|
Hippolytos ( 235), Refutatio omnium haeresium 5, 6-11
Νόμος ἦν γενικὸς τοῦ παντὸς ὁ πρωτ<ότοκ>ος νόος·
ὁ δὲ δεύτερος ἦν τοῦ πρωτοτόκου τὸ χυθὲν χάος·
τριτάτη ψυχὴ δ' ἔλαβεν+ ἐργαζομένη νόμον·
διὰ τοῦτο +ελαφον μορφὴν περικειμένη
|
5 |
κοπιᾶι θανάτωι μελέτημα κρατουμένη·
ποτὲ <μὲν> βασίλειον ἔχουσα βλέπει τὸ φῶς,
ποτὲ δ' εἰς ἔλεον ἐρριμμένη κλάει,
+ποτὲ δὲ κλαίεται χαίρει,
+ποτὲ δὲ κλαίει κρίνεται,
|
10 |
+ποτὲ δὲ κρίνεται θνήισκει,
ποτὲ δὲ γίνεται
<κ>ἀνέξοδον ἡ μελέα κακῶν
λαβύρινθον ἐσῆλθε πλανωμένη.
εἶπεν δ' Ἰησοῦς· ἐσόρα πάτερ,
|
15 |
ζήτημα κακῶν <τόδ'> ἐπὶ χθόνα
ἀπὸ σῆς πνοιῆς ἐπιπλάζεται.
ζητεῖ δὲ φυγεῖν τὸ πικρὸν χάος,
καὶ οὐκ οἶδε<ν ὅ>πως διελεύσεται.
τούτου με χάριν πέμψον, πάτερ·
|
20 |
σφραγῖδας ἔχων καταβήσομαι,
αἰῶνας ὅλους διοδεύσω,
μυστήρια πάντα δ' ἀνοίξω,
μορφὰς δὲ θεῶν ἐπιδείξω·
[καὶ] τὰ κεκρυμμένα τῆς ἁγίας ὁδοῦ
|
25 |
γνῶσιν καλέσας παραδώσω.
|