BIBLIOTHECA AUGUSTANA

 

Physiologos

ca. 150 p. Chr. n.

 

Φυσιολόγος

 

Textus:

Francesco Sbordone, Physiologus

Roma, 1936

 

___________________________________________________

 

 

 

Περὶ τοῦ λέοντος.

 

 

ρξόμεθα λαλῆσαι περὶ τοῦ λέοντος͵ τοῦ βασιλέως τῶν θηρίων [ἤτοι ζώιων]. Καὶ γὰρ ὁ Ἰακώβ͵ εὐλογῶν τὸν Ἰούδα͵ ἔλεγε· σκύμνος λέοντος Ἰούδα͵ ἐκ βλαστοῦ͵ υἱέ μου͵ ἀνέβης· καὶ τὰ ἑξῆς. Ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ λέοντος͵ ὅτι τρεῖς φύσεις ἔχει.

Πρώτη αὐτοῦ φύσις ἐστὶν αὕτη· ὅταν περιπατῆι ἐν τῶι ὄρει καὶ ἔρχηται αὐτῶι ὀσμὴ τῶν κυνηγῶν͵ τῆι οὐρᾶι αὑτοῦ συγκαλύπτει αὑτοῦ τὰ ἴχνη͵ ἵνα μὴ ἀκολουθοῦντες τοῖς ἴχνεσιν αὐτοῦ οἱ κυνηγοὶ εὕρωσιν αὐτοῦ τὴν μάνδραν καὶ κρατήσωσιν εἰς τὴν μήτραν τῆς ἁγίας παρθένου Μαρίας͵ ὅπως σώσηι τὸ πεπλανημένον γένος τῶν ἀνθρώπων͵ καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ἐκ τούτου οὖν ἀγνοοῦντες αὐτὸν οἱ ἄνωθεν κατελθόντες͵ ἔλεγον· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα τὸ ἅγιον Πνεῦμα λέγει· Κύριος τῶν δυνάμεων͵ αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.

 

 

Δευτέρα φύσις τοῦ λέοντος. ὅταν καθεύδηι ὁ λέων ἐν τῶι σπηλαίωι͵ ἀγρυπνοῦσιν αὐτοῦ οἱ ὀφθαλμοί· ἀνεωιγμένοι γάρ εἰσι. καὶ ἐν τοῖς ῎αισμασιν ὁ Σολομὼν μαρτυρεῖ λέγων· ἐγὼ καθεύδω͵ καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Οὕτω καὶ τὸ μὲν σῶμα τοῦ Κυρίου μου καθεύδει ἐπὶ τοῦ σταυροῦ͵ ἡ δὲ θεότης αὐτοῦ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀγρυπνεῖ· οὐ γὰρ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.

 

 

Τρίτη φύσις τοῦ λέοντος. ὅταν ἡ λέαινα γεννᾶι τὸν σκύμνον͵ νεκρὸν αὐτὸν γεννᾶι͵ καὶ περιτηρεῖ τὸ τέκνον͵ ἕως οὗ ὁ πατὴρ ἐλθὼν τῆι τρίτηι ἡμέραι͵ ἐμφυσήσει αὐτῶι εἰς τὸ πρόσωπον͵ καὶ ἐγερεῖ αὐτόν. Οὕτω καὶ ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ͵ ὁ Πατὴρ τῶν ὅλων͵ τῆι τρίτηι ἡμέραι ἐξήγειρε τὸν πρωτότοκον υἱὸν αὑτοῦ τὸν πρὸ πάσης κτίσεως͵ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν͵ [ὅπως σώσηι τὸ πεπλα νημένον γένος τῶν ἀνθρώπων]. Καλῶς οὖν ὁ Ἰακὼβ ἔλεγεν· ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;