς [οὐκ] εἰσπορεύονται;

[Ἔφη οὔ.] Οὐ γὰρ θέμις Δόξαν εἰσπορεύεσθαι πρὸς τὴν Ἐπιστήμην, ἀλλὰ τῆι Παιδείαι παραδιδόασιν αὐτούς. [4] εἶτα ὅταν ἡ Παιδεία παραλάβηι, ἀνακάμπτουσιν αὗται πάλιν ἄλλους ἄξουσαι, ὥσπερ αἱ νῆες τὰ φορτία ἐξελόμεναι πάλιν ἀνακάμπτουσι καὶ ἄλλων τινῶν γεμίζονται.

XXX. [1] Ταῦτα μὲν δὴ καλῶς μοι δοκεῖς, ἔφην, ἐξηγεῖσθαι. ἀλλ᾽ ἐκεῖνο οὐδέπω ἡμῖν δεδήλωκας, τί προστάττει τὸ Δαιμόνιον τοῖς εἰσπορευομένοις εἰς τὸν Βίον ποιεῖν.

[2] Θαρρεῖν, ἔφη. διὸ καὶ ὑμεῖς θαρρεῖτε· πάντα γὰρ ἐξηγήσομαι καὶ οὐδὲν παραλείψω.

Καλῶς λέγεις, ἔφην ἐγώ.

[3] Ἐκτείνας οὖν τὴν χεῖρα πάλιν, Ὁρᾶτε, ἔφη, τὴν γυναῖκα ἐκείνην, ἣ δοκεῖ τυφλή τις εἶναι καὶ ἐπὶ λίθου στρογγύλου ἑστάναι, ἣν καὶ ἄρτι ὑμῖν εἶπον ὅτι Τύχη καλεῖται;

Ὁρῶμεν.

XXXI. [1] Ταύτηι κελεύει, ἔφη, μὴ πιστεύειν καὶ βέβαιον μηδὲν νομίζειν μηδὲ ἀσφαλὲς εἶναι, ὅ τι ἂν παρ᾽ αὐτῆς τις λάβηι μηδὲ ὡς ἴδια ἡγεῖσθαι. [2] οὐδὲν γὰρ κωλύει πάλιν ταῦτα ἀφελέσθαι καὶ ἑτέρωι δοῦναι. πολλάκις γὰρ εἴωθε τοῦτο ποιεῖν. καὶ διὰ ταύτην οὖν τὴν αἰτίαν κελεύει πρὸς τὰς παρ᾽ αὐτῆς δόσεις ἴσους γίνεσθαι καὶ μήτε χαίρειν ὅταν διδῶι μήτε ἀθυμεῖν ὅταν ἀφέληται καὶ μήτε ψέγειν αὐτὴν μήτε ἐπαινεῖν. [3] οὐδὲν γὰρ ποιεῖ μετὰ λογισμοῦ, ἀλλ᾽ εἰκῆ καὶ ὡς ἔτυχε πάντα, ὥσπερ πρότερον ὑμῖν ἔλεξα. διὰ τοῦτο οὖν τὸ Δαιμόνιον κελεύει μὴ θαυμάζειν, ὅ τι ἂν πράττηι αὕτη, μηδὲ γίνεσθαι ὁμοίους τοῖς κακοῖς τραπεζίταις. [4] καὶ γὰρ ἐκεῖνοι ὅταν μὲν λάβωσι τὸ ἀργύριον παρὰ τῶν ἀνθρώπων, χαίρουσι καὶ ἴδιον νομίζουσιν εἶναι, ὅταν δὲ ἀπαιτῶνται, ἀγανακτοῦσι καὶ δεινὰ οἴονται πεπονθέναι, οὐ μνημονεύοντες, ὅτι ἐπὶ τούτωι ἔλαβον τὰ θέματα, ἐφ᾽ ὧι οὐδὲν κωλύει τὸν θέμενον πάλιν κομίσασθαι. [5] ὡσαύτως τοίνυν κελεύει ἔχειν τὸ Δαιμόνιον καὶ πρὸς τὴν παρ᾽ αὐτῆς δόσιν καὶ μνημονεύειν, ὅτι τοιαύτην φύσιν ἔχει ἡ Τύχη, ὥστε ἃ δέδωκεν ἀφελέσθαι καὶ ταχέως πάλιν δοῦναι πολλαπλάσια, αὖθις δὲ ἀφελέσθαι ἃ δέδωκεν, οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ προϋπάρχοντα. [6] ἃ γοῦν δίδωσι, λαβεῖν κελεύει παρ᾽ αὐτῆς καὶ συντόμως ἀπελθεῖν βλέποντας πρὸς τὴν βεβαίαν καὶ ἀσφαλῆ δόσιν.

XXXII. [1] Ποίαν ταύτην; ἔφην ἐγώ.

Ἢν λήψονται παρὰ τῆς Παιδείας, ἢν διασωθῶσιν ἐκεῖ.

Αὕτη οὖν τίς ἐστιν;

[2] Ἡ ἀληθὴς ἐπιστήμη τῶν συμφερόντων, ἔφη, καὶ ἀσφαλὴς δόσις καὶ βεβαία καὶ ἀμεταμέλητος. [3] φεύγειν οὖν κελεύει συντόμως πρὸς ταύτην, καὶ ὅταν ἔλθωσι πρὸς τὰς γυναῖκας ἐκείνας, ἃς καὶ πρότερον εἶπον ὅτι Ἀκρασία καὶ Ἡδυπάθεια καλοῦνται, καὶ ἐντεῦθεν κελεύει συντόμως ἀπαλλάττεσθαι καὶ μὴ πιστεύειν μηδὲ ταύταις μηδέν, ἕως ἂν πρὸς τὴν Ψευδοπαιδείαν ἀφίκωνται. [4] κελεύει οὖν αὐτοῦ χρόνον τινὰ ἐνδιατρῖψαι καὶ λαβεῖν ὅ τι ἂν βούλωνται παρ᾽ αὐτῆς ὥσπερ ἐφόδιον, εἶτα ἐντεῦθεν ἀπιέναι πρὸς τὴν ἀληθινὴν Παιδείαν συντόμως. [5] ταῦτά ἐστιν ἃ προστάττει τὸ Δαιμόνιον. ὅστις τοίνυν παρ᾽ αὐτά τι ποιεῖ ἢ παρακούει, ἀπόλλυται κακὸς κακῶς.

XXXIII. [1] Ὁ μὲν δὴ μῦθος, ὦ ξένοι, ὁ ἐν τῶι πίνακι τοιοῦτος ἡμῖν ἐστιν. εἰ δὲ δεῖ τι προσπυθέσθαι περὶ ἑκάστου τούτων, οὐδεὶς φθόνος· ἐγὼ γὰρ ὑμῖν φράσω.

[2] Καλῶς λέγεις, ἔφην ἐγώ. ἀλλὰ τί κελεύει αὐτοὺς τὸ Δαιμόνιον λαβεῖν παρὰ τῆς Ψευδοπαιδείας;

Ταῦτα ἃ δοκεῖ εὔχρηστα εἶναι.

Ταῦτ᾽ οὖν τίνα ἐστί;

[3] Γράμματα, ἔφη, καὶ τῶν ἄλλων μαθημάτων ἃ καὶ Πλάτων φησὶν ὡσανεὶ χαλινοῦ τινος δύναμιν ἔχειν τοῖς νέοις, ἵνα μὴ εἰς ἕτερα περισπῶνται.

[4] Πότερον δὲ ἀνάγκη ταῦτα λαβεῖν, εἰ μέλλει τις ἥξειν πρὸς τὴν ἀληθινὴν Παιδείαν; ἢ οὔ;

Ἀνάγκη μὲν οὐδεμία, ἔφη, χρήσιμα μέντοι ἐστὶ πρὸς τὸ συντομωτέρως ἐλθεῖν. πρὸς δὲ τὸ βελτίους γενέσθαι οὐδὲν συμβάλλεται ταῦτα.

[5] Οὐδὲν ἄρα, ἔφην, λέγεις ταῦτα χρήσιμα εἶναι πρὸς τὸ βελτίους γενέσθαι ἄνδρας;

Ἔστι γὰρ καὶ ἄνευ τούτων βελτίους γενέσθαι, ὅμως δὲ οὐκ ἄχρηστα κἀκεῖνά ἐστιν. [6] ὡς γὰρ δι᾽ ἑρμηνέως συμβάλλομεν τὰ λεγόμενά ποτε, ὅμως μέντοι γε οὐκ ἄχρηστον ἦν ἡμᾶς καὶ αὐτοὺς τὴν φωνὴν εἰδέναι, ἀκριβέστερον γὰρ ἄν τι συνήκαμεν, οὕτω καὶ ἄνευ τούτων τῶν μαθημάτων οὐδὲν κωλύει [βελτίους] γενέσθαι ....

XXXIV. [1] Πότερον οὖν οὐδὲ προέχουσιν οὗτοι οἱ μαθηματικοὶ πρὸς τὸ βελτίους γενέσθαι τῶν ἄλλων ἀνθρώπων;

[2] Πῶς [γὰρ] μέλλουσι προέχειν, ἐπειδὰν φαίνωνται ἠπατημένοι περὶ ἀγαθῶν καὶ κακῶν ὥσπερ καὶ οἱ ἄλλοι καὶ ἔτι κατεχόμενοι ὑπὸ πάσης κακίας; [3] οὐδὲν γὰρ κωλύει εἰδέναι μὲν γράμματα καὶ κατέχειν τὰ μαθήματα πάντα, ὁμοίως δὲ μέθυσον καὶ ἀκρατῆ εἶναι καὶ φιλάργυρον καὶ ἄδικον καὶ προδότην καὶ τὸ πέρας ἄφρονα.

[4] Ἀμέλει πολλοὺς τοιούτους ἔστιν ἰδεῖν.

Πῶς οὖν οὗτοι προέχουσιν, ἔφη, εἰς τὸ βελτίους ἄνδρας γενέσθαι ἕνεκα τούτων τῶν μαθημάτων;

XXXV. [1] Οὐδαμῶς φαίνεται ἐκ τούτου τοῦ λόγου. ἀλλὰ τί ἐστιν, ἔφην ἐγώ, τὸ αἴτιον, ὅτι ἐν τῶι δευτέρωι περιβόλωι διατρίβουσιν ὥσπερ ἐγγίζοντες πρὸς τὴν ἀληθινὴν Παιδείαν;

[2] Καὶ τί τοῦτο ὠφελεῖ αὐτούς, ἔφη, ὅτε πολλάκις ἔστιν ἰδεῖν παραγινομένους ἐκ τοῦ πρώτου περιβόλου ἀπὸ τῆς Ἀκρασίας καὶ τῆς ἄλλης Κακίας εἰς τὸν τρίτον περίβολον πρὸς τὴν Παιδείαν τὴν ἀληθινήν, οἳ τούτους τοὺς μαθηματικοὺς παραλλάττουσιν; ὥστε πῶς ἔτι προέχουσιν ἄρα, εἰ ἀκινητότεροι ἢ δυσμαθέστεροί εἰσι;

[3] Πῶς τοῦτο; ἔφην ἐγώ.

Ὅτι οἱ [μὲν] ἐν τῶι πρώτωι περιβόλωι ......, [οἱ δ᾽ ἐν τῶι δευτέρωι περιβόλωι,] εἰ μηδὲν ἄλλο, ὃ προσποιοῦνταί γε ἐπίστασθαι οὐκ οἴδασιν. ἕως δ᾽ ἂν ἔχωσι ταύτην τὴν δόξαν, ἀκινήτους αὐτοὺς ἀνάγκη εἶναι πρὸς τὸ ὁρμᾶν πρὸς τὴν ἀληθινὴν Παιδείαν. [4] εἶτα τὸ ἕτερον οὐχ ὁρᾶις, ὅτι καὶ αἱ Δόξαι ἐκ τοῦ πρώτου περιβόλου εἰσπορεύονται πρὸς αὐτοὺς ὁμοίως; ὥστε οὐδὲν οὗτοι ἐκείνων βελτίους εἰσίν, ἐὰν μὴ καὶ τούτοις συνῆι ἡ Μεταμέλεια καὶ πεισθῶσιν, ὅτι οὐ παιδείαν ἔχουσιν, ἀλλὰ ψευδοπαιδείαν, δι᾽ ἣν ἀπατῶνται. [5] οὕτω δὲ διακείμενοι οὐκ ἄν ποτε σωθεῖεν. καὶ ὑμεῖς τοίνυν, ὦ ξένοι, ἔφη, οὕτω ποιεῖτε καὶ ἐνδιατρίβετε τοῖς λεγομένοις, μέχρι ἂν ἕξιν λάβητε. ἀλλὰ περὶ τῶν αὐτῶν πολλάκις δεῖ ἐπισκοπεῖν καὶ μὴ διαλείπειν, τὰ δ᾽ ἄλλα πάρεργα ἡγήσασθαι. εἰ δὲ μή, οὐδὲν ὄφελος ὑμῖν ἔσται ὧν νῦν ἀκούετε.

XXXVI. [1] Ποιήσομεν. τοῦτο δὲ ἐξήγησαι, πῶς οὐκ ἔστιν ἀγαθά, ὅσα λαμβάνουσιν οἱ ἄνθρωποι παρὰ τῆς Τύχης, οἷον τὸ ζῆν, τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τὸ εὐδοκιμεῖν, τὸ τέκνα ἔχειν, τὸ νικᾶν καὶ ὅσα τούτοις παραπλήσια; [2] ἢ πάλιν τὰ ἐναντία πῶς οὐκ ἔστι κακά; πάνυ γὰρ παράδοξον ἡμῖν καὶ ἄπιστον δοκεῖ τὸ λεγόμενον.

Ἅγε τοίνυν, ἔφη, πειρῶ ἀποκρίνασθαι τὸ φαινόμενον περὶ ὧν ἄν σε ἐρωτῶ.

[3] Ἀλλὰ ποιήσω τοῦτο, ἔφην ἐγώ.

Πότερον οὖν, ἐὰν κακῶς τις ζῆι, ἀγαθὸν ἐκείνωι τὸ ζῆν;

Οὔ μοι δοκεῖ, ἀλλὰ κακόν, ἔφην ἐγώ.

Πῶς οὖν ἀγαθόν ἐστι τὸ ζῆν, ἔφη, εἴπερ τούτωι ἐστὶ κακόν;

[4] Ὅτι τοῖς μὲν κακῶς ζῶσι κακόν μοι δοκεῖ εἶναι, τοῖς δὲ καλῶς ἀγαθόν.

Καὶ κακὸν ἄρα λέγεις τὸ ζῆν καὶ ἀγαθὸν εἶναι;

Ἔγωγε.

XXXVII. [1] Μὴ οὖν ἀπιθάνως λέγε. ἀδύνατον τὸ αὐτὸ πρᾶγμα κακὸν καὶ ἀγαθὸν εἶναι. τοῦτο μὲν γὰρ καὶ ὠφέλιμον καὶ βλαβερὸν ἂν εἴη καὶ αἱρετὸν καὶ φευκτὸν τὸ αὐτὸ πρᾶγμα ἀεί.

[2] Ἀπίθανον μέν. ἀλλὰ πῶς οὐχὶ τὸ κακῶς ζῆν, ὧι ἂν ὑπάρχηι, κακόν τι αὐτῶι ὑπάρχει; οὐκοῦν εἰ κακόν τι ὑπάρχει αὐτῶι, κακὸν αὐτὸ τὸ ζῆν ἐστιν.

Ἀλλ᾽ οὐ ταὐτό, ἔφη, ὑπάρχει τὸ ζῆν καὶ τὸ κακῶς ζῆν. ἢ οὔ σοι φαίνεται;

Ἀμέλει οὐδ᾽ ἐμοὶ δοκεῖ ταὐτὸ εἶναι.

[3] Τὸ κακῶς τοίνυν ζῆν κακόν ἐστι, τὸ δὲ ζῆν οὐ κακόν. ἐπεὶ εἰ ἦν κακόν, τοῖς ζῶσι καλῶς κακὸν ἂν ὑπῆρχεν, ἐπεὶ τὸ ζῆν αὐτοῖς ὑπῆρχεν, ὅπερ ἐστὶ κακόν.

Ἀληθῆ μοι δοκεῖς λέγειν.

XXXVIII. [1] Ἐπεὶ τοίνυν ἀμφοτέροις συμβαίνει τὸ ζῆν, καὶ τοῖς καλῶς ζῶσι καὶ τοῖς κακῶς, οὐκ ἂν εἴη οὔτε ἀγαθὸν εἶναι τὸ ζῆν οὔτε κακόν· ὥσπερ οὐδὲ τὸ τέμνειν καὶ καίειν ἐν τοῖς ἀρρωστοῦσίν ἐστι νοσερὸν καὶ ὑγιεινόν, ἀλλὰ τὸ πῶς τέμνειν, οὐκοῦν οὕτω καὶ ἐπὶ τοῦ ζῆν οὐκ ἔστι κακὸν αὐτὸ τὸ ζῆν ἀλλὰ τὸ κακῶς ζῆν.

[2] Ἔστι ταῦτα.

Εἰ τοίνυν οὕτως [ἔχει], θεώρησον, πότερον ἂν βούλοιο ζῆν κακῶς ἢ ἀποθανεῖν καλῶς καὶ ἀνδρείως.

Ἀποθανεῖν ἔγωγε καλῶς.

[3] Οὐκοῦν οὐδὲ τὸ ἀποθανεῖν κακόν ἐστιν, εἴπερ αἱρετώτερόν ἐστι πολλάκις τὸ ἀποθανεῖν τοῦ ζῆν.

Ἔστι ταῦτα.

[4] Οὐκοῦν ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ ὑγιαίνειν καὶ νοσεῖν. πολλάκις γὰρ οὐ συμφέρει ὑγιαίνειν, ἀλλὰ τοὐναντίον, ὅταν ἦι περίστασις τοιαύτη.

Ἀληθῆ λέγεις.

XXXIX. [1] Ἅγε δὴ σκεψώμεθα καὶ περὶ τοῦ πλουτεῖν οὕτως, εἴγε θεωρεῖν ἔστιν – ὡς πολλάκις ἔστιν ἰδεῖν – ὑπάρχοντά τινι πλοῦτον, κακῶς δὲ ζῶντα τοῦτον καὶ ἀθλίως.

Νὴ Δία, πολλούς γε.

[2] Οὐκοῦν οὐδὲν τούτοις ὁ πλοῦτος βοηθεῖ εἰς τὸ ζῆν καλῶς;

Οὐ φαίνεται· αὐτοὶ γὰρ φαῦλοί εἰσιν.

[3] Οὐκοῦν τὸ σπουδαίους εἶναι οὐχ ὁ πλοῦτος ποιεῖ, ἀλλὰ ἡ Παιδεία.

Εἰκός γε.

Ἐκ τούτου ἄρα τοῦ λόγου οὐδὲ ὁ πλοῦτος ἀγαθόν ἐστιν, εἴπερ οὐ βοηθεῖ τοῖς ἔχουσιν αὐτὸν εἰς τὸ βελτίους εἶναι.

Φαίνεται οὕτως.

[4] Οὐδὲ συμφέρει ἄρα ἐνίοις πλουτεῖν, ὅταν μὴ ἐπίστωνται τῶι πλούτωι χρῆσθαι.

Δοκεῖ μοι.

Πῶς οὖν τοῦτο ἄν τις κρίνοι ἀγαθὸν εἶναι, ὃ πολλάκις οὐ συμφέρει ὑπάρχειν;

[5] Οὐδαμῶς.

Οὐκοῦν εἰ μέν τις ἐπίσταται τῶι πλούτωι χρῆσθαι καλῶς καὶ ἐμπείρως, εὖ βιώσεται, εἰ δὲ μή, κακῶς.

Ἀληθέστατά μοι δοκεῖς τοῦτο λέγειν.

XL. [1] Καὶ τὸ σύνολον δέ, ἔστι τὸ τιμᾶν ταῦτα ὡς ἀγαθὰ ὄντα ἢ ἀτιμάζειν ὡς κακά, τοῦτο δέ ἐστι τὸ ταράττον τοὺς ἀνθρώπους καὶ βλάπτον, ὅτι ἐὰν τιμῶσιν αὐτὰ καὶ οἴωνται διὰ τούτων μόνων εἶναι τὸ εὐδαιμονεῖν, [καὶ] πάνθ᾽ ὑπομένουσι πράττειν ἕνεκα τούτων καὶ τὰ ἀσεβέστατα καὶ τὰ αἰσχρότατα δοκοῦντα εἶναι οὐ παραιτοῦνται. [2] ταῦτα δὲ πάσχουσι διὰ τὴν τοῦ ἀγαθοῦ ἄγνοιαν. ἀγνοοῦσι γὰρ ὅτι οὐ γίνεται ἐκ κακῶν ἀγαθόν. [3] πλοῦτον δὲ ἔστι πολλοὺς κτησαμένους ἰδεῖν ἐκ κακῶν καὶ αἰσχρῶν ἔργων, οἷον λέγω ἐκ τοῦ προδιδόναι καὶ ληΐζεσθαι καὶ ἀνδροφονεῖν καὶ συκοφαντεῖν καὶ ἀποστερεῖν καὶ ἐξ ἄλλων πολλῶν καὶ μοχθηρῶν.

Ἔστι ταῦτα.

XLI. [1] Εἰ τοίνυν γίνεται ἐκ κακοῦ ἀγαθὸν μηδέν, ὥσπερ εἰκός, πλοῦτος δὲ γίνεται ἐκ κακῶν ἔργων, ἀνάγκη μὴ εἶναι ἀγαθὸν τὸν πλοῦτον.

Συμβαίνει οὕτως ἐκ τούτου τοῦ λόγου.

[2] Ἀλλ᾽ οὐδὲ τὸ φρονεῖν γε οὐδὲ δικαιοπραγεῖν οὐκ ἔστι κτήσασθαι ἐκ κακῶν ἔργων, ὡσαύτως δὲ οὐδὲ τὸ ἀδικεῖν καὶ ἀφρονεῖν ἐκ καλῶν ἔργων, οὐδὲ ὑπάρχειν ἅμα τῶι αὐτῶι δύναται. [3] πλοῦτον δὲ καὶ δόξαν καὶ τὸ νικᾶν καὶ τὰ λοιπὰ ὅσα τούτοις παραπλήσια οὐδὲν κωλύει ὑπάρχειν τινὶ ἅμα μετὰ κακίας πολλῆς. ὥστε οὐκ ἂν εἴη ταῦτα ἀγαθὰ οὔτε κακά, ἀλλὰ τὸ φρονεῖν μόνον ἀγαθόν, τὸ δὲ ἀφρονεῖν κακόν.

[4] Ἱκανῶς μοι δοκεῖς λέγειν, ἔφην.

 

 

Finis latine ex editione Friderici Drohsin, Lipsiae 1871:

 

Finis graece non extat. Latinam versionem paraphrasis Arabicae ab Elichmanno confectam nonnullis locis commutare visum est ea, quae ab anonymo editioni Meirianae Snecanis notis instructae adjuncta est. (F. D.)

 

Et profligavimus eam opinionem, qua illa a pravis actionibus esse creduntur.

XLII. Senex. Utique multum hoc est et idem atque illud, quod diximus, talia neque bona neque mala esse, idque eo magis, quod, si ea ex solis actionibus pravis provenirent, essent mala tantummodo. Sed ab utroque genere omnia proficiscuntur ideoque diximus ea nec bona esse nec mala, sicuti somnus et vigilia nec bona sunt, nec mala. Et similiter, mea quidem sententia, ambulare et sedere et reliqua, quae accidunt unicuique eorum, qui aut intelligentes sunt, aut ignorantes. Quae autem propria sunt alterutri, eorum alterum bonum, alterum malum est; sicuti tyrannis et justitia, quae duae res accidunt uni aut alteri; idque quia justitia perpetuo adhaeret intelligentia praeditis, et tyrannis nullos nisi ignorantes comitatur. Nec enim fieri potest, id quod supra diximus, ut uni eidemque uno eodemque temporis momento res duae ad istum modum se habentes accidant, ita ut homo unus idemque eodem temporis momento sit dormiens et vigilans utque sit sapiens et ignarus simul, aut aliud quidlibet eorum, quae parem rationem habent.

Hospes. Ad haec ego: Toto hoc, inquam, sermone rem omnem te jam absolvisse autumo.

XLIII. Senex. Haec autem omnia, inquit, ego dico procedere ab illo principio vere divino.

Hospes. At quodnam illud est, inquam, quod tu innuis?

Senex. Vita et mors, inquit, sanitas et aegritudo, divitiae et paupertas ac cetera, quae nec bona nec mala esse diximus, accidunt plerisque hominibus a non malo.

Hospes. Plane conjicimus, inquam, id necessario ex hoc sermone sequi, talia nec bona nec mala esse, ita tamen, ut haud firmus sim in judicio de istis.

Senex. Hoc fit, inquit, ideo, quod longe abs te abest habitus ille, quo eam sententiam animo concipias. Itaque rerum usum, quem paulo ante vobis indicavi, toto vitae vestrae curriculo persequimini, ut ea quae vobis diximus infigantur animis vestris eaque re vobis accedat habitus. Si autem dubitaveritis de aliqua re, revertimini ad me, ut explicem vobis ea de re, quibus dubitatio a vobis discedat.